Immagini della pagina
PDF
ePub
[ocr errors]

εἰσελθόντες, ἐπικλεισάμενοι τὰς θύρας ὀμνύωμεν, ἀκουσάτω δὲ μηδείς. εἰ γάρ τι τούτων πύθοιτο Αρσακόμας, δέδια μὴ προθύσηταί με τοῦ πολέμου, χεῖρα οὐ μικρὰν ἤδη περιβεβλημένος.» «εἰσίωμεν» ἔφη ὁ βασιλεύς, «ὑμεῖς δὲ ἀπόστητε ὅτι πορρωτάτω: μηδεὶς δὲ παρέστω Βἐς τὸν νεών, ὅν τινα μὴ ἐγὼ καλέσω.» ἐπεὶ δὲ οἱ μὲν εἰσῆλθον οἱ δορυφόροι δὲ ἀπέστησαν, σπασάμενος τὸν ἀκινάκην, ἐπισχὼν τῇ ἑτέρᾳ τὸ στόμα ὡς μὴ βοήσειε, παίει παρὰ τὸν μαστόν· εἶτα ἀποτεμὼν τὴν κεφαλήν, ὑπὸ τῇ χλαμύδι ἔχων ἐξῄει, μεταξὺ διαλεγόμενος δῆθεν αὐτῷ καὶ διὰ ταχέων ἥξειν λέγων, ὡς δὴ ἐπί τι 10 πεμφθεὶς ὑπ ̓ ἐκείνου. καὶ οὕτως ἐπὶ τὸν τόπον ἀφικόμενος ἔνθα καταδεδεμένον καταλελοίπει τὸν ἵππον, ἀναβὰς ἀφιππάσατο ἐς τὴν Σκυθίαν. δίωξις δὲ οὐκ ἐγένετο αὐτοῦ, ἐπὶ πολὺ ἀγνοησάντων τὸ γεγονὸς τῶν Βοσπορανῶν, καὶ ὅτε ἔγνωσαν, ὑπὲρ τῆς βασιλείας στασιαζόντων.

51

ταῦτα μὲν ὁ Λογχάτης ἔπραξε, καὶ τὴν ὑπόσχεσιν ἀπεπλήρωσε τῷ ̓Αρσακόμᾳ παραδοὺς τὴν κεφαλὴν τοῦ Λευκάνορος· ὁ Μακέντης င် δὲ καὶ ὁδὸν ἀκούσας τὰ ἐν Βοσπόρῳ γενόμενα ἧκεν ἐς τοὺς Μάχλυας, καὶ πρῶτος αὐτοῖς ἀγγείλας τὸν φόνον τοῦ βασιλέως «ἡ πόλις δέν ἔφη, «ὦ Αδύρμαχε, σὲ γαμβρὸν ὄντα ἐπὶ τὴν βασιλείαν καλεῖ, 20 ὥστε σὺ μὲν προελάσας παραλάμβανε τὴν ἀρχήν, τεταραγμένοις τοῖς πράγμασιν ἐπιφανείς, ἡ κόρη δέ σοι κατόπιν ἐπὶ τῶν ἁμαξῶν ἑπέσθω· ῥᾷον γὰρ οὕτω προσάξεις Βοσπορανῶν τοὺς πολλούς, ἰδόν τας τὴν Λευκάνορος Συγατέρα. ἐγὼ δὲ ̓Αλανός τέ εἰμι καὶ τῇ παιδὶ ταύτῃ συγγενής μητρόθεν (παρ' ἡμῶν γὰρ οὖσαν τὴν Μάστει2 ραν ἠγάγετο ὁ Λευκάνωρ, καὶ νῦν σοι ἥκω παρὰ τῶν Μαστείρας ἀδελφῶν τῶν ἐν ̓Αλανίᾳ, παρακελευομένων ὅτι τάχιστα ἐλαύνειν ἐπὶ τὸν Βόσπορον καὶ μὴ περιιδεῖν ἐς Εὐβίοτον περιελθοῦσαν τὴν ἀρχήν, ὃς ἀδελφὸς ὢν νόθος Λευκάνορος Σκύθαις μὲν ἀεὶ φίλος ἐστίν, ̓Αλανοῖς δὲ ἀπέχθεται.» ταῦτα δὲ ἔλεγεν ὁ Μακέντης ὁμόσκευος 30 καὶ ὁμόγλωττος τοῖς ̓Αλανοῖς ὤν· κοινὰ γὰρ ταῦτα ̓Αλανοῖς καὶ Σκύθαις, πλὴν ὅτι οὐ πάνυ κομῶσιν οἱ ̓Αλανοὶ ὥσπερ οἱ Σκύθαι. ἀλλ ̓ ὁ Μακέντης καὶ τοῦτο εἴκαστο αὐτοῖς, καὶ ἀποκεκάρκει τῆς κόμης ὁπόσον εἰκὸς ἦν ἔλαττον κομᾶν τὸν ̓Αλανὸν τοῦ Σκύθου, ὥστε ἐπιστεύετο διὰ ταῦτα καὶ ἐδόκει Μαστείρας και Μαζαίας 52 συγγενής εἶναι. «καὶ νῦν» ἔφη, «ὦ ̓Αδύρμαχε, ἐλαύνειν τε ἕτοιμος ἅμα σοι ἐπὶ τὸν Βόσπορον, ἣν ἐπέλης, μένειν τε, εἰ δέοι, καὶ τὴν παῖδα ἄγειν.» «τοῦτο» ἔφη «καὶ μᾶλλον» ὁ ̓Αδύρμαχος «ἐθελήσαιμ ̓ ἄν, ἀφ ̓ αἵματος ὄντα σε Μαζαίαν ἄγειν· ἢν μὲν γὰρ ἅμα

