Immagini della pagina
PDF
ePub

οὐδὲ τοῖς πλήθεσι κεχαρισμένον, πρῶτον μὲν αὐτὸν ἐπὶ γῆς βαίνειν εἴπισα ἐς τὸν ἀνθρώπινον τοῦτον τρόπον, μετὰ δὲ τὸν αὐχμὸν τὸν πολὺν ἀποπλύνας καὶ μειδιᾶν καταναγκάσας ἡδίω τοῖς ὁρῶσι παρέσκεύασα, ἐπὶ πᾶσι δὲ τὴν κωμῳδίαν αὐτῷ παρέζευξα, καὶ κατὰ τοῦτο πολλὴν οἱ μηχανώμενος τὴν εὔνοιαν παρὰ τῶν ἀκουόντων, οὓς τέως τὰς ἀκάνθας τὰς ἐν αὐτῷ δεδιότες ὥσπερ τὸν ἐχῖνον ἐς τὰς χεῖρας λαβεῖν αὐτὸν ἐφυλάττοντο. ἀλλ ̓ ἐγὼ οἶδ' ὅπερ μάλιστα λυπεῖ αὐτόν, ὅτι μὴ τὰ γλίσχρα ἐκεῖνα καὶ λεπτὰ κάθημαι πρὸς αὐτὸν σμικρολογούμενος, εἰ ἀθάνατος ἡ ψυχή, καὶ πόσας κοτύλας ὁ Θεός, ὁπότε τὸν κόσμον κατεσκευάζετο, τῆς ἀμιγοῦς καὶ κατὰ 10 ταὐτὰ ἐχούσης οὐσίας ἐνέχεεν ἐς τὸν κρατῆρα ἐν ᾧ τὰ πάντα ἐκεράννυτο, καὶ εἰ ἡ ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, κολακείας τὸ τέταρτον. χαίρει γάρ, οὐκ οἶδ ̓ ὅπως, τὰ τοιαῦτα λεπτολογῶν καθάπερ οἱ τὴν ψώραν ἡδέως κνώμενοι, καὶ τὸ φρόντισμα ἡδὺ αὐτῷ δοκεῖ, καὶ μέγα φρονεῖ ἣν λέγηται ὡς οὐ παντὸς ἀνδρός ἐστι 15 συνιδεῖν ἃ περὶ τῶν ἰδεῶν ὀξυδορκεῖ. ταῦτα δηλαδὴ καὶ παρ ̓ ἐμοῦ ἀπαιτεῖ, καὶ τὰ πτερὰ ἐκεῖνα ζητεῖ, καὶ ἄνω βλέπει τὰ πρὸ τοῖν ποδοῖν οὐχ ὁρῶν, ἐπεὶ τῶν γε ἄλλων ἕνεκα οὐκ ἄν, οἶμαι, μέμ ψαιτό μοι, ὡς οἱμάτιον τοῦτο τὸ Ἑλληνικὸν περισπάσας αὐτοῦ βαρβαρικόν τι μετενέδυσα, καὶ ταῦτα βάρβαρος αὐτὸς εἶναι δοκῶν. 20 ἠδίκουν γὰρ ἂν τὰ τοιαῦτα ἐς αὐτὸν παρανομῶν καὶ τὴν πάτριον ἐσθῆτα λωποδυτῶν.

ἀπολελόγημαι ὡς δυνατὸν ἐμοί, ὑμεῖς δὲ ὁμοίαν τῇ πάλαι τὴν ψῆφον ἐνέγκατε.

ΕΡΜ. βαβαί, δέκα ὅλαις κρατεῖς· ὁ γὰρ αὐτὸς ἐκεῖνος ὁ πάλαι 35 οὐδὲ νῦν ὁμόψηφος ἐστίν. ἀμέλει τούτῳ ἔδος ἐστὶ καὶ πᾶσι τὴν τετρυπημένην οὕτω φέρειν, καὶ μὴ παύσαιτο φθονῶν τοῖς ἀρίστοις. ἀλλ ̓ ὑμεῖς μὲν ἄπιτε ἀγαπῇ τύχῃ, αὔριον δὲ τὰς λοιπὰς δικάσομεν.

