Immagini della pagina
PDF
ePub

τὰς ἄλλας ὁ πατὴρ οὐκ ὀλίγῳ τῷ μέσῳ παρενεγκοῦσαν ἑώρα, τῆς μὲν ὥρας αὐτῆς ἁλούς (τοσοῦτον γὰρ αὐτῇ περιῆν ὥστε καὶ τὸν γεγεννηκός ̓ ὑπηγάγετο παρὰ φύσιν) καὶ διὰ τοῦτ ̓ ἀξιῶν αὐτὴν ἔχειν παρ' ἑαυτῷ, βούλεσθαι δ ̓ ἐκδιδόναι πλαττόμενος αὐτὴν τῷ ταύτης ἀξίῳ, τὰς παρ ̓ ἀνθρώπων φεύγων αἰτίας μηχανήν τινα μη-5 χανᾶται τῆς ἐπιθυμίας ἀδικωτέραν, καὶ ἣν ᾤετο ῥᾳδίως ὅπερ ἐβούλετο καταστήσειν. ὑπὸ γὰρ ἅρματι, ὡς οἷόν τε μάλιστα ἦν εἰς τάχος ὑπὸ τῆς τέχνης ἐξειργασμένῳ, τοὺς ἐν ̓Αρκαδίᾳ ζεύξας ἐν τῷ τότε ταχίστους ἵππους ἡμιλλᾶτο πρὸς τοὺς μνηστήρας τῆς κόρης παρελθόντας, ἆθλον τῆς νίκης αὐτοῖς αὐτὴν προτιθείς, ἢ στέρεσθαι 10 τῆς κεφαλῆς ἡττηθέντας. καὶ ἠξίου δ ̓ αὐτὴν αὐτοῖς συναναβαίνειν τὸ ἅρμα, ὅπως ἀπασχολούμενοι περὶ ταύτην ἀμελοῖεν τῆς ἱππικῆς. οἳ δ ̓ ἀποτυχόντος τοῦ πρώτως ἁψαμένου τοῦ δρόμου, καὶ τῆς κόρης ἐκπεσόντος μετὰ τοῦ ζῆν, τὸ μὲν ἀποκνῆσαι πρὸς τὸν ἀγῶνα ἢ μεταθεῖναί τι τῶν βεβουλευμένων μειρακιώδες εἶναι ὑπολαβόντες, τὴν δ ̓ ὠμότητα μισήσαντες Οινομάου, ἄλλος ἄλλον ἔφθανεν ἀποθνήσκων, ὥσπερ δεδοικώς μὴ τοῦ τεθνάναι περὶ τῆς κόρης ἁμάρτη. καὶ προῆλθέ γε μέχρι τρισκαίδεκα νέων ὁ φόνος. Θεοὶ δ ̓ ἐκεῖνον τῆς πονηρίας μισήσαντες ταυτησί, τούς τε τεθνεῶτας ἅμα καὶ τὴν κόρην ἐλεοῦντες, τοὺς μὲν ὅτι κτήματος ἀπεστέρηνται τοιούτου, την κόρην 20 δ ̓ ὅτι τῆς ὥρας οὐ κατὰ καιρὸν ἀπολαύοι, κηδόμενοί τε τοῦ νέου ὅστις ἔμελλε (Πέλοψ δ ̓ ἦν οὗτος) ἀγωνιεῖσθαι, ἅρμα τε χαρίζονται τούτῳ κάλλιον τέχνης πεποιημένον ἵππους τε ἀθανάτους, δι ̓ ὧν ἔμελλε τῆς κόρης κύριος εἶναι. καὶ γέγονέ γε, τὸν κηδεστὴν ἐπὶ τέρμασι τῆς νίκης ἀπεκτονώς. οὕτω τὸ τοῦ κάλλους χρῆμα ἀνθρώ-20 ποις τε θεῖον εἶναι δοκεῖ καὶ τιμώμενον τῶν πάντων, καὶ θεοῖς ἐσπούδασται πολλαχόσε. διὸ δὴ καὶ ἡμῖν οὐκ ἂν ἔχοι τις μέμφεσθαι δικαίως, προύργου λογισαμένοις τὸ ταῦτα περὶ κάλλους διεξελθεῖν. οὕτω μὲν δὴ καὶ ̓Αρίστιππος διῆλθε τὸν λόγον.