[blocks in formation]

ἡμῖν ἵης ἐπὶ τὸν Βόσπορον, ἱππεῖ ἑνὶ πλείους ἂν γενοίμεθα, εἰ δέ μοι τὴν γυναῖκα ἄγοις, ἀντὶ πολλῶν ἂν γένοιο.» ταῦτα ἐγίνετο, καὶ ὃ μὲν ἀπήλαυνε παραδοὺς τῷ Μακέντῃ ἄγειν τὴν Μαζαίαν παρθένον ἔτι οὖσαν, ὃ δὲ ἡμέρας μὲν ἐπὶ τῆς ἁμάξης ἦγεν αὐτήν, ἐπεὶ δὲ νὺξ κατέλαβεν, ἀναθέμενος ἐπὶ τὸν ἵππον (ἐτεθεραπεύκει δὲ ἕνα σφίσιν ἄλλον ἱππέα ἕπεσθαι), ἀναπηδήσας καὶ αὐτὸς οὐκέτι παρὰ τὴν Μαιῶτιν ἤλαυνεν, ἀλλ ̓ ἀποτραπόμενος ἐς τὴν μεσόγειαν, ἐν δεξιᾷ λαβὼν τὰ Μιτραίων ὄρη, διαναπαύων μεταξὺ τὴν παῖδα, τριταῖος ἐτέλεσεν ἐκ Μαχλύων ἐς Σκύθας. καὶ ὁ μὲν ἵππος αὐτῷ, ἐπειδὴ ἐπαύσατο τοῦ δρόμου, μικρὸν ἐπιστὰς ἀποθνήσκει· ὁ δὲ 53 Μακέντης ἐγχειρίσας τὴν Μαζαίαν αὐτῷ ̓Αρσακόμᾳ «δέδεξο» εἶπε «καὶ παρ ̓ ἐμοῦ τὴν ὑπόσχεσιν.» τοῦ δὲ πρὸς τὸ ἀνέλπιστον τοῦ θεάματος καταπλαγέντος καὶ χάριν ὁμολογοῦντος, «πανε» ἔφη ὁ Μακέντης «ἄλλον με ποιῶν σεαυτοῦ· τὸ γὰρ χάριν ἐμοὶ ὁμολογεῖν ἐφ ̓ οἷς ἔπραξα τούτοις τοιόνδε ἐστὶν ὥσπερ ἂν ἡ ἀριστερά μου 15 χάριν εἰδείη τῇ δεξιᾷ, διότι τρωθεῖσάν ποτε αὐτὴν ἐθεράπευσε καὶ φιλοφρόνως ἐπεμελήθη καμνούσης. γελοῖα τοίνυν καὶ ἡμεῖς ἂν ποιοῖμεν, εἰ πάλαι ἀναμιχθέντες, καὶ ὡς οἷόν τε ἦν ἐς ἕνα συνελ πόντες, ἔτι μέγα νομίζοιμεν εἶναι εἰ τὸ μέρος ἡμῶν ἔπραξε τι χρηστὸν ὑπὲρ ὅλου τοῦ σώματος· ὑπὲρ ἑαυτοῦ γὰρ ἔπραττε, μέρος ὂν20 τοῦ ὅλου εὖ πάσχοντος.»

