Immagini della pagina
PDF
ePub

φαρμάκῳ τινὶ αὐτὸν, διὰ τῶν οἰνοχόων, προσφιλῶν που ἑαυτῷ ὄντων, ἐξεθήλυνε· καὶ οὕτως ἐκεῖνος ἀστυσίᾳ περὶ πᾶσαν τὴν νύκτα συσχεθείς, ἀφηρέθη τε πάντων, ὧν ἐτετυχήκει, καὶ ἐξηλάθη ἔκ τε τοῦ παλατίου, καὶ ἐκ τῆς Ῥώμης, καὶ μετὰ ταῦτα καὶ ἐκ τῆς λοιπῆς Ἰταλίας· ὃ καὶ ἔσωσεν αὐτόν. [καὶ μένο τοι καὶ ἐς τοσαύτην αὐτὸς συνηλάθη ἀσέλγειαν, ὥστ τε καὶ τοὺς ἰατροὺς ἀξιοῦν αἰδὼ γυναικείαν δι ̓ ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προϊσχόμενος.]

17. Ἔμελλε δέ που καὶ αὐτὸς ὁ Σαρδανάπαλος, ἀξιώτατον τῆς μιαρίας τῆς ἑαυτοῦ μισθόν, οὐ πολὺ ὕστερον κομιεῖσθαι. ἅτε γὰρ ταῦτα ποιῶν, καὶ ταῦ τα πάσχων, ἐμισήθη ὑπό τε τοῦ δήμου, καὶ ὑπὸ τῶν στρατιωτῶν, οἷς μάλιστα προσέκειτο· καὶ τελευταῖον, καὶ ἐν αὐτῷ τῷ στρατοπέδῳ ὑπ ̓ αὐτῶν ἐσφάγη. ἔσχε δὲ οὕτως. τὸν Βασσιανὸν τὸν ἀνεψιόν αὑτοῦ ἐς τὸ συνέδριον εἰσαγαγὼν, καὶ τὴν Μαῖσαν, καὶ τὴν Σοαιμίδα ἑκατέρωθεν παραστησάμενος, παῖΤα ἔθετο· ἑαυτὸν δὲ, ὡς καὶ πατέρα ἐξαίφνης τηλεκούτου παιδίου, ὡς καὶ πολὺ τῇ ἡλικίᾳ αὐτοῦ προέ χοντα, ἐμακάρισε, καὶ μηδὲν ἄλλου τέκνου δεῖσθαι ἔφησεν, ἵν ̓ ἡ οἰκία αὐτοῦ ἄνευ ἀθυμιῶν διαγένηται· καὶ γὰρ τὸν Ἐλεγάβαλον τοῦτό τέ οἱ ποιῆσαι, καὶ ̓Αλέξανδρον αὐτὸν προσονομάσαι κεκελευκέναι. καὶ ἔγωγε πείθομαι, ἐκ θείας τινὸς παρασκευῆς ὡς ἀληθῶς αὐτὰ γεγονέναι, τεκμαιρόμενος οὐχ οἷς ἐκεῖ νος εἶπεν, ἀλλ ̓ ἔκ τε τοῦ λεχθέντος αὐτῷ ὑπό τινος, ὅτι ἄρα ὡς Αλέξανδρος ἐξ Εμέσης ἐλθὼν, αὐτὸν δια

δέξεται· καὶ ἐκ τοῦ συμβεβηκότος ἔν τε τῇ Μυσία τῇ ἄνω, καὶ τῇ Θράκῃ.