ΕΡΜ. σὺ δὲ λοιπὸς εἶ, Χαρίδημε. ὅπως δ ̓ ὥσπερ κορωνίδα 21 τῶν τοῦ κάλλους καλῶν ἐπιθήσεις τὸν λόγον.

[ocr errors]

ΧΑΡ. μηδαμῶς, ὦ πρὸς θεῶν, περαιτέρω προελθεῖν με βιάση (ἱκανὰ γὰρ δηλῶσαι τὴν συνουσίαν καὶ τὰ νῦν εἰρημένα), ἄλλως τ ̓ οὐδ ̓ ὅσα περ εἶπον ἀπομνημονεύοντα· ῥᾷον γὰρ ἄν τις μνημο νεύοι τῶν ἑτέροις εἰρημένων ἢ τῶν αὑτῷ.

ΕΡΜ. ταῦτα μὲν δή ἐστιν ὧν ἐξ ἀρχῆς ἐπεθυμοῦμεν ἐπιτυχεῖν· οὐ γὰρ δὴ τοσοῦτον ἡμῖν τῶν λόγων ἐκείνων ὅσον ἐμέλησε τῶν σῶν

1. οὐ πολλῷ

σχολούμενοι *

9. κόρης, ἆθλον τῆς νίκης παρελθόντας *
31. ἐπιθήσῃ *

12. απο

35

22

ἀκοῦσαι, ὥστ ̓ ἢν τούτων ἀποστερήσῃς, κἀκεῖνα μάτην ἔσῃ πεπονηκώς. ἀλλὰ πρὸς Ἑρμοῦ τὸν ἅπαντα λόγον, ὥσπερ ὑπέστης ἐξ ἀρχῆς, ἀπόδος.

ΧΑΡ. βέλτιον μὲν ἦν τούτοις ἀπαλλάττειν με τῶν δυσχερῶν Βἀγαπῶντα· ἐπεὶ δ ̓ οὕτω προθυμῇ καὶ τῶν ἡμετέρων ἀκοῦσαι λόγων, καὶ τοὺς ὑπηρετεῖν ἀνάγκη, ὧδε τοίνυν καὶ αὐτὸς ἐποιησάμην τὸν λόγον. κα