ΠΡΟΣ ΤΟΝ ΕΙΠΟΝΤΑ «ΠΡΟΜΗΘΕΥΣ ΕΙ ΕΝ ΛΟΓΟΙΣ.»

[ocr errors]

Οὐκοῦν Προμηθέα με εἶναι φής; εἰ μὲν κατα τοῦτο, ὦ ἄριστε, ὡς πηλίνων κἀμοὶ τῶν ἔργων ὄντων, γνωρίζω τὴν εἰκόνα καὶ φημὶ30 ὅμοιος εἶναι αὐτῷ, οὐδ ̓ ἀναίνομαι πηλοπλάθος ἀκούειν, εἰ καὶ φαυλότερος ἐμοὶ ὁ πηλός, οἷος ἐκ τριόδου, βόρβορος τις παρὰ μικρόν. εἰ δὲ ὑπερεπαινῶν τοὺς λόγους ὡς δῆθεν εὐμηχάνους ὄντας τὸν σοφώτατον τῶν Τιτάνων ἐπιφημίζεις αὐτοῖς, ὅρα μή τις εἰρωνείαν

φῇ καὶ μυκτήρα, οἷον τὸν ̓Αττικόν, προσεῖναι τῷ ἐπαίνῳ. ἢ πόθεν γὰρ εὐμήχανον τοὐμόν; τίς δ ̓ ἡ περιττὴ σοφία καὶ προμήθεια ἐν τοῖς γράμμασιν; ὡς ἔμοιγε ἱκανὸν εἰ μὴ πάνυ σοι γήινα ἔδοξε μηδέ κομιδῇ ἄξια τοῦ Καυκάσου. καίτοι πόσῳ δικαιότερον ὑμεῖς ἂν κ εἰκάζοισθε τῷ Προμηθεῖ, ὁπόσοι ἐν δίκαις εὐδοκιμεῖτε, σὺν ἀληθείᾳ ποιούμενοι τοὺς ἀγῶνας; ζῶντα γοῦν ὡς ἀληθῶς καὶ ἔμψυχα ὑμῖν τὰ ἔργα, καὶ νὴ Δία καὶ τὸ περμὸν αὐτῶν ἐστὶ διάπυρον, καὶ τοῦτο ἐκ τοῦ Προμηθέως ἂν εἴη, πλὴν εἰ μὴ διαλλάττοιτε ὅτι μηδὲν πηλοῦ 2 πλάττετε, ἀλλὰ χρυσᾶ ὑμῖν τοῖς πολλοῖς τὰ πλάσματα. ἡμεῖς δὲ 10οἱ ἐς τὰ πλήθη παριόντες καὶ τὰς τοιαύτας τῶν ἀκροάσεων ἐπαγ γέλλοντες εἴδωλα ἄττα ἐπιδεικνύμενα. καὶ τὸ μὲν ὅλον ἐν πηλῷ, καθάπερ ἔφην μικρὸν ἔμπροσθεν, ἡ πλαστικὴ κατὰ ταὐτὰ τοῖς κοροπλάθοις· τὰ δ ̓ ἄλλα οὔτε κίνησις ὁμοία πρόσεστιν οὔτε ψυχῆς δεῖγμά τι, ἀλλὰ τέρψις ἄλλως καὶ παιδιὰ τὸ πρᾶγμα. ὥστε μοι 15 ἐνθυμεῖσθαι ἔπεισι μὴ ἄρα οὕτω με Προμηθέα λέγεις εἶναι ὡς ὁ κωμικὸς τὸν Κλέωνα· φησὶ δ ̓, οἶσθα, περὶ αὐτοῦ «Κλέων Προμη θεύς ἐστι μετὰ τὰ πράγματα.» καὶ αὐτοὶ δὲ ̓Αθηναῖοι τοὺς χυτρέας καὶ ἰπνοποιούς, καὶ πάντας ὅσοι πηλουργοί, Προμηθέας ἀπεκάλουν, ἐπισκώπτοντες ἐς τὸν πηλὸν καὶ τὴν ἐν πυρί, οἶμαι, τῶν σκευῶν 20ὄπτησιν. καὶ εἴ γέ σοι τοῦτο βούλεται εἶναι ὁ Προμηθεύς, πάνυ εὐστόχως ἀποτετόξευται καὶ ἐς τὴν ̓Αττικὴν δριμύτητα τῶν σκωμ μάτων, ἐπεὶ καὶ εὔθρυπτα ἡμῖν τὰ ἔργα ὥσπερ ἐκείνοις τὰ χυτρίδια, καὶ μικρόν τις λίπον ἐμβαλὼν συντρίψειεν ἂν ἅπαντα.

