Immagini della pagina
PDF
ePub

γλῶτταν ἢ τὴν δεξιὰν ἀποτετμῆσθαι δέοι. τίς οὖν ὁ δικάσων ἐστίν;

ΜΝΗΣ. οὐδὲ εἷς· οὐ γὰρ ἐκαθίσαμέν τινα δικαστὴν τοῦ λόγου. ἀλλ ̓ οἶσο ὃ δράσομεν; ἐπειδὴ νῦν ἄσκοπα τετοξεύκαμεν, αὖθις ἑλόμενοι διαιτητὴν ἄλλους ἐπ ̓ ἐκείνῳ εἴπωμεν φίλους, εἶτα ὃς ἂνα ἥττων γένηται, ἀποτετμήσεται τότε, ἢ ἐγὼ τὴν γλῶτταν ἢ σὺ τὴν δεξιάν. ἢ τοῦτο μὲν ἄγροικον, ἐπεὶ δὲ καὶ σὺ φιλίαν ἔδοξας ἐπαινεῖν, ἐγὼ δὲ οὐδὲν ἄλλο ἡγοῦμαι ἀνθρώποις εἶναι κτῆμα τούτου ἄμεινον ἢ κάλλιον, τί οὐχὶ καὶ ἡμεῖς συνθέμενοι πρὸς ἡμᾶς αὐτοὺς φίλοι αὐτόθεν τε εἶναι καὶ εἰσαεὶ ἔσεσθαι, ἀγαπῶμεν ἄμφω νική-10 σαντες, τὰ μέγιστα ἆλλα προσλαβόντες, ἀντὶ μιᾶς γλώττης καὶ μιᾶς δεξιᾶς δύο ἑκάτερος ἐπικτησάμενοι, καὶ προσέτι γε καὶ ὀφθαλ μοὺς τέτταρας καὶ πόδας τέτταρας καὶ ὅλως διπλᾶ πάντα; τοιοῦτό τι γάρ ἐστι συνελθόντες δύο ἢ τρεῖς φίλοι ὁποῖον τὸν Γηρυόνην οἱ γραφεῖς ἐνδείκνυνται, ἄνθρωπον εξάχειρα καὶ τρικέφαλον· ἐμοὶ γὰρι δοκεῖ, τρεῖς ἐκεῖνοι ἦσαν ἅμα πράττοντες πάντα, ὥσπερ ἐστὶ δί καιον φίλους γε ὄντας.

ΤΟΞ. εὖ λέγεις, καὶ οὕτω ποιῶμεν.

63

ΜΝΗΣ. ἀλλὰ μήτε αἵματος ὦ Τόξαρι μήτε ἀκινάκου δεώμεθα, τὴν φιλίαν ἡμῖν βεβαιώσοντος· ὁ γὰρ λόγος ὁ παρὼν καὶ τὸ τῶν 20 ὁμοίων ὀρέγεσθαι πολὺ πιστότερα τῆς κύλικος ἐκείνης ἣν πίνετε, ἐπεὶ τά γε τοιαῦτα οὐκ ἀνάγκης ἀλλὰ γνώμης δεῖσθαί μοι δοκεῖ.

ΤΟΞ. ἐπαινῶ ταῦτα, καὶ ἤδη ὦμεν φίλοι καὶ ξένοι, ἐμοὶ μὲν σὺ ἐνταῦθα ἐπὶ τῆς ̔Ελλάδος, ἐγὼ δὲ σοί, εἴ ποτε ἐς τὴν Σκυ πίαν ἀφίκοιο.

[ocr errors]

ΜΝΗΣ. καὶ μήν, εὖ ἴσθι, οὐκ ἂν ὀκνήσαιμι καὶ ἔτι πορρωτέρω ἐλθεῖν, εἰ μέλλω τοιούτοις φίλοις ἐντεύξεσθαι οἷος σὺ ὦ Τόξαρι διεφάνης ὑμῖν ἀπὸ τῶν λόγων.

25

ΠΕΡΙ ΠΑΡΑΣΙΤΟΥ, ΟΤΙ ΤΕΧΝΗ Η ΠΑΡΑΣΙΤΙΚΗ.