εἰ μὲν πρῶτος αὐτὸς ἦρχον περὶ τοῦ κάλλους λέγειν, προοιμίων ἂν ἐδεόμην συχνῶν· ἐπεὶ δ ̓ ἐπὶ πολλοῖς ἔρχομαι τοῖς πρότερον εἰρη 10 κόσιν ἐρῶν, οὐδὲν ἀπεικὸς τοῖς ἐκείνων κεχρημένον ὡς προοιμίοις ἐπιφέρειν ἑξῆς τὸν λόγον, ἄλλως τ ̓ οὐδ ̓ ἑτέρωσε τῶν λόγων γινομένων ἀλλ ̓ ἐνταῦθα καὶ τῆς αὐτῆς ἡμέρας, ὥστ ̓ ἐνεῖναι καὶ τοὺς παρόντας λαβεῖν ὡς ἄρ ̓ οὐχ ἕκαστος ἰδίᾳ λογοποιοῦσιν, ἀλλὰ τὸν αὐτὸν ἕκαστος ἐπὶ μέρους διεξέρχονται λόγον. ἑτέρῳ μὲν οὖν ἤρκει 15 γ ̓ ἂν εἰς εὐφημίαν ἅπερ ὑμῶν ἕκαστος ἔτυχεν εἰπὼν περὶ τοῦ κάλ λους ἰδίᾳ· τούτῳ δὲ τοσοῦτον περίεστιν ὥστε καὶ τοῖς ἐπιγινομένοις, ἔξω τῶν νῦν εἰρημένων, οὐ δεῖν ἐπαίνων τῶν εἰς αὐτό. πλεῖστα γὰρ πολλαχόθεν, αὐτὰ πρῶτα δεῖν λέγειν ἕκαστα δόξαν, παρίστησιν, ὥσπερ ἀνθέων εὐτυχοῦντι λειμῶνι ἀεὶ τῶν φαινομένων ἄρτι προσαγο20 μένων τοὺς δρεπομένους. ἐγὼ δ ̓ ἐκ πάντων ἐκλέξας ὅσα μοι δοκεῖ μὴ βέλτιον εἶναι παραλιπεῖν, λέξω διὰ βραχέων, ὅπως τῷ τε κάλλει τὰ γινόμενα ἀποδώσω, ὑμῖν τε τὸ μακρολογεῖν παραλιπὼν δράσω 23 κεχαρισμένα. τοῖς μὲν οὖν ἢ δι ̓ ἀνδρίαν ἢ καθ ̓ ἑτέραν τινὰ τῶν ἀρετῶν ἡμῶν προέχειν δοκοῦσιν, ἢν μὴ τῷ καθ ̓ ἡμέραν ποιεῖν εὖ 2; ἀναγκάζωσιν ἡμᾶς εἶ αὐτοῖς διακεῖσθαι, βασκαίνομεν μᾶλλον, ἐξ ὧν τ ̓ ἂν οὐ καλῶς αὐτοῖς τὰ πράγματα πραττόμενα σχοίη ̇ καλοῖς δ ̓ οὐ μόνον οὐ φθονοῦμεν τῆς ὥρας, ἀλλ ̓ εὐθύς τε ἰδόντες ἁλισκόμεθα ὑπεραγαπῶμέν τε, οὐδ ̓ ἀποκνοῦμεν ὥσπερ κρείττοσιν, ὅσον ἂν ἡμῖν ἐξῇ, δουλεύοντες αὐτοῖς. ἥδιον ἂν οὖν ὑπακούσαι τις ὥρας 30 εὐτυχηκότι η προστάξειε τῷ μὴ τοιούτῳ, καὶ πλείω χάριν ἂν εἰδείη 24 τῷ πολλὰ προστάττοντι μᾶλλον ἢ τῷ μηδ' ὁτιοῦν ἐπαγγέλλοντι. καὶ τῶν μὲν ἄλλων ἀγαθῶν, ὧν ἂν ἐνδεεῖς ὦμεν, οὐ περαιτέρω σπουδά ζομεν τοῦ τυχεῖν· κάλλους δ ̓ ἡμῖν οὐδεὶς οὐδὲ πώποτε γέγονε κόρος, ἀλλ ̓ ἐάν τε τὸν ̓Αγλαΐης τὸν εἰς Ἴλιόν ποτε συναναβάντα τοῖς 35' Αχαιοῖς, ἐάν τ' Υάκινθον τὸν καλὸν ἢ τὸν Λακεδαιμόνιον Νάρκισσον κάλλει νικῶμεν, οὐκ ἀρκεῖν ἡμῖν δοκοῦμεν, ἀλλὰ δεδοίκαμεν 25 μὴ λάθωμεν τοῖς ἐπιγινομένοις ἂν καταλιπόντες ὑπερβολήν. σχεδὸν δ ̓, ὡς εἰπεῖν, πάντων τῶν ἐν ἀνθρώποις πραγμάτων ὥσπερ κοινὸν

ων

[blocks in formation]

