Immagini della pagina
PDF
ePub

χείλους ἔχεις τὰ παλαιὰ πάντα. πᾶσαν μὲν ἱστορίαν οἶσθα πάσας δὲ λόγων τέχνας, καὶ κάλλη αὐτῶν καὶ κακίας, καὶ ὀνομάτων χρῆσιν τῶν ̓Αττικῶν, πάνσοφόν τι χρῆμα καὶ ἄκρον ἐν παιδείᾳ γεγένησαι διὰ τὸ πλῆθος τῶν βιβλίων: κωλύει γὰρ οὐδὲν καμέ σοι · ἐνδιατρίβειν, ἐπειδὴ χαίρεις ἐξαπατώμενος. 27 ἡδέως δ ̓ ἂν καὶ ἐροίμην σε, τὰ τοσαῦτα βιβλία ἔχων τί μά λιστα ἀναγινώσκεις αὐτῶν; τὰ Πλάτωνος; τὰ ̓Αντισθένους; τὰ ̓Αρχιλόχου; τὰ ̔Ιππώνακτος; ἢ τούτων μὲν ὑπερφρονεῖς, ῥήτορες δὲ μάλιστά σοι διὰ χειρός; εἰπέ μοι, καὶ Αἰσχίνου τὸν κατὰ Τι10μάρχου λόγον ἀναγινώσκεις; ἢ ἐκεῖνά γε πάντως οἶσθα, καὶ γινώσκεις αὐτῶν ἕκαστον, τὸν δὲ ̓Αριστοφάνην καὶ Εὔπολιν ὑποδέδυκας; ἀνέγνως καὶ τοὺς Βάπτας τὸ δράμα ὅλον; εἶτ ̓ οὐδέν σου τἀκεῖ καθίκετο, οὐδ' ήρυθρίασας γνωρίσας αὐτά; τοῦτο γοῦν καὶ μάλιστα θαυμάσειεν ἄν τις, τίνα ποτὲ ψυχὴν ἔχων ἄπει τῶν βιβλίων, ὁποίαις 15 αὐτὰ χερσὶν ἀνελίττεις; πότε δὲ ἀναγινώσκεις; μεθ ̓ ἡμέραν; ἀλλ ̓ οὐδεὶς ἑώρακε τοῦτο ποιοῦντα. ἀλλὰ νύκτωρ; πότερον ἐπιτεταμένος ἤδη ἐκείνοις, ἢ πρὸ τῶν λόγων; ἀλλὰ πρὸ σκότους μηκέτι μοι τολ28 μήσῃς τοιοῦτο μηδέν, ἄφες δὲ τὰ βιβλία, καὶ μόνα ἐργάζου τὰ σαυτοῦ. καίτοι ἐχρῆν μηκέτι μηδ ̓ ἐκεῖνα, αἰδεσθῆναι δὲ τὴν τοῦ 20 Εὐριπίδου Φαίδραν καὶ ὑπὲρ τῶν γυναικῶν ἀγανακτοῦσαν καὶ λέγουσαν «οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην τέρεμνά τ' οἴκων, μήποτε φθογγὴν ἀφῇ.» εἰ δὲ πάντως ἐμμένειν τῇ ὁμοίᾳ νόσῳ διέγνωσται, ἵπι, ὠνοῦ μὲν βιβλία καὶ οἴκοι κατακλείσας ἔχει καὶ καρποῦ τὴν δόξαν τῶν κτημάτων· ἱκανόν σοι καὶ τοῦτο· προσάψῃ 25 δὲ μηδέποτε μηδὲ ἀναγνῷς, μηδὲ ὑπαγάγης τῇ γλώττη παλαιῶν ἀνδρῶν λόγους καὶ ποιήματα μηδέν δεινόν σε εἰργασμένα τα τσες της

