Immagini della pagina
PDF
ePub

ἐπὶ τὴν ἡδονὴν ὠθοῦντο ἄν, καὶ ἐμιμοῦντο ἅπαντες τὸν Διονύσιον, ὃς μέχρι μὲν τῆς νόσου ἤλπιζεν ὠφελήσειν τι αὐτὸν τοὺς περὶ τῆς καρτερίας λόγους, ἐπεὶ δὲ ἤλγησε καὶ ἐνόσησε καὶ ὁ πόνος ἀληθέ στερος αὐτοῦ καθίκετο, ἰδὼν τὸ σῶμα τὸ ἑαυτοῦ ἀντιφιλοσοφοῦν· ϋτῇ στοᾷ καὶ τἀναντία δογματίζον αὐτῷ μᾶλλον ἢ τούτοις ἐπίστευσε, καὶ ἔγνω ἄνθρωπος ὢν καὶ ἀνθρώπου σῶμα ἔχων, καὶ διετέλεσεν οὐχ ὡς ἀνδριάντι αὐτῷ χρώμενος, εἰδὼς ὅτι ὃς ἂν ἄλλως λέγῃ καὶ ἡδονῆς κατηγορῇ, λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖσ ̓ ἔχει.

εἴρηκα, ὑμεῖς δ ̓ ἐπὶ τούτοις ψηφοφορήσατε.

22 ΣΤΟΑ. μηδαμῶς, ἀλλ ̓ ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε. ΕΠΙΚ. ἐρώτησον· ἀποκρινοῦμαι γάρ.

[blocks in formation]

ΣΤΟΛ. τί δέ; οἶσθα τί διάφορον καὶ ἀδιάφορον, καὶ προηγμένον καὶ ἀποπροηγμένον;

ΕΠΙΚ. μάλιστα.

ΕΡΜ. οὔ φασιν ὦ στοὰ συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα ταῦτα 20 ερωτήματα, ὥστε ἡσυχίαν ἄγετε· ψηφοφορήσουσι γάρ.

25

23

ΣΤΟΑ. καὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι.

ΔΙΚ. τίς ὑπερέσχεν;

ΕΡΜ. πάσαις ἡ ἡδονή.

ΣΤΟΛ. ἐφίημι ἐπὶ τὸν Δία.

ΔΙΚ. τύχῃ τῇ ἀγαπῇ. σὺ δὲ ἄλλους κάλει.

ΕΡΜ. περὶ ̓Αριστίππου ἀρετὴ καὶ τρυφή. καὶ ̓Αρίστιππος δὲ αὐτὸς παρέστω.

ΑΡΕΤ. προτέραν ἐμὲ χρὴ τὴν ἀρετὴν λέγειν· ἐμὸς γάρ ἐστιν 30 Αρίστιππος, ὡς δηλοῦσιν οἱ λόγοι καὶ τὰ ἔργα.

ΤΡΥΦ. οὐ μὲν οὖν ἀλλ ̓ ἐμὲ τὴν τρυφήν· ἐμὸς γὰρ ὁ ἀνήρ, ὡς ἔστιν ὁρᾶν ἀπὸ τῶν στεφάνων καὶ τῆς πορφυρίδος καὶ τῶν μύρων.

ΔΙΚ. μὴ φιλονεικεῖτε· ὑπερκείσεται γὰρ καὶ αὕτη ἡ δίκη ἔστ' * ἂν ὁ Ζεὺς δικάσῃ περὶ τοῦ Διονυσίου· παραπλήσιον γάρ τι καὶ τοῦτο ἔοικεν εἶναι, ὥστ ̓ ἐὰν μὲν ἡ ἡδονὴ κρατήσῃ, καὶ τὸν ̓Αρίστιππον ἕξει ἡ τρυφή, νικώσης δὲ αὖ τῆς στοᾶς καὶ οὗτος ἔσται τῆς ἀρετῆς κεκριμένος. ὥστε ἄλλοι παρέστωσαν. τὸ δεῖνα μέντοι, μὴ λαμβανέτωσαν οὗτοι τὸ δικαστικόν· ἀδίκαστος γὰρ ἡ δίκη μεμένηκεν 10 αὐτοῖς.

ΕΡΜ. μάτην οὖν ἀνεληλυθότες ὦσι γέροντες ἄνδρες οὕτω μα κρὰν τὴν ἀνάβασιν;

ΔΙΚ. ἱκανὸν εἰ τριτημόριον λάβοιεν. ἄπιτε, μὴ ἀγανακτεῖτε. αὖθις δικάσετε.

ΕΡΜ. Διογένη Σινωπέα παρεῖναι καιρός. καὶ σὺ ἡ ἀργυραμοι-24 βικὴ λέγε.

ΔΙΟΓ. καὶ μὴν ἄν γε μὴ παύσηται ἐνοχλοῦσα ὦ Δίκη, οὐκέτι δρασμοῦ δικάσεταί μοι ἀλλὰ πολλῶν καὶ βαθέων τραυμάτων· ἐγὼ γὰρ αὐτίκα μάλα πατάξω τῷ ξύλῳ.

ΔΙΚ. τί τοῦτο; πέφευγεν ἡ ἀργυραμοιβική, ὃ δὲ διώκει ἐπης-10 μένος τὸ βάκτρον. οὐ μέτριόν τι κακὸν ἡ ἀβλία ἔοικε λήψεσθαι. τὸν Πύρρωνα κήρυττε.

ΕΡΜ. ἀλλ ̓ ἡ μὲν γραφικὴ πάρεστιν ὦ Δίκη, ὁ Πύρρων δὲ οὐδὲ 25 τὴν ἀρχὴν ἀνελήλυθεν. καὶ ἐῴκει τοῦτο πράξειν.

ΔΙΚ. διὰ τί ὦ Ἑρμῆ;

ΕΡΜ.

ὅτι οὐδὲν ἡγεῖται κριτήριον ἀληθὲς εἶναι.

15

ΔΙΚ. τοιγαροῦν ἐρήμην αὐτοῦ καταδικασάτωσαν. τὸν λογογράφον ἤδη κάλει τὸν Σύρον. καίτοι πρώην ἀπηνέχθησαν κατ' αὐ τοῦ αἱ γραφαί, καὶ οὐδὲν ἤπειγεν ἤδη κεκρίσθαι. πλὴν ἀλλ ̓ ἐπεὶ ἔδοξε, προτέραν ἐσάγαγε τῆς ῥητορικῆς τὴν δίκην. βαβαὶ ὅσοι 20 συνεληλύθασιν ἐπὶ τὴν ἀκρόασιν.

ΕΡΜ. εἰκότως ὦ Δίκη· τό τε γὰρ μὴ ἕωλον εἶναι τὴν κρίσιν ἀλλὰ καινήν, χθές, ὥσπερ ἔφης, ἐπηγγελμένην, καὶ τὸ ἐλπίζειν ἀκούσεσθαι ῥητορικῆς μὲν καὶ διαλόγου ἐν τῷ μέρει κατηγορούντων, ἀπολογουμένου δὲ πρὸς ἀμφοτέρους τοῦ Σύρου, τοῦτο πολλοὺς ἐπή-25 γαγε τῷ δικαστηρίῳ. πλὴν ἀλλ ̓ ἄρξαι ποτέ ὦ ῥητορικὴ τῶν λόγων.

ΡΗΤΟΡΙΚΗ. πρῶτον μέν, ὦ ἄνδρες Αθηναῖοι, τοῖς θεοῖς εὔχομαι 26 πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχουσα διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρ ̓ ὑμῶν ἐς τουτονὶ τὸν ἀγῶνα,30 ἔπεις ̓, ὅπερ ἐστὶ μάλιστα δίκαιον, τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν, τὸν μὲν ἀντίδικον σιωπᾶν κελεύειν, ἐμὲ δέ, ὡς προήρημαι καὶ βεβούλημαι, τὴν κατηγορίαν ἐᾶσαι ποιήσασθαι. οὐχὶ δὲ ταὐτὰ παρίσταται μοι γινώσκειν, ὅταν τε ἐς ἃ πέπονθα ἀποβλέψω, καὶ ὅταν ἐς τοὺς λόγους οὓς ἀκούω. τοὺς μὲν γὰρ λόγους ὡς ὁμοιοτά-3 τους τοῖς ἐμοῖς οὗτος ἐρεῖ πρὸς ὑμᾶς, τὰ δὲ πράγματα ἐς τοῦτο προήκοντα ὄψεσθε ὥστε, ὅπως μὴ χεῖρόν τι πείσομαι πρὸς αὐτοῦ, σκέψασθαι δέον. ἀλλὰ γὰρ ἵνα μὴ μακρὰ προοιμιάζωμαι τοῦ ὕδατος πάλαι εἰκῇ ῥέοντος, ἄρξομαι τῆς κατηγορίας.

ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τουτονι κομιδῇ μειράκιον ὄντα, 27

βάρβαρον ἔτι τὴν φωνὴν καὶ μόνον οὐχὶ κάνουν ἐνδεδυκότα ἐς τὸν Ασσύριον τρόπον, περὶ τὴν Ἰωνίαν εὑροῦσα πλαζόμενον ἔτι καὶ ὅ τι χρήσαιτο ἑαυτῷ οὐκ εἰδότα, παραλαβοῦσα ἐπαίδευσα· καὶ ἐπεὶ ἐδόκει μοι εὐμαθὴς εἶναι καὶ ἀτενὲς ὁρᾶν ἐς ἐμέ (ὑπέπτησσε γὰρ 5 τότε καὶ ἐθεράπευε καὶ μόνην ἐθαύμαζεν), ἀπολιποῦσα τοὺς ἄλλους ὁπόσοι ἐμνηστεύοντό με πλούσιοι καὶ καλοὶ καὶ λαμπροὶ τὰ προγονικά, τῷ ἀχαρίστῳ τούτῳ ἐμαυτὴν ἐνεγύησα πένητι καὶ ἀφανεῖ καὶ νέῳ, προῖκα οὐ μικρὰν ἐπεσενεγκαμένη, πολλοὺς καὶ θαυμα σίους λόγους. εἶτ ̓ ἀγαγοῦσα αὐτὸν ἐς τοὺς φυλέτας τοὺς ἐμοὺς 10 παρενέγραψα καὶ ἀστὸν ἀπέφηνα, ὥστε τοὺς διαμαρτάνοντας τῆς ἐγγύης ἀποπνίγεσθαι. δόξαν δὲ αὐτῷ περινοστεῖν ἐπιδειξομένῳ τοῦ γάμου τὴν εὐποτμίαν, οὐδὲ τότε ἀπελείφθην, ἀλλὰ πανταχοῦ ἑπομένη, ἄνω καὶ κάτω περιαγομένη, κλεινὸν αὐτὸν καὶ ἀοίδιμον ἐποίουν κατακοσμοῦσα καὶ περιστέλλουσα. καὶ τὰ μὲν ἐπὶ τῆς ̔Ελλάδος 15 καὶ τῆς ̓Ιωνίας μέτρια· ἐς δὲ τὴν Ιταλίαν ἀποδημῆσαι θελήσαντι αὐτῷ τὸν Ιόνιον συνδιέπλευσα, καὶ τὰ τελευταῖα μέχρι τῆς Κελτικῆς συναπάρασα εὐπορεῖσθαι ἐποίησα. καὶ μέχρι μὲν πολλοῦ πάντα μοι ἐπείθετο καὶ συνῆν ἀεί, μηδεμίαν νύκτα ἀπόκοιτος γινόμενος παρ' 28 ἡμῶν· ἐπεὶ δὲ ἱκανῶς ἐπεσιτίσατο καὶ τὰ πρὸς εὐδοξίαν εὖ ἔχειν 20 αὑτῷ ὑπέλαβε, τὰς ἐφρὺς ἐπάρας καὶ μέγα φρονήσας ἐμοῦ μὲν ἠμέλησε, μᾶλλον δὲ τέλεον εἴασεν, αὐτὸς δὲ τὸν γενειήτην ἐκεῖνον, τὸν ἀπὸ τοῦ σχήματος, τὸν διάλογον, φιλοσοφίας υἱὸν εἶναι λεγόμενον, ὑπεραγαπήσας μάλ' ἐρωτικῶς πρεσβύτερον αὐτοῦ ὄντα, τούτῳ σύνεστι, καὶ οὐκ αἰσχύνεται τὴν μὲν ἐλευθερίαν καὶ τὸ ἄνετον τῶν 25 ἐν ἐμοὶ λόγων συντεμών, ἐς μικρὰ δὲ καὶ κομματικὰ ἐρωτήματα κατακλείσας ἑαυτόν, καὶ ἀντὶ τοῦ λέγειν ὅ τι βούλεται μεγάλῃ τῇ φωνῇ, βραχεῖς τινὰς λόγους ἀναπλέκων καὶ συλλαβίζων, ἀφ ̓ ὧν ἀπρόος μὲν ἔπαινος ἢ κρότος πολὺς οὐκ ἂν ἀπαντήσειεν αὐτῷ, μειδίαμα δὲ παρὰ τῶν ἀκουόντων καὶ τὸ ἐπισεῖσαι τὴν χεῖρα ἐντὸς 30 τῶν ὅρων καὶ μικρὰ ἐπινεῦσαι τῇ κεφαλῇ καὶ ἐπιστενάξαι τοῖς λεγομένοις. τοιούτων ἠράσθη ὁ γενναῖος, ἐμοῦ καταφρονήσας, φασὶ δὲ αὐτὸν μηδὲ πρὸς τὸν ἐρώμενον τοῦτον εἰρήνην ἄγειν, ἀλλ ̓ οἶμαι, 29 καὶ ἐς ἐκεῖνον ὑβρίζει. πῶς οὖν οὐκ ἀχάριστος οὗτος καὶ ἔνοχος τοῖς περὶ τῆς κακώσεως νόμοις, ὃς τὴν μὲν νόμῳ γαμετήν, παρ' ἧς 3 τοσαῦτα εἴληφε καὶ δι ̓ ἣν ἔνδοξός ἐστιν, οὕτως ἀτίμως ἀπέλιπε, καινῶν δ ̓ ὠρέχθη πραγμάτων, καὶ ταῦτα νῦν, ὁπότε μόνην ἐμὲ θαυμάζουσι καὶ ἐπιγράφονται ἅπαντες προστάτιν ἑαυτῶν; ἀλλ ̓ ἐγὼ μὲν ἀντέχω τοσούτων μνηστευόντων, καὶ κόπτουσιν αὐτοῖς τὴν θύραν καὶ τοὔνομα ἐπιβοωμένοις μεγάλῃ τῇ φωνῇ οὔτε ἀνοίγειν οὔτε ὑπα40 κούειν βούλομαι· ὁρῶ γὰρ αὐτοὺς οὐδὲν πλέον τῆς βοῆς κομίζοντας·

