Immagini della pagina
PDF
ePub

ἀλλ ̓ ἐκεῖνο σκόπει, μὴ πρὸς ἐνίους τῶν φιλοσόφων μάχη σοι περὶ τοῦ τέλους ᾖ.

ΣΙΜ. καὶ μὴν ἀπόχρη γε, εἴπερ ἔσται τὸ αὐτὸ τέλος εὐδαι 10 μονίας καὶ παρασιτικῆς. φανεῖται δὲ οὕτως. ὁ γὰρ σοφός Ὅμηρος ϋτὸν τοῦ παρασίτου βίον θαυμάζων, ὡς ἄρα μακάριος καὶ ζηλωτὸς εἴη μόνος, «οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι ἢ ὅταν · εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ ̓ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσιν.» καὶ ὡς οὐχ ἱκανῶς ταῦτα θαυμά 10ζων, μᾶλλον τὴν αὑτοῦ γνώμην ποιεῖ φανερωτέραν, ἐπιλέγων «τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι,» οὐχ ἕτερόν τι, ἐξ ὧν φησίν, ἢ τὸ παρασιτεῖν εὔδαιμον νομίζων. καὶ μὴν οὐδὲ τῷ τυχόντι ἀνδρὶ περιτέθεικε τούτους τοὺς λόγους, ἀλλὰ τῷ σοφωτάτῳ τῶν Ἑλλήνων. καίτοι γε εἴπερ ἐβούλετο Οδυσσεὺς τὸ κατὰ τοὺς στωι15 κοὺς ἐπαινεῖν τέλος, ἐδύνατο ταυτὶ λέγειν ὅτε τὸν Φιλοκτήτην ἀνήγαγεν ἐκ τῆς Λήμνου, ὅτε τὸ Ἴλιον ἐξεπόρθησεν, ὅτε τοὺς Ἕλληνας φεύγοντας κατέσχεν, ὅτε εἰς Τροίαν εἰσῆλθεν ἑαυτὸν μαστιγώσας καὶ κακὰ καὶ στωικὰ ῥάκη ἐνδύς· ἀλλὰ τότε οὐκ εἶπε τοῦτο τέλος χαριέστερον. ἀλλὰ μὴν καὶ ἐν τῷ τῶν ἐπικουρείων βίῳ γενόμενος 20 αὖθις παρὰ τῇ Καλυψοῖ, ὅτε αὐτῷ ὑπῆρχεν ἐν ἀργίᾳ τε βιοτεύειν καὶ τρυφᾶν καὶ βινεῖν τὴν ̓́Ατλαντος Αυγατέρα καὶ κινεῖν πάσας τὰς λείας κινήσεις, οὐδὲ τότε εἶπε τοῦτο τὸ τέλος χαριέστερον, ἀλλὰ τὸν τῶν παρασίτων βίον. ἐκαλοῦντο δὲ δαιτυμόνες οἱ παράσιτοι τότε. πῶς οὖν λέγει; πάλιν γὰρ ἄξιον ἀναμνησθῆναι τῶν ἐπῶν· 25 οὐδὲ γὰρ οἷόν τε ἀκούειν αὐτῶν μὴ πολλάκις λεγομένων. «δαιτυμό νες καθήμενοι εξείης,» καὶ «παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ 11 κρειῶν.» ὅ γε μὴν ̓Επίκουρος σφόδρα ἀναισχύντως ὑφελόμενος τὸ τῆς παρασιτικῆς τέλος, τῆς καθ ̓ αὑτὸν εὐδαιμονίας τέλος αὐτὸ ποιεῖ. καὶ ὅτι κλοπὴ τὸ πρᾶγμά ἐστι, καὶ οὐδὲν Επικούρῳ μέλει τὸ ἡδὺ ἀλλὰ τῷ παρασίτῳ, οὕτω μάθοις ἄν. ἐγὼ ἡγοῦμαι τὸ ἡδὺ πρῶτον μὲν τὸ τῆς σαρκὸς ἀόχλητον, ἔπειτα τὸ μὴ θορύβου καὶ ταραχῆς τὴν ψυχὴν ἐμπεπλῆσθαι. τούτων τοίνυν ὁ μὲν παράσιτος ἑκατέρων τυγχάνει, ὁ δὲ ἐπικούρειος οὐδὲ πατέρου. ὃ γὰρ ζητῶν περὶ σχήματος γῆς καὶ κόσμων ἀπειρίας καὶ μεγέθους ἡλίου καὶ 35 ἀποστημάτων καὶ πρώτων στοιχείων καὶ περὶ θεῶν, εἴτε εἰσὶν εἴτε οὐκ εἰσί, καὶ περὶ αὐτοῦ τοῦ τέλους ἀεὶ πολεμῶν καὶ διαφερόμενος πρός τινας, οὐ μόνον ἐν ἀνθρωπίναις ἀλλὰ καὶ ἐν κοσμικαῖς ἐστὶν ἐνοχλήσεσιν. ὁ δὲ παράσιτος πάντα καλῶς ἔχειν οἰόμενος, καὶ πε