οὕτω μὲν ὁ Μακέντης ἔφη τῷ ̓Αρσακόμα χάριν ὁμολογήσαντι ὁ δὲ ̓Αδύρμαχος ὡς ἤκουσε τὴν ἐπιβουλήν, ἐς μὲν τὸν Βόσπορον 54 οὐκέτι ἦλθεν (ἤδη γὰρ Εὐβίοτος ἦρχεν ἐπικληθεὶς ἐκ Σαυροματῶν, παρ ̓ οἷς διέτριβεν), ἐς δὲ τὴν αὑτοῦ ἐπανελθὼν καὶ στρατιὰν πολλὴν τ συναγαγὼν διὰ τῆς ὀρεινῆς ἐσέβαλεν ἐς τὴν Σκυθίαν. καὶ ὁ Εὐ βίοτος οὐ μετὰ πολὺ καὶ οὗτος εἰσέπεσεν, ἄγων πανδημεί μὲν τοὺς Ἕλληνας, ̓Αλανοὺς δὲ καὶ Σαυρομάτας ἐπικλήτους ἑκατέρους δισ μυρίους. ἀναμίξαντες δὲ τὰ στρατεύματα ὁ Εὐβίοτος καὶ ὁ ̓Αδύρ μαχος, ἐννέα μυριάδες ἅπαντες ἐγένοντο, καὶ τούτων τὸ τρίτον ἱπ-30 ποτοξόται. ἡμεῖς δέ (καὶ γὰρ αὐτὸς μετέσχον τῆς ἐξόδου αὐτοῖς, ἐπιδοὺς ἐν τῇ βύρσῃ τότε ἱππέας αὐτοτελεῖς ἑκατόν) οὐ πολλῷ ἔλατ τον τῶν τρισμυρίων σὺν τοῖς ἱππεῦσιν ἀπροισθέντες ὑπεμένομεν τὴν ἔφοδον· ἐστρατήγει δὲ ὁ ̓Αρσακόμας. καὶ ἐπειδὴ προσιόντας εἴδομεν αὐτούς, ἀντεπήγομεν, προεπαφέντες τὸ ἱππικόν. γενομένης δὲ ἐπὶ 35 πολὺ μάχης καρτερᾶς ἐνεδίδου ἤδη τὰ ἡμέτερα καὶ παρερρήγνυτο ἡ φάλαγξ, καὶ τέλος εἰς δύο διεκόπη τὸ Σκυθικὸν ἅπαν, καὶ τὸ μὲν ὑπέφευγεν οὐ πάνυ σαφῶς ἡττημένον, ἀλλ ̓ ἀναχώρησις ἐδόκει ἡ φυγή (οὐδὲ γὰρ οἱ ̓Αλανοὶ ἐτόλμων ἐπὶ πολὺ διώκειν)· τὸ δὲ ἥμισυ, ὅπερ καὶ ἔλαττον, περισχόντες οἱ ̓Αλανοὶ καὶ Μάχλυες 40

