Immagini della pagina
PDF
ePub

ὑμῖν νόμος, ἐγὼ δὲ ἐπὶ τὸ σπήλαιον ἀπελθὼν συρίξομαί τι μέλος τῶν ἐρωτικῶν, ᾧ τὴν ̓Ηχὼ εἴωθα ἐπικερτομεῖν· ἀκροάσεων δὲ καὶ λόγων τῶν δικανικῶν ἅλις ἔχει μοι, ὁσημέραι τῶν ἐν ̓Αρείῳ πάγῳ δικαζομένων ἀκούοντι.

ΕΡΜ. ἄγε ὦ Δίκη προσκαλῶμεν.

ΔΙΚ. εὖ λέγεις· ἀπρόοι γοῦν, ὡς ὁρᾷς, συνθέουσι θορυβοῦντες, ὥσπερ οἱ σφήκες περιβομβοῦντες τὴν ἄκραν.

ΔΙΚΑΖΟΜΕΝΟΣ Α. εἴληφά σε ὦ κατάρατε.

Β. συκοφαντεῖς.

Α. δώσεις ποτὲ ἤδη τὴν δίκην.

Γ. ἐξελέγξω σε δεινὰ εἰργασμένον.
Δ. ἐμοὶ πρώτῳ ἀποκλήρωσον.

Ε. ὅπου μιαρὲ πρὸς τὸ δικαστήριον.
5. μὴ ἄγχε με.

13

10

ΔΙΚ. οἶσο ὃ δράσωμεν ὦ Ἑρμῆ; τὰς μὲν ἄλλας δίκας ἐς τὴν ι;. αὔριον ὑπερβαλώμεθα, τήμερον δὲ κληρῶμεν τὰς τοιαύτας οπόσαι τέχναις ἢ βίοις ἢ ἐπιστήμαις πρὸς ἄνδρας εἰσὶν ἐπηγγελμέναι. και μοι ταύτας ἀνάδος τῶν γραφῶν.

ΕΡΜ. μέθη κατὰ τῆς ἀκαδημείας ὑπὲρ Πολέμωνος ἀνδραποδισμοῦ.

Δικ. ἑπτὰ κλήρωσον.

ΕΡΜ. ἡ στοὰ κατὰ τῆς ἡδονῆς ἀδικίας, ὅτι τὸν ἐραστὴν αὐτῆς Διονύσιον ἀπεβουκόλησεν.

ΔΙΚ. πέντε ἱκανοί.

ΕΡΜ. περὶ ̓Αριστίππου τρυφὴ πρὸς ἀρετήν.

ΔΙΚ. πέντε καὶ τούτοις δικασάτωσαν.

ΕΡΜ. ἀργυραμοιβική δρασμοῦ Διογένει.

ΔΙΚ. τρεῖς ἀποκλήρου μόνους.

ΕΡΜ. ἡ γραφικὴ κατὰ Πύρρωνος λιποταξίου.

ΔΙΚ. ἐννέα κρινάτωσαν.

20

25

30

ΕΡΜ. βούλει καὶ ταύτας ἀποκληροῦμεν, ὦ Δίκη, τὰς δύο τὰς 14

πρῴην ἀπενηνεγμένας κατὰ τοῦ ῥήτορος;

ΔΙΚ. τὰς παλαιὰς πρότερον διανύσωμεν· αὗται δὲ ἐς ὕστερον

δεδικάσονται.

ΕΡΜ. καὶ μὴν ὅμοιαί γε καὶ αὐταί, καὶ τὸ ἔγκλημα, εἰ καὶ 35 μὴ παλαιόν, ἀλλὰ παραπλήσιον τοῖς προαποκεκληρωμένοις, ὥστε ἐν τούτοις δικασθῆναι ἄξιον.

[ocr errors]

ΔΙΚ. ἔοικας ὦ Ἑρμῆ χαριζομένῳ τὴν δέησιν, ἀποκληρῶμεν

[blocks in formation]
[ocr errors]

10

15

15

20

δ ̓ ὅμως, εἰ δοκεῖ. πλὴν ἀλλὰ ταύτας μόνας· ἱκαναὶ γὰρ αἱ ἀπο κεκληρωμέναι. δὸς τὰς γραφάς.

ΕΡΜ. ῥητορικὴ κακώσεως τῷ Σύρῳ, διάλογος τῷ αὐτῷ ὕβρεως.
ΔΙΚ. τίς δὲ οὗτος ἐστίν; οὐ γὰρ ἐγγέγραπται τοὔνομα.

