Immagini della pagina
PDF
ePub

φέρε δὴ ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρ ̓ ἑκάστης ἔχουσαν.

ΠΟΛ. καὶ τίνα ἂν τρόπον τουτί γένοιτο ;

ΛΥΚ. οὐ χαλεπὸν ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες στὰς εἰκόνας τῷ λόγῳ ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν, ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων ἅμα τὸ συμμιγὲς ἐκεῖνο καὶ ποικίλον.

ευ

ΠΟΛ. εὖ λέγεις, καὶ δὴ παραλαβὼν δεικνύτω· ἐθέλω γὰρ εἰδέναι ὅ τι χρήσεται αὐταῖς, ἢ ὅπως ἐκ τοσούτων μίαν τινὰ συνθεὶς οὐκ 10 ἀπᾴδουσαν ἀπεργάσεται.

6

ΛΥΚ. καὶ μὴν ἤδη σοι ὁρᾶν παρέχει γινομένην τὴν εἰκόνα, ὧδε συναρμόζων, τῆς ἐκ Κνίδου ἡκούσης μόνον τὴν κεφαλὴν λαβών· οὐδὲν γὰρ τοῦ ἄλλου σώματος γυμνοῦ ὄντος δεήσεται. τὰ μὲν ἀμφὶ τὴν κόμην καὶ μέτωπον ἐφρύων τε τὸ εὔγραμμον ἐάσει ἔχειν ὥσπερ 15ὁ Πραξιτέλης ἐποίησεν, καὶ τῶν ὀφθαλμῶν δὲ τὸ ὑγρὸν ἅμα τῷ φαιδρῷ καὶ κεχαρισμένῳ, καὶ τοῦτο διαφυλάξει κατὰ τὸ Πραξιτέλει δοκοῦν· τὰ μῆλα δέ, καὶ ὅσα τῆς ὄψεως ἀντωπά, παρ' ̓Αλκαμένους καὶ τῆς ἐν κήποις λήψεται· καὶ προσέτι χειρῶν ἄκρα καὶ καρπῶν τὸ εὔρυθμον καὶ δακτύλων τὸ εὐάγωγον, ἐς λεπτὸν ἀπολῆ 20γον, παρὰ τῆς ἐν κήποις καὶ ταῦτα. τὴν δὲ τοῦ παντὸς προσώπου περιγραφὴν καὶ παρειῶν τὸ ἁπαλὸν καὶ ῥῖνα σύμμετρον ἡ Λημνία παρέξει καὶ Φειδίας. ἔτι καὶ στόματος ἁρμογὴν ὁ αὐτὸς καὶ τὸν αὐχένα παρὰ τῆς ̓Αμαζόνος λαβών. ἡ Σωσάνδρα δὲ καὶ ὁ Κάλα μις αἰδοῖ κοσμήσουσιν αὐτήν, καὶ τὸ μειδίαμα σεμνὸν καὶ λεληθὸς 25 ὥσπερ τὸ ἐκείνης ἔσται· καὶ τὸ εὐσταλὲς δὲ καὶ κόσμιον τῆς ἀναβολῆς παρὰ τῆς Σωσάνδρας, πλὴν ὅτι ἀκάλυπτος αὕτη ἔσται τὴν κεφαλήν. τῆς ἡλικίας δὲ τὸ μέτρον ἡλίκον ἂν γένοιτο, κατὰ τὴν ἐν Κνίδῳ ἐκείνην μάλιστα· καὶ γὰρ καὶ τοῦτο κατὰ τὸν Πραξιτέλην μεμετρήσω. τί σοι ὦ Πολύστρατε δοκεῖ; καλὴ γενήσεσθαι ἡ εἰκών, 30 καὶ μάλιστα ἐπειδὰν ἐς τὸ ἀκριβέστατον ἀποτελεσθῇ;

7

ΠΟΛ. ἔτι γάρ, ὦ πάντων γενναιότατε, καταλέλοιπάς τι κάλλος ἔξω τοῦ ἀγάλματος, οὕτω πάντα ἐς τὸ αὐτὸ συμπεφορηκώς;

ΛΥΚ. οὐ τὸ μικρότατον ὦ φιλότης, εἰ μή σοι δόξει ὀλίγα πρὸς εὐμορφίαν συντελεῖν χρῶμα τὸ ἑκάστῳ πρέπον, ὡς μέλανα μὲν εἶναι 3 ἀκριβῶς ὁπόσα μέλανα, λευκὰ δὲ ὅσα τοιαῦτα. χρὴ καὶ τὸ ἐρύθημα ἐπανεῖν, καὶ [τὰ τοιαῦτα] κινδυνεύει τοῦ μεγίστου ἔτι ἡμῖν προσδεῖν. πόθεν οὖν καὶ ταῦτα πορισαίμεθ ̓ ἄν; εἰ παρακαλέσαιμεν δηλαδὴ τοὺς γραφέας, καὶ μάλιστα ὁπόσοι αὐτῶν ἄριστοι ἐγένοντο 34. χρέα καὶ τὸ * 37. ή *

33. τοῦτο μικρότατον

35. ἀλλὰ χρὴ?