င်

ἔκοπτον πανταχόθεν, ἀφθόνως ἀφιέντες τῶν οἰστῶν καὶ ἀκοντίων, ὥστε πάνυ ἐπονοῦντο ἡμῶν οἱ περιεσχημένοι, καὶ ἤδη προϊεντο οἱ 55 πολλοὶ τὰ ὅπλα. ἐν τούτοις δὲ ὁ Λογχάτης καὶ ὁ Μακέντης ἔτυχον ὄντες, καὶ ἐτέτρωντο ἤδη προκινδυνεύοντες, ὃ μὲν στυρακίῳ ἐς τὸν 5μηρὸν ὁ Λογχάτης, ὁ Μακέντης δὲ πελέκει εἰς τὴν κεφαλὴν καὶ κοντῷ εἰς τὸν ὦμον. ὅπερ αἰσθόμενος ὁ ̓Αρσακόμας ἐν ἡμῖν τοῖς ἄλλοις ὤν, δεινὸν ἡγησάμενος εἰ ἄπεισι καταλιπὼν τοὺς φίλους, προσβαλὼν τοὺς μύωπας τῷ ἵππῳ, ἐμβοήσας ἤλαυνε διὰ τῶν πολεμίων, κοπίδα διηρμένος, ὥστε τοὺς Μάχλυας μηδὲ ὑποστῆναι τὸ ιοῥόδιον τοῦ θυμοῦ, ἀλλὰ διαιρεθέντες ἔδωκαν αὐτῷ διεξελθεῖν. ὃ δὲ ἀνακτησάμενος τοὺς φίλους καὶ τοὺς ἄλλους ἅπαντας παρακαλέσας ὥρμησεν ἐπὶ τὸν ̓Αδύρμαχον, καὶ πατάξας τῇ κοπίδι παρὰ τὸν αὐχένα μέχρι τῆς ζώνης διέτεμεν. πεσόντος δὲ ἐκείνου διελύθη τὸ Μαχλυϊκὸν ἅπαν, καὶ τὸ ̓Αλανικὸν οὐ μετὰ πολύ, καὶ οἱ Ἕλληνες 15 ἐπὶ τούτοις, ὥστε ἐκρατοῦμεν ἐξ ὑπαρχῆς ἡμεῖς, καὶ ἐπεξήλθομεν ἂν ἐπὶ πολὺ κτείνοντες, εἰ μὴ νύξ τὸ ἔργον ἀφείλετο. εἰς δὲ τὴν ἐπιοῦσαν ἱκέται παρὰ τῶν πολεμίων ἥκοντες ἐδέοντο φιλίαν ποιεῖσθαι, Βοσπορανοὶ μὲν ὑποτελέσειν διπλάσιον τὸν δασμὸν ὑπισχνούμενοι, Μάχλυες δὲ ὁμήρους δώσειν ἔφασαν, οἱ ̓Αλανοὶ δὲ ἀντὶ τῆς ἐφόδου 20 ἐκείνης Σινδιανοὺς ἡμῖν χειρώσασθαι ὑπέστησαν ἐκ πολλοῦ διεστῶ τας. ἐπὶ τούτοις ἐπείσθημεν, δόξαν πολὺ πρότερον ̓Αρσακόμᾳ καὶ Λογχάτῃ, καὶ ἐγένετο εἰρήνη ἐκείνων πρυτανευόντων ἕκαστα.

56

τοιαῦτα ὦ Μνήσιππε τολμῶσι ποιεῖν Σκύθαι ὑπὲρ τῶν φίλων. ΜΝΗΣ. πάνυ τραγικὰ ὦ Τόξαρι καὶ μύθοις ὅμοια, καὶ ἵλεως 2 μὲν ὁ ἀκινάκης καὶ ὁ ἄνεμος εἶεν, οὓς ὤμοσας· εἰ δ ̓ οὖν τις ἀπιστοίη αὐτοῖς, οὐ πάνυ μεμπτὸς εἶναι δόξειεν ἄν.

ΤΟΞ. ἀλλ ̓ ὅρα ὦ γενναῖε μὴ φθόνος ὑμῶν ἡ ἀπιστία ᾖ. πλὴν οὐκ ἐμὲ ἀποτρέψεις ἀπιστῶν καὶ ἄλλα τοιαῦτα εἰπεῖν, ἃ οἶδα ὑπὸ Σκυθῶν γενόμενα.