[blocks in formation]

πιστευκώς μὴ ἄλλως ταῦτα ἔχειν ἄμεινον ἢ ἔχει, μετὰ πολλῆς ἀδείας καὶ γαλήνης, οὐδενὸς αὐτῷ τοιούτου παρενοχλοῦντος, ἐσθίει καὶ κοιμᾶται ὕπτιος, ἀφεικώς τοὺς πόδας καὶ τὰς χεῖρας, ὥσπερ Οδυσσεὺς ἀπὸ τῆς Σχερίας ἀποπλέων οἴκαδε. καὶ μὴν οὐχὶ κατὰ 12 ταῦτα μόνον οὐδὲν προσήκει τὸ ἡδὺ τῷ Επικούρῳ, ἀλλὰ καὶ5 κατ ̓ ἐκεῖνα. ὁ γὰρ Επίκουρος οὗτος, ὅστις ποτέ ἐστιν ὁ σοφός, ἤτοι φαγεῖν ἔχει ἢ οὔ. εἰ μὲν οὐκ ἔχει, οὐχ ὅπως ἡδέως οὐ ζήσε ται, ἀλλ ̓ οὐδὲ ζήσεται· εἰ δὲ ἔχει, ἤτοι παρ ̓ ἑαυτοῦ ἢ παρ ̓ ἄλλου. εἰ μὲν οὖν παρ ̓ ἄλλου τὸ φαγεῖν ἔχει, παράσιτός ἐστι, καὶ οὐχ ὃς λέγει· εἰ δὲ παρ ̓ ἑαυτοῦ, οὐχ ἡδέως ζήσεται.

ΤΥΧ. πῶς οὐχ ἡδέως;

ΣΙΜ. εἰ γὰρ ἔχει τὸ φαγεῖν παρ ̓ ἑαυτοῦ, πολλά τοι ὦ Τυχιάδη τῷ τοιούτῳ βίῳ παρακολουθεῖν ἀνάγκη. καὶ ἄρει πόσα. δεῖ τὸν μέλλοντα βιώσεσθαι καὶ ἡδονὴν τὰς ἐγγινομένας ὀρέξεις ἁπάσας ἀναπληροῦν. ἢ τί φής;

ΤΥΧ. κἀμοὶ δοκεῖ.

င်

10

15

ΣΙΜ. οὐκοῦν τῷ μὲν συχνὰ κεκτημένῳ ἴσως τοῦτο ὑπάρχει, τῷ δὲ ὀλίγα καὶ μηδὲν οὐκέτι· ὥστε πένης οὐκ ἂν σοφὸς γένοιτο, οὐδὲ ἐφίκοιτο τοῦ τέλους, λέγω δὲ τοῦ ἡδέος. ἀλλ ̓ οὐδὲ μὴν ὁ πλούσιος, ὁ παρὰ τῆς οὐσίας ἀφθόνως ταῖς ἐπιθυμίαις χορηγῶν, δυνήσε-20 ται τοῦδε ἐφικέσθαι. τί δήποτε; ὅτι πᾶσα ἀνάγκη τὸν ἀναλίσκοντα τὰ ἑαυτοῦ πολλαῖς περιπίπτειν ἀηδίαις, τοῦτο μὲν τῷ μαγείρῳ κακῶς σκευάσαντι τὸ ὄψον μαχόμενον, ἢ εἰ μὴ μάχοιτο, φαῦλα παρὰ τοῦτο ἐσθίοντα τὰ ὄψα καὶ τοῦ ἡδέος ὑστεροῦντα, τοῦτο δὲ τῷ οἰκονο μοῦντι τὰ κατὰ τὴν οἰκίαν, εἰ μὴ καλῶς οἰκονομοίη, μαχόμενον. 25 ἢ οὐχ οὕτως;

τυχ. νή Δία κἀμοὶ δοκεῖ.

ΣΙΝ. τῷ μὲν οὖν Επικούρῳ ταῦτα συμβαίνειν εἰκός, ὥστε οὐδέποτε τεύξεται τοῦ τέλους· τῷ δὲ παρασίτῳ οὔτε μάγειρος ἔστιν ᾧ χαλεπήνῃ οὔτε οἰκονόμος, οὔτε ἀγρὸς οὔτε ἀργύρια, ὑπὲρ ὧν 30 ἀπολομένων ἀχθεσθείη, καὶ πάντα ἔχει, ὥστε καὶ φάγῃ καὶ πίῃ μόνος οὗτος ὑπὸ μηδενός, ὧν ἐκείνους ἀνάγκη, ἐνοχλούμενος.

