Immagini della pagina
PDF
ePub

μητρυιὰ φοβουμένη καὶ ἀπιστοῦσα, οὐ τῷ μισεῖν ἐμέ, ἀλλὰ τῷ δεδιέναι καὶ ἀκριβῶς εἰδέναι πονήρως ἐκεῖνον διακείμενον· ἠπίστατο γὰρ μόνη τὰ πάντα συνοῦσα καὶ ὁμοδίαιτος τῇ νόσῳ. πλὴν ἀλλ ̓ ἔγωγε οὐδὲν ἀποδειλιάσας (ήπιστάμην γὰρ οὐ ψευσόμενα με τὰ σημεῖα οὐδὲ προδώσουσαν τὴν τέχνην) ἐπῆγον τὴν ἴασιν ἐν καιρῷς τῆς ἐπιχειρήσεως. καίτοι κάμοί τινες τῶν φίλων συνεβούλευον μὴ θρασύνεσθαι, μὴ καὶ διαβολήν τινα μείζω ἐνέγκῃ μοι τὸ ἀποτυχεῖν ὡς ἀμυνομένῳ τὸν πατέρα φαρμάκῳ καὶ μνησικακήσαντι ὧν ἐπεπόνθειν ὑπ ̓ αὐτοῦ. καὶ τὸ κεφάλαιον, σῶος μὲν οὗτος εὐθὺς ἦν καὶ ἐσωφρόνει πάλιν καὶ πάντα διεγίνωσκεν, οἱ παρόντες δὲ ἐπαύ-10 μαζον, καὶ ἡ μητρυιὰ δὲ ἐπήνει, καὶ φανερὰ πᾶσιν ἦν χαίρουσα κἀμοὶ εὐδοκιμοῦντι κἀκείνῳ σωφρονοῦντι. οὗτος δ ̓ οὖν (μαρτυρεῖν γὰρ αὐτῷ ἔχω) μήτε μελλήσας μήτε σύμβουλόν τινα περὶ τούτων προσλαβών, ἐπειδὴ τὸ πᾶν ἤκουσε τῶν παρόντων, ἔλυε μὲν τὴν ἀποκήρυξιν, υἱὸν δὲ ἐξ ὑπαρχῆς ἐποιεῖτό με, σωτῆρα καὶ εὐεργέτην 15 ἀποκαλῶν, ἀκριβῆ πεῖραν εἰληφέναι ὁμολογῶν, καὶ περὶ τῶν ἔμπροσθεν ἐκείνων ἀπολογούμενος. τοῦτο γενόμενον εὔφραινε μὲν πολλούς, ὅσοι παρῆσαν χρηστοί, ἐλύπει δ ̓ ἐκείνους ὅσοις ἀποκήρυξις υἱοῦ ἡδίων ἀναλήψεως. εἶδον γοῦν τότε οὐ πάντας ὁμοίως ἡδομέ νους τῷ πράγματι, ἀλλ ̓ εὐθύς τινος καὶ χρόαν τρεπομένην καὶ 20 βλέμμα τεταραγμένον καὶ πρόσωπον ὠργισμένον, οἷον ἐκ φθόνου καὶ μίσους γίνεται.

[ocr errors]