κεράσασθαι τὰ χρώματα καὶ εὔκαιρον ποιεῖσθαι τὴν ἐπιβολὴν αὐτῶν. καὶ δὴ παρακεκλήσθω Πολύγνωτος καὶ Εὐφράνωρ ἐκεῖνος καὶ ̓Απελλῆς καὶ ̓Αετίων· οὗτοι δὲ διελόμενοι τὸ ἔργον, ὁ μὲν Εὐφράνωρ χρωσάτω τὴν κόμην οἵαν τῆς Ἥρας ἔγραψεν, ὁ Πολύγνωτος δὲ ὀφρύων τὸ ἐπιπρεπὲς καὶ παρειῶν τὸ ἐγερευθές, οἵαν τὴν Κασάνδραν ἐν τῇ λέσχῃ ἐποίησε τοῖς Δελφοῖς. καὶ ἐσθῆτα δὲ οὗτος ποιησάτω ἐς τὸ λεπτότατον ἐξειργασμένην, ὡς συνεστάλθαι μὲν ὅσα χρή, διηνε μῶσθαι δὲ τὰ πολλά, τὸ δὲ ἄλλο σῶμα ὁ ̓Απελλῆς δειξάτω κατὰ τὴν Πακάτην μάλιστα, μὴ ἄγαν λευκὸν ἀλλ ̓ ἔναιμον ἁπλῶς. τὰ χείλη δὲ οἷα Ρωξάνης ὁ ̓Αετίων ποιησάτω. μᾶλλον δὲ τὸν ἄριστον 8 τῶν γραφέων Ομηρον παρόντος Εὐφράνορος καὶ ̓Απελλοῦ δεδέγμεθα· οἷον γάρ τι τοῖς Μενελάου μηροῖς τὸ χρῶμα ἐκεῖνος ἐπέβαλεν, ἐλέ φαντι εἰκάσας ἠρέμα πεφοινιγμένῳ, τοιόνδε ἔστω τὸ πᾶν. ὁ δ ̓ αὐτὸς οὗτος καὶ τοὺς ὀφθαλμοὺς γραψάτω, βοῶπίν τινα ποιήσας αὐτήν. συνεπιλήψεται δὲ τοῦ ἔργου αὐτῷ καὶ ὁ Θηβαῖος ποιητής ὡς ἰοβλέ- 15 φαρον ἐξεργάσασθαι. καὶ φιλομειδῆ δὲ Ὅμηρος ποιήσει, καὶ λευκών λενον καὶ ῥοδοδάκτυλον, καὶ ὅλως τῇ χρυσῇ ̓Αφροδίτη εἰκάσει πολὺ δικαιότερον ἢ τὴν τοῦ Βρισέως. ταῦτα μὲν οὖν πλαστῶν καὶ γρα-9 φέων καὶ ποιητῶν παῖδες ἐργάσονται· ὃ δὲ πᾶσιν ἐπανεῖ τούτοις, ἡ χάρις, μᾶλλον δὲ πᾶσαι ἅμα ὁπόσαι χάριτες, καὶ ὁπόσοι έρωτες 20 περιχορεύοντες, τίς ἂν μιμήσασθαι δύναιτο;

ΠΟΛ. θεσπέσιόν τι χρῆμα ὦ Λυκίνε φής, καὶ διιπετές ὡς ἀλη πῶς, οἷόν τι τῶν ἐξ οὐρανοῦ, γένοιτ' ἄν. τί δὲ πράσσουσαν εἶδες αὐτήν;