ΕΡΜ. οὕτως ἀποκλήρου, τῷ ῥήτορι τῷ Σύρῳ· κωλύει γὰρ οὐδὲν καὶ ἄνευ τοῦ ὀνόματος.

ΔΙΚ. ἰδοὺ καὶ τὰς ὑπερορίους ἤδη ̓Αθήνησιν ἐν ̓Αρείῳ πάγῳ ἀποκληρώσομεν, ἃς ὑπὲρ τὸν Εὐφράτην καλῶς εἶχε δεδικάσθαι. πλὴν ἀλλὰ κλήρου ἕνδεκα τοὺς αὐτοὺς ἑκατέρᾳ τῶν δικῶν.

ΕΡΜ. εὖ γε ὦ Δίκη φείδῃ μὴ πολὺ ἀναλίσκεσθαι τὸ δι

καστικόν.

ΔΙΚ. οἱ πρῶτοι καθιζέτωσαν τῇ ἀκαδημείᾳ καὶ τῇ μέθη, σὺ δὲ τὸ ὕδωρ ἔγχει. προτέρα δὲ σὺ λέγε ἡ μέθη. τί σιγᾷ καὶ διανεύει; μάθε ὦ Ἑρμῆ προσελθών.

[ocr errors]

ΕΡΜ. οὐ δύναμαι, φησί, τὸν ἀγῶνα εἰπεῖν ὑπὸ τοῦ ἀκράτου τὴν γλῶτταν πεπεδημένη, μὴ καὶ γέλωτα ἔφλω ἐν τῷ δικαστηρίῳ. μόγις δὲ καὶ ἕστηκεν, ὡς ὁρᾷς.

ΔΙΚ: οὐκοῦν συνήγορον ἀναβιβασάσθω τῶν δεινῶν τούτων τινά· πολλοὶ γὰρ οἱ κἂν ἐπὶ τριωβόλῳ διαρραγῆναι ἕτοιμοι.

ΕΡΜ. ἀλλ ̓ οὐδὲ εἷς ἐπελήσει ἔν γε τῷ φανερῷ συναγορεῦσαι μέσῃ. πλὴν εὐγνώμονά γε ταῦτα ἔοικεν ἀξιοῦν.

ΔΙΚ. τὰ ποῖα;

ΕΡΜ. ἡ ἀκαδήμεια πρὸς ἀμφοτέρους ἀεὶ παρεσκεύασται τοὺς λόγους, καὶ τοῦτ ̓ ἀσκεῖ, τἀναντία καλῶς δύνασθαι λέγειν. αὕτη 25 τοίνυν, φησίν, ὑπὲρ ἐμοῦ πρότερον εἰπάτω· εἶτα ὕστερον ὑπὲρ ἑαυτῆς ἐρεῖ.

16

ΔΙΚ. καινὰ μὲν ταῦτα, εἰπὲ δὲ ὅμως ὦ ἀκαδήμεια τὸν λόγον ἑκάτερον, ἐπεί σοι ῥᾴδιον.

ΑΚΑΔΗΜΕΙΑ. ἀκούετε, ὦ ἄνδρες δικασταί, πρότερα τὰ ὑπὲρ τῆς 30 μέθης· ἐκείνης γὰρ τό γε νῦν ῥέον. ἠδίκηται δὲ ἡ ἀθλία τὰ μέσ γιστα ὑπὸ τῆς ἀκαδημείας ἐμοῦ, ἀνδράποδον ὃ μόνον εἶχεν εὔνουν καὶ πιστὸν αὐτῇ, μηδὲν αἰσχρὸν ὧν προστάξειεν οἰόμενον, ἀφαιρε θεῖσα, τὸν Πολέμωνα ἐκεῖνον, ὃς μεθ ̓ ἡμέραν ἐκμαζε διὰ τῆς ἀγορᾶς μέσης, ψαλτρίας ἔχων καὶ καταδόμενος ἕωθεν ἐς ἑσπέραν, 35 μεθύων ἀεὶ καὶ κραιπαλῶν καὶ τὴν κεφαλὴν τοῖς στεφάνοις διηνθι σμένος. καὶ ταῦτα ὅτι ἀληθῆ, μάρτυρες Αθηναῖοι ἅπαντες, οἳ μηδὲ πώποτε νήφοντα Πολέμωνα εἶδον. ἐπεὶ δὲ ὁ κακοδαίμων ἐπὶ τὰς τῆς ἀκαδημείας θύρας ἐκώμασεν ὥσπερ ἐπὶ πάντας εἰώθει, ἀνδραποδισαμένη αὐτὸν καὶ ἀπὸ τῶν χειρῶν τῆς μέσης ἁρπάσασα 40 μετὰ βίας καὶ πρὸς αὑτὴν ἀπαγαγοῦσα ὑδροποτεῖν τε κατηνάγκασα