3 καίτοι φαίη τις ἂν παραμυθούμενος οὐ ταῦτα εἰκάσαι τῷ Προμηθεῖ, ἀλλὰ τὸ καινουργὸν τοῦτο ἐπαινῶν καὶ μὴ πρός τι ἄλλο ἀρχέτυπον μεμιμημένον, ὥσπερ ἐκεῖνος οὐκ ὄντων ἀνθρώπων τέως ἐννοήσας αὐτοὺς ἀνέπλασε, τοιαῦτα ζῶα μορφώσας καὶ διακοσμήσας ὡς εὐκίνητά τε εἶναι καὶ ὀφθῆναι χαρίεντα. καὶ τὸ μὲν ὅλον ἀρχι τέκτων αὐτὸς ἦν, συνειργάζετο δέ τι καὶ ἡ ̓Αθηνᾶ ἐμπνέουσα τον 30πηλὸν καὶ ἔμψυχα ποιοῦσα εἶναι τὰ πλάσματα. ὃ μὲν ταῦτα ἂν εἴποι, πρός γε τὸ εὐφημότατον ἐξηγούμενος τὸ εἰρημένον, καὶ ἴσως οὗτος ὁ νοῦς ἦν τῷ λελεγμένῳ· ἐμοὶ δὲ οὐ πάνυ ἱκανὸν εἰ καινοποιεῖν δοκοίην, μηδὲ ἔχοι τις λέγειν ἀρχαιότερόν τι τοῦ πλάσματος, οὗ τοῦτο ἀπόγονόν ἐστιν· ἀλλ ̓ εἰ μη καὶ χάριεν φαίνοιτο, αἰσχυνοίμην κἄν, εὖ ἴσθι, ἐπ ̓ αὐτῷ, καὶ συμπατήσας ἂν ἀφανίσαιμι, οὐδ ̓ ἂν ὠφελήσειεν αὐτὸ παρὰ γοῦν ἐμοὶ ἡ καινότης μη οὐχὶ συντετρῖφθαι ἄμορφον ὄν. καὶ εἴ γε μὴ οὕτω φρονοίην, ἄξιος ἄν μοι δοκῶ υπο

[merged small][ocr errors][merged small][merged small][merged small][merged small]