ἡμεῖς μὲν οὖν, ὡς τὸ εἰκός, ἐν εὐφροσύναις καὶ θυμηδίαις ἦμεν, ἀλλήλους ἀπειληφότες, ἡ μητρυιὰ δὲ μετὰ μικρὸν εὐθὺς νοσεῖν ἤρ- 6 ξατο νόσον, ὦ ἄνδρες δικασταί, χαλεπὴν καὶ παράλογον. ἀρχόμενον25 γὰρ εὐθὺς τὸ δεινὸν παρεφύλαξα· οὐ γὰρ ἁπλοῦν οὐδ ̓ ἐπιπόλαιον τῆς μανίας τὸ εἶδος, ἀλλά τι παλαιὸν ὑποικουροῦν ἐν τῇ ψυχῇ κακὸν ἀπέρρηξε καὶ ἐς τοὐμφανὲς ἐξενίκησε. πολλὰ μὲν οὖν καὶ ἄλλα ἡμῖν ἐστὶ σημεῖα τῶν ἀνιάτως μεμηνότων, ἓν δὲ ἐκεῖνο καινὸν ἐπὶ τῆς γυναικὸς ταύτης παρεφύλαξα· πρὸς μὲν γὰρ τοὺς ἄλλους 30 ἡμερωτέρα και πραεῖά ἐστι καὶ παρόντων εἰρήνην ἄγει ἡ νόσος, ἂν δέ τινα ἰατρὸν ἴδῃ καὶ τοῦτ ̓ ἀκούσῃ μόνον, κατ ̓ ἐκείνου μά λιστα παροξύνεται· ὅπερ καὶ αὐτὸ τοῦ πονήρως καὶ ἀνηκέστως ἔχειν ἐστὶ τεκμήριον. ταῦθ ̓ ὁρῶν ἐγὼ μὲν ἠνιώμην, καὶ τὴν γυναῖκα ᾤκτειρον ἀξίαν οὖσαν καὶ παρὰ τὸ προσῆκον δυστυχούσαν· ὁ πατὴρ τ δὲ ὑπὸ ἰδιωτείας (οὐ γὰρ οἶδεν οὔτε ἀρχὴν τοῦ κατέχοντος κακοῦ οὔτε τὴν αἰτίαν οὔτε τὸ μέτρον τοῦ πάθους)· ἐκέλευεν ἰᾶσθαι καὶ τὸ ὅμοιον ἐγχέαι φάρμακον: ᾤετο γὰρ ἂν εἶναι μανίας· εἶδος καὶ μίαν τὴν νόσον καὶ τἀρρώστημα ταὐτὸν καὶ παραπλησίαν τὴν περα πείαν ἐνδεχόμενον. ἐπεὶ δέ, ὅπερ ἀληθέστατον, ἀδύνατον εἶναί φημι 40

σώζεσθαι τὴν γυναῖκα, καὶ ἡττῆσθαι ὑπὸ τῆς νόσου ὁμολογῶ, ἀγανακτεῖ καὶ ὀργίζεται, καὶ φησὶν ἑκόντα καθυφίεσθαι καὶ προδιδόναι τὴν ἄνθρωπον, ἐγκαλῶν ἐμοὶ τὴν ἀσθένειαν τῆς τέχνης. καὶ πά σχει μὲν σύνηθες τοῖς λυπουμένοις· ὀργίζονται γοῦν ἅπαντες τοῖς εμετὰ παρρησίας τἀληθῆ λέγουσι. πλὴν ἔγωγε, ὡς ἂν οἷός τε ὦ, δικαιολογήσομαι πρὸς αὐτὸν καὶ ὑπὲρ ἐμαυτοῦ καὶ τῆς τέχνης. 8 καὶ πρῶτόν γε ἀπὸ τοῦ νόμου ἄρξομαι, καθ ̓ ὃν οὗτός με ἀποκηρύξαι βούλεται, ἵν ̓ εἰδῇ οὐκές ̓ ὁμοίαν οὖσαν αὐτῷ νῦν τε καὶ πρότερον τὴν ἐξουσίαν.