ἀλλ ̓ ὅτι μὲν τέχνη ἐστὶν ἡ παρασιτική, κἀκ τούτων καὶ τῶν 13 ἄλλων ἱκανῶς δέδεικται· λοιπὸν ὅτι καὶ ἀρίστη δεικτέον, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ πρῶτον μὲν ὅτι κοινῇ πασῶν διαφέρει τῶν τεχνῶν, 35 εἶτα ὅτι καὶ ἰδίᾳ ἑκάστης. κοινῇ μὲν οὖν ἁπασῶν οὕτω διαφέρει. πάσης γὰρ τέχνης ἀνάγκη προσάγειν μάθησιν πόνον φόβον πληγάς,

4. ἐπὶ τῆς σχεδίας 8. ἢ] εἴτε * 19. ἐφικνοῖτο 24. ὑστερεῖν 28. πάντα

9. ὡς

12. πόλλ ̓ ἄτοπα ὦ? 30. οὔτε ἀγρὸς οὔτε οἰκονόμος

ἅπερ οὐκ ἔστιν ὅστις οὐκ ἂν ἀπεύξαιτο. ταύτην δὲ τὴν τέχνην, ὡς ἔοικε, μόνην ἔξεστι μαθεῖν ἄνευ πόνου. τίς γὰρ ἀπὸ δείπνου ποτὲ ἀπῆλθε κλαίων ὥσπερ τινὰς ἀπὸ τῶν διδασκαλείων ὁρῶμεν; τίς δ ̓ ἐπὶ δεῖπνον ἀπιὼν ὤφθη σκυθρωπὸς ὥσπερ οἱ εἰς τὰ διδασκα5λεῖα φοιτῶντες; καὶ μὴν ὁ μὲν παράσιτος ἑκὼν αὐτὸς ἐπὶ δεῖπνον ἔρχεται, μάλ ̓ ἐπιθυμῶν τῆς τέχνης, οἱ δὲ τὰς ἄλλας τέχνας μανθάνοντες μισοῦσιν αὐτάς, ὥστε ἔνιοι δι ̓ αὐτὰς ἀποδιδράσκουσι. τί δέ; οὐ κἀκεῖνο ἐννοῆσαί σε δεῖ, ὅτι καὶ τοὺς ἐν ἐκείναις ταῖς τέχναις προκόπτοντας οἱ πατέρες καὶ μητέρες τούτοις τιμῶσι μά10λιστα οἷς καθ ̓ ἡμέραν καὶ τὸν παράσιτον, «καλῶς νὴ Δί ̓ ἔγραψεν ὁ παῖς» λέγοντες, «δότε αὐτῷ φαγεῖν· οὐκ ἔγραψεν ὀρθῶς, μὴ δῶτε.» οὕτω τὸ πρᾶγμα καὶ ἐν τιμῇ καὶ ἐν τιμωρία μέγα φαίνε 14 ται. καὶ μὴν αἱ ἄλλαι τέχναι ὕστερον τοῦτο ἔχουσι μετὰ τὸ μαθεῖν, καὶ τοὺς καρποὺς ἡδέως ἀπολαμβάνουσι· πολλὴ γὰρ καὶ ὄρθιος 15 οἶμος ἐς αὐτό. ἡ δὲ παρασιτικὴ μόνη τῶν ἄλλων εὐθὺς ἀπολαύει τῆς τέχνης ἐν αὐτῷ τῷ μανθάνειν, καὶ ἅμα τε ἄρχεται καὶ ἐν τῷ τέλει ἐστίν. καὶ μέντοι τῶν ἄλλων τεχνῶν οὐ τινὲς ἀλλὰ πᾶσαι ἐπὶ μόνην τὴν τροφὴν γεγόνασιν· ὁ δὲ παράσιτος εὐθὺς ἔχει τὴν τροφὴν ἅμα τῷ ἄρξασθαι τῆς τέχνης ἢ οὐκ ἐννοεῖς ὅτι ὁ μὲν γεωργὸς 20 γεωργεῖ οὐ τοῦ γεωργεῖν ἕνεκα καὶ ὁ τέκτων τεκταίνεται οὐχὶ τοῦ τεκταίνεσθαι ἕνεκα, ὁ δὲ παράσιτος οὐχ ἕτερον μέν τι διώκει, ἀλλὰ 15 τὸ αὐτὸ καὶ ἔργον ἐστὶν αὐτοῦ καὶ οὗ ἕνεκα γίνεται; καὶ μὴν ἐκεῖνά γε οὐδείς ἐστιν ὅστις οὐκ ἐπίσταται, ὅτι οἱ μὲν τὰς λοιπὰς τέχνας ἐργαζόμενοι τὸν μὲν ἄλλον χρόνον ταλαιπωροῦσι, μίαν δὲ ἢ 25 δύο μόνας τοῦ μηνὸς ἡμέρας ἱερὰς ἄγουσι, καὶ αἱ πόλεις δὲ τὰς μὲν δι ̓ ἔτους τὰς δὲ ἐμμήνους ἑορτὰς ἐπιτελοῦσι, καὶ εὐφραίνεσθαι λέγονται τότε, ὁ δὲ παράσιτος τοῦ μηνὸς τὰς τριάκοντ ̓ ἡμέρας 16 ἱερὰς ἄγει· πᾶσαι γὰρ αὐτῷ δοκοῦσιν εἶναι τῶν θεῶν. ἔτι οἱ μὲν