င်

ἑκκαίδεκα γυπῶν κείρεσθαι, οὐ συνιεὶς ὡς πολὺ ἀμορφότερα τὰ μετὰ τοῦ ξένου τοῦτο πεπονθότα. Πτολεμαῖος γοῦν ὁ Λάγου δύο καινὰ ἐς 4 Αἴγυπτον ἄγων, κάμηλόν τε Βακτριανὴν παμμέλαιναν καὶ δίχρωμον ἄνθρωπον, ὡς τὸ μὲν ἡμίτομον αὐτοῦ ἀκριβῶς μέλαν εἶναι τὸ δ' ἕτερον ἐς ὑπερβολὴν λευκόν, ἐπ ̓ ἴσης δὲ μεμερισμένον, ἐς τὸ θέα-5 τρον συναγαγὼν τοὺς Αἰγυπτίους ἐπεδείκνυτο αὐτοῖς ἄλλα τε πολλὰ θεάματα καὶ τὸ τελευταῖον καὶ ταῦτα, τὴν κάμηλον καὶ τὸν ἡμίλευκον ἄνθρωπον, καὶ ᾤετο ἐκπλήξειν τῷ θεάματι. οἳ δὲ πρὸς μὲν τὴν κάμηλον ἐφοβήθησαν καὶ ὀλίγου δεῖν ἔφυγον ἀναπορόντες (καίτοι χρυσῷ πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο, καὶ ὁ χαλινὸς ἦνιο λιθοκόλλητος, Δαρείου τινὸς ἢ Καμβύσου ἢ Κύρου αὐτοῦ κειμήλιον), πρὸς δὲ τὸν ἄνθρωπον οἱ μὲν πολλοὶ ἐγέλων, οἳ δέ τινες ὡς ἐπὶ τέρατι ἐμυσάττοντο. ὥστε ὁ Πτολεμαῖος συνεὶς ὅτι οὐκ εὐδοκιμεῖ ἐπ ̓ αὐτοῖς, οὐδὲ ςαυμάζεται ὑπὸ τῶν Αἰγυπτίων ἡ καινότης, ἀλλὰ πρὸ αὐτῆς τὸ εὔρυθμον καὶ τὸ εὔμορφον κρίνουσι, μετέστησεν αὐτὰ 15 καὶ οὐκέτι διὰ τιμῆς ἦγεν ὡς πρὸ τοῦ, ἀλλ ̓ ἡ μὲν κάμηλος ἀπέθανεν ἀμελουμένη, τὸν ἄνθρωπον δὲ τὸν διττὸν Θέσπιδι τῷ αὐλητῇ ἐδωρήσατο καλῶς αὐλήσαντι παρὰ τὸν πότον.

δέδοικα δὲ μὴ καὶ τοὐμὸν κάμηλος ἐν Αἰγυπτίοις ᾖ, οἱ δὲ 5 ἄνθρωποι τὸν χαλινὸν ἔτι αὐτῆς θαυμάζωσι καὶ τὴν ἁλουργίδα,20 ἐπεὶ οὐδὲ τὸ ἐκ δυοῖν τοῖν καλλίστοιν συγκεῖσθαι, διαλόγου καὶ κωμῳδίας, οὐδὲ τοῦτο ἀπόχρη εἰς εὐμορφίαν, εἰ μὴ καὶ ἡ μῖξις ἐναρμόνιος καὶ κατὰ τὸ σύμμετρον γίνοιτο. ἔστι γοῦν ἐκ δύο καλῶν ἀλλόκοτον τὴν συνθήκην εἶναι, οἷον ἐκεῖνο τὸ προχειρότατον, ὁ ἱπποκένταυρος· οὐ γὰρ ἂν φαίης ἐπέραστόν τι ζῷον τουτὶ γενέσθαι, 25 ἀλλὰ καὶ ὑβριστότατον, εἰ χρὴ πιστεύειν τοῖς ζωγράφοις ἐπιδεικνυ μένοις τὰς παροινίας καὶ σφαγὰς αὐτῶν. τί οὖν; οὐχὶ καὶ ἔμπαλιν γένοιτ ̓ ἂν εὔμορφόν τι ἐκ δυοῖν ἀρίστοιν συντεθέν, ὥσπερ ἐξ οἴνου καὶ μέλιτος τὸ συναμφότερον ἥδιστον; φημὶ ἔγωγε, οὐ μὴν περί γε τῶν ἐμῶν ἔχω διατείνεσθαι ὡς τοιούτων ὄντων, ἀλλὰ δέδια μὴ τὸ 30 ἑκατέρου κάλλος ἡ μίξις συνέφθειρεν. οὐ πάνυ γοῦν συνήθη καὶ 6 φίλα ἐξ ἀρχῆς ἦν ὁ διάλογος καὶ ἡ κωμῳδία, εἴ γε ὃ μὲν οἴκοι καὶ καθ ̓ ἑαυτὸν ἰδίᾳ ἢ ἐν τοῖς περιπάτοις μετ' ὀλίγων τὰς διατριβὰς ἐποιεῖτο, ἡ δὲ παραδοῦσα τῷ Διονύσῳ ἑαυτὴν θεάτρῳ ὡμίλει καὶ συνέπαιζε καὶ ἐγελωτοποίει καὶ ἐπέσκωπτε καὶ ἐν ῥυθμῷ ἔβαινε 35 πρὸς αὐλόν, ἐνίοτε καὶ τὸ ὅλον ἀναπαίστοις μέτροις ἐποχουμένη, τὰ πολλὰ δὲ τοὺς τοῦ διαλόγου ἑταίρους ἐχλεύαζε, φροντιστὰς καὶ