10 οὐ γὰρ ἅπασιν ὦ πάτερ ὁ νομοθέτης, οὐδὲ πάντας υἱέας, οὐδὲ ̔σάκις ἂν ἐθέλωσιν, ἀποκηρύττειν συγκεχώρηκεν, οὐδ ̓ ἐπὶ πάσαις αἰτίαις, ἀλλ ̓ ὥσπερ τοῖς πατράσι τὰ τηλικαῦτα ὀργίζεσθαι ἐφῆκεν, οὕτω καὶ τῶν παίδων προυνόησεν, ὡς μὴ ἀδίκως αὐτὸ πάσχωσι. καὶ διὰ τοῦτο οὐκ ἐλευθέραν ἐφῆκε γίνεσθαι οὐδ ̓ ἄκριτον 15τὴν τιμωρίαν, ἀλλ ̓ ἐς δικαστήριον ἐκάλεσε, καὶ δοκιμαστὰς ἐκάΔισε τοὺς μήτε πρὸς ὀργὴν μήτε πρὸς διαβολὴν τὸ δίκαιον κρινοῦντας. ᾔδει γὰρ πολλοῖς πολλάκις ἀλόγους αἰτίας ὀργῆς παρισταμένας, καὶ τὸν μὲν ψευδεῖ τινὶ διαβολῇ πειθόμενον, τὸν δὲ οἰκέτῃ πιστεύοντα ἢ γυναίῳ ἐχθρῷ. οὔκουν ἡγεῖτο ἀδίκαστον γίνεσθαι τὸ πρᾶγμα, 20 οὐδ ̓ ἐξ ἐρήμης τοὺς παῖδας εὐθὺς ἁλίσκεσθαι, ἀλλὰ καὶ ὕδωρ ἐγχεῖται καὶ λόγος ἀποδίδοται καὶ ἀνεξέταστον οὐδὲν καταλείπεται. 9 ἐπεὶ τοίνυν ἔξεστι καὶ τοῦ μὲν ἐγκαλεῖν μόνου ὁ πατὴρ κύριος, τοῦ κρῖναι δὲ εἰ εὔλογα αἰτιᾶται ὑμεῖς οἱ δικάζοντες, αὐτὸ μὲν ὅ μοι ἐπιφέρει καὶ ἐφ ̓ ᾧ νῦν ἀγανακτεῖ μηδέπω σκοπεῖτε, πρότερον δ ̓ 25 ἐκεῖνο ἐξετάσατε, εἰ ἔτι δοτέον ἀποκηρύττειν αὐτῷ ἅπαξ ἀποκηρύ ξαντι καὶ χρησαμένῳ τῇ παρὰ τοῦ νόμου ἐξουσίᾳ καὶ ἀποπληρώ‐ σαντι τὴν πατρικὴν ταύτην δυναστείαν, εἶτ ̓ αὖθις ἀναλαβόντι καὶ λύσαντι τὴν ἀποκήρυξιν. ἐγὼ μὲν γὰρ ἀδικώτατον εἶναί φημι τὸ τοιοῦτον, ἀπεράντους γίνεσθαι κατὰ τῶν παίδων τὰς τιμωρίας καὶ 30 πολλὰς τὰς καταδίκας καὶ τὸν φόβον ἀίδιον, καὶ τὸν νόμον ἄρτι μὲν συνοργίζεσθαι, μετὰ μικρὸν δὲ λύεσθαι καὶ πάλιν ὁμοίως ἰσχυρὸν εἶναι, καὶ ὅλως ἄνω καὶ κάτω στρέφεσθαι τὰ δίκαια πρὸς τὸ ἐπὶ καιροῦ δοκοῦν τοῖς πατράσιν. ἀλλὰ τὸ μὲν πρῶτον ἄξιον ἐφιέναι καὶ ἀγανακτοῦντι συναγανακτεῖν καὶ κύριον τῆς τιμωρίας ποιεῖν 35 τὸν γεγεννηκότα· ἦν δ ̓ ἅπαξ ἀναλώσῃ τὴν ἐξουσίαν καὶ καταχρή σηται τῷ νόμῳ καὶ ἐμπλησθῇ τῆς ὀργῆς, εἶτα μετὰ ταῦτα ἀναλάβῃ χρηστὸν εἶναι μεταπεισθείς, ἐπὶ τούτων ἀνάγκη μένειν καὶ μηκέτι μεταπηδῶν μηδὲ μεταβουλεύεσθαι μηδὲ μεταποιεῖν τὴν κρίσιν. τοῦ μὲν γὰρ τὸν γεννηθέντα πονηρὸν ἢ χρηστὸν ἀποβήσεσθαι οὐδέν, 40 οἶμαι, γνώρισμα ἦν, καὶ διὰ τοῦτο τοὺς ἀναξίους τοῦ γένους παραι

το

[ocr errors]