ΛΥΚ. βιβλίον, ἐν ταῖν χεροῖν εἶχεν ἐς δύο συνειλημένον, καὶ 2 ἐῴκει τὸ μέν τι ἀναγνώσεσθαι αὐτοῦ, τὸ δὲ ἤδη ἀνεγνωκέναι, με ταξὺ δὲ προϊοῦσα διελέγετο τῶν παρομαρτούντων τινὶ οὐκ οἶδ' ὅ τι οὐ γὰρ ἐς ἐπήκοον ἐφθέγγετο· πλὴν μειδιάσασά γε ὦ Πολύστρατε ὀδόντας ἐξέφηνε, πῶς ἂν εἴποιμί σοι ὅπως μὲν λευκούς, ὅπως δὲ συμμέτρους καὶ πρὸς ἀλλήλους συνηρμοσμένους; εἴ που κάλλιστον 30 ὅρμον εἶδες ἐκ τῶν στιλπνοτάτων καὶ ἰσομεγεθῶν μαργαριτῶν, οὕτως ἐπὶ στίχου ἐπεφύκεσαν. ἐκοσμοῦντο δὲ μάλιστα τῷ τῶν χειλῶν ἐρυθή ματι. ὑπεφαίνοντο γοῦν αὐτὸ δὴ τὸ τοῦ ̔Ομήρου, ἐλέφαντι τῷ πριστῷ ὅμοιοι, οὐχ οἳ μὲν πλατύτεροι αὐτῶν οἱ δὲ προέχοντες ἢ διεστηκότες, οἷοι ταῖς πλείσταις, ἀλλά τις πάντων ἰσοτιμία καὶ 3 ὁμόχροια καὶ μέγεθος ἕν, καὶ προσεχεῖς ὁμοίως. καὶ ὅλως μέγα τι θαῦμα καὶ θέαμα, πᾶσαν τὴν ἀνθρωπίνην εὐμορφίαν ὑπερπεπαικός.

9. ἁπαλῶς? * γινώσκεσθαι *

15. τὸ βλέφαρον

23. γένοιτο. τί.

26. ȧva

10

5

ΠΟΛ. ἔχ ̓ ἀτρέμας· συνίημι γὰρ ἤδη πάνυ σαφῶς ἤν τινα καὶ λέγεις τὴν γυναῖκα, τούτοις τε αὐτοῖς γνωρίσας καὶ τῇ πατρίδι. καὶ εὐνούχους δέ τινας ἕπεσθαι αὐτῇ ἔφης;

ΔΥΚ. νή Δία, καὶ στρατιώτας τινάς.

λέγεις.

ΠΟΛ. τὴν βασιλεῖ συνοῦσαν ὦ μακάριε, τὴν ἀοίδιμον ταύτην

[blocks in formation]

ΠΟΛ. πάνυ καὶ τοῦτο γλαφυρὸν ὦ Λυκῖνε καὶ ἐπέραστον· ὁμών νυμος γάρ ἐστι τῇ τοῦ ̓Αβραδάτα ἐκείνῃ τῇ καλῇ. οἶσθα πολλάκις 10 ἀκούσας Ξενοφῶντος ἐπαινοῦντός τινα σώφρονα καὶ καλὴν γυναῖκα.

ΔΥΚ. νή Δία, καὶ ὥσπερ γε ὁρῶν αὐτὴν οὕτω διατίθεμαι, ἑπόταν κατ ̓ ἐκεῖνό που ἀναγινώσκων γένωμαι, καὶ μόνον οὐχὶ καὶ ἀκούω λεγούσης αὐτῆς ἃ πεποίηται λέγουσα, καὶ ὡς ἕπλιζε τὸν ἄνδρα, καὶ οἵα ἦν παραπέμπουσα αὐτὸν ἐπὶ τὴν μάχην.