18. Ολίγον γὰρ τούτων πρότερον, δαίμων τις, ̓Αλέξανδρός τε ὁ Μακεδὼν ἐκεῖνος εἶναι λέγων, καὶ τὸ εἶδος αὐτοῦ, τήν τε σκευὴν ἅπασαν φέρων, ὡρ μήθη τε ἐκ τῶν περὶ τὸν Ἴστρον χωρίων, οὐκ οἶδ' ὅπως ἐκείνῃ ἐκφανεὶς· καὶ διά τε τῆς Ασίας, καὶ τῆς Θράκης διεξῆλθε, βακχεύων μετ ̓ ἀνδρῶν τετρα κοσίων, θύρσους τε καὶ νεβρίδας ἐνεσκευασμένων, κακὸν οὐδὲν δρώντων. ὡμολόγητο δὲ παρὰ πάντων τῶν ἐν τῇ Θράκῃ τότε γενομένων, ὅτι καὶ καταγω γαὶ, καὶ τὰ ἐπιτήδεια αὐτῷ πάντα δημοσία παρεσκευάσθη· καὶ οὐδεὶς ἐτόλμησεν, οὔτ ̓ ἀντειπεῖν οἱ, οὔτ ̓ ἀντάραι, οὐκ ἄρχων, οὐ στρατιώτης, οὐκ ἐπίτροπος, οὐχ οἱ τῶν ἐθνῶν ἡγούμενοι· ἀλλ ̓ ὥσπερ ἐν πομπῇ τινι μεθ ̓ ἡμέραν, ἐκ προῤῥήσεως, ἐκομίσθη μέχρι τοῦ Βυζαντίου. ἐντεῦθεν γὰρ ἐξαναχθεὶς, προσέσχε μὲν τῇ Χαλκηδονίᾳ γῇ· ἐκεῖ δὲ δὴ νυκτὸς ἱερά τινα ποιήσας, καὶ ἵππον ξύλινον καταχώσας, ἀφανὴς ἐγένετο. ταῦτα μὲν ἐν τῇ Ἀσίᾳ ἔτι, ὡς εἶπον, ὤν, πρὶν καὶ ὁτιοῦν περὶ τὸν Βασσιανὸν ἐν τῇ Ῥώμῃ γενέσθαι, ἔμαθον.

[ocr errors]

19. Ἕως μὲν οὖν ὁ Σαρδανάπαλος τὸν ἀνεψιόν ἐφίλει, ἐσώζετο· ἐπεὶ δὲ πάντας ὑπώπτευε, καὶ ἐμάνθανε πρὸς ἐκεῖνον ῥέποντας ολοσχερῶς ταῖς εὐνοίαις, ἐτόλμησε μεταγνῶναι, καὶ πάντα ἐπὶ καθαιρέσει αὐτοῦ ἔπραττεν. ὡς δέ ποτε καὶ ἀνελεῖν αὐτὸν ἐπεχείρησεν, οὐ μόνον οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ αὐτὸς ἀποθανεῖν ἐκινδύνευσεν. ὅ τε γὰρ ̓Αλέξανδρος ὑπό

τε τῆς μητρὸς, καὶ τῆς τήθης, ὑπό τε τῶν στρατιω τῶν ἰσχυρῶς ἐφυλάσσετο· καὶ οἱ δορυφόροι, αἰσθόμενοι τὴν ἐπιχείρησιν τοῦ Σαρδαναπάλου, δεινῶς ἐθορύβησαν· οὐ πρίν τε ἐπαύσαντο στασιάζοντες, ἢ τὸν Σαρδανάπαλον τὸ στρατόπεδον σὺν τῷ ̓Αλεξάνδρῳ καταλαβόντα, πολλά τε ἱκετεύσαντα, καὶ τοὺς ἐξαιτηθέντας παρ' αὐτῶν τῶν συνασελγαινόντων αὐ τῷ, ἐκδοῦναι ἀναγκασθέντα, ὑπέρ τε τοῦ Ἱεροκλέους οἰκτρὰ λαλήσαντα, καὶ δάκρυσι κλαύσαντα, τήν τε σφαγὴν τὴν ἑαυτοῦ προδείξαντα, καὶ ἐπειπόντα, Ένα μοι τοῦτον χαρίσασθε, ὅ τι βούλεσθε περὶ αὐτοῦ ὑποτοπήσαντες, ἢ ἐμὲ ἀποκτείνατε, μόλις αὐτοὺς ἐκμειλίξασθαι. τότε μὲν οὖν μόλις ἐσώθη. καὶ γὰρ καὶ ἡ τήθη αὐτοῦ ἐμίσει τε αὐτὸν ἐφ ̓ οἷς ἔπραττεν, ὡς οὐδὲ τοῦ ̓Αντωνίνου υἱὸν ὄντα, καὶ πρὸς τὸν ̓Αλέξανδρον, ὡς ὄντως καὶ ἐξ αὐτοῦ γεγονότα, ἀπέκλινε.