ουν

2. ταὐτὸ * 33. ἑαυτὸν νὴ δία ἐν *

37. δε om *

21. ἐπεὶ δὲ οὐδὲ

16. καὶ τὸν ἄνθρωπον οὐκέτι

μετεωρολέσχας καὶ τὰ τοιαῦτα προσαγορεύουσα, καὶ μίαν ταύτην προαίρεσιν ἐπεποίητο ἐκείνους ἐπισκώπτειν καὶ τὴν Διονυσιακὴν ἐλευ περίαν καταχεῖν αὐτῶν, ἄρτι μὲν ἀεροβατοῦντας δεικνύουσα καὶ νεφέλαις συνόντας, ἄρτι δὲ ψυλλῶν πηδήματα διαμετροῦντας ὡς 5 δῆθεν τὰ ἀέρια λεπτολογουμένους. ὁ διάλογος δὲ σεμνοτάτας ἐποιεῖτο τὰς συνουσίας, φύσεώς τε πέρι καὶ ἀρετῆς φιλοσοφῶν, ὥστε τὸ τῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν εἶναι τὴν ἁρμονίαν, ἀπὸ τοῦ ὀξυ τάτου εἰς τὸ βαρύτατον. καὶ ὅμως ἐτολμήσαμεν ἡμεῖς τὰ οὕτως ἔχοντα πρὸς ἄλληλα συναγαγεῖν καὶ συναρμόσαι, οὐ πάνυ πειθόμενα, 7οὐδὲ εὐμαρῶς ἀνεχόμενα τὴν κοινωνίαν. δέδια τοίνυν μὴ αὖθις ὅμοιόν τι τῷ Προμηθεῖ τῷ σῷ πεποιηκὼς φαίνωμαι, τὸ πῆλυ τῷ ἄρρενι ἐγκαταμίξας, καὶ δι ̓ αὐτὸ δίκην ὑπόσχω. μᾶλλον δὲ μὴ κατ ̓ ἄλλο τι τοιοῦτος φανείην, ἐξαπατῶν ἴσως τοὺς ἀκούοντας καὶ ὀστᾶ παραθεὶς αὐτοῖς κεκαλυμμένα τῇ πιμελῇ, γέλωτα κωμικὸν 15 ὑπὸ σεμνότητι φιλοσόφῳ. τὸ γὰρ τῆς κλεπτικῆς (καὶ γὰρ κλέπτης ὁ Θεός) ἄπαγε· τοῦτο μόνον οὐκ ἂν εἴποις ἐνεῖναι τοῖς ἡμετέροις. ἢ παρὰ τοῦ γὰρ ἂν ἐκλέπτομεν; εἰ μὴ ἄρα τις ἐμὲ διέλαβε τοιούτους ἱπποκάμπους καὶ τραγελάφους καὶ αὐτὸς συντεθεικώς. πλὴν ἀλλὰ τί ἂν πάθοιμι; ἐμμενετέον γὰρ οἷς ἅπαξ προειλόμην, ἐπεὶ τό γε 20 μεταβουλεύεσθαι Επιμηθέως ἔργον, οὐ Προμηθέως ἐστίν.

ΠΩΣ ΔΕΙ ΙΣΤΟΡΙΑΝ ΣΥΓΓΡΑΦΕΙΝ.