καὶ νήφειν μετεδίδαξα καὶ τοὺς στεφάνους περιέσπασα, καὶ δέον πίνειν κατακείμενον ῥημάτια σκολιὰ καὶ δύστηνα καὶ πολλῆς· φροντίδος ἀνάμεστα ἐπαίδευσα, ὥστε ἀντὶ τοῦ τέως ἐπαντοῦντος αὐτῷ ἐρυθήματος ὠχρὸς ἄθλιος καὶ ῥικνὸς τὸ σῶμα γεγένηται, καὶ τὰς ᾠδὰς ἁπάσας ἀπομαθὼν ἄσιτος ἐνίοτε καὶ διψαλέος ἐς μέσην ἑσπέ-5 ραν κάθηται, ληρῶν ὁποῖα πολλὰ ἡ ἀκαδήμεια ἐγὼ ληρεῖν διδάσκω. τὸ δὲ μέγιστον ὅτι καὶ λοιδορεῖται τῇ μέσῃ πρὸς ἐμοῦ ἐπαρθείς, καὶ μυρία κακὰ διεξέρχεται περὶ αὐτῆς.

εἴρηται σχεδὸν τὰ ὑπὲρ τῆς μέθης. ἤδη καὶ ὑπὲρ ἐμαυτῆς ἐρῶ, καὶ τὸ ἀπὸ τούτου ἐμοὶ ῥευσάτω.

ΔΙΚ. τί ἄρα πρὸς ταῦτα ἐρεῖ; πλὴν ἀλλ ̓ ἔγχει τὸ ἴσον ἐν τῷ μέρει.

10

ΑΚΑΔ. οὕτωσὶ μὲν ἀκοῦσαι πάνυ εὔλογα, ὦ ἄνδρες δικασταί, 17 ἡ συνήγορος εἴρηκεν ὑπὲρ τῆς μέθης· εἰ δὲ κἀμοῦ μετ ̓ εὐνοίας ἀκούσαιτε, εἴσεσθε ὡς οὐδὲν αὐτὴν ἠδίκηκα. τὸν γὰρ Πολέμωνα 15 τοῦτον, ὅν φησιν ἑαυτῆς οἰκέτην εἶναι, πεφυκότα οὐ φαύλως οὐδὲ κατὰ τὴν μέθην ἀλλ ̓ οἰκεῖον ἐμοὶ καὶ τὴν φύσιν ὅμοιον, προαρπάσασα νέον ἔτι καὶ ἁπαλὸν ὄντα, συναγωνιζομένης τῆς ἡδονῆς, ἵπερ αὐτῇ τὰ πολλὰ συνυπουργεῖ, διέφθειρε τὸν ἄθλιον τοῖς κώμοις καὶ ταῖς ἑταίραις παρασχοῦσα ἔκδοτον, ὡς μηδὲ μικρὸν αὐτῷ τῆς αἰδοῦς 20 ὑπολείπεσθαι· καὶ ἅ γε ὑπὲρ ἑαυτῆς λέγεσθαι μικρὸν ἔμπροσθεν ᾤετο, ταῦτα ὑπὲρ ἐμοῦ μᾶλλον εἰρῆσθαι νομίσατε. περιῄει γὰρ ὁ κακοδαίμων ἕωθεν ἐστεφανωμένος κραιπαλῶν, διὰ τῆς ἀγορᾶς μέσης καταυλούμενος, οὐδέποτε νήφων, κωμάζων ἐπὶ πάντας, ὕβρις τῶν προγόνων καὶ τῆς πόλεως ὅλης, καὶ γέλως τοῖς ξένοις. ἐπεὶ μέντοι 25 γε παρ' ἐμὲ ἧκεν, ἐγὼ μὲν ἔτυχον, ὥσπερ εἴωθα ποιεῖν, ἀναπεπτα μένων τῶν θυρῶν πρὸς τοὺς παρόντας τῶν ἑταίρων λόγους τινὰς περὶ ἀρετῆς καὶ σωφροσύνης διεξιοῦσα, ὃ δὲ μετὰ τοῦ αὐλοῦ καὶ τῶν στεφάνων ἐπιστὰς τὰ μὲν πρῶτα ἐβόα καὶ συγχεῖν ἡμῶν ἐπειρᾶτο τὴν συνουσίαν, ἐπιταράξας τῇ βοῇ, ἐπεὶ δὲ οὐδὲν ἡμεῖς ἐπε-30 φροντίκειμεν αὐτοῦ, κατ ̓ ὀλίγον (οὐ γὰρ τέλεον ἦν διάβροχος τῇ μέθῃ) ἀνένηφε πρὸς τοὺς λόγους καὶ ἀφῃρεῖτο τοὺς στεφάνους καὶ τὴν αὐλητρίδα κατεσιώπα καὶ ἐπὶ τῇ πορφυρίδι ᾐσχύνετο, καὶ ὥσπερ ἐξ ὕπνου βαθέος ἀνεγρόμενος ἑαυτόν τε ἑώρα ὅπως διέκειτο, καὶ τοῦ πάλαι βίου κατεγίνωσκε, καὶ τὸ μὲν ἐρύθημα τὸ ἐκ τῆς μέθης ἀπήνθει καὶ ἠφανίζετο, ήρυθρία δὲ κατ ̓ αἰδῶ τῶν δρωμένων, καὶ τέλος ἀποδρὰς ὥσπερ εἶχεν ηὐτομόλησε παρ ̓ ἐμέ, οὔτ ̓ ἐπικαλεσαμένης οὔτε βιασαμένης, ὡς αὐτή φησιν, ἐμοῦ, ἀλλ ̓ ἑκὼν αὐτὸς ἀμείνω ταῦτα εἶναι ὑπολαμβάνων. καί μοι ἤδη κάλει αὐτόν, ὅπως καταμάθητε ὃν τρόπον διάκειται πρὸς ἐμοῦ. τοῦτον, ὦ ἄνδρες 40