τεῖσθαι συγκεχώρηται τοῖς, ὅτε ηγνόουν, ἀναθρεψαμένοις· ὅταν δὲ 10 μὴ κατ ̓ ἀνάγκην ἀλλ ̓ ἐπ ̓ ἐξουσίας αὐτός τις ἀφ' ἑαυτοῦ καὶ δοκιμάσας ἀναλάβῃ, τίς ἔτι μηχανή μεταβάλλεσθαι, ἢ τίς ἔτι χρῆσις ὑπόλοιπος τοῦ νόμου; φαίη γὰρ ἂν πρὸς σὲ ὁ νομοθέτης «εἰ πονηρὸς οὗτος ἦν καὶ τοῦ ἀποκηρυχθῆναι ἄξιος, τί παθὼν ἀνε-κ κάλεις; τί δ ̓ αὖθις ἐπανῆγες ἐς τὴν οἰκίαν; τί δ ̓ ἔλυες τὸν νόμον; ἐλεύθερος γὰρ ἦσθα, καὶ τοῦ μὴ ποιεῖν ταῦτα κύριος. οὐ γὰρ δὴ ἐντρυφᾶν σοι δοτέον τοῖς νόμοις, οὐδὲ πρὸς τὰς σὰς μεταβολὰς συνάγεσθαι τὰ δικαστήρια, οὐδ ̓ ἄρτι μὲν λύεσθαι ἄρτι δὲ κυρίους εἶναι τους νόμους, καὶ τοὺς δικαστὰς καθῆσθαι μάρτυρας, μᾶλλον 10 δὲ ὑπηρέτας τῶν σοὶ δοκούντων, ὁτὲ μὲν κολάζοντας ὁτὲ δὲ διαλ λάττοντας, ὁπόταν σοι δοκῇ. ἅπαξ γεγέννηκας, ἅπαξ ἀνατέτροφας, ἅπαξ καὶ τὸ ἀποκηρύττειν ἀντὶ τούτων ἔχεις, καὶ τότε, ἢν δικαίως αὐτὸ ποιεῖν δοχῆς· τὸ δ ̓ ἄπαυστον τοῦτο καὶ ἀίδιον καὶ πολὺ καὶ ῥᾴδιον μεῖζον ἤδη τῆς πατρικῆς ἐστὶν ἐξουσίας.» μὴ δὴ πρὸς Διός, 11 ὦ ἄνδρες δικασταί, συγχωρήσητε αὐτῷ, ἑκούσιον τὴν ἀνάληψιν πεποιημένῳ καὶ λύσαντι τὴν γνῶσιν τοῦ πάλαι δικαστηρίου καὶ ἀκυρώσαντι τὴν ὀργήν, αὖθις τὴν αὐτὴν τιμωρίαν ἀνακαλεῖν καὶ ἐπὶ τὴν ἐξουσίαν τὴν πατρικὴν ἀνατρέχειν, ἧς ἔξωρος ἤδη καὶ ἕωλος ἡ προθεσμία, καὶ μόνῳ τούτῳ ἄκυρος και προδεδαπανημένη. ὁρᾶτε γάρ που καὶ ἐν τοῖς ἄλλοις δικαστηρίοις ὡς ἀπὸ μὲν τῶν κλήρῳ λαχόν των δικαστῶν, ἤν τις ἄδικον οἴηται γεγενῆσθαι τὴν κρίσιν, δίδωσιν ὁ νόμος ἐς ἕτερον ἐφεῖναι δικαστήριον, ἢν δέ τινες ἑκόντες αὐτοὶ σύνθωνται δικαστὰς καὶ προελόμενοι ἐπιτρέψωσι διαιτᾶν, οὐκέτι. οἷς γὰρ ἐξῆν μηδὲ τὴν ἀρχὴν ἐμμένειν, εἰ τούτους τις αυθαίρετος 25 εἵλετο, στέργειν ἐστὶ δίκαιος τοῖς ἐγνωσμένοις. οὕτω δὴ καὶ σύ, ὃν ἐξῆν μηκέτ' ἀναλαμβάνειν εἰ μὴ ἄξιος ἐδόκει τοῦ γένους, τοῦτον εἰ χρηστὸν ἡγησάμενος εἶναι πάλιν ἀνείληφας, οὐκέτ ̓ ἀποκηρύττειν ἕξεις. ὅτι γὰρ οὐκ ἄξιος αὖθις παθεῖν ταῦτα, ὑπ ̓ αὐτοῦ σοῦ μεμαρτύρηται, καὶ χρηστὸς ἤδη ἀνωμολόγηται. ἀμετανόητον οὖν τὴν ἀνάληψιν καὶ τὴν διαλλαγὴν βέβαιον εἶναι προσήκει, μετὰ κρίσιν οὕτω πολλὴν καὶ δύο δικαστήρια, ἓν μὲν τὸ πρῶτον, ἐφ ̓ οὗ παρῃ τήσω, δεύτερον δὲ τὸ σόν, ὅτε μετεβουλεύσω καὶ ἀνάδαστα ἐποίησας. τὰ πρότερον ἐγνωσμένα λύσας, βεβαιοῖς τὰ μετ ̓ ἐκεῖνα βεβουλευμένα. μένα τοίνυν ἐπὶ τῶν τελευταίων, καὶ φύλαττε τὴν σαυτοῦ κρίσιν. 33 πατέρα σε εἶναι δεῖ· τοῦτο γὰρ ἔδοξέ σοι, τοῦτ ̓ ἐδοκίμασας, τοῦτ ̓ ἐκύρωσας. ἐγὼ μὲν οὐδ ̓ εἰ μὴ φύσει παῖς ἦν, θέμενος δὲ ἀποκη- 12 ρύττειν ἤθελες, ἐξεῖναι ἄν σοι ᾠόμην· ὃ γὰρ τὴν ἀρχὴν μὴ ποιεῖν

2. ὑφ ̓

18. αὖθις ἐπὶ τὴν

27. μὴ ἂν ἄξιος

δυνατὸν ἦν, τοῦτ ̓ ἄδικον λύειν ἅπαξ γενόμενον. τὸν δὲ καὶ φύσει καὶ αὖθις προαιρέσει καὶ γνώμῃ ἐσπεποιημένον πῶς εὔλογον αὖθις ἀπωθεῖσθαι καὶ πολλάκις τῆς μιᾶς οἰκειότητος ἀποστερεῖν; εἰ δ ̓ οἰκέτης ὢν ἐτύγχανον, καὶ τὸ μὲν πρῶτον πονηρὸν οἰόμενος ἐπέδησας, 5 μεταπεισθεὶς δὲ ὡς οὐδὲν ἠδίκουν ἐλεύθερον ἀφῆκας εἶναι, ἆρ ̓ ἄν σοι πρὸς καιρὸν ὀργισθέντι αὖθις ἐξῆν ἐς τὴν ὁμοίαν δουλείαν ἐπανάγειν; οὐδαμῶς τὰ γὰρ τοιαῦτα βέβαια καὶ διὰ παντὸς κύρια ὑπάρχειν οἱ νόμοι ἀξιοῦσιν.

ὑπὲρ μὲν οὖν τοῦ μηκέτ ̓ ἐξεῖναι τούτῳ ἀποκηρύττειν ὃν ἅπαξ 40 ἀποκηρύξας ἑκὼν ἀνέλαβεν, ἔτι πολλὰ εἰπεῖν ἔχων ὅμως παύσομαι· 13 σκέψασθε δὲ ἤδη ὅν τινα ὄντα με καὶ ἀποκηρύξει. καὶ οὐδέπω τοῦτό φημι, ὡς τότε μὲν ἰδιώτην, νῦν δὲ ἰατρόν· οὐδὲν γὰρ ἂν πρὸς τοῦτο ἡ τέχνη συναγωνίσαιτο. οὐδ ̓ ὅτι τότε μὲν νέον, νῦν δὲ ἤδη καὶ προβεβηκότα καὶ τὸ πιστὸν τοῦ μηδὲν ἀδικῆσαι ἂν παρὰ 15 τῆς ἡλικίας ἔχοντα· μικρὸν γὰρ ἴσως καὶ τοῦτο. ἀλλὰ τότε μέν, εἰ καὶ μηδὲν ἠδικημένος, ὡς ἂν ἔγωγε φαίην, ἀλλ ̓ οὐδ ̓ εὖ πεπον πὼς παρητεῖτο τῆς οἰκίας· νῦν δὲ σωτῆρα ἔναγχος καὶ εὐεργέτην γεγενημένον, οὗ τί γένοιτ ̓ ἂν ἀχαριστότερον; σωθέντα δι ̓ ἐμὲ καὶ τηλικοῦτον κίνδυνον διαπεφευγότα τοῖς τοιούτοις εὐθὺς ἀμείβεσθαι, 20 τῆς θεραπείας ἐκείνης οὐδένα λόγον ἔχοντα, ἀλλ ̓ οὕτω ῥᾳδίως ἐπιλελῆσθαι, καὶ ἐπὶ τὴν ἐρημίαν ἐλαύνειν τὸν ἐφησθέντ ̓ ἂν δικαίως ἐφ ̓ οἷς ἀδίκως ἐξεβέβλητο, μὴ μόνον δ ̓ οὐ μνησικακήσαντα, ἀλλὰ 14 καὶ σώσαντα καὶ σωφρονεῖν παρασκευάσαντα. οὐ γὰρ ἐς μικρόν, ὦ ἄνδρες δικασταί, οὐδὲ τὸ τυχόν εὖ πεποιηκὼς αὐτὸν ὅμως τῶν 25 τοιούτων νῦν ἀξιοῦμαι. ἀλλ ̓ εἰ καὶ οὗτος ἀγνοεῖ τὰ τότε, πάντες ὑμεῖς ἴστε οἷα ποιοῦντα αὐτὸν καὶ πάσχοντα καὶ ὅπως διακείμενον ἐγὼ παραλαβών, τῶν μὲν ἄλλων ἰατρῶν ἀπεγνωκότων, τῶν δ ̓ οἰκείων φευγόντων καὶ μηδὲ πλησίον προσιέναι τολμώντων, τοιοῦτον ἀπέφηνα ὡς καὶ κατηγορεῖν δύνασθαι καὶ περὶ τῶν νόμων διαλέγεσθαι. μᾶλλον 30 δέ (ὁρᾷς ὦ πάτερ τὸ παράδειγμα) τοιοῦτον ὄντα σε παρ ̓ ὀλίγον οἷα νῦν ἡ γυνή ἐστι, πρὸς τὴν ἀρχαίαν φρόνησιν ἐπανήγαγον. οὐ δὴ δίκαιον τοιαύτην μοι γενέσθαι τὴν ἀμοιβὴν ἀντ ̓ ἐκείνων, οὐδὲ κατ' ἐμοῦ σε μόνον σωφρονεῖν. ὅτι γὰρ μὴ μικρὰ ὑπ ̓ ἐμοῦ εὐηργέτησαι, καὶ ἀπ ̓ αὐτῶν ὧν ἐγκαλεῖς δῆλόν ἐστιν· ὃν γὰρ ὡς ἐν ἐσχάτοις 35 οὖσαν τὴν γυναῖκα καὶ παμπονήρως ἔχουσαν οὐκ ἰώμενον μισεῖς, πῶς οὐ πολὺ μᾶλλον, ὅτι σε τῶν ὁμοίων ἀπήλλαξα, ὑπεραγαπᾷς, καὶ χάριν ὁμολογεῖς τῶν οὕτω δεινῶν ἀπηλλαγμένος; σὺ δέ, ὅπερ ἀγνωμονέστατον, σωφρονήσας εὐθὺς ἐς δικαστήριον ἄγεις, καὶ σεσωσμένος κολάζεις, καὶ ἐπὶ τὸ ἀρχαῖον ἐκεῖνο μῖσος ἀνατρέχεις, 40 καὶ τὸν αὐτὸν ἀναγινώσκεις νόμον. καλὸν γοῦν τὸν μισθὸν ἀποδίδως

.

τῇ τέχνῃ, καὶ ἀξίας ἀμοιβὰς τῶν φαρμάκων, ἐπὶ τὸν ἰατρὸν ὑγιαίνων μόνον. ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, τὸν εὐεργέτην τούτῳ κολά- 15 ζειν ἐπιτρέψετε, καὶ τὸν σώσαντα ἐξελαύνειν, καὶ τὸν σωφρονίσαντα μισεῖν, καὶ τὸν ἀναστήσαντα τιμωρεῖσθαι; οὐκ ἤν γε τὰ δίκαια ποιῆτε. καὶ γὰρ εἰ τὰ μέγιστα νῦν ἁμαρτάνων ἐτύγχανον, ἦν μοί τις 5 οὐ μικρά προοφειλομένη χάρις, ἐς ἣν ἀποβλέποντα τοῦτον καὶ ἧς μεμνημένον καλῶς εἶχε τῶν μὲν παρόντων καταφρονεῖν, δι ̓ ἐκεῖνα δὲ πρόχειρον τὴν συγγνώμην ἔχειν, καὶ μάλιστα εἰ τηλικαύτη τις ἡ εὐεργεσία τυγχάνοι ὡς πάντα ὑπερπαίειν τὰ μετὰ ταῦτα. ὅπερ οἶμαι κἀμοὶ πρὸς τοῦτον ὑπάρχειν, ὃν ἔσωσα, καὶ ὃς τοῦ βίου παντὸς 10 χρεώστης ἐστί μοι, καὶ ᾧ τὸ εἶναι καὶ τὸ σωφρονεῖν καὶ τὸ συνιέναι παρέσχημαι, καὶ μάλιστα ὅτε οἱ ἄλλοι πάντες ἤδη ἀπεγνώκεσαν καὶ ἥττους εἶναι ὡμολόγουν τῆς νόσου. τοῦτο γὰρ μείζω οἶμαι 16 ποιεῖν τὴν ἐμὴν εὐεργεσίαν, ὃς οὔτε υἱὸς ὢν τότε οὔτε ἀναγκαίαν τῆς θεραπείας ἔχων αἰτίαν, ἀλλ ̓ ἐλεύθερος καθεστὼς καὶ ἀλλότριος, 15 τῆς φυσικῆς αἰτίας ἀφειμένος, ὅμως οὐ περιεῖδον, ἀλλ ̓ ἐπελοντής ἄκλητος αὐτεπάγγελτος ἧκον, ἐβοήθησα, προσελιπάρησα, ἰασάμην, ἀνέστησα, καὶ τὸν πατέρα ἐμαυτῷ διεφύλαξα, καὶ ὑπὲρ τῆς ἀποκηρύξεως ἀπελογησάμην, καὶ τῇ εὐνοίᾳ τὴν ὀργὴν ἔπαυσα, καὶ τὸν νόμον ἔλυσα τῇ φιλοστοργίᾳ, καὶ μεγάλης εὐεργεσίας τὴν ἐς τὸ 20 γένος ἐπάνοδον ἐπριάμην, καὶ ἐν οὕτως ἐπισφαλεῖ καιρῷ τὴν πρὸς τὸν πατέρα πίστιν ἐπεδειξάμην, καὶ μετὰ τῆς τέχνης ἐμαυτὸν εἶσε ποίησα, καὶ γνήσιος υἱὸς ἐν τοῖς δεινοῖς ἀνεφάνην. πόσα γὰρ οἴεσθε παθεῖν με, πόσα καμεῖν παρόντα ὑπηρετοῦντα καιροφυλακοῦντα, νῦν μὲν εἴκοντα τῇ τοῦ πάθους ἀκμῇ, νῦν δὲ τὴν τέχνην ἐπάγοντα, 25 πρὸς ὀλίγον ἐνδιδόντος τοῦ κακοῦ; ἔστι δὲ τῶν ὄντων ἁπάντων τοῦτο ἐν τῇ ἰατρικῇ τὸ ἐπισφαλέστατον, τοὺς τοιούτους ἰᾶσθαι καὶ πλη σιάζειν οὕτω διακειμένοις· ἐς γὰρ τοὺς πλησίον πολλάκις ἀφιᾶσι τὴν λύτταν, ἐπιζέσαντος τοῦ πάθους. καὶ ὅμως πρὸς οὐδὲν τούτων ἀπώ κνησα οὐδ ̓ ἀπεδειλίασα, συνὼν δὲ καὶ πάντα τρόπον ἀντεξεταζόμενος 30 τῇ νόσῳ τὸ τελευταῖον ἐκράτησα τῷ φαρμάκῳ. μὴ γὰρ τοῦτ ̓ ἀκού- 17 σας εὐθέως ὑπολάβῃ τις, «ποῖος δὲ ἢ πόσος ὁ κάματος ἐγχέαι φάρμακον;» πολλὰ γὰρ πρὸ τούτου γενέσθαι δεῖ, καὶ προοδοποιῆσαι τῇ πόσει, καὶ προπαρασκευάσαι ῥᾴδιον ἐς ἴασιν τὸ σῶμα, καὶ τῆς ἁπάσης ἕξεως φροντίσαι, κενοῦντα καὶ ἰσχναίνοντα, καὶ οἷς χρὴν τρέφοντα, καὶ κινοῦντα ἐς ὅσον χρήσιμον, καὶ ὕπνους ἐπινοοῦντα, καὶ ἠρεμίας μηχανώμενον, ἅπερ οἱ μὲν ἄλλο τι νοσοῦντες ῥᾳδίως πεισθεῖεν ἄν, οἱ μεμηνότες δὲ διὰ τὴν ἐλευθερίαν τοῦ νοῦ δυσάγωγοι

26. τούτων

ΙΙ.

44

« IndietroContinua »