̓Αβδηρίταις φασὶ Λυσιμάχου ἤδη βασιλεύοντος ἐμπεσεῖν τι νόσημα, ὦ καλέ Φίλων, τοιοῦτο· πυρέττειν μὲν γὰρ τὰ πρῶτα πανδημεί ἅπαντας, ἀπὸ τῆς πρώτης εὐθὺς ἐρρωμένως καὶ λιπαρεῖ τῷ πυρετῷ· περὶ δὲ τὴν ἑβδόμην τοῖς μὲν αἷμα πολὺ ἐκ ῥινῶν ῥυέν, 25 τοῖς δ ̓ ἱδρὼς ἐπιγενόμενος πολὺς καὶ οὗτος ἔλυσε τὸν πυρετόν, ἐς γελοῖον δέ τι πάθος περιίστη τὰς γνώμας αὐτῶν· ἅπαντες γὰρ ἐς τραγῳδίαν παρεκίνουν καὶ ἰαμβεῖα ἐφθέγγοντο καὶ μέγα ἐβόων, μάλιστα δὲ τὴν Εὐριπίδου ̓Ανδρομέδαν ἐμονῴδουν καὶ τὴν τοῦ Περσέως ῥῆσιν ἐν μέρει διεξήεσαν, καὶ μεστὴ ἦν ἡ πόλις ὠχρῶν 30 ἁπάντων καὶ λεπτῶν, τῶν ἑβδομαίων ἐκείνων τραγῳδῶν, «σὺ δ ̓ ὦ θεῶν τύραννε κἀνθρώπων ἔρως» καὶ τἆλλα μεγάλῃ τῇ φωνῇ ἀναβοώντων, καὶ τοῦτο ἐπὶ πολύ, ἄχρι δὴ χειμὼν καὶ κρύος δὲ μέγα