δικασταί, παραλαβοῦσα γελοίως ἔχοντα καὶ μήτε φωνὴν ἀφιέναι μήτε ἑστάναι ὑπὸ τοῦ ἀκράτου δυνάμενον, ὑπέστρεψα καὶ ἀνένηψα καὶ ἀντὶ ἀνδραπόδου κόσμιον ἄνδρα καὶ σώφρονα καὶ πολλοῦ ἄξιον τοῖς Ἕλλησιν ἀπέδειξα, καί μοι αὐτός τε χάριν οἶδεν ἐπὶ τούτοις 5 καὶ οἱ προσήκοντες ὑπὲρ αὐτοῦ.

εἴρηκα, ὑμεῖς δὲ ἤδη σκοπεῖτε ποτέρᾳ ἡμῶν ἄμεινον ἦν αὐτῷ

συνεῖναι.

19 ΕΡΜ. ἄγε δή, μή μέλλετε, ψηφοφορήσατε, ἀνάστητε. καὶ ἄλλοις χρὴ δικάζειν.

10

19

ΔΙΚ. πάσαις ἡ ἀκαδήμεια κρατεῖ πλὴν μιᾶς.

ΕΡΜ. παράδοξον οὐδὲν εἶναί τινα καὶ τῇ μέσῃ τιθέμενον. καθί σατε οἱ τῇ στοᾷ πρὸς τὴν ἡδονὴν λαχόντες περὶ τοῦ ἐραστοῦ δικάζειν. ἐγκέχυται τὸ ὕδωρ ἡ κατάγραφος, ἡ τὰ ποικίλα σὺ ἤδη λέγε. 20 ΣΤΟΑ. οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες δικασταί, ὡς πρὸς εὐπρόσω15 πόν μοι τὴν ἀντίδικον ὁ λόγος ἔσται, ἀλλὰ καὶ ὑμῶν τοὺς πολλοὺς ὁρῶ πρὸς μὲν ἐκείνην ἀποβλέποντας καὶ μειδιῶντας πρὸς αὐτήν, ἐμοῦ δὲ καταφρονοῦντας, ὅτι ἐν χρῷ κέκαρμαι καὶ ἀρρενωπὸν βλέπω καὶ σκυθρωπὴ δοκῶ· ὅμως δέ, ἢν ἐπελήσητε ἀκοῦσαί μου λεγούσης, θαρρῶ πολὺ δικαιότερα ταύτης ἐρεῖν. τοῦτο γάρ τοι καὶ τὸ παρὸν 20 ἔγκλημά ἐστιν, ὅτι οὕτως ἑταιρικῶς ἐσκευασμένη τῷ ἐπαγωγῷ τῆς ὄψεως ἐραστὴν ἐμόν, ἄνδρα τότε σώφρονα, τον Διονύσιον φενακίσασα πρὸς ἑαυτὴν περιέσπασεν. καὶ ἥν γε οἱ πρὸ ὑμῶν δίκην ἐδίκασαν τῇ ἀκαδημείᾳ καὶ τῇ μέσῃ, ἀδελφὴ τῆς παρούσης δίκης ἐστίν· ἐξετάζεται γὰρ ἐν τῷ παρόντι πότερα χοίρων δίκην κάτω νενευκότας 25 ἡδομένους δεῖ ζῆν, μηδὲν