30 ΜΝΗΣ. μὴ μακρὰ μόνον ὦ ἄριστε, μηδὲ οὕτως ἀφέτοις χρώμενος τοῖς λόγοις, ὡς νῦν γε ἄνω καὶ κάτω τὴν Σκυθίαν καὶ τὴν Μαχλυανὴν διαθέων, καὶ ἐς τὸν Βόσπορον ἀπιών, εἶτ ̓ ἐπανιών, πάνυ μου κατεχρήσω τῇ σιωπῇ.

ΤΟΞ. πειστέον καὶ ταῦτά σοι νομοθετοῦντι, καὶ διὰ βραχέων 57 λεκτέον, μὴ καὶ κάμῃς ἡμῖν τῇ ἀκοῇ συμπερινοστῶν. μᾶλλον δ ̓ ἄκουσον, ἐμοὶ αὐτῷ οἷα φίλος, Σισίννης τοὔνομα, ὑπηρέτησεν. ὅτε γὰρ ̓Αθήναζε ἀπῄειν οἴκοθεν ἐπιθυμίᾳ παιδείας τῆς Ἑλληνικῆς, κατέπλευσα ἐς ̓́Αμαστριν τὴν Ποντικήν· ἐν προσβολῇ δέ ἐστι τοῖς

[blocks in formation]

ἀπὸ Σκυθίας πλέουσιν οὐ πολὺ τῆς Καράβεως ἀπέχουσα ἡ πόλις. εἴπετο δὲ ὁ Σισίννης ἑταῖρος ἐκ παιδὸς ὤν. ἡμεῖς μὲν οὖν καταγωγήν τινα ἐπὶ τῷ λιμένι σκεψάμενοι κἀκ τοῦ πλοίου ἐς αὐτὴν μετασκευασάμενοι ἠγοράζομεν, οὐδὲν πονηρὸν ὑφορώμενοι· ἐν το σούτῳ δὲ κλῶπές τινες ἀνασπάσαντες τὸ κλεῖστρον ἐκφέρουσιν ἅπαντα, 5 ὡς μηδὲ τὰ ἐς ἐκείνην τὴν ἡμέραν διαρκέσοντα καταλιπεῖν. ἐπανελ Τέντες οὖν οἴκαδε καὶ τὸ γεγονὸς μαθόντες δικάζεσθαι μὲν τοῖς γείτοσι πολλοῖς οὖσιν ἢ τῷ ξένῳ οὐκ ἐδοκιμάζομεν, δεδιότες μὴ συκοφάνται δόξωμεν τοῖς πολλοῖς, λέγοντες ὡς ὑφείλετο ἡμῶν τις δαρεικοὺς τετρακοσίους καὶ ἐσθῆτα πολλὴν καὶ δάπιδάς τινας και 10 τἆλλα ὁπόσα εἴχομεν, ἐσκοπούμενα δὲ περὶ τῶν παρόντων ὅ τι 58 πράξομεν, ἄποροι παντάπασιν ἐν τῇ ἀλλοδαπῇ γενόμενοι. κἀμοι μὲν ἐδόκει, ὡς εἶχον, αὐτοῦ παραβύσαντα ἐς τὴν πλευρὰν τὸν ἀκινάκην ἀπελθεῖν τοῦ βίου, πρὶν ἀγεννές τι ὑποστῆναι λιμῷ ἢ δίψει πιεσθέντα· ὁ δὲ Σισίννης παρεμυθεῖτο, καὶ ἱκέτευε μηδὲν τοιοῦτο 15 ποιεῖν· αὐτὸς γὰρ ἐπινοήσειν ὅθεν ἕξομεν ἱκανῶς τὰς τροφάς. καὶ τότε μὲν ξύλα παρεκόμισεν ἐκ τοῦ λιμένος, καὶ ἧκεν ἡμῖν ἀπὸ τοῦ μισθοῦ ἐπισιτισάμενος· ἕωθεν δὲ περιιών κατὰ τὴν ἀγορὰν εἶδε πομπήν τινα, ὡς ἔφη, γενναίων καὶ καλῶν νεανίσκων· μονομαχεῖν δὲ οὗτοι ἐπὶ μισθῷ ἀνδρολογηθέντες ἐς τρίτην ἡμέραν διαγωνιεῖσθαι 20 ἔμελλον. καὶ δὴ τὸ πᾶν ὡς εἶχεν ἀμφ' αὐτοὺς πυθόμενος, ἐλθὼν ὡς ἐμέ «μηκέτι ὦ Τόξαρι» ἔφη «πένητα σαυτὸν λέγε· ἐς γὰρ τρίτην ἡμέραν πλούσιόν σε ἀποφανῶ.» ταῦτα εἶπε, καὶ πονηρῶς τὸ 59 μεταξὺ ἀποζήσαντες ἐνστάσης ἤδη τῆς νέας ἐθεώμεθα καὶ αὐτοί· παραλαβών γάρ με ὡς ἐπὶ τερπνόν τι καὶ παράδοξον θέαμα των 25 Ἑλληνικῶν ἄγει ἐς τὸ θέατρον. καὶ καθίσαντες ἑωρῶμεν τὸ μὲν πρῶτον θηρία κατακοντιζόμενα καὶ ὑπὸ κυνῶν διωκόμενα καὶ ἐπ ̓ ἀνθρώπους δεδεμένους ἀφιέμενα, κακούργους τινάς, ὡς εἰκάζομεν· ἐπεὶ δὲ εἰσῆλθον οἱ μονομάχοι, καί τινα παραγαγὼν ὁ κῆρυξ εὐμεγέθη νεανίσκον εἶπεν, ὅστις ἂν ἐπέλῃ τούτῳ μονομαχῆσαι, ἥκειν 30 εἰς τὸ μέσον δραχμὰς ληψόμενον μυρίας μισθὸν τῆς μάχης, ἐν ταῦθα ἐξανίσταται ὁ Σισίννης, καὶ καταπηδήσας ὑπέστη μαχεῖσθαι, καὶ τὰ ὅπλα ᾔτει. καὶ τὸν μισθὸν λαβών, τὰς μυρίας, ἐμοὶ φέρων ἐνεχείρισεν, καί «εἰ μὲν κρατήσαιμι ὦ Τόξαρι» εἶπεν, «ἅμα ἄπιμεν, ἔχοντες τὰ ἀρκοῦντα· ἦν δὲ πέσω, θάψας με ὑποχώρει ὀπίσω ἐς35 Σκύθας.» ἐγὼ μὲν ἐπὶ τούτοις ἐκώκυον, ὃ δὲ λαβὼν τὰ ὅπλα τὰ 60 μὲν ἄλλα περιεδήσατο, τὸ κράνος δὲ οὐκ ἐπέθηκεν, ἀλλ ̓ ἀπὸ γυμνῆς τῆς κεφαλῆς καταστὰς ἐμάχετο. καὶ τὸ μὲν πρῶτον τιτρώσκεται