ΤΥΧΙΑΔΗΣ. Τί ποτε ἄρα ὦ Σίμων οἱ μὲν ἄλλοι ἄνθρωποι, καὶ ἐλεύθεροι καὶ δοῦλοι, τέχνην ἕκαστος τινα ἐπίστανται δι ̓ ἧς ἑαυτοῖς30 τέ εἰσι καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις δι ̓ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδῴης;

40. τε αὐτόθεν *

10

ΣΙΜΩΝ. πῶς τοῦτο ἐρωτᾷς ὦ Τυχιάδη, οὐδέπω οἶδα. πειρῶ δη σαφέστερον ἐρωτᾶν.

ΤΥΧ. ἔστιν ἥν τινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μου σικήν;

ΣΙΜ. μά Δία.

Trx. τί δέ, ἰατρικήν;
ΣΙΜ. οὐδὲ ταύτην.
ΤΥΧ. ἀλλὰ γεωμετρίαν;
ΣΙΜ. οὐδαμῶς.

τχ. τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία.

ΣΙΜ. ἐγὼ μέν, εἰ οἷόν τε, καὶ πλεῖον. ὥστε μὴ δόκει τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι, καὶ χείρων σὺ δοκεῖς.

15 ΤΥΧ. ναί, ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινά, τεκτο νικὴν ἢ σκυτοτομικήν· καὶ γὰρ οὐδὲ τἆλλα οὕτως ἔχει σοι ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.

ΣΙΜ. ὀρθῶς λέγεις ὦ Τυχιάδη· οὐδὲ γὰρ τούτων οὐδεμις 20 ἐπιστήμων εἰμί.

25

30

2

ΤΥΧ. τίνος οὖν ἑτέρας;

ΣΙΜ. τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημὶ ἤδη, εἰ δὲ καὶ λόγῳ, οὐκ ἔχω εἰπεῖν.

ΤΥΧ. τίνα ταύτην;

ΣΙΜ. οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους, ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι ὑπάρχει ἤδη σοι γινώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν, ἥν τινα δέ, αὖθις ἀκούσῃ.

ΤΥΧ. ἀλλ ̓ οὐκ ἀνέξομαι.

ΣΙΜ. τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι.
ΤΥΧ. καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν.

ΣΙΜ. εἰσαῦθις ὦ Τυχιάδη.

ΤΥΧ. μηδαμῶς, ἀλλ ̓ ἤδη λέγε, εἰ μήπερ ἄρα αἰσχύνῃ.
ΣΙΜ. ἡ παρασιτική.

τυχ. κᾆτα εἰ μὴ μαίνοιτό τις ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν;

ΣΙΜ. ἔγωγε. εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αὐτὴν αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει, καί

[blocks in formation]

1

με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην τὰ μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτούς, ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸν τούτων ἀναδεχομέ νην εἰς αὑτὴν τὰς αἰτίας

ΤΥΧ. οὐκοῦν ὦ Σίμων ἡ παρασιτική τέχνη ἐστί;

ΣΙΜ. τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός.
ΤΥΧ. καὶ σὺ ἄρα παράσιτος;

ΣΙΜ. πάνυ ὠνείδισας ὦ Τυχιάδη.

ΤΥΧ.

[ocr errors]

τυχ. ἀλλ ̓ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν ἀποκαλῶν;

ΣΙΜ.

οὐδαμῶς· αἰσχυνοίμην γὰρ ἂν εἰ μὴ λέγοιμι.

င်

[ocr errors]

10

ΤΥΧ. καὶ νή Δί', ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῷ, ὅτε χρήζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν; ΣΙΜ. πολὺ μᾶλλον λέγοντες τοῦτο ἐμὲ ἢ Φειδίαν ἀγαλματοποιόν· χαίρω γὰρ τῇ τέχνῃ οὐδὲν ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί. ΤΥΧ. καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς. 15 ΣΙΜ. τὸ ποῖον;

ΤΥΧ. εἰ καὶ ταῖς ἐπιστολαῖς ἄνωθεν, ὥσπερ ἔλος, ἐπιγράφοιμεν Σίμων παρασίτῳ.