11 ΠΟΛ. ἀλλ ̓ ὦ ἄριστε σὺ μὲν ὥσπερ τινὰ ἀστραπὴν παραδρα μοῦσαν ἅπαξ εἶδες αὐτήν, καὶ ἔοικας τὰ πρόχειρα ταῦτα, λέγω δὲ τὸ σῶμα καὶ τὴν μορφήν, ἐπαινεῖν, τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν ἀπέατος εἶ, οὐδὲ οἶσθα ὅσον τὸ κάλλος ἐκεῖνό ἐστιν αὐτῆς, μακρῷ τινὶ ἄμεινον καὶ θεοειδέστερον τοῦ σώματος. ἐγὼ δέ· συνήθης γάρ 20εἰμι καὶ λόγων ἐκοινώνησα πολλάκις ὁμοεθνής ὤν. καὶ γάρ, ὡς οἶσθα καὶ αὐτός, τὸ ἥμερον καὶ φιλάνθρωπον καὶ μεγαλόφρον καὶ σωφροσύνην καὶ παιδείαν πρὸ τοῦ κάλλους ἐπαινῶ· ἄξια γὰρ προκε κρίσθαι ταῦτα τοῦ σώματος, ἐπεὶ ἄλογον ἂν εἴη καὶ γελοῖον, ὥσπερ εἴ τις τὴν ἐσθῆτα πρὸ τοῦ σώματος Θαυμάζοι. τὸ δ ̓ ἐντελές, οἶμαι, * κάλλος τοῦτό ἐστιν, ὁπόταν ἐς τὸ αὐτὸ συνδράμῃ ψυχῆς ἀρετὴ καὶ εὐμορφία σώματος. ἀμέλει πολλὰς ἄν σοι δείξαιμι μορφῆς μὲν εὖ ἡκούσας, τὰ δ ̓ ἄλλα αἰσχυνούσας τὸ κάλλος, ὡς καὶ μόνον φθεγξα μένων ἀπανθεῖν αὐτὸ καὶ ἀπομαραίνεσαι, ἐλεγχόμενόν γε καὶ ἀσχη μονοῦν καὶ παρ ̓ ἀξίαν συνὸν πονηρᾷ τινὶ δεσποίνῃ τῇ ψυχῇ. καὶ 30 αν γε τοιαῦται ὅμοιαί μοι δοκοῦσι τοῖς Αἰγυπτίοις ἱεροῖς· κἀκεῖ γὰρ αὐτὸς μὲν ὁ νεὼς κάλλιστός τε καὶ μέγιστος, λίθοις τοῖς πολυτελέσιν ἠσκημένος καὶ χρυσῷ καὶ γραφαῖς διηνθισμένος, ἔνδον δὲ ἢν ζητῆς τὸν Θεόν, ἢ πίθηκος ἐστιν ἢ ἴβις ἢ τράγος ἢ αίλουρος. τοιαύτας πολλὰς ἰδεῖν ἔνεστιν. οὐ τοίνυν ἀπόχρη τὸ κάλλος, ἢν μὴ κεκοσμῆται 35 τοῖς δικαίοις κοσμήμασιν, λέγω δὴ οὐκ ἐσθῆτι ἁλουργεῖ καὶ ὅρμοις, ἀλλ ̓ οἷς προεῖπον ἐκείνοις, ἀρετῇ καὶ σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ καὶ τοῖς ἄλλοις ὁπόσα ψυχῆς κόσμος ἐστίν.

12 ΛΥΚ. οὐκοῦν ὦ Πολύστρατε μοῖτον ἀντὶ μοίτου ἄμειψαι, αὐτῷ

28. τε

37. ὁπόσα ταύτης ὅρος

38. μῦθον ἀντὶ μύθου

τῷ μέτρῳ, φασίν, ἢ καὶ λώιον, δύνασαι γάρ, καί τινα εἰκόνα γραψάμενος τῆς ψυχῆς ἐπίδειξον, ὡς μὴ ἐξ ἡμισείας θαυμάζοιμι αὐτήν.