οἶδα ὡς μάτην ταῦτά μοι λελήρηται, καὶ κατὰ τὴν παροιμίαν Αἰδίοπα σμήχειν ἐπιχειρῶ· σὺ γὰρ ὠνήσῃ καὶ χρήσῃ ἐς οὐδὲν καὶ καταγελασθήσῃ πρὸς τῶν πεπαιδευμένων, οἷς ἀπόχρη ὠφελεῖσθαι 30 οὐκ ἐκ τοῦ κάλλους τῶν βιβλίων οὐδ ̓ ἐκ τῆς πολυτελείας αὐτῶν, 29 ἀλλ ̓ ἐκ τῆς φωνῆς καὶ τῆς γνώμης τῶν γεγραφότων. σὺ δὲ οἴει θεραπεύσειν τὴν ἀπαιδευσίαν καὶ ἐπικαλύψειν τῇ δόξῃ ταύτῃ καὶ ἐκπλήξειν τῷ πλήθει τῶν βιβλίων, οὐκ εἰδὼς ὅτι καὶ οἱ ἀμαθέ στατοι τῶν ἰατρῶν τὸ αὐτό σοι ποιοῦσιν, ἐλεφαντίνους νάρθηκας 35 καὶ σικύας ἀργυρᾶς ποιούμενοι καὶ σμίλας χρυσοκολλήτους· ὁπόταν δὲ καὶ χρήσασθαι τούτοις δέη, οἳ μὲν οὐδ ̓ ὅπως χρὴ μεταχειρί σασθαι αὐτὰ ἴσασι, παρελθὼν δέ τις ἐς τὸ μέσον τῶν μεμαθηκότων, φλεβοτόμον εὖ μ'λα ἠκονημένον ἔχων, τοῦ τ λλα μεστόν, 8. ἀντιλόχου 9. σοι τούτων διὰ 14. τίνα ἀπὸ ψυχῆς 17. πρός σε μοι] μὴ

σκότους? *

[ocr errors]

ἀπήλλαξε τῆς ὀδύνης τὸν νοσοῦντα. ἵνα δὲ καὶ γελοιοτέρῳ τινὶ τὰ σὰ εἰκάσω, τοὺς κουρέας τούτους ἐπίσκεψαι, καὶ ὄψει τοὺς μὲν τεχνίτας αὐτῶν ξυρὸν καὶ μαχαιρίδα καὶ κάτοπτρον σύμμετρον ἔχοντας, τοὺς δὲ ἀμαθεῖς καὶ ἰδιώτας πλῆθος μαχαιρίδων προτι Σέντας καὶ κάτοπτρα μεγάλα, οὐ μὴν λήσειν γε διὰ ταῦτα οὐδὲν εἰδότας. ἀλλὰ τὸ γελοιότατον ἐκεῖνο πάσχουσιν, ὅτι κείρονται μὲν οἱ πολλοὶ παρὰ τοῖς γείτοσιν αὐτῶν, πρὸς δὲ τὰ ἐκείνων κάτοπτρα προσελθόντες τὰς κόμας εὐπετίζουσιν. καὶ σὺ τοίνυν ἄλλῳ μὲν 30 δεηθέντι χρήσειας ἂν τὰ βιβλία, χρήσασθαι δὲ αὐτὸς οὐκ ἂν δύναιο. καίτοι οὐδ ̓ ἔχρησάς τινι βιβλίον πώποτε, ἀλλὰ τὸ τῆς κυνὸς ποιεῖς 10 τῆς ἐν τῇ φάτνῃ κατακειμένης, ἣ οὔτε αὐτὴ τῶν κριθῶν ἐσθίει οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν ἐπιτρέπει.

ταῦτα τό γε νῦν εἶναι ὑπὲρ μόνων τῶν βιβλίων παρρησιάζομαι πρὸς σέ. περὶ δὲ τῶν ἄλλων ὅσα κατάπτυστα καὶ ἐπονείδιστα ποιεῖς, αὖθις ἀκούσῃ πολλάκις.

15

ΠΕΡΙ ΤΗΣ ΑΠΟΦΡΑΔΟΣ.

Αλλ' ὅτι μὲν ἠγνόεις τοὔνομα τὴν ἀποφράδα, παντί που δῆλον· πῶς γὰρ ἂν ᾐτιῶ βάρβαρον εἶναί με τὴν φωνὴν ἐπ ̓ αὐτῷ, εἰπόντα ὑπὲρ σοῦ ὡς ἀποφράδι ὅμοιος εἴης (τὸν γὰρ τρόπον σου τὴ Δία μέμνημαι εἰκάσας τῇ τοιαύτῃ ἡμέρᾳ), εἰ μὴ καὶ παντάπασιν ἀνήκοος ἦσθα τοῦ ὀνόματος; ἐγὼ δὲ τὴν μὲν ἀποφράδα, ὅ τι καὶ20 βούλεται εἶναι, διδάξω σε μικρόν ὕστερον, τὸ δὲ τοῦ ̓Αρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις ̓Αρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῇ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλε τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ. ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτων ἀκούσας κακῶς, τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι τοῦ πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι ὁ ̓Αρχίλοχος, φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινὸς ἀνάγκης, ὁπόταν δὲ καὶ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι. «καὶ σὺ δή» ἔφη «ὦ κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν 30 λάλον παροξύνεις ἐπὶ σεαυτόν, αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις;» ταῦτά σοι καὶ αὐτὸς ἀπειλῶ, οὐ μὰ τὸν Δία τῷ ̓Αρχι-2