ΣΙΜ. καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.

20

ΤΥΧ. ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν 3 μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.

ΣΙΜ. τίνα μήν;

ΤΥΧ. εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον 25 γραμματικὴ ἰατρική, παρασιτική.

ΣΙΜ. ἐγὼ μὲν ὦ Τυχιάδη πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν· εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.

τυχ. οὐδέν, εἰ καὶ σμικρὰ λέγοις ἀληθῆ δέ, διοίσει.

ΣΙΜ. και δή, πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτέ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν. ούτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατ ̓ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν αὐτῆς. ΤΥΧ. τί ποτ ̓ οὖν ἐστὶν ἡ τέχνη; λέγε· πάντως ἐπίστασαι. ΣΙΜ. πάνυ μὲν οὖν.

τυχ. μὴ τοίνυν ἔκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.

ΤΥΧ.

30

35

ΣΙΜ. τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινὸς ἀκούσας, 4

31. σμικρὰ δὲ τοῖς ἀληθῆ

34. μετέχοιμεν

35. πάνυ ὡς

σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ.

τυχ. ὀρθῶς ἐκεῖνός τε εἶπεν, ὅστις ἦν, σύ τε ἀπεμνημόνευσας. ΣΙΜ. εἰ δὲ μετέχει τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο κἢ καὶ αὐτὴ τέχνη εἴη;

τιχ. τέχνη γάρ, εἴπερ οὕτως ἔχει.

ΣΙΜ. φέρε δὴ κατ ̓ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν ἐφαρμό ζοντες τὴν παρασιτικήν, εἰ συνάδει σκοπῶμεν καὶ ὁ περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, μὴ σαπρὸν ὑπο10 φθέγγωνται. δεῖ τοίνυν εἶναι καὶ ταύτην, ὥσπερ καὶ πᾶσαν τέχνην, σύστημα ἐκ καταλήψεων. πρῶτον μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. ἢ τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, ᾗπερ ἐπίσταιται διαγινώσκειν τά τε κίβδηλα τῶν 15 νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχ ὥσπερ τῶν νομισμάτων, καὶ τῶν ἀνθρώπων εὐθὺς φανερῶν ὄντων; αὐτὰ μέντοι ταῦτα καὶ ὁ σοφὸς Εὐριπίδης καταμέμφεται, λέγων «ἀνδρῶν δ ̓ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι.» τῷ δὴ καὶ μείζων ἡ τοῦ παρασίτου τέχνη, ἥ γε καὶ τὰ οὕτως ἄδηλα 5 καὶ ἀφανῆ μᾶλλον τῆς μαντικῆς γνωρίζει τε καὶ οἶδεν. τὸ δέ γε ἐπίστασθαι λόγους λέγειν ἐπιτηδείους, καὶ πράγματα πράττειν δι ̓ ὧν οἰκειώσεται καὶ εὐνούστατον ἑαυτὸν τῷ τρέφοντι ἀποδείξει, ἆρ ̓ οὐ συνέσεως καὶ καταλήψεως ἐρρωμένης εἶναί σοι δοκεῖ;

25

30

ΤΥΧ. καὶ μάλα.

ΣΙΜ. τὸ δέ γε ἐν ταῖς ἑστιάσεσιν αὐταῖς, ὅπως παντὸς ἀπελθοι πλέον ἔχων καὶ παρευδοκιμῶν τοὺς μὴ τὴν αὐτὴν αὐτῷ κεκτημένους τέχνην, ἄνευ τινὸς λόγου καὶ σοφίας πράττεσθαι οἴει;

τγχ, οὐδαμῶς.