βουλόμενοι τὰς ἄλλας τέχνας κατορθοῦν ὀλιγοσιτίαις καὶ ὀλιγοποσίαις 30 χρῶνται καθάπερ οἱ νοσοῦντες, ταύτην δὲ τὴν τέχνην πολυσιτίαις 17 και πολυποσίαις ἔστιν εὐφραινόμενον μανθάνειν. καὶ αἱ μὲν ἄλλαι τέχναι χωρὶς ὀργάνων οὐδαμῶς τῷ κεκτημένῳ ὑπηρετεῖν δύνανται· οὔτε γὰρ αὐλεῖν ἔνι χωρὶς αὐλῶν οὔτε ψάλλειν ἄνευ λύρας οὔτε ἱππεύειν ἄνευ ἵππου· αὕτη δὲ οὕτως ἐστὶν ἀγαπὴ καὶ οὐ βαρεῖα τῷ 13 τεχνίτῃ ὥστε παρέχει καὶ μηδὲν ἔχοντι ὅπλον χρῆσθαι αὐτῇ. καὶ ὡς ἔοικε, τὰς μὲν ἄλλας τέχνας μανθάνομεν μισθὸν διδόντες, ταύτην 19 δὲ λαμβάνοντες. ἔτι τῶν μὲν ἄλλων τεχνῶν εἰσὶ διδάσκαλοί τινες,

12. ἔντιμον 43. τέχναι τὸ ὕστερον πράττει ἕτερον δὲ διώκει?

26. διατελοῦσι

17. αἱ μέντοι
35. ὑπάρχει

24. μέν τι

τῆς δὲ παρασιτικῆς οὐδείς, ἀλλ ̓ ὥσπερ ἡ ποιητικὴ κατὰ Σωκράτη, καὶ αὕτη θείᾳ τινὶ μοίρᾳ παραγίνεται. κἀκεῖνο δὲ σκόπει, ὅτι τὰς 20 μὲν ἄλλας τέχνας ὁδεύοντες ἢ πλέοντες οὐ δυνάμεθα διαπράττεσθαι, αὐτῇ δὲ ἔστι χρῆσθαι καὶ ἐν ὁδῷ καὶ πλέοντι.

ΤΥΧ. πάνυ μὲν οὖν.

5

ΣΙΜ. καὶ μέντοι ὦ Τυχιάδη αἱ μὲν ἄλλαι τέχναι δοκοῦσί μοι 21 ταύτης ἐπιθυμεῖν, αὕτη δὲ οὐδεμιᾶς ἑτέρας.

ΤΥΧ.

τυχ. τί δέ; οὐχ οἱ τὰ ἀλλότρια λαμβάνοντες ἀδικεῖν σοι δο

κοῦσιν;

ΣΙΜ. πῶς γὰρ οὔ;

ΤΥΧ.

τυχ. πῶς οὖν ὁ παράσιτος τὰ ἀλλότρια λαμβάνων οὐκ ἀδικεῖ μόνος;

10

ΣΙΜ. οὐκ ἔχω λέγειν. καὶ μὴν τῶν ἄλλων τεχνῶν αἱ ἀρχαὶ 22 φαῦλαί τινες καὶ εὐτελεῖς εἰσί, τῆς δὲ παρασιτικῆς ἡ ἀρχὴ πάνυ γενναία τις· τὸ γὰρ θρυλούμενον τοῦτο τῆς φιλίας ὄνομα οὐκ ἂν 15 ἄλλο τι εὕροις ἢ ἀρχὴν παρασιτικῆς.

ΤΥΧ. πῶς λέγεις;

ΣΙΜ. ὅτι οὐδεὶς ἐχθρὸν ἢ ἀγνῶτα ἄνθρωπον, ἀλλ ̓ οὐδὲ συνήθη μετρίως ἐπὶ δεῖπνον καλεῖ, ἀλλὰ δεῖ πρότερον, οἶμαι, τοῦτον γενέσαι φίλον, ἵνα κοινωνήσῃ σπονδῶν καὶ τραπέζης καