Immagini della pagina
PDF
ePub

.

1

προέχειν, καὶ δὴ ἡπτόμεθα τῶν περὶ κάλλους λόγων. ἔδοξεν οὖν ἡμῖν οὐκ ὀνομαστὶ λέγειν τὸν ἔπαινον τοῦ παιδός (οὐ γὰρ ἂν ἔχειν καλῶς· ἐμβαλεῖν γὰρ ἂν αὐτὸν εἰς πλείω τρυφήν), ἀλλ ̓ οὐδὲ μὴν ὥσπερ ἐκείνους, οὕτως ἀτάκτως, ὅπερ ἕκαστος τύχοι, λέγειν, ἀλλ ̓ ἕκαστον εἰπεῖν ἰδίᾳ ὅσ ̓ ἂν ἀπομνημονεύοι περὶ τοῦ προκειμένου. 6 καὶ δὴ ἀρξάμενος ὁ Φίλων πρῶτος· οὕτωσὶ τὸν λόγον ἐποιεῖτο, ὡς ἔστι δεινὸν εἰ πάντ ̓ ὅσα πράττομεν ἑκάστης ἡμέρας, ὡς περὶ καλῶν ποιούμεθα τὴν σπουδήν, αὐτοῦ δὲ τοῦ κάλλους οὐδένα ποιησόμεθα λόγον, ἀλλ ̓ οὕτω καθεδούμενα σιγῇ, ὥσπερ δεδοικότες μὴ πλάθωμεν ἡμᾶς αὐτούς, ὑπὲρ οὗ σπουδάζομεν τὸν ἅπαντα χρόνον, εἰπόντες. καίτοι ποῦ τις ἂν χρήσαιτο πρεπόντως τοῖς λόγοις, εἰ περὶ τῶν μηδενὸς ἀξίων σπουδάζων, περὶ τοῦ καλλίστου σιγῴη τῶν ὄντων; ἢ πῶς ἂν τὸ ἐν λόγοις καλὸν σώζοιτο μᾶλλον ἢ τῷ πάντα τἆλλα παρέντας περὶ αὐτοῦ λέγειν τοῦ τέλους ἡμᾶς τῶν ἑκάστοτε 15 πραττομένων; ἀλλ ̓ ἵνα μὴ δόξω λέγειν μὲν ὡς χρὴ περὶ τοῦτο διακεῖσθαι εἰδέναι, εἰπεῖν δὲ μηδὲν ἐπίστασθαι περὶ αὐτοῦ, ὡς οἷόν τε βραχέα περί τούτου πειράσομαι διελθεῖν. κάλλους γὰρ δὴ πάντες μὲν ἐπεθύμησαν τυχεῖν, πάνυ δ ̓ ἠξιώθησαν ὀλίγοι τινές. οἱ δὲ ταύτης ἔτυχον τῆς δωρεᾶς, εὐδαιμονέστατοι πάντων ἔδοξαν γεγενῆ 20 σθαι, καὶ πρὸς Θεῶν καὶ πρὸς ἀνθρώπων τὰ εἰκότα τετιμημένοι. τεκμήριον δὲ τῶν γοῦν θεῶν ἐξ ἡρώων γενομένων Ηρακλῆς τέ ἐστιν ὁ Διὸς καὶ Διόσκουροι καὶ ̔Ελένη, ὧν ὃ μὲν ἀνδρίας ἕνεκα ταύτης λέγεται τυχεῖν τῆς τιμῆς, Ελένη δὲ τοῦ κάλλους χάριν αὐτή τε μεταβαλεῖν εἰς Θεὸν καὶ τοῖς Διοσκούροις αἰτία γενέσθαι, πρὶν αὐτὴν 7 εἰς οὐρανὸν ἀνελθεῖν τοῖς ὑπὸ γῆν συνεξητασμένοις. ἀλλὰ μὴν ὅστις ἀνθρώπων ἠξιώθη τοῖς θεοῖς ὁμιλεῖν, οὐκ ἔστιν εὑρεῖν πλὴν ὅσοι μετεσχήκασι κάλλους· Πέλοψ τε γὰρ τούτου χάριν τοῖς θεοῖς ἀμ βροσίας μετέσχε, καὶ Γανυμήδης ὁ τοῦ Δαρδάνου οὕτω κεκρατη κέναι λέγεται τοῦ πάντων ὑπάτου θεῶν ὥστ ̓ αὐτὸν οὐκ ἀνασχέσθαι 30 συμμετασχεῖν αὐτῷ τινὰ τῶν ἄλλων θεῶν τῆς θήρας τῶν παιδικῶν, ἀλλ ̓ αὑτῷ μόνῳ πρέπουσαν ἡγούμενον εἶναι, εἰς Γάργαρον καταπτάντα τῆς Ἴδης, ἀναγαγεῖν ἐκεῖσε τὰ παιδικὰ ὅπου συνέσεσθαι τὸν ἅπαντα ἔμελλε χρόνον. τοσαύτην δ ̓ ἐπιμέλειαν ἀεὶ πεποίηται τῶν καλῶν ὥστ ̓ οὐ μόνον αὐτοὺς ἠξίωσε τῶν οὐρανίων, ἀναγαγὼν 3 ἐκεῖσε, ἀλλὰ καὶ αὐτὸς ἐπὶ γῆς ὅ τι τύχοι γινόμενος συνῆν ἑκάστοτε τοῖς ἐρωμένοις. καὶ τοῦτο μὲν γενόμενος κύκνος συνεγένετο Λήδα, τοῦτο δ ̓ ἐν εἴδει ταύρου τὴν Εὐρώπην ἁρπάζει, εἰκασθείς δ ̓ ̓Αμφιτρύωνι γεννᾷ τὸν Ἡρακλέα. καὶ πολλά τις ἂν ἔχοι λέγειν τεχνάσματα

[ocr errors]

8. δὴ

13. σώζοιτο κάλλιον μᾶλλον *

τῷ om

[ocr errors]

τοῦ Διός, ὅπως ἂν οἷς ἐπεθύμει συγγένοιτο μηχανωμένου. τὸ δὲ 8 δὴ μέγιστον, καὶ οἷον ἂν τις θαυμάσαι, ὁμιλῶν γὰρ τοῖς θεοῖς (οὐ γὰρ ἀνθρώπων γε οὐδέσι, πλὴν εἰ μὴ τοῖς καλοῖς ἐν δ ̓ οὖν τούτοις δημηγορῶν οὕτω πεποίηται σοβαρὸς τῷ κοινῷ τῶν ̔Ελλήνων ποιητῇ καὶ θρασὺς καὶ καταπληκτικός, ὥστ ̓ ἐν μὲν τῇ προτέρᾳ δημηγορίᾳ τὴν Ἥραν, καίτοι πρότερον πάντ ̓ εἰω θυῖαν ἐπιτιμᾶν αὐτῷ, ὅμως δ ̓ αὐτὴν οὕτως ἐφόβησεν ὥστ ̓ ἤρκεσεν αὐτῇ τὸ μηδὲν παθεῖν, ἀλλὰ μέχρι λόγων στῆναι τὴν ὀργὴν τῷ Διί· τοὺς δ ̓ ἅπαν τας θεοὺς ἐν τῇ ὑστέρᾳ πάλιν οὐχ ἧττον κατέστησε φοβηθῆναι, γῆν ἀνασπάσειν αὐτοῖς ἀνδράσι καὶ θάλασσαν ἀπειλήσας. μέλλων 10 δὲ συνέσεσθαι καλοῖς, οὕτω γίνεται πρᾶος καὶ ἥμερος καὶ τοῖς πᾶσιν ἐπιεικὴς ὥστε πρὸς ἅπασι τοῖς ἄλλοις καὶ αὐτὸ τὸ Ζεὺς εἶναι καταλιπών, ὅπως μὴ φαίνοιτο τοῖς παιδικοῖς ἀηδής, ἑτέρου τινὸς ὑποκρίνεται σχῆμα, καὶ τούτου καλλίστου καὶ οἵου τὸν ὁρῶντα προσαγαγέσθαι· τοσοῦτον αἰδοῦς καὶ τιμῆς παρέχεται τῷ κάλλει. καὶ 9 οὐχ ὁ μὲν Ζεὺς οὕτω μόνος ἑάλω τοῦ κάλλους, τῶν δ ̓ ἄλλων οὐδεὶς θεῶν, ἵνα μᾶλλον ἔχειν δοκῇ ταῦτα κατηγορίαν Διός, οὐχ ὑπὲρ τοῦ κάλλους εἰρῆσθαι· ἀλλ ̓ εἴ τις ἀκριβῶς ἐπελήσει σκοπεῖν, πάντας ἂν εὕροι θεοὺς ταὐτὰ πεπονθότας Διί, οἷον τὸν μὲν Ποσειδῶν τοῦ Πέλοπος ἡττημένον, Υακίνθου δὲ τὸν ̓Απόλλω, τὸν Ἑρμῆν δὲ τοῦ 20 Κάδμου. καὶ θεαὶ δ ̓ ἐλάττους οὐκ αἰσχύνονται φαινόμεναι τούτου, 10 ἀλλ ̓ ὥσπερ φιλοτιμίαν αὐταῖς ἔχειν δοκεῖ τὸ τῷ δεῖνι συγγενομένην καλῷ διηγεῖσθαι παρεσχῆσθαι τοῖς ἀνθρώποις. ἔτι δὲ τῶν μὲν ἄλλων ἁπάντων ἑκάστη προστάτις οὖσα οὐχ ἑτέρᾳ ἀμφισβητεῖ περὶ ὧν ἄρχει, ἀλλ ̓ Αθηνᾶ μὲν τοῖς ἀνθρώποις ἡγουμένη τὰ ἐς πολέμους2 πρὸς ̓́Αρτεμιν οὐ διαμάχεται περὶ πήρας, ὡς δ ̓ αὕτως ̓Αθηνᾷ κά κείνη παραχωρεῖ τῶν πολεμικῶν, τῶν δὲ γάμων Ἥρᾳ Αφροδίτη, οὐδ ̓ αὐτὴ πρὸς αὐτῆς ἐνοχλουμένη περὶ ὧν ἐφορεύει· ἑκάστη δ ̓ ἐπὶ κάλλει τοσοῦτον φρονεῖ καὶ πάσας ὑπερβάλλεσθαι δοκεῖ, ὥστε καὶ ἡ Ἔρις αὐτὰς ἀλλήλαις ἐκπολεμῶσαι βουλομένη οὐδὲν ἄλλο προστ0 βαλεν αὐταῖς ἢ κάλλος, οὕτως οἰομένη ῥᾳδίως ὅπερ ἤθελε καταστή σειν, ὀρθῶς καὶ φρονίμως τοῦτο λογιζομένη. σκέψαιτο δ ̓ ἄν τις ἐντεῦθεν τὴν τοῦ κάλλους περιουσίαν· ὡς γὰρ ἐλάβοντο του μήλου καὶ τὴν ἐπιγραφὴν ἀνελέξαντο, ἑκάστης αὐτῆς ὑπολαβούσης εἶναι τὸ μῆλον, μηδεμιᾶς δὲ τολμώσης τὴν ψῆφον και ̓ αὐτῆς ἐνεγκεῖν 30 ὡς ἄρ ̓ αἰσχροτέρα τῆς ἑτέρας εἴη τὴν ὄψιν, ἀνέρχονται παρὰ τὸν τῶν μὲν πατέρα τῆς δ ̓ ἀδελφόν τε καὶ σύνοικον Δία, ἐπιτρέψουσαι τὴν δίκην αὐτῷ. ἔχων δὲ καὶ αὐτὸς ἥτις ἐστὶν ἀποφήνασθαι καλ

[blocks in formation]
[ocr errors]

λίστη, καὶ πολλῶν ἀνδρείων ὄντων καὶ σοφῶν καὶ φρονίμων ἔν τε Ελλάδι καὶ τῇ βαρβάρω, ἃ δ ̓ ἐπιτρέπει τὴν κρίσιν Πάριδι τῷ Πριάμου, ψῆφον ἐναργῆ καὶ καθαρὰν ἐξενεγκὼν ὅτι καὶ φρονήσεως 11 καὶ σοφίας καὶ ῥώμης ὑπερέχει το κάλλος. τοσαύτην δ' ἐπιμέλειαν κ ἀεὶ πεποίηνται καὶ σπουδὴν ἀκούειν εἶναι καλαί, ὥστε καὶ τὸν ἡρώων τε κοσμήτορα καὶ θεῶν ποιητὴν οὐκ ἄλλοθέν ποθεν ἢ παρὰ τοῦ κάλλους πεπείκασιν ὀνομάζειν. ἥδιον ἂν οὖν ἀκούσαι λευκώλενος ἡ Ἥρα ἢ πρέσβα θεά θυγάτηρ μεγάλου Κρόνου Αθηνᾶ δ ̓ οὐκ ἂν βουληθείη τριτογένεια πρὸ τοῦ γλαυκῶπις καλεῖσθαι, ̓Αφροδίτη 10τε τιμήσαιτ ̓ ἂν τοῦ παντὸς καλεῖσθαι χρυσῆ· ἅπερ ἅπαντ ̓ εἰς 12 κάλλος τείνει, καίτοι ταῦτ ̓ οὐ μόνον ἀπόδειξιν ἔχει πῶς οἱ κρείτ τους ἔχουσι περὶ τοῦτο, ἀλλὰ καὶ μαρτύριόν ἐστιν ἀψευδὲς τοῦ κρεῖττον εἶναι πάντων τῶν ἄλλων. οὐκοῦν ̓Αθηνᾶ μὲν ἀνδρίας ἅμα καὶ φρονήσεως προέχειν ἐπιψηφίζει (ἀμφοτέρων γὰρ προΐστατο τού45 των), Ἥρα δ ̓ ἁπάσης ἀρχῆς καὶ δυναστείας αἱρετώτερον ἀποφαίνει, συνηγοροῦντ ̓ αὐτῇ καὶ τὸν Δία παραλαβοῦσα. εἰ τοίνυν οὕτω μὲν θεῖον καὶ σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ περισπούδαστον τοῖς θεοῖς, πῶς ἂν ἡμῖν ἔχοι καλῶς μὴ καὶ αὐτοὺς μιμουμένους τοὺς Θεοὺς ἔργῳ τε καὶ λόγῳ πᾶν ὅ τι ἔχομεν συναίρεσθαι τῷ κάλλει; 13 ταῦτα μὲν ὁ Φίλων περὶ τοῦ κάλλους εἶπεν, ἐπιθεὶς τοῦτο τῇ τελευτῇ ὡς καὶ πλείω δ ̓ ἂν τούτων εἰρήκει, εἰ μὴ τὸ μακρολογεῖν ἠπίστατο τῶν ἀδοκίμων ἐν συμποσίῳ. μετ ̓ ἐκεῖνον δ ̓ εὐθὺς ̓Αρίστιπ πος ἥπτετο τῶν λόγων, πολλὰ πρότερον παρακληθεὶς ὑπ ̓ ̓Ανδροκλέους· οὐ γὰρ ἐβούλετο λέγειν, τὸ μετὰ Φίλωνα εὐλαβούμενος λέγειν. 25 ἤρξατο δὲ ἐντεῦθεν.

14 πολλοὶ πολλάκις ἄνθρωποι τὸ περὶ τῶν βελτίστων καὶ ἡμῖν συμφερόντων ἀφέντες λέγειν, ἐφ ̓ ἑτέρας τινὰς ὥρμησαν ὑποθέσεις, ἀφ ̓ ὧν αὑτοῖς μὲν δοκοῦσι δόξαν προσάγειν, τοῖς δ ̓ ἀκροαταῖς τοὺς λόγους οὐδὲν λυσιτελοῦντας ποιοῦνται, καὶ διεληλύθασιν οἱ μὲν περὶ 30 τῶν ὄντων ἐρίζοντες ἀλλήλοις, οἳ δὲ διηγούμενοι τὰ οὐκ ὄντα, ἕτεροι δὲ περὶ τῶν οὐδαμῶς ἀναγκαίων λογοποιοῦντες, οὓς ἐχρῆν ταῦτα πάντα καταλιπόντας ὅπως τι βέλτιον τύχωσιν εἰπόντες σκοπεῖν· οὓς νῦν ἐγὼ περὶ τῶν ὄντων οὐδὲν ὑγιὲς ἐγνωκέναι νομίζων, ἄλλως τε καὶ τὸ τινῶν ἄγνοιαν τῶν βελτίστων κατηγοροῦντα τοῖς αὐτοῖς περι35 πίπτειν τῶν εὐηθεστέρων οἰόμενος εἶναι πάντῃ, τὴν αὐτὴν λυσιτε λεστάτην καὶ καλλίστην τοῖς ἀκούουσιν ὑπόθεσιν ποιήσομαι τῶν 15 λόγων, καὶ ἣν πᾶς ὁστισοῦν ἂν φαίη κάλλιστ ̓ ἂν ἔχειν ἀκούειν. εἰ

30. τῶν αὐτῶν * καλλίστην. εἰ *

33. τῶν πάντων ? * 34. ἀγνοίας *

37. ἀκούειν

3

μὲν οὖν περί τινος ἑτέρου τοὺς λόγους ἐποιούμεθα νῦν, ἀλλὰ μὴ περὶ κάλλους, ἤρκεσεν ἂν ἡμῖν ἀκούσασιν ἑνὸς εἰπόντος ἀπηλλάχθαι περὶ αὐτοῦ· τοῦτο δ ̓ ἄρα τοσαύτην ἀφθονίαν παρέχεται τοῖς βουλομένοις ἅπτεσθαι τῶν περὶ τούτου λόγων, ὥστ ̓ οὐκ εἰ μὴ κατ ̓ ἀξίαν τις ἐφίκοιτο τῷ λόγῳ, νομίζειν δυστυχεῖν, ἀλλ ̓ ἢν πρὸς πολλοῖς ἄλε 5 λοις κἀκεῖνός τι δυνηθῇ συμβαλέσθαι πρὸς τοὺς ἐπαίνους, τῆς ἀμεί νονος οἴεσθαι πειρᾶσθαι τύχης. τὸ γὰρ οὕτω μὲν περιφανῶς ὑπὸ τῶν κρειττόνων τετιμημένον, οὕτω δὲ τοῖς ἀνθρώποις θεῖον καὶ περισπούδαστον, πᾶσι δὲ τοῖς οὖσιν οἰκειότατον κόσμον, καὶ οἷς μὲν ἂν παρῇ παρὰ πάντων σπουδαζομένων, ὧν δ ̓ ἀφίσταται μισουμένων και 10 οὐδὲ προσβλέπειν ἀξιουμένων, τίς ἂν εἴη τοσοῦτον λόγων μετεσχηκώς ὥστ ̓ ἐπαινέσαι πρὸς ἀξίαν ἀρκέσαι; οὐ μὴν ἀλλ ̓ ἐπειδήπερ οὕτω πολλῶν αὐτῷ δεῖ τῶν ἐπαινεσόντων· ὥστε μόλις ἂν τῆς ἀξίας τυχεῖν, οὐδὲν ἀπεικὸς καὶ ἡμᾶς ἐγχειρεῖν τι λέγειν περὶ αὐτοῦ, μέλλοντάς γε μετὰ Φίλωνα ποιεῖσθαι τοὺς λόγους. οὕτω δὴ σεμνότατον καὶ θειότατον 15 τῶν ὄντων ἐστὶν ὥστε, ἵν ̓ ὅσα θεοὶ καλοὺς τετιμήκασι παραλείπω, ἀλλ ̓ οὖν ἐν τοῖς ἄνω χρόνοις ἐκ Διὸς ̔Ελένη γενομένη οὕτως ἐπαυ-16 μάσθη παρὰ πᾶσιν ἀνθρώποις, ὥστ ̓ ἔτι τῆς ἡλικίας οὖσαν ἐντὸς κατά τινα χρείαν ἐν Πελοποννήσῳ γενόμενος ὁ Θησεὺς οὕτω τῆς ὥρας ἰδὼν ἠγάσθη, ὥστ ̓ οὔσης αὐτῷ καὶ βασιλείας ἀσφαλεστάτης 20 καὶ δόξης οὐ τῆς τυχούσης ὅμως οὐκ ᾤετο βιωτόν αὑτῷ ταύτης ἐστερημένῳ, παρελθεῖν δ ̓ ἂν πάντας εὐδαιμονίᾳ εἰ ταύτην αὐτῷ γένοιτο συνοικεῖν. οὕτω δὲ διανοηθείς, τὸ μὲν παρὰ τοῦ πατρὸς λαβεῖν ἀπειπών (μὴ γὰρ ἂν αὐτὴν αὐτὸν ἐκδοῦναι μήπω ἡλικίας ἡμμένην), τὴν δ ̓ ἀρχὴν ὑπερφρονήσας ἐκείνου καὶ παριδών, ὀλιγωρή-5 σας δὲ καὶ τῶν ἐν Πελοποννήσῳ πάντων δεινῶν, κοινωνοῦντ ̓ αὐτῷ τῆς ἁρπαγῆς καὶ Πειρίθουν παραλαβών, βίᾳ λαβὼν αὐτὴν τοῦ πατρὸς εἰς ̓́Αφιδναν ἐκόμισε τῆς ̓Αττικῆς· καὶ τοσαύτην ἔσχε χάριν αὐτῷ τῆς συμμαχίας ταυτησὶ ὥστ ̓ οὕτως ἐφίλησε τὸν ἅπαντα χρόνον ὥστε καὶ τοῖς ἐπιγενομένοις παράδειγμα γενέσθαι τὴν Θη-30 σέως καὶ Πειρίθου φιλίαν. ἐπειδὴ δὲ ἔδει κἀκεῖνον ἐν Αδου γενέσθαι τὴν Δήμητρος μνηστευσόμενον κόρην, ἐπειδὴ πολλὰ παραινῶν οὐκ ἠδυνήθη ταύτης αὐτὸν τῆς πείρας ἀποσχέσθαι καταπεῖσαι, συνηκολούθησεν αὐτῷ, ταύτην πρέπουσαν οἰόμενος αὐτῷ καταθήσειν τὴν χάριν, περὶ τῆς ψυχῆς ὑπὲρ αὐτοῦ κινδυνεῦσαι. ἐπανελθοῦσαν 17 δ ̓ εἰς Ἄργος αὖθις ἀποδημοῦντος αὐτοῦ, ἐπειδὴ καθ ̓ ὥραν ἦν γάμων, καίτοι γε ἔχοντες καλάς τε καὶ εὖ γεγονυίας ἐκ τῆς ̔Ελλάδος σφίσιν αὐτοῖς ἄγεσθαι γυναῖκας οἱ τῆς ̔Ελλάδος βασιλεῖς, οἳ δὲ

22. ἂν om

1

"

συνελθόντες ἐμνηστεύοντο ταύτην, τὰς ἄλλας ἁπάσας ὑπεριδόντες ὡς φαυλοτέρας. γνόντες δ ̓ ὅτι περιμάχητος ἔσται, καὶ δείσαντες μὴ πόλεμος γένηται τῇ ̔Ελλάδι μαχομένων πρὸς ἀλλήλους, όμωμόκασιν ὅρκον τουτονί ψήφῳ κοινῇ, ἦ μὴν ἐπικουρήσειν τῷ ταύτης κ ἀξιωθέντι, μηδ ̓ ἐπιτρέψειν ἤν τις ἀδικεῖν ἐγχειρῇ, ἕκαστος οἰόμενος ταύτην αὑτῷ τὴν συμμαχίαν παρασκευάζειν. τῆς μὲν οὖν ἰδίας γνώμης ἀπέτυχον πάντες πλὴν Μενελάου, τῆς κοινῆς δ' ἐπειράθη σαν αὐτίκα. οὐ πολλῷ γὰρ ὕστερον ἔριδος γενομένης ταῖς θεαῖς περὶ κάλλους, ἐπιτρέπουσι τὴν κρίσιν Πάριδι τῷ Πριάμου· ὃ δὲ τῶν 10 μὲν σωμάτων τῶν θεῶν ἡττηθείς, τῶν δωρεῶν δὲ ἀναγκασθείς γε νέσθαι κριτής, καὶ διδούσης Ηρας μὲν τὴν τῆς ̓Ασίας ἀρχήν, τὸ δ ̓ ἐν πολέμοις Αθηνᾶς κράτος, Αφροδίτης δὲ τὸν τῆς ̔Ελένης γάμον, καὶ φαύλοις μὲν ἀνθρώποις γενέσθαι ἄν ποτε νομίσας οὐκ ἐλάττω βασιλείαν, Ελένης δ ̓ οὐδένα τῶν ἐπιγινομένων ἀξιωθῆναι, 18 προείλετο τὸν ταύτης γάμον. γενομένης δὲ τῆς ὑμνουμένης ἐκείνης στρατείας κατὰ τῶν Τρώων, καὶ τῆς Εὐρώπης τότε πρῶτον κατὰ τῆς ̓Ασίας ἐλθούσης, ἔχοντες οἵ τε Τρῶες, ἀποδόντες τὴν ̔Ελένην, ἀδεῶς οἰκεῖν τὴν αὑτῶν, οἵ τ ̓ Ἕλληνες, ταύτην αὐτοὺς ἐάσαντες ἔχειν, ἀπαλλάττεσθαι τῶν ἐκ πολέμου καὶ στρατείας δυσχερῶν, οἱ 20 δ ̓ οὐκ ἠβουλήθησαν ἀμφότεροι, οὐκ ἄν ποτε νομίσαντες εὑρεῖν ἀφορμὴν καλλίω πολέμου, περὶ ἧς ἀποθανοῦνται. καὶ θεοὶ δὲ τοὺς αὑτῶν παῖδας σαφῶς εἰδότες ἀπολουμένους ἐν τῷ πολέμῳ οὐκ ἀπέ τρεψαν μᾶλλον, ἀλλ ̓ ἐνήγαγον εἰς τοῦτο, οὐκ ἐλάττω δόξαν αὐτοῖς οἰόμενοι φέρειν τοῦ θεῶν παῖδας γενέσθαι τὸ μαχομένους ὑπὲρ Ελέ25 νης ἀποθανεῖν. καὶ τί λέγω τοὺς αὐτῶν παῖδας; αὐτοὶ πρὸς αὑτοὺς μείζω καὶ δεινότερον ἐνεστήσαντο τοῦ πρὸς Γίγαντας αὐτοῖς γενομέ νου πολέμου· ἐν ἐκείνῳ μὲν γὰρ μετ ̓ ἀλλήλων, ἐνταῦθα δὲ ἐμάχοντο πρὸς ἀλλήλους. οὗ τί γένοιτ ̓ ἂν ἐναργέστερον δεῖγμα, ὅσῳ τῶν ἀνθρωπίνων ἁπάντων ὑπερέχει τὸ κάλλος παρ ̓ ἀθανάτοις κρικταῖς; ὅταν γὰρ ὑπὲρ μὲν τῶν ἄλλων οὐδενὸς ἁπάντων οὐδαμοῦ τὸ παράπαν φαίνωνται διενεχθέντες, ὑπὲρ δὲ κάλλους οὐ μόνον τοὺς υἱοὺς ἐπιδεδωκότες ἀλλ ̓ ἤδη καὶ ἀλλήλοις ἐναντία πεπολεμηκότες, ἔνιοι δὲ καὶ τρωθέντες, πῶς οὐχ ἁπάσαις ψήφοις προτιμῶσιν ἁπάν των τὸ κάλλος;

19 ἀλλ ̓ ἵνα μὴ δόξωμεν ἀπορίᾳ τῶν περὶ κάλλους λόγων περὶ ταὐτὰ διατρίβειν ἀεί, ἐφ ̓ ἕτερον βούλομαι μεταβῆναι οὐδαμῶς ἔλαττον ὄν, ὥστε δεῖξαι τὴν τοῦ κάλλους ἀξίαν, τῶν πρότερον εἰρημένων, τὴν ̓Αρκάδος Ιπποδάμειαν Οἰνομάου, ὅσους τοῦ ταύτης κάλλους ἁλόν τας μᾶλλον αἱρουμένους ἀπέφηνεν ἀποθνήσκειν ἢ ταύτης διωκισμέ 40 νους τὸν ἥλιον προσορᾶν. ὡς γὰρ ἐλάβετο τῆς ἡλικίας ἡ παῖς, καὶ

« IndietroContinua »