ΣΙΜ. τί δέ, τὸ ἐπίστασθαι τὰς ἀρετὰς καὶ κακίας τῶν σιτίων καὶ τῶν ὄψων πολυπραγμοσύνη ἀτέχνου τινὸς εἶναί σοι δοκεῖ; καὶ ταῦτα τοῦ γενναιοτάτου Πλάτωνος ούτωσὶ λέγοντος, «τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης τοίνης ἀκυροτέρα 6 ἡ κρίσις.» ὅτι γε μὴν οὐκ ἐκ καταλήψεως μόνον ἀλλὰ συγγεγυμνα35 σμένης ἐστὶν ἡ παρασιτική, μάθοις ἂν ἐνθένδε ῥᾳδίως. αἱ μὲν γὰρ τῶν ἄλλων τεχνῶν καταλήψεις καὶ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς πολλάκις ἀσυγγύμναστοι μένουσι, καὶ ὅμως οὐκ ἀπόλ

[merged small][ocr errors][merged small][merged small]

λυνται παρὰ τοῖς κεκτημένοις αἱ τέχναι· ἡ δὲ τοῦ παρασίτου κατά ληψις εἰ μὴ καθ ̓ ἡμέραν εἴη ἐν γυμνασίᾳ, ἀπόλλυσιν οὐ μόνον, οἶμαι, τὴν τέχνην ἀλλὰ καὶ αὐτὸν τὸν τεχνίτην. τό γε μὴν πρός 7 τι τέλος εὔχρηστον τῷ βίῳ μὴ καὶ μανίας ᾗ ζητεῖν· ἐγὼ γὰρ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν οὐδὲν εὐχρηστότερον εὑρίσκω ἐν τῷ βίῳ, ὧν οὐδὲ ζῆν γε ἄνευ ἔστιν.

ΤΥΧ. πάνυ μὲν οὖν.

ΣΙΜ. καὶ μὴν οὐδὲ τοιοῦτόν τι ἐστὶν ἡ παρασιτικὴ ὁποῖον τὸ 3 κάλλος ἢ ἡ ἰσχύς, ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν, δύναμιν δέ τινα τοιαύτην.

Τιχ. ἀληθῆ λέγεις.

ΣΙΜ. ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστίν. ἡ γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε γάρ, εἰ ἐπιτρέψαι τις ἑαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι, μὴ ἐπιστάμενος κυβερνᾶν, σωΔείη ἄν;

ΤΥΧ. οὐδ ̓ ὅλως.

ΣΙΜ. τί δή ποτε; ἢ τῷ μὴ ἔχειν τέχνην δι ̓ ἧς δυνήσεται σώζειν ἑαυτόν;

ΤΥΧ. καὶ μάλα.

10

45

ΣΙΜ. οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν 20 ἀτεχνία, οὐκ ἂν ἐσώζετο;

ΤΥΧ. ναί.

ΣΙΜ. οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;

ΤΥΧ. πάνυ μὲν οὖν.

ΣΙΜ. τέχνη οὖν ἄρα ἐστὶν ἡ παρασιτική.

ΤΥΧ. τέχνη, ὡς ἔοικεν.

25

ΣΙΜ. καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν ξυντρι βέντας τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας· παρασίτου δὲ ναυάγιον οὐδεὶς ἔχει τοιοῦτον εἰπεῖν. οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρα-30 σιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμέ νων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.

ΤΥΧ. ὅσον ἐκ τούτου εἰκάζω. ἀλλ ̓ ἐκεῖνο, ὅπως καὶ ὅρον ἡμῖν ο τινὰ γενναῖον ἀποδῷς τῆς παρασιτικῆς.

ΣΙΜ. ὀρθῶς σύ γε λέγων. δοκεῖ γὰρ δή μοι οὕτως ἂν μάλιστα ὡρίσθαι· παρασιτική ἐστι τέχνη ποτέων καὶ βρωτέων καὶ τῶν διὰ ταῦτα λεκτέων, τέλος δὲ αὐτῆς τὸ ἡδύ.

τγν. ὑπέρει γέ μοι δοκεῖς ὁρίσασθαι τὴν σεαυτοῦ τέχνην.

[ocr errors][merged small][merged small][merged small]
« IndietroContinua »