οὗτος δὲ οὐδ ̓ οὕτως ἐπιστρέφεται πρὸς ἐμέ, ἀλλὰ πρὸς τὸν ἐρώμενον βλέπει, τί ὦ θεοὶ χρηστὸν παρ' αὐτοῦ λήψεσθαι προσδοκῶν, ὃν οἶδε τοῦ τρίβωνος οὐδὲν πλέον ἔχοντα.

εἴρηκα, ὦ ἄνδρες δικασταί· ὑμεῖς δέ, ἣν ἐς τὸν ἐμὸν τρόπον τῶν λόγων ἀπολογεῖσθαι θέλῃ, τοῦτο μὲν μὴ ἐπιτρέπετε (ἀγνῶμον γὰρ ἐπ ̓ ἐμὲ τὴν ἐμὴν μάχαιραν ἀκονᾶν), κατὰ δὲ τὸν αὐτοῦ ἐρώμενον τὸν διάλογον, οὕτως ἀπολογείσθω, ἢν δύνηται.

ΕΡΜ. τοῦτο μὲν ἀπίθανον· οὐ γὰρ οἷόν τε, ὦ ῥητορική, μόνον αὐτὸν ἀπολογεῖσθαι κατὰ τὸ σχῆμα τοῦ διαλόγου, ἀλλὰ ῥῆσιν καὶ αὐτὸς εἰπάτω.