+3

ΠΟΛ. οὐ μικρὸν ὦ ἑταῖρε τὸ ἀγώνισμα προστάττεις· οὐ γὰρ ὅμοιον τὸ πᾶσι προφανὲς ἐπαινέσαι καὶ τὰ ἄδηλα ἐμφανίσαι τῷ λόγῳ. καί μοι δοκῶ συνεργῶν καὶ αὐτὸς δεήσεσθαι πρὸς τὴν εἰκόνα, οὐ πλαστῶν οὐδὲ γραφέων μόνον ἀλλὰ καὶ φιλοσόφων, ὡς πρὸς τοὺς ἐκείνων κανόνας ἀπευθῦναι τὸ ἄγαλμα καὶ δεῖξαι κατὰ τὴν ἀρχαίαν πλαστικὴν κατεσκευασμένον. καὶ δὴ πεποιήσθω αὐδήεσσα μὲν τὸ 13 πρῶτον καὶ λίγεια, καὶ τὸ γλυκίων μέλιτος ἀπὸ τῆς γλώττης περὶ αὐτῆς μᾶλλον ἢ περὶ τοῦ Πυλίου γέροντος ἐκείνου ὁ Ὅμηρος ἀνείρηκε. 10 πᾶς δὲ ὁ τόνος τοῦ φθέγματος οἷος ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι, οὔτε πάνυ λεπτὸς ὡς πηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλ ̓ οἷος γένοιτ' ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος ἐς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί το λείψανον. ἐνδιατρίβειν 15 καὶ περιβομβεῖν τὰ ὦτα καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελίχρ ̓ ἄττα καὶ πειθούς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν. ὁπόταν δὲ καὶ τὸ καλὸν ἐκεῖνο ᾅδῃ, καὶ μάλιστα πρὸς τὴν κιθάραν, τότε δὴ τότε ὥρα μὲν σιωπᾶν ταῦτα ἁλκυόσι καὶ τέττιξι καὶ τοῖς κύκνοις. · ἄμουσα γὰρ ὡς πρὸς20 ἐκείνην ἅπαντα· κἂν τὴν Πανδίονος εἴπῃς, ἰδιῶτις κἀκείνη καὶ ἄτεχνος, εἰ καὶ πολυηχέα τὴν φωνὴν ἀφίησιν. - Ορφεὺς δὲ καὶ 14 Αμφίων, οἵπερ ἐπαγωγότατοι ἐγένοντο τῶν ἀκροατῶν ὡς καὶ τὰ ἄψυχα ἐπικαλέσασθαι πρὸς τὸ μέλος, αὐτοὶ ἄν, οἶμαι, εἴ γε ἤκου σαν, καταλιπόντες ἂν τὰς κιθάρας παρεστήκεσαν σιωπῇ ἀκροώμενοι. 25τὸ γὰρ τῆς τε ἁρμονίας τὸ ἀκριβέστατον διαφυλάττειν ὡς μὴ παραβαίνειν τι τοῦ ρυθμοῦ, ἀλλ ̓ εὐκαίρῳ τῇ ἄρσει καὶ θέσει διαμεμε τρῆσθαι τὸ ᾆσμα καὶ συνῳδὸν εἶναι τὴν κιθάραν καὶ ὁμοχρονεῖν τῇ γλώττῃ τὸ πλῆκτρον, καὶ τὸ εὐαφὲς τῶν δακτύλων καὶ τὸ εὐ καμπὲς τῶν μελῶν, πόθεν ἂν ταῦτα ὑπῆρχε τῷ Θρᾳκὶ ἐκείνῳ καὶ 30 τῷ ἀνὰ τὸν Κιθαιρώνα μεταξὺ βουκολοῦντι καὶ κιθαρίζειν μελε τῶντι; ὥστε ἤν ποτε ὦ Λυκῖνε καὶ ἀδούσης ἀκούσῃς αὐτῆς, οὐκέτι τὸ τῶν Γοργόνων ἐκεῖνο ἔσῃ μόνον πεπονθώς, λίθος ἐξ ἀνθρώπου γενόμενος, ἀλλὰ καὶ τὸ τῶν Σειρήνων εἴσῃ ὁποῖόν τι ἦν. παρεστήξη γάρ, εὖ οἶδ' ὅτι, κεκηλημένος, πατρίδος καὶ οἰκείων ἐπιλαθόμενος· 35 καὶ ἢν κηρῷ ἐπιφράξῃ τὰ ὦτα, καὶ διὰ τοῦ κηροῦ διαδύσεταί σοι τὸ μέλος. τοιοῦτόν τι ἄκουσμά ἐστι, Τερψιχόρης τινὸς ἢ Μελπο μένης ἢ Καλλιόπης αὐτῆς παίδευμα, μυρία τὰ θέλγητρα καὶ παν

5

[blocks in formation]

τοῖα ἐν ἑαυτῷ ἔχον. ἑνί τε λόγῳ συνελὼν φαίην ἄν, τοιαύτης μοι τῆς ᾠδῆς ἀκούειν νόμιζε οἵαν εἰκὸς εἶναι τὴν διὰ τοιούτων μὲν χειλῶν δι ̓ ἐκείνων δὲ τῶν ὀδόντων ἐξιοῦσαν. ἑώρακας δὲ καὶ αὐτὸς 15 ἥν φημι, ὥστε καὶ ἀκηκοέναι νόμιζε. τὸ μὲν γὰρ ἀκριβὲς τοῦτο στῆς φωνῆς καὶ καθαρῶς ̓Ιωνικόν, καὶ ὅτι ὁμιλῆσαι στωμύλη καὶ πολὺ τῶν ̓Αττικῶν χαρίτων ἔχουσα, οὐδὲ θαυμάζειν ἄξιον· πάτριον γὰρ αὐτῇ καὶ προγονικόν, οὐδ ̓ ἄλλως ἐχρῆν μετέχουσαν τῶν ̓Αθηνῶν κατὰ τὴν ἀποικίαν. οὐδὲ γὰρ οὐδ ̓ ἐκεῖνο θαυμάσαιμ ̓ ἄν, εἰ καὶ ποιήσει χαίρει καὶ τὰ πολλὰ ταύτῃ ὁμιλεῖ τοῦ ̔Ομήρου πολῖτις οὖσα.