[blocks in formation]

λόχῳ εἰκάζων ἐμαυτόν· πόθεν; πολλοῦ γε καὶ δέω· σοὶ δὲ μυρία συνειδώς ἰάμβων ἄξια βεβιωμένα, πρὸς ἅ μοι δοκεῖ οὐδ ̓ ἂν ὁ ̓Αρχίλοχος αὐτὸς διαρκέσαι, προσπαρακαλέσας καὶ τὸν Σιμωνίδην καὶ τὸν Ἱππώνακτα συμποιεῖν μετ ̓ αὐτοῦ κἂν ἕν τι τῶν προσόνστων σοι κακῶν. οὕτω σύ γε παῖδας ἀπέφηνας ἐν πάσῃ βδελυρίᾳ τὸν ̓Οροδοικίδην καὶ τὸν Λυκάμβην καὶ τὸν Βούπαλον, τοὺς ἐκεί νων ἰάμβους. καὶ ἔοικε θεῶν τις ἐπὶ χεῖλος ἀγαγεῖν σοι τότε τὸν γέλων ἐπὶ τῇ ἀποφράδι λεχθείσῃ, ὡς αὐτὸς μὲν Σκυθῶν καταφανέστερος γένοιο κομιδῇ ἀπαίδευτος ὢν καὶ τὰ κοινὰ ταῦτα καὶ τὰ 10 ἐν ποσὶν ἀγνοῶν, ἀρχὴν δὲ εὔλογον παράσχοις τῶν κατὰ σοῦ λόγων ἀνδρὶ ἐλευθέρῳ καὶ οἴκουέν σε ἀκριβῶς εἰδότι καὶ μηδὲν ὑποστελλομένῳ τὸ μὴ οὐχὶ πάντα ἐξειπεῖν, μᾶλλον δὲ κηρῦξαι, ἃ πράττεις νύκτωρ καὶ μεθ ̓ ἡμέραν ἔτι καὶ νῦν ἐπὶ πολλοῖς τοῖς πρὶν ἐκείνοις. 3 καίτοι μάταιον ἴσως καὶ περιττὸν ἐν παιδείας νόμῳ παρρησιάζεσθαι 15 πρὸς σέ. οὔτε γὰρ ἂν αὐτός ποτε βελτίων γένοιο πρὸς τὴν ἐπιτί μησιν, οὐ μᾶλλον ἢ κάνθαρος μεταπεισθείη ἂν μηκέτι τοιαῦτα κυλινδεῖν, ἅπαξ αὐτοῖς συνήθης γενόμενος· οὔτ ̓ εἶναί τινα νομίζω τὸν ἀγνοοῦντα ἔτι τὰ ὑπὸ σοῦ τολμώμενα, καὶ ἃ γέρων ἄνθρωπος ἐς ἑαυτὸν παρανομεῖς. οὐχ οὕτως ἀσφαλὴς οὐδὲ ἀφανὴς βδελυρὸς εἶ 20οὐδὲ δεῖ τινὸς τοῦ ἀποδύσοντος τὴν λεοντῆν, ὡς φανερὸς γένοιο κανδήλιος ὤν, εἰ μή τις ἄρα ἐξ Υπερβορέων ἄρτι ἐς ἡμᾶς ἥκοι, ἢ ἐς τοσοῦτον Κυμαῖος εἴη ὡς μὴ ἰδὼν εὐθὺς εἰδέναι ὄνων ἁπάντων ὑβριστότατόν σε ὄντα, μὴ περιμείνας ὀγκωμένου προσέτι ἀκούειν. οὕτω πάλαι καὶ πρὸ ἐμοῦ καὶ παρὰ πᾶσι καὶ πολλάκις κεκήρυκται Στὰ σά, καὶ δόξαν οὐ μικρὰν ἔχεις ἐπ ̓ αὐτοῖς ὑπὲρ τὸν ̓Αριφράδην, ὑπὲρ τὸν Συβαρίτην Ημιθέωνα, ὑπὲρ τὸν Χῖον ἐκεῖνον Βάσταν τὸν ἐπὶ τοῖς ὁμοίοις σοφόν. ῥητέον δὲ ὅμως, εἰ καὶ ἕωλα δόξω λέγειν, 4 ὡς μὴ αἰτίαν ἔχοιμι μόνος αὐτὰ ἀγνοεῖν. μᾶλλον δὲ παρακλητέος ἡμῖν τῶν Μενάνδρου προλόγων εἷς, ὁ ἔλεγχος, φίλος ἀληθείᾳ καὶ 30 παρρησίᾳ Θεός, οὐχ ὁ ἀσημότατος τῶν ἐπὶ τὴν σκηνὴν ἀναβαινόντων, μόνοις ὑμῖν ἐχθρὸς τοῖς δεδιόσι τὴν γλῶτταν αὐτοῦ πάντα καὶ εἰδότος καὶ σαφῶς διεξιόντος ὁπόσα ὑμῖν σύνοιδεν. χάριεν γοῦν τοῦτο γένοιτ ̓ ἄν, εἰ ἐθελήσειεν ἡμῖν προεισελθὼν οὗτος διηγήσασθαι τοῖς θεαταῖς σύμπαντα τοῦ δράματος τὸν λόγον.