10

ΣΥΡΟΣ. ἐπεὶ καὶ τοῦτο, ὦ ἄνδρες δικασταί, ἡ ἀντίδικος ήγα-30 νάκτησεν, εἰ μακρῷ χρήσομαι τῷ λόγῳ καὶ αὐτὸ τὸ δύνασθαι λέγειν παρ ̓ ἐκείνης λαβών, πολλὰ μὲν οὐκ ἐρῶ πρὸς ὑμᾶς, τὰ κεφά λαια δὲ αὐτὰ ἐπιλυσάμενος τῶν κατηγορηθέντων ὑμῖν ἀπολείψω σκοπεῖν περὶ ἁπάντων. πάντα γὰρ ὁπόσα διηγήσατο περὶ ἐμοῦ, 15 ἀληθῆ ὄντα διηγήσατο· καὶ γὰρ ἐπαίδευσε καὶ συναπεδήμησε καὶ ἐς τοὺς Ἕλληνας ἐνέγραψε, και κατά γε τοῦτο χάριν ἂν εἰδείην τῷ γάμῳ· δι ̓ ἃς δὲ αἰτίας ἀπολιπών αὐτὴν ἐπὶ τουτονὶ τὸν διά λογον ἐτραπόμην, ἀκούσατε ὦ ἄνδρες δικασταί, καί με μηδὲν τοῦ χρησίμου ἕνεκα ψεύδεσθαι ὑπολάβητε. ἐγὼ γὰρ ὁρῶν ταύτην οὐκέτι 31 σωφρονοῦσαν, οὐδὲ μένουσαν ἐπὶ τοῦ κοσμίου σχήματος, οἷόν ποτε ἐσχηματισμένην αὐτὴν ὁ Παιανιεὺς ἐκεῖνος ἠγάγετο, κοσμουμένην δὲ καὶ τὰς τρίχας εὐπετίζουσαν ἐς τὸ ἑταιρικὸν καὶ φυκίον ἐντριβομένην καὶ τὰ ὀφθαλμῶ ὑπογραφομένην, ὑπώπτευον εὐθύς, καὶ παρεφύλαττον ὅποι τὸν ὀφθαλμὸν φέροι. καὶ τὰ μὲν ἄλλα ἐῶ 23 καθ ̓ ἑκάστην δὲ τὴν νύκτα ὁ μὲν στενωπὸς ἡμῶν ἐνεπίμπλατο μεθυόντων ἐραστῶν, κωμαζόντων ἐπ ̓ αὐτὴν καὶ κοπτόντων τὴν Τύραν, ἐνίων δὲ καὶ ἐσβιάζεσθαι σὺν οὐδενὶ κόσμῳ τολμώντων, αὐτὴ δὲ ἐγέλα καὶ ἥδετο τοῖς δρωμένοις, καὶ τὰ πολλὰ ἢ παρέκυπτεν ἀπὸ τοῦ τέγους, ᾀδόντων ἀκούουσα τραχείᾳ τῇ φωνῇ ᾠδάς 30 τινας ἐρωτικάς, ἢ καὶ παρανοίγουσα τὰς θύρας, ἐμὲ οἰομένη λαν πάνειν, ἠσέλγαινε καὶ ἐμοιχεύετο πρὸς αὐτῶν. ὅπερ ἐγὼ μὴ φέρων γράψασθαι μὲν αὐτὴν μοιχείας οὐκ ἐδοκίμαζον, ἐν γειτόνων δὲ οἰκοῦντι τῷ διαλόγῳ προσελθὼν ἠξίουν καταδεχθῆναι ὑπ ̓ αὐτοῦ. ταῦτά ἐστιν ἃ τὴν ῥητορικὴν ἐγὼ μεγάλα ήδίκηκα. καίτοι εἰ καὶ 32 μηδὲν αὐτῇ τοιοῦτο ἐπέπρακτο, καλῶς εἶχέ μοι ἀνδρὶ ἤδη τετταρά κοντα ἔτη σχεδόν γεγονότι θορύβων μὲν ἐκείνων καὶ δικῶν ἀπηλλάχθαι, καὶ τοὺς ἄνδρας τοὺς δικαστὰς ἀτρεμεῖν ἐᾶν, τυράννων κατηγορίας καὶ ἀριστέων ἐπαίνους ἐκφυγόντα, ἐς δὲ τὴν ̓Ακαδή μειαν ἢ ἐς τὸ Λύκειον ἐλθόντα τῷ βελτίστῳ τούτῳ διαλόγῳ συμ-40

5

33

περιπατεῖν, ἠρέμα διαλεγομένους, τῶν ἐπαίνων καὶ κρότων οὐ δεομένους.

πολλὰ ἔχων εἰπεῖν ἤδη παύσομαι, ὑμεῖς δὲ εὔορκον τὴν ψῆφον ἐνέγκατε.

ΔΙΚ. τίς κρατεῖ;

ΕΡΜ. πάσαις ὁ Σύρος πλήν μιᾶς.