[blocks in formation]

αὐτός, καμπύλῳ τῷ ξίφει ὑποτμηθεὶς τὴν ἰγνύαν, ὥστε αἷμα ἔρρει πολύ· ἐγὼ δὲ προετεθνήκειν ἤδη τῷ δέει· θρασύτερον δὲ ἐπιφερό μενον τηρήσας τὸν ἀντίπαλον παίει εἰς τὸ στέρνον, καὶ διήλασεν, ὥστε αὐτίκα ἐπεπτώκει πρὸ τοῖν ποδοῖν αὐτοῦ. ὃ δὲ κάμνων καὶ 5 αὐτὸς ἀπὸ τοῦ τραύματος ἐπεκάθιζε τῷ νεκρῷ, καὶ μικροῦ δεῖν ἀφῆκεν αὐτὸν ἡ ψυχή· ἀλλ ̓ ἐγὼ προσδραμὼν ἀνέστησα καὶ παρεμυ Ξησάμην. ἐπεὶ δὲ ἀφεῖτο ἤδη νενικηκώς, ἀράμενος αὐτὸν ἐκόμισα εἰς τὴν οἰκίαν· καὶ ἐπὶ πολὺ θεραπευθεὶς ἐπέζησε μὲν καὶ ἔστι μέχρι νῦν ἐν Σκύθαις, γήμας τὴν ἐμὴν ἀδελφήν, χωλὸς δ ̓ ἐστὶν 10ὅμως ἀπὸ τοῦ τραύματος. τοῦτο ὦ Μνήσιππε οὐκ ἐν Μάχλυσιν οὐδ ̓ ἐν ̓Αλανίᾳ ἐγένετο, ὡς ἀμάρτυρον εἶναι καὶ ἀπιστεῖσθαι δύ νασθαι, ἀλλὰ πολλοὶ πάρεισιν ̓Αμαστριανῶν μεμνημένοι τῆς μάχης τοῦ Σισίννου.