σεμνὸν μηδὲ μεγαλόφρον ἐπινοοῦντας, ἢ ἐν δευτέρῳ τοῦ καλῶς ἔχοντος ἡγησαμένους τὸ τερπνὸν ἐλευθέρους ἐλευτο θέρως φιλοσοφεῖν, μήτε τὸ ἀλγεινὸν ὡς ἄμαχον δεδιότας, μήτε τὸ ἡδὺ ἀνδραποδωδῶς προαιρουμένους καὶ τὴν εὐδαιμονίαν ζητοῦντας ἐν τῷ μέλιτι καὶ ταῖς ἰσχάσιν. τοιαῦτα γὰρ αὕτη δελέατα τοῖς 30 ἀνοήτοις προτείνουσα, καὶ μορμολυττομένη τῷ πόνῳ, προσάγεται αὐτῶν τοὺς πολλούς, ἐν οἷς καὶ τὸν δείλαιον ἐκεῖνον ἀφηνιάσαι ἡμῶν ἐποίησε, νοσοῦντα τηρήσασα· οὐ γὰρ ἂν ὑγιαίνων ποτὲ προσήκατο τοὺς παρὰ ταύτης λόγους. καίτοι τί ἂν ἔγωγε ἀγανακτοίην κατ' αὐτῆς, ὅπου μηδὲ τῶν θεῶν φείδεται ἀλλὰ τὴν ἐπιμέλειαν αὐτῶν 35 διαβάλλει; ὥστε εἰ σωφρονεῖτε, καὶ ἀσεβείας ἂν δίκην λάβοιτε παρ' αὐτῆς. ἤκουον δὲ ἔγωγε ὡς οὐδὲ αὐτὴ παρεσκεύασται ποιήσασθαι τοὺς λόγους, ἀλλὰ τὸν ̓Επίκουρον ἀναβιβάσεται συναγορεύσοντα οὕτως ἐντρυφᾷ τῷ δικαστηρίῳ. πλὴν ἀλλ ̓ ἐκεῖνό γε αὐτὴν ἐρωτᾶτε,

38. Excivá*

οἵους ἂν οἴεται γενέσθαι τὸν Ἡρακλέα καὶ τὸν ὑμέτερον Θησέα, εἰ πεισθέντες τῇ ἡδονῇ ἔφυγον τοὺς πόνους· οὐδὲν γὰρ ἂν ἐκώλυε μεστὴν ἀδικίας εἶναι τὴν γῆν, ἐκείνων μὴ πονησάντων.

ταῦτα εἶπον οὐ πάνυ τοῖς μακροῖς τῶν λόγων χαίρουσα. εἰ δ ̓ ἐπελήσειε κατὰ μικρὸν ἀποκρίνεσθαι μοι συνερωτωμένη, τάχιστ ̓ ἂν; γνωσθείη τὸ μηδὲν οὖσα. πλὴν ἀλλ ̓ ὑμεῖς γε τῶν ὅρκων μνημονεύ σαντες ψηφίσασθε ἤδη τὰ εὔορκα, μὴ πιστεύσαντες Επικούρῳ λέγοντι μηδὲν ἐπισκοπεῖν τῶν παρ' ἡμῖν γινομένων τοὺς θεούς.

ΕΡΜ. μετάστηι. ὁ ̓Επίκουρος ὑπὲρ τῆς ἡδονῆς λέγε.