ΔΙΚ. ῥήτωρ τις ἔοικεν εἶναι ὁ τὴν ἐναντίαν θέμενος. ὁ διάλογος ἐπὶ τῶν αὐτῶν λέγε. ὑμεῖς δὲ περιμείνατε, διπλασίονα ἀποισόμενοι τὸν μισθὸν ἐπ ̓ ἀμφοτέραις ταῖς δίκαις. 10 ΔΙΑΛ. ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, μακροὺς μὲν ἀποτείνειν οὐκ ἂν ἐβουλόμην τοὺς λόγους πρὸς ὑμᾶς, ἀλλὰ κατὰ μικρὸν ὥσπερ εἴωθα· ὅμως δὲ ὡς νόμος ἐν τοῖς δικαστηρίοις, οὕτω ποιήσομαι τὴν κατηγορίαν, ἰδιώτης παντάπασι καὶ ἄτεχνος τῶν τοιούτων ὤν. καί μοι τοῦτο ἔστω πρὸς ὑμᾶς τὸ προοίμιον. ἃ δὲ ἠδίκημαι καὶ 15 περιύβρισμαι πρὸς τούτου, ταῦτά ἐστιν, ὅτι με σεμνὸν τέως ὄντα καὶ θεῶν τε πέρι καὶ φύσεως καὶ τῆς τῶν ὅλων περιόδου σκοπούμενον, ὑψηλὸν ἄνω που τῶν νεφῶν ἀεροβατοῦντα, ἔνθα ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται, κατασπάσας αὐτὸς ἤδη κατὰ τὴν ἁψῖδα πετόμενον καὶ ἀναβαίνοντα ὑπὲρ τὰ νῶτα 20 τοῦ οὐρανοῦ, καὶ τὰ πτερὰ συντρίψας ἰσοδίαιτον τοῖς πολλοῖς ἐποίησεν, καὶ τὸ μὲν τραγικὸν ἐκεῖνο καὶ σωφρονικὸν προσωπεῖον ἀφειλέ μου, κωμικὸν δὲ ἄλλο καὶ σατυρικὸν ἐπέθηκέ μοι και μι κροῦ δεῖν γελοῖον. εἶτά μοι ἐς τὸ αὐτὸ φέρων συγκαθεῖρξε τὸ σκῶμμα καὶ τὸν ἴαμβον καὶ κυνισμὸν καὶ τὸν Εὔπολιν καὶ τὸν 25 Αριστοφάνην, δεινοὺς ἄνδρας ἐπικερτομῆσαι τὰ σεμνὰ καὶ χλευάσαι τὰ ὀρθῶς ἔχοντα. τελευταῖον δὲ καὶ Μένιππόν τινα τῶν παλαιῶν κυνῶν μάλα ὑλακτικόν, ὡς δοκεῖ, καὶ κάρχαρον ἀνορύξας, καὶ τοῦτον ἐπεσήγαγέ μοι φοβερόν τινα ὡς ἀληθῶς κύνα καὶ τὸ δῆγμα λαθραῖον, ὅσῳ καὶ γελῶν ἅμα ἔδακνεν. πῶς οὖν οὐ δεινὰ ὕβρισμαι 30 μηκέτ' ἐπὶ τοῦ οἰκείου σχήματος διαμένων, ἀλλὰ κωμῳδῶν καὶ γελωτοποιῶν καὶ ὑποθέσεις ἀλλοκότους ὑποκρινόμενος αὐτῷ; τὸ γὰρ πάντων ἀτοπώτατον, κρᾶσίν τινα παράδοξον κέκραμαι, καὶ οὔτε πεζός εἰμι οὔτ ̓ ἐπὶ τῶν μέτρων βέβηκα, ἀλλ ̓ ἱπποκενταύρου δίκην σύνθετόν τι καὶ ξένον φάσμα τοῖς ἀκούουσι δοκῶ.

34

ΕΡΜ. τί οὖν πρὸς ταῦτα ἐρεῖς ὦ Σύρε;

ΣΥΡ. ἀπροσδόκητον, ὦ ἄνδρες δικασταί, τῶν ἀγῶνα τοῦτον ἀγωνίζομαι παρ ̓ ὑμῖν. πάντα γοῦν μᾶλλον ἂν ἤλπισα ἢ τὸν διάλογον τοιαῦτα ἐρεῖν περὶ ἐμοῦ, ὃν παραλαβὼν ἐγὼ σκυθρωπὸν ἔτι τοῖς πολλοῖς δοκοῦντα καὶ ὑπὸ τῶν συνεχῶν ἐρωτήσεων κατεσκληκότα, 40 καὶ διὰ τοῦτο αἰδέσιμον μὲν εἶναι δοκοῦντα, οὐ πάντῃ δὲ ἡδὺν

« IndietroContinua »