င်

61 πέμπτον ἔτι σοι τὸ ̓Αβαύχα ἔργον διηγησάμενος παύσομαι. ἧκέ 15 ποτε οὗτος ὁ ̓Αβαύχας εἰς τὴν Βορυσθενιτῶν πόλιν, ἐπαγόμενος καὶ γυναῖκα, ἧς ἤρα μάλιστα, καὶ παιδία δύο, τὸ μὲν ἐπιμαστίδιον ἄρρεν, τὸ δὲ ἕτερον κόρη ἑπτέτις ἦν. συναπεδήμει δὲ καὶ ἑταῖρος αὐτοῦ Γυνδάνης, οὗτος μὲν καὶ νοσῶν ἀπὸ τραύματος ὃ ἐτέτρωτο κατὰ τὴν ὁδὸν ὑπὸ λῃστῶν ἐπιπεσόντων σφίσιν· διαμαχόμενος γὰρ 20 πρὸς αὐτοὺς ἐλαύνεται εἰς τὸν μηρόν, ὥστε οὐδ ̓ ἑστάναι ἐδύνατο ὑπὸ τῆς ὀδύνης. νύκτωρ δὲ καθευδόντων (ἔτυχον δὲ ἐν ὑπερῴῳ τινὶ οἰκοῦντες) πυρκαϊὰ μεγάλη ἐξανίσταται, καὶ πάντα περιεκλείετο, καὶ περιεῖχεν ἡ φλὸξ ἁπανταχόθεν τὴν οἰκίαν. ἐνταῦθα δὴ ἀνεγρόμενος ὁ ̓Αβαύχας, καταλιπὼν τὰ παιδία κλαυθμυριζόμενα, καὶ τὴν 25 γυναῖκα ἐκκρεμαμένην ἀποσεισάμενος καὶ σώζειν αὑτὴν παρακελευσάμενος, ἀράμενος τὸν ἑταῖρον κατῆλθε, καὶ ἔφθη διεκπαίσας και ̓ ὃ μηδέπω τελέως ἀπεκέκαυτο ὑπὸ τοῦ πυρός· ἡ γυνὴ δὲ φέρουσα τὸ βρέφος εἵπετο, ἀκολουθεῖν κελεύσασα καὶ τὴν κόρην. Ἡ δὲ ἡμίφλεκτος ἀφεῖσα τὸ παιδίον ἐκ τῆς ἀγκάλης μόλις διεπήδησε τὴν 30 φλόγα, καὶ ἡ παῖς σὺν αὐτῇ, παρὰ μικρὸν ἐλθοῦσα κἀκείνη ἀποθανεῖν. καὶ ἐπειδὴ ὠνείδισέ τις τὸν ̓Αβαύχαν ὕστερον, διότι προδοὺς τὰ τέκνα καὶ τὴν γυναῖκα ὃ δὲ Γυνδάνην ἐξεκόμισεν, «ἀλλὰ παῖδας μέν» ἔφη «καὶ αὖθις ποιήσασθαί μοι ῥᾴδιον, καὶ ἄδηλον εἰ ἀγαθοὶ ἔσονται οὗτοι· φίλον δὲ οὐκ ἂν εὕροιμι ἄλλον ἐν πολλῷ 35 χρόνῳ τοιοῦτον οἷος Γυνδάνης ἐστί, πεῖράν μοι πολλὴν τῆς εὐνοίας παρεσχημένος.»

62

εἴρηκα ὦ Μνήσιππε, ἀπὸ πολλῶν πέντε τούτους προχειρισάμενος. ἤδη δὲ καιρὸς ἂν εἴη κεκρίσθαι ὁπότερον ἡμῶν ἢ τὴν

[blocks in formation]
« IndietroContinua »