13. καὶ ἄλλο * τοιοῦτο

15. κλέπτης] κλεπτικῆς 18. πιτυοκάμπτας

*

γενόμενον ἔπαυσε ληροῦντας αὐτούς. αἰτίαν δέ μοι δοκεῖ τοῦ τοιούτου παρασχεῖν ̓Αρχέλαος ὁ τραγῳδὸς εὐδοκιμῶν τότε, μεσοῦντος θέρους ἐν πολλῷ τῷ φλογμῷ τραγῳδήσας αὐτοῖς τὴν ̓Ανδρομέδαν, ὡς πυρέξαι τε ἀπὸ τοῦ θεάτρου τοὺς πολλοὺς καὶ ἀναστάντας ὕστερον ἐς τὴν τραγῳδίαν παρολισθαίνειν, ἐπὶ πολὺ ἐμφιλοχωρούσης τῆς ̓Ανδρομέδας» τῇ μνήμῃ αὐτῶν, καὶ τοῦ Περσέως ὅτι σὺν τῇ Μεδούσῃ τὴν ἑκάστου γνώμην περιπετομένου. ὡς οὖν ἕν, φασίν, ἑνὶ παραβαλεῖν, τὸ 2 ̓Αβδηριτικὸν ἐκεῖνο πάθος καὶ νῦν τοὺς πολλοὺς τῶν πεπαιδευμένων περιελήλυθεν, οὐχ ὥστε τραγῳδεῖν (ἔλαττον γὰρ ἂν τοῦτο παρέπαιον, ἀλλοτρίοις ἰαμβείοις οὐ φαύλοις κατεσχημένοι), ἀλλ ̓ ἀφ ̓ οὗ δὴ τὰ10 ἐν ποσὶ ταῦτα κεκίνηται, ὁ πόλεμος ὁ πρὸς τοὺς βαρβάρους καὶ τὸ ἐν ̓Αρμενίᾳ τραῦμα καὶ αἱ συνεχεῖς νῖκαι, οὐδεὶς ὅστις οὐχ ἱστορίαν συγγράφει, μᾶλλον δὲ Θουκυδίδαι καὶ Ηρόδοτοι καὶ Ξενοφῶντες ἡμῖν ἅπαντες· καὶ ὡς ἔοικεν, ἀληθὲς ἄρ ̓ ἦν ἐκεῖνο τὸ πόλεμος ἁπάντων πατήρ, εἴ γε καὶ συγγραφέας τοσούτους ἀνέφυσεν ὑπὸ μιᾷ 15 τῇ ὁρμῇ. ταῦτα τοίνυν, ὦ φιλότης, ὁρῶντα καὶ ἀκούοντά με το 3 τοῦ Σινωπέως ἐκεῖνο εἰσῆλθεν. ὁπότε γὰρ ὁ Φίλιππος ἐλέγετο ἤδη ἐπελαύνειν, οἱ Κορίνθιοι πάντες ἐταράττοντο καὶ ἐν ἔργῳ ἦσαν, ὃ μὲν ὅπλα ἐπισκευάζων, ὃ δὲ λίθους παραφέρων, ὃ δὲ ὑποικοδομῶν τοῦ τείχους, ὃ δὲ ἔπαλξιν ὑποστηρίζων, ὃ δὲ ἄλλος ἄλλο τι τῶν 20 χρησίμων ὑπουργῶν. ὁ δὴ Διογένης ὁρῶν ταῦτα, ἐπεὶ μηδὲν εἶχεν ὅ τι καὶ πράττοι (οὐδεὶς γὰρ αὐτῷ ἐς οὐδὲν ἐχρῆτο), διαζωσάμενος τὸ τριβώνιον σπουδῇ μάλα καὶ αὐτὸς ἐκύλιε τὸν πίθον, ἐν ᾧ ἐτύγχανεν οἰκῶν, ἄνω καὶ κάτω τοῦ Κρανείου· καί τινος τῶν συνήθων ἐρομένου «τί ταῦτα ποιεῖς ὦ Διόγενες;» «κυλίω» ἔφη «κἀγὼ τὸν πίθον, ὡς μὴ μόνος ἀργεῖν δοκοίην ἐν τοσούτοις ἐργαζομένοις.» καὐτὸς οὖν, 4 ὦ Φίλων, ὡς μὴ μόνος ἄφωνος εἴην ἐν οὕτω πολυφώνῳ τῷ καιρῷ μηδ' ὥσπερ κωμικόν δορυφόρημα κεχηνώς σιωπῇ παραφεροίμην, καλῶς ἔχειν ὑπέλαβον, ὡς δυνατόν μοι, κυλῖσαι τὸν πίθον, οὐχ ὡς ἱστορίαν συγγράφειν οὐδὲ πράξεις αὐτὰς διεξιέναι· οὐχ οὕτω μεγαλό-30 τολμος ἐγώ, μηδὲ τοῦτο δείσης περὶ ἐμοῦ· οἶδα γὰρ ἡλίκος ὁ κίν δυνος, εἰ κατὰ τῶν πετρῶν κυλίοι τις, καὶ μάλιστα οἷον τοὐμὸν τοῦτο πιθάκνιον, οὐδὲ πάνυ καρτερῶς κεκεραμευμένον· δεήσει γὰρ αὐτίκα μάλα προς μικρόν τι λιπίδιον προσπταίσαντα συλλέγειν τὰ ὄστρακα. τί οὖν ἔγνωσταί μοι, καὶ πῶς ἀσφαλῶς μεθέξω τοῦ πο-35 λέμου αὐτὸς ἔξω βέλους ἑστώς; ἐγώ σοι φράσω. τούτου μὲν καπνοῦ καὶ κύματος καὶ φροντίδων, ὅσαι τῷ συγγράφειν ἔνεισιν, ἀνέξω ἐμαυτὸν εὖ ποιῶν, παραίνεσιν δέ τινα μικρὰν καὶ ὑποθήκας ταύτας ὀλίγας ὑποθήσομαι τοῖς συγγράφουσιν, ὡς κοινωνήσαιμι αὐτοῖς τῆς οἰκοδομίας, εἰ καὶ μὴ τῆς ἐπιγραφῆς, ἄκρῳ γε τῷ δακτύλῳ τοῦ 40

« IndietroContinua »