παράδειγμα τὸ κάλλος ἐστίν, καὶ οὔτε στρατηγοῖς εἰς κάλλος ἠμέληται τὰ στρατεύματα συντάσσειν οὔτε ῥήτορσι τοὺς λόγους συντιθέ ναι, οὔτε μὴν γραφεῦσι τὰς εἰκόνας γεγραφέναι. ἀλλὰ τί ταῦτα λέγω ὧν τὸ κάλλος τέλος ἐστίν; ὧν γὰρ εἰς χρείαν ἥκομεν ἀναγκαίως, οὐκ ἐλλείπομεν οὐδὲν σπουδῆς εἰς ὅσον ἔξεστι κάλλιστα κατασκευά-5 ζειν. τῷ τε γὰρ Μενέλεω οὐ τοσοῦτον ἐμέλησε τῆς χρείας τῶν οἴκων ἢ ὅσον τοὺς εἰσερχομένους ἐκπλήττειν· καὶ διὰ τοῦ οὕτω πολυτελεστάτους ἅμα κατεσκεύασε καὶ καλλίστους. καὶ τῆς γνώμης οὐχ ἥμαρτεν· ὁ γὰρ ̓ Οδυσσέως οὕτως ἀγασθῆναι λέγεται τούτους, κατὰ πύστιν τοῦ πατρὸς εἰς αὐτὸν ἀφιγμένος, ὥστ ̓ εἰπεῖν Πει-10 σιστράτῳ τῷ Νεστορίδη «Ζηνός που τοιήδε γ' Ολυμπίου ἔνδοθεν αὐλή.»· αὐτός τ ̓ ὁ τοῦ μειρακίου πατὴρ οὐκ ἄλλου του χάριν μιλο τοπαρήους ἦγε τὰς ναῦς, συστρατευόμενος τοῖς Ἕλλησιν ἐπὶ Τροίαν, ἢ ὅπως τοὺς ὁρῶντας ἐκπλήττειν ἔχῃ. καὶ σχεδὸν εἴ τις ἑκάστην ἐξετάζειν βούλεται τῶν τεχνῶν, εὑρήσει πάσας ἐς τὸ κάλλος ὁρώσας 15 καὶ τούτου τυγχάνειν τοῦ παντός τιθεμένας. τοσοῦτον δὲ τὸ κάλλος 26 τῶν ἄλλων ἁπάντων ὑπερέχειν δοκεῖ ὥστε τῶν μὲν ἢ δικαιοσύνης ἢ σοφίας ἢ ἀνδρείας μετεχόντων πολλά τις ἂν εὕροι τιμώμενα μᾶλλον, τῶν δὲ ταύτης τῆς ἰδέας κεκοινωνηκότων βέλτιον ἔστιν εὑρεῖν οὐδέν, ὥσπερ δὴ καὶ τῶν μὴ μετεσχηκότων ἀτιμότερον· οὐδέν· 20 μόνους γοῦν τοὺς μὴ καλοὺς ὀνομάζομεν αἰσχρούς, ὡς οὐδὲν ἂν εἴ τί τις ἔχων τύχοι πλεονέκτημα τῶν ἄλλων, κάλλους ἐστερημένος. τοὺς μὲν οὖν ἢ δημοκρατουμένοις τὰ κοινὰ διοικοῦντας ἢ τυράννοις 27 ὑποτεταγμένους, τοὺς μὲν δημαγωγούς τοὺς δὲ κόλακας καλοῦμεν· μόνους δὲ τοὺς ὑπὸ ταύτῃ τῇ δυνάμει γενομένους θαυμάζομέν τε, 25 φιλοπόνους τε καὶ φιλοκάλους ὀνομάζομεν, καὶ κοινοὺς νομίζομεν εὐεργέτας τοὺς τῶν καλῶν ἐπιμελητάς. ὅτε τοίνυν οὕτω μέν σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ τοῖς πᾶσιν ἐν εὐχῆς μέρει τυχεῖν, κέρδος τε νομίζουσι τὸ τούτῳ τι διακονῆσαι δυνηθῆναι, πῶς ἡμᾶς εἰκότως οὐκ ἄν τις ἐμέμψατο εἰ τοσοῦτον ἔχοντες κέρδος κερδαίνειν ἔπειθ ̓ ἑκοντι 30 προϊέμεθα, μηδ' αὐτὸ τοῦτο αἰσθέσθαι δυνηθέντες, ὅτι ζημιού μέσα;

[ocr errors]

τοσοῦτον μὲν δὴ κἀγὼ τὸν λόγον ἐποιησάμην, πολλὰ τῶν ἐνόν-23 των μοι περί κάλλους εἰπεῖν ἀφελών, ἐπειδὴ τὴν συνουσίαν ἐπὶ πολὺ παρατεινομένην ἑώρων.

ΕΡΜ. εὐδαίμονές γε οἳ τοιαύτης ἀπολελαύκατε τῆς συνουσίας. σχεδὸν δ ̓ ἤδη κἀγὼ οὐδὲν ἔλαττον ὑμῶν ἔσχηκα διὰ σέ.

35

180

5

ΕΙΚΟΝΕΣ.

ΛΥΚΙΝΟΣ: Αλλ' ή τοιοῦτόν τι ἄρα ἔπασχον οἱ τὴν Γοργὼ ἰδόν τες, οἷον ἐγὼ ἔναγχος ἔπαθον ὦ Πολύστρατε παγκάλην τινὰ γυναῖκα ἰδών· αὐτὸ γὰρ τὸ τοῦ μύθου ἐκεῖνο, μικροῦ δέω λίθος ἐξ ἀνθρώ που σοι γεγονέναι, πεπηγὼς ὑπὸ τοῦ θαύματος.

ΠΟΛΥΣΤΡΑΤΟΣ. Ηράκλεις, ὑπερφυές τι τὸ θέαμα φὴς καὶ δεινῶς βίαιον, εἴ γε καὶ Λυκῖνον ἐξέπληξε γυνή τις οὖσα. σὺ γὰρ ὑπὸ μὲν τῶν μειρακίων καὶ πάνυ ῥᾳδίως αὐτὸ πάσχεις, ὥστε πᾶττον ἄν τις ὅλον τὸν Σίπυλον μετακινήσειεν ἢ σὲ τῶν καλῶν ἀπάγοι μὴ οὐχὶ παρεστάναι αὐτοῖς κεχηνότα καὶ ἐπιδακρύοντά γε πολλάκις, ὥσπερ 10 ἐκείνην αὐτὴν τὴν τοῦ Ταντάλου. ἀτὰρ εἰπέ μοι, τίς ἡ λιποποιὸς αὕτη Μέδουσα ἡμῖν ἐστί, καὶ πόθεν; ὡς καὶ ἡμεῖς ἴδοιμεν· οὐ γὰρ ἄν, οἶμαι, φθονήσαις ἡμῖν τῆς νέας, οὐδὲ ζηλοτυπήσαις εἰ μέλλοιμεν πλησίον που καὶ αὐτοὶ παραπεπηγέναι σοι ἰδόντες.

ΛΥΚ. καὶ μὴν εὖ εἰδέναι χρή σε ὡς κἂν ἐκ περιωπῆς μόνον 15ἀπίδης ἐς αὐτήν, ἀχανῆ σε καὶ τῶν ἀνδριάντων ἀκινητότερον ἀποφανεῖ. καίτοι τοῦτο μὲν ἴσως εἰρηνικώτερόν ἐστι, καὶ τὸ τραῦμα ἧττον καίριον, εἰ αὐτὸς ἴδοις· εἰ δὲ κἀκείνη προσβλέψεις σε, τίς ἔσται μηχανὴ ἀποστῆναι αὐτῆς; ἀπάξει γάρ σε ἀναδησαμένη ἔνθα ἂν ἐθέλῃ, ὅπερ καὶ ἡ λίθος ἡ Ἡράκλεια δρᾷ τὸν σίδηρον. 2 ΠΟΛ. παύου ὦ Λυκίνε τεράστιόν τι κάλλος ἀναπλάττων, ἀλλ ̓ εἰπέ, τίς ἡ γυνή ἐστιν;

ΛΥΚ. οἴει γάρ με ὑπερβαλέσθαι τῷ λόγῳ, ὃς δέδια μή σοι ἰδόντι ἀσθενής τις ἐπαινέσαι δόξω· παρὰ τοσοῦτον ἀμείνων φανεῖται. πλὴν ἀλλ ̓ ἥτις μέν, οὐκ ἂν εἰπεῖν ἔχοιμι, θεραπεία δὲ πολλή, 25 καὶ ἡ ἄλλη περὶ αὐτὴν παρασκευὴ λαμπρὰ καὶ εὐνούχων τι πλῆθος καὶ ἅβραι πάνυ πολλαί, καὶ ὅλως μεῖζόν γε ἢ κατ' ἰδιωτικὴν τύχην ἐδόκει τὸ πρᾶγμα εἶναι.

ΠΟΛ. οὐδὲ τοὔνομα ἐπύπου σύ γε, ἥτις καλοῖτο ;

ΛΥΚ. οὐδαμῶς, ἢ τοῦτο μόνον, τῆς Ἰωνίας ἐστίν· τῶν θεατῶν 30 γάρ τις ἀπιδὼν ἐς τὸν πλησίον, ἐπεὶ παρῆλθε, «τοιαῦτα μέντοι » ἔφη «τὰ Σμυρναϊκὰ κάλλη· καὶ θαυμαστὸν οὐδὲν εἰ ἡ καλλίστη τῶν Ἰωνικῶν πόλεων τὴν καλλίστην γυναῖκα ἤνεγκεν.» ἐδόκει δέ μοι καὶ αὐτὸς Σμυρναῖος εἶναι ὁ λέγων· οὕτως ἐσεμνύνετο ἐπ ̓ αὐτῇ.

3

ΠΟΛ. οὐκοῦν ἐπεὶ λίθου τοῦτό γε ὡς ἀληθῶς ἐποίησας, οὔτε 35 παρακολουθήσας οὔτε τὸν Σμυρναῖον ἐκεῖνον ἐρόμενος ὅστις ἦν,

κἂν τὸ εἶδος ὡς οἷόν τε ὑπόδειξον τῷ λόγω· τάχα γὰρ ἂν οὕτω γνωρίσαιμι.