[ocr errors]

20. Μετὰ δὲ ταῦτα ἐπιβεβουλευκώς πάλιν τῷ ̓Αλεξάνδρῳ, καὶ, θορυβησάντων ἐπὶ τούτῳ τῶν δορυφόρων, σὺν αὐτῷ ἐς τὸ στρατόπεδον εἰσελθὼν, ὡς ᾔσθετο φυλαττόμενον ἑαυτὸν ἐπὶ ἀναιρέσει, ἐπειδὴ καὶ αἱ μητέρες αὐτῶν ἐκφανέστερον, ἢ πρὶν, ἀλλή λαις μαχόμεναι, τοὺς στρατιώτας ἠρέθιζον, φεύγειν πως ἐπεχείρησε· καὶ ἔμελλεν ἐς τύλλον ἐμβληθεὶς ἐκε δράναι ποι· φωραθεὶς δὲ, ἀπεσφάγη, ὀκτωκαίδεκα ἔτη γεγονώς· καὶ αὐτῷ καὶ ἡ μήτηρ (περιπλακεῖσα γὰρ ἀπρὶς εἴχετο) συναπώλετο· καὶ αἵ τε κεφαλαί αὐτῶν ἀπεκόπησαν, καὶ τὰ σώματα γυμνωθέντα, τὸ μὲν πρῶτον διὰ πάσης τῆς πόλεως ἐσύρη, ἔπειτα το

μὲν τῆς γυναικὸς ἄλλως πως ἐξξίφη, τὸ δὲ ἐκείνον ἐς τὸν ποταμὸν ἐνεβλήθη.

21. Καὶ αὐτῷ ἄλλοι τε καὶ ὁ Ἱεροκλῆς, οἵ τε ἔπαρχοι συναπώλοντο, καὶ Αυρήλιος Εὔβουλος, ὃς Εμεσηνὸς μὲν τὸ γένος ἦν, [καὶ ἐς τοσοῦτον ἀσελ γείας καὶ μιαρίας ἐχώρησεν, ὥστε καὶ ὑπὸ τοῦ δή μου πρότερον ἐξαιτηθῆναι.] τοὺς γὰρ δὴ καθόλου λόγους ἐπιτετραμμένος, οὐδὲν ὅ τι οὐκ ἐδήμευσε. τότε δ ̓ οὖν ὑπό τε τοῦ δήμου καὶ τῶν στρατιωτῶν διεσπάσθη· καὶ Φουλούτος σὺν αὐτῷ ὁ πολίαρχος· καὶ αὐτὸν ὁ Κωμάζων, ὡς καὶ τὸν πρὸ αὐτοῦ, διε δέξατο. ὥσπερ γὰρ προσωπεῖόν τι ἐς τὰ θέατρα, ἐν τῷ διακένῳ τῆς τῶν κωμῳδῶν ὑποκρίσεως εἰσεφέρετο, οὕτω καὶ ἐκεῖνος τῇ τῶν πολιαρχησάντων ἐπ ̓ αὐτ τῇ κενῇ χώρᾳ προσετάττετο. ὅ τε Ελεγάβαλος αυτ τὸς ἐκ τῆς Ῥώμης παντάπασιν ἐξέπεσε. τὰ μὲν τοῦ Τιβερίνου οὕτως ἔσχε, καὶ οὐδεὶς οὐδὲ τῶν συγκατασκευασάντων αὐτῷ τὴν ἐπανάστασιν, καὶ μέγα ἐπ' αὐτῷ δυνηθέντων, πλὴν ἑνός που, ἐσώθη.

[blocks in formation]

Summa capita Libri LXXX.

Cur Alexandri historiam Dio accurate enarrare non potuerit. c. 1.

De Ulpiano Praef. Praet. et ejus morte.

C. 2.

Artaxerxis Persae res adversus Parthos et Romanos. c. 3. 4.

Dionis alter Consulatus, in patriam reditus, et Historiae finis. c. 5.

« IndietroContinua »