5

ΕΠΙΚ. οὐ μακρά, ὦ ἄνδρες δικασταί, πρὸς ὑμᾶς ἐρῶ· δεῖ γὰρ 21 οὐδὲ πολλῶν μοι τῶν λόγων. ἀλλ ̓ εἰ μὲν ἐπῳδαῖς τισὶν ἢ φαρμά κοις, ὅν φησιν ἑαυτῆς ἐραστὴν ἡ στοά, τὸν Διονύσιον κατηνάγκασε ταύτης μὲν ἀπέχεσθαι πρὸς ἑαυτὴν δὲ ἀποβλέπειν ἡ ἡδονή, φαρμακὶς ἂν εἰκότως ἔδοξε καὶ ἀδικεῖν ἐκέκριτο, ἐπὶ τοὺς ἀλλοτρίους ἐραστὰς μαγγανεύουσα. εἰ δέ τις ἐλεύθερος ἐν ἐλευθέρᾳ τῇ πόλει, 15 μὴ ἀπαγορευόντων τῶν νόμων, τὴν παρὰ ταύτης ἀηδίαν μυσαχθείς, καὶ ἥν φησιν ἐπὶ κεφαλαίῳ τῶν πόνων τὴν εὐδαιμονίαν παραγίνεσθαι λῆρον οἰηθείς, τοὺς μὲν ἀγκύλους ἐκείνους λόγους καὶ λαβυρίνθοις ὁμοίους ἀπέφυγε, πρὸς δὲ τὴν ἡδονὴν ἄσμενος ἐδραπέτευσεν, ὥσπερ δεσμά τινα διακόψας τὰς τῶν λόγων πλεκτάνας, ἀνθρώπινα και 20 οὐ βλακώδη φρονήσας, καὶ τὸν μὲν πόνον, ὅπερ ἔστι, πονηρόν, ἡδεῖαν δὲ τὴν ἡδονὴν οἰηθείς, ἀποκλείειν ἐχρῆν αὐτὸν ὥσπερ ἐκ ναυαγίου λιμένι προσνέοντα καὶ γαλήνης ἐπιθυμοῦντα, συνωθοῦντας ἐπὶ κεφαλὴν ἐς τὸν πόνον, καὶ ἔκδοτον τὸν ἄθλιον παρέχειν ταῖς ἀπορίαις, καὶ ταῦτα ὥσπερ ἱκέτην ἐπὶ τὸν τοῦ ἐλέου βωμὸν ἐπὶ 25 τὴν ἡδονὴν καταφεύγοντα; ἵνα τὴν πολυθρύλητον δηλαδὴ ἀρετὴν ἐπὶ τὸ ὄρθιον ἱδρῶτι πολλῷ ἀνελθὼν ἴδῃ, κατα δι ̓ ὅλου πονήσας τοῦ βίου εὐδαιμονήσῃ μετὰ τὸν βίον; καίτοι τίς ἂν κριτὴς δικαιότερος δόξειεν αὐτοῦ ἐκείνου, ὃς καὶ τὰ παρὰ τῆς στοᾶς εἰδὼς εἰ καί τις ἄλλος, καὶ μόνον τέως τὸ καλὸν ἀγαθὸν οἰόμενος εἶναι, 30 μεταμαθὼν ὡς κακὸν ὁ πόνος ἦν, τὸ βέλτιον ἐξ ἀμφοῖν δοκιμασθέν εἵλετο; ἑώρα γάρ, οἶμαι, τούτους περὶ τοῦ καρτερεῖν καὶ ἀνέχεσθαι τοὺς πόνους πολλὰ διεξιόντας, ἰδίᾳ δὲ τὴν ἡδονὴν θεραπεύοντας, καὶ μέχρι μὲν τοῦ λόγου νεανιευομένους, οἴκοι δὲ κατὰ τοὺς τῆς ἡδονῆς νόμους βιοῦντας, αἰσχυνομένους μὲν εἰ φανοῦνται χαλῶντες 35 τοῦ τόνου καὶ προδιδόντες τὸ δόγμα, πεπονθότας δὲ ἀβλίους τὸ τοῦ Ταντάλου, καὶ ἔνθα ἂν λήσειν καὶ ἀσφαλῶς παρανομήσειν ἐλπίσωσι, χανδὸν ἐμπιπλαμένους τοῦ ἡδέος. εἰ γοῦν τις αὐτοῖς τὸν τοῦ Γύγου δακτύλιον ἔδωκεν ὡς περιθεμένους μὴ ὁρᾶσθαι, ἢ τὴν τοῦ Αἴδος κυνῆν, εὖ οἶδ ̓ ὅτι μακρὰ χαίρειν τοῖς πόνοις φράσαντες 40

« IndietroContinua »