35 ἄγε τοίνυν, ὦ προλόγων καὶ δαιμόνων ἄριστε ἔλεγχε, ὅρα ὅπως σαφῶς προδιδάξῃς τοὺς ἀκούοντας ὡς οὐ μάτην οὐδὲ φιλαπεχθημόνως, οὐδ ̓ ἀνίπτοις ποσὶ κατὰ τὴν παροιμίαν, ἐπὶ τόνδε τὸν λόγον ἀπηντήκαμεν, ἀλλὰ καὶ ἴδιόν τι ἀμυνόμενοι καὶ τὰ κοινὰ μισοῦντες

[blocks in formation]

τὸν ἄνθρωπον ἐπὶ τῇ βδελυρίᾳ. ταῦτα μόνα εἰπὼν καὶ σαφῶς προδιηγησάμενος ἵλεως ἄπιπι ἐκποδών, τὰ δὲ ἄλλα ἡμῖν κατάλιπε· μιμησόμεθα γάρ σε, καὶ διελέγξομεν τὰ πολλά, ὡς παρρησίας γε καὶ ἀληθείας ἕνεκα μηδὲν αἰτιάσασθαί σε. μήτε δὲ ἐμὲ πρὸς αὐτοὺς ἐπαινέσῃς, ὦ φίλτατε ἔλεγχε, μήτε τὰ ἐκείνῳ προσόντας προεκχέῃς αὕτως· οὐ γὰρ ἄξιον Θεῷ ὄντι ἐπὶ στόμα σοι ἐλθεῖν τοὺς περὶ τῶν οὕτω καταπτύστων λόγους, ο ελικό

སྐྱ

ὁ γὰρ σοφιστὴς οὗτος εἶναι λέγων (ὁ πρόλογος ἤδη φησὶ ταῦτα) 5 ἐς Ολυμπίαν ποτέ ἧκε λόγον τινὰ πρὸ πολλοῦ συγγεγραμμένον ἐπι δειξόμενος τοῖς πανηγυρισταῖς. ἦν δὲ ὑπόθεσις τῷ συγγράμματι ὁ 10 Πυθαγόρας κωλυόμενος ὑπό τινος Αθηναίων, οἶμαι, μετέχειν τῆς Ἐλευσῖν τελετῆς ὡς βάρβαρος, ὅτι ἔλεγεν αὐτὸς ὁ Πυθαγόρας πρὸ τούτου ποτὲ καὶ Εὔφορβος γεγονέναι. ἐτύγχανε δὲ ὁ λόγος αὐτῷ κατὰ τὸν Αἰσώπου κολοιόν συμφορητὸς ὢν ἐκ ποικίλων ἀλλοτρίων πτερῶν. βουλόμενος δὴ μὴ ἕωλα δόξαι λέγειν ἀλλ ̓ αὐτοσχεδιάζειν 15 τὰ ἐκ τοῦ βιβλίου, δεῖται τῶν συνήθων τινός (ἦν δὲ ἐκ Πατρῶν ἐκεῖνος, ἀμφὶ δίκας ἔχων τὰ πολλά), ἐπειδὰν αἰτήσῃ τινὰς ὑποθέ σεις τοῖς λόγοις, τὸν Πυθαγόραν αὐτῷ προελέσθαι. καὶ οὕτως ἁνὴρ ἐποίησε, καὶ συνέπεισε τὸ θέατρον ἀκούειν τῶν ὑπὲρ τοῦ Πυθαγόρου ἐκείνων λόγων. ἦν δὴ τὸ ἐπὶ τούτῳ ὃ μὲν πάνυ ἀπίθανος ἐν τῇ σ ὑποκρίσει, συνείρων οἷον εἰκὸς ἐκ πολλοῦ ἐσκεμμένα καὶ μεμελετη μένα, εἰ καὶ ὅτι μάλιστα ἡ ἀναισχυντία οὖσα ἐπήμυνε καὶ χεῖρα ὤρεγε καὶ συνηγωνίζετο αὐτῷ, γέλως δὲ πολὺς παρὰ τῶν ἀκουόντων. καὶ οἱ μὲν ἐς τὸν Πατρέα ἐκεῖνον μεταξὺ ἀποβλέποντες ὑπεδήλουν ὡς οὐ λέληθε συμπράξας αὐτῷ τὴν ῥᾳδιουργίαν, οἳ δὲ καὶ αὐτὰ 25 γνωρίζοντες τὰ λεγόμενα παρ' ὅλην τὴν ἀκρόασιν διετέλεσαν ἓν τοῦτο μόνον ἔργον ἔχοντες, ἀλλήλων πειρώμενοι ὅπως μνήμης ἔχουσι πρὸς τὸ διαγινώσκειν ὅτου ἕκαστον ἦν τῶν ὀλίγον πρὸ ἡμῶν εὐδοκι μησάντων ἐπὶ ταῖς καλουμέναις μελέταις σοφιστῶν. ἐν δὲ τούτοις 7 ἅπασι καὶ ὁ τὸν λόγον τόνδε συγγράψας ἦν· ἔστι δὲ ἀκρατής γέλω-30 τος, ἐν τοῖς γελῶσι γελῶν καὶ αὐτός. τί δ ̓ οὐκ ἔμελλε γελᾶν ἐφ ̓ οὕτω περιφανεῖ καὶ ἀπιπάνῳ καὶ ἀναισχύντῳ τολμήματι, και πως ὃ μὲν τὴν φωνὴν ἐντρέψας ἐς μέλος, ὡς ᾤετο, χρῆνόν τινα ἐπηύλει τῷ Πυθαγόρᾳ, ὃ δὲ τοῦτο δὴ τὸ τοῦ λόγου, ὄνον κιθαρίζειν πειρώμενον ὁρῶν, ἀνεκάγχασε μάλα ἡδὺ ὁ ποιητὴς οὗτος ὁ ἐμός· ὃ δὲ εἶδεν ἐπιστραφείς. τοῦτο ἐξεπολέμωσεν αὐτοὺς τότε. ἔναγχος ἐνθένδε 8

3. τε

[ocr errors]

4. μηδένα 22. αναισχυντία σύντροφος οὖσα? * 30. ἦν ἐν τοῖς γελῶσι καὶ αὐτός. τί δ ̓ οὐκ τολμήματι; και πως (ἔστι δὲ ἀκρατὴς γέλωτος) ὁ μὲν * 36. τότε ἔναγχος. ἐνθένδε *

μὲν ἡ τοῦ ἔτους ἀρχή, μᾶλλον δὲ ἡ ἀπὸ τῆς μεγάλης νουμη νίας τρίτη, ἐν ᾗ οἱ Ρωμαῖοι κατά τι ἀρχαῖον εὔχονταί τε αὐτοὶ ὑπὲρ ἅπαντος τοῦ ἔτους εὐχάς τινας καὶ θύουσι, Νουμά τοῦ βασι λέως καταστησαμένου τὰς ἱερουργίας αὐτοῖς, καὶ πεπιστεύκασι τοὺς ὁ θεοὺς ἐν ἐκείνῃ μάλιστα τῇ ἡμέρᾳ χρηματίζειν τοῖς εὐχομένοις. ἐν τοιαύτῃ τοίνυν ἑορτῇ καὶ ἱερομηνίᾳ ὁ τότε γελάσας ἐν Ολυμπίᾳ ἐκεῖνος ἐπὶ τῷ ὑποβολιμαίῳ Πυθαγόρᾳ, ἰδὼν προσιόντα τὸν κατάπτυστον καὶ ἀλαζόνα, τὸν τῶν ἀλλοτρίων λόγων ὑποκριτήν, (ἐτύγχανε δὲ καὶ τὸν τρόπον αὐτοῦ ἀκριβῶς εἰδὼς καὶ τὴν ἄλλην ἀσέλγειαν 10 καὶ μιαρίαν τοῦ βίου, καὶ ἃ ποιεῖν ἐλέγετο καὶ ἃ πάσχων κατεί ληπτο) «ὥρα ἡμῖν» ἔφη πρός τινα τῶν ἑταίρων «ἐκτρέπεσθαι τὸ δυσάντητον τοῦτο θέαμα, ὃς φανεὶς ἔοικε τὴν ἡδίστην ἡμέραν ἀποφράδα ποιήσειν ἡμῖν.» τοῦτ ̓ ἀκούσας ὁ σοφιστὴς τὴν ἀποφράδα ὥς τι ξένον καὶ ἀλλότριον τῶν Ἑλλήνων ὄνομα ἐγέλα εὐθύς, καὶ 15 τὸν ἄνδρα τοῦ πάλαι ἐκείνου γέλωτος ήμύνετο, ὡς γοῦν ᾤετο, καὶ πρὸς ἅπαντας ἔλεγεν «ἀποφράς· τί δὲ τοῦτο ἔστι; καρπός τις ἢ βοτάνη τις ἢ σκεῦος; ἆρα τῶν ἐσθιομένων ἢ πινομένων τί ἐστιν ἀποφράς; ἐγὼ μὲν οὔτε ἤκουσα πώποτε, οὔτ ̓ ἂν συνίην ποτὲ ὅ τι 9 καὶ λέγει» ταῦς ̓ ὃ μὲν ᾤετο κατὰ τούτου διεξιέναι, καὶ πολὺν 20 ἐπῆγε τῇ ἀποφράδι τὸν γέλων, ἐλελήθει δὲ καθ ̓ αὑτοῦ τὸ ὕστατον τεκμήριον, ἀπαιδευσίας ἐκφέρων. ἐπὶ τούτῳ τὸν λόγον τόνδε συνέγραψεν, ἐμὲ προεισπέμψας ὑμῖν, ὡς δείξειε τὸν ἀοίδιμον σου φιστὴν τὰ κοινὰ τῶν Ἑλλήνων ἀγνοοῦντα, καὶ ὁπόσα κἂν οἱ ἐπὶ τῶν ἐργαστηρίων καὶ τῶν καπηλείων εἰδεῖεν.

10

· ταῦτα μὲν ὁ ἔλεγχος, ἐγὼ δέ (ἤδη γὰρ αὐτὸς παρείληφα τοῦ δράματος τὰ λοιπά) δίκαιος ἂν εἴην τὰ ἐκ τοῦ Δελφικοῦ τρίποδος ἤδη λέγειν, οἷα μέν σου τὰ ἐν τῇ πατρίδι, οἷα δὲ τὰ ἐν τῇ Παλαιστίνῃ, οἷα δὲ τὰ ἐν Αἰγύπτῳ, οἷα δὲ τὰ ἐν Φοινίκῃ καὶ Συρίᾳ, εἶτα ἑξῆς τὰ ἐν Ελλάδι καὶ Ἰταλίᾳ, καὶ ἐπὶ πᾶσι τὰ ἐν Ἐφέσῳ 30 νῦν, ἅπερ κεφαλαιωδέστατα τῆς ἀπονοίας τῆς σῆς καὶ κορυφὴ καὶ κορωγὶς τοῦ τρόπου. ἐπεὶ γὰρ κατὰ τὴν παροιμίαν ̓Ιλιεὺς ὢν τρα11 γῳδοὺς ἐμισθώσω, καιρὸς ἤδη σοι ἀκούειν τὰ σαυτοῦ κακά. μᾶλλον δὲ ταῦτα μὲν μηδέπω, περὶ δὲ τῆς ἀποφράδος πρότερον.

εἰπὲ γάρ μοι πρὸς πανδήμου καὶ γενετυλλίδων καὶ Κυβήβης, 35 πῇ σοι μεμπτόν καὶ γέλωτος ἄξιον τοὔνομα εἶναι ἔδοξεν ἡ ἀποφράς; νὴ Δί', οὐ γὰρ ἦν τῶν Ἑλλήνων ἴδιον, ἀλλά ποθεν ἐπεισκω μάσαν αὐτοῖς ἀπὸ τῆς πρὸς Κελτοὺς ἢ Θρᾷκας ἢ Σκύθας ἐπιμιξίας, σὺ δέ (ἅπαντα γὰρ οἶσθα τὰ τῶν ̓Αθηναίων) ἐξέκλεισας τοῦτο

10. πάσχων] ποιῶν *

« IndietroContinua »