ΛΥΚ. ὁρᾷς ἡλίκον τοῦτο ᾔτησας; οὐ κατὰ λόγων δύναμιν, καὶ μάλιστά γε τῶν ἐμῶν, ἐμφανίσαι θαυμασίαν οὕτως εἰκόνα, πρὸς ἣν μόλις ἂν ἢ ̓Απελλῆς ἢ Ζεύξις ἢ Παρράσιος ἱκανοὶ ἔδοξαν, ἢν εἴ τις Φειδίας ἢ ̓Αλκαμένης. ἐγὼ δὲ λυμανοῦμαι τὸ ἀρχέτυπον ἀσθενείᾳ τῆς τέχνης.

ΠΟΛ. ὅμως ὦ Λυκίνε, ποία τις ἦν τὴν ὄψιν; οὐ γὰρ ἐπισφαλές τὸ τόλμημα, εἰ φίλῳ ἀνδρὶ ἐπιδείξαις τὴν εἰκόνα, ὅπως ἂν τῆς γραμμῆς ἔχῃ.

ΛΥΚ. καὶ μὴν ἀσφαλέστερον αὐτὸς ποιήσειν μοι δοκῶ τῶν παλαιῶν τινὰς ἐκείνων τεχνιτῶν παρακαλέσας ἐπὶ τὸ ἔργον, ὡς ἀναπλάσειάν μοι τὴν γυναῖκα.

21

ΠΟΛ, πῶς τοῦτο φής; ἢ πῶς ἂν ἀφίκοιντό σοι πρὸ τοσούτων ἐτῶν ἀποθανόντες;

ΛΥΚ. ῥᾳδίως, ἤνπερ σὺ μὴ ὀκνήσῃς ἀποκρίνασθαί τί μοι.
ΠΟΛ. ἐρώτα μόνον.

ΛΥΚ. ἐπεδήμησάς ποτε ὦ Πολύστρατε τῇ Κνιδίων πόλει;
ΠΟΛ. καὶ μάλα.

ΔΥΚ. οὐκοῦν καὶ τὴν ̓Αφροδίτην εἶδες πάντως αὐτῶν.
ΠΟΛ. νή Δία τῶν Πραξιτέλους ποιημάτων τὸ κάλλιστον.

10

15

4

20

ΛΥΚ. ἀλλὰ καὶ τὸν μῦθον ἤκουσας ὃν λέγουσιν οἱ ἐπιχώριοι περὶ αὐτῆς, ὡς ἐρασθείη τις τοῦ ἀγάλματος, καὶ λαβὼν ὑπολειφθείς ἐν ἱερῷ συγγένοιτο ὡς δυνατὸν ἀγάλματι τοῦτο μέντοι ἄλλως ἱστορή σπω· σὺ δέ (ταύτην γάρ, ὡς φής, εἶδες) ἴθι μοι καὶ τόδε ἀπό 25 κριναι, εἰ καὶ τὴν ἐν κήποις ̓Αθήνησι τὴν ̓Αλκαμένους ἑώρακας. ΠΟΛ. ἦ πάντων γ ̓ ἂν ὦ Λυκῖνε ὁ ῥαθυμότατος ἦν, εἰ τὸ κάλ λιστον τῶν ̓Αλκαμένους πλασμάτων παρεῖδον.

5

ΛΥΚ. ἐκεῖνο μέν γε ὦ Πολύστρατε οὐκ ἐξερήσομαί σε, εἰ πολλάκις ἐς τὴν ἀκρόπολιν ἀνελθὼν καὶ τὴν Καλάμιδος Σωσάνδραν 30 τεθέασαι.

ΠΟΛ. εἶδον κἀκείνην πολλάκις.

ΛΥΚ. ἀλλὰ καὶ ταῦτα μὲν ἱκανῶς· τῶν δὲ Φειδίου ἔργων τί μάλιστα ἐπήνεσας;

ΠΟΛ. τί δ ̓ ἄλλο ἢ τὴν Λημνίαν, ᾗ καὶ ἐπιγράψαι τοὔνομα ὁ 3 Φειδίας ἠξίωσε, καὶ νὴ Δία τὴν ̓Αμαζόνα τὴν ἐπερειδομένην τῷ δορατίῳ.

ΛΥΚ. τὰ κάλλιστα ὦ ἑταῖρε, ὥστ ̓ οὐκέτ ̓ ἄλλων τεχνιτών δεήσει. 5

[blocks in formation]
« IndietroContinua »