10

μία μὲν δή σοι ὦ Λυκῖνε καλλιφωνίας αὕτη καὶ ᾠδῆς εἰκών, ὡς ἄν τις ἐπὶ τὸ ἔλαττον εἰκάσειεν, σκόπει δὲ δὴ καὶ τὰς ἄλλας· οὐ γὰρ μίαν ὥσπερ σὺ ἐκ πολλῶν συνθεὶς ἐπιδεῖξαι διέγνωκα (ἧττον γὰρ δὴ τοῦτο, καὶ γραφικῶς συντελεσθέν, κάλλη τοσαῦτα, καὶ πολυειδές τι ἐκ πολλῶν ἀποτελεῖν αὐτὸ αὑτῷ ἀνθαμιλλώμενον), 15 ἀλλ ̓ αἱ πᾶσαι τῆς ψυχῆς ἀρεταί, καθ ̓ ἑκάστην εἰκὼν μία γεγράψεται, πρὸς τὸ ἀρχέτυπον μεμιμημένη.

16

ΛΥΚ. ἑορτὴν ὦ Πολύστρατε καὶ πανδαισίαν ἐπαγγέλλῃ. ἔοικας γοῦν λώιον ὡς ἀληθῶς ἀποδώσειν μοι τὸ μέτρον. ἐπιμέτρει δ ̓ οὖν, ὡς οὐκ ἔστιν ὅ τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι.

ΠΟΛ. οὐκοῦν ἐπειδὴ πάντων καλῶν παιδείαν ἡγεῖσθαι ἀνάγκη, καὶ μάλιστα τούτων ὁπόσα μελετητά, φέρε καὶ ταύτην ἤδη συστη σώμεθα, ποικίλην μέντοι καὶ πολύμορφον, ὡς μηδὲ κατὰ τοῦτο ἀπολιποίμεθα τῆς σῆς πλαστικῆς. καὶ δὴ γεγράφθω πάντα συλλήβδην τὰ ἐκ τοῦ Ἑλικῶνος ἀγαθὰ ἔχουσα, οὐχ ὥσπερ ἡ Κλειώ · 2 καὶ ἡ Πολύμνια καὶ ἡ Καλλιόπη καὶ αἱ ἄλλαι, ἕν τι ἑκάστη ἐπισταμένη, ἀλλὰ τὰ πασῶν, καὶ προσέτι τὰ Ἑρμοῦ καὶ ̓Απόλλωνος. ὁπόσα γὰρ ἢ ποιηταὶ μέτροις διακοσμήσαντες ἢ ῥήτορες δεινότητι κρατύναντες ἐξενηνόχασιν ἢ συγγραφεῖς ἱστορήκασιν ἢ φιλόσοφοι παρηνέκασι, πᾶσι τούτοις ἡ εἰκὼν κεκοσμήσθω, οὐκ ἄχρι τοῦ ἐπι30 κεχρῶσθαι μόνον, ἀλλ ̓ ἐς βάθος δευσοποιοῖς τισὶ φαρμάκοις ἐς κόρον καταβαφεῖσα. καὶ συγγνώμη εἰ μηδὲν ἀρχέτυπον ἐπιδεῖξαι ταύτης δυναίμην τῆς γραφῆς· οὐ γὰρ ἔσθ' ὅ τι τοιοῦτον ἐν τοῖς πάλαι παιδείας πέρι μνημονεύεται. πλὴν ἀλλ ̓ εἴ γε δοκεῖ, ἀνακείσθω καὶ αὕτη· οὐ μεμπτὴ γάρ, ὡς ἐμοὶ φαίνεται.

35 ΛΥΚ. καλλίστη μὲν οὖν ὦ Πολύστρατε καὶ πάσαις ταῖς γραμμαῖς ἀπηκριβωμένη.

17 ΠΟΛ. μετὰ δὲ ταύτην ἡ τῆς σοφίας καὶ συνέσεως εἰκὼν γραπτέα. δεήσει δὲ ἡμῖν ἐνταῦθα πολλῶν τῶν παραδειγμάτων, ἀρχαίων τῶν

2. μὲν om

* 7. Αθηναίων * 26. τὰ post ἀλλὰ om

35. οὖν om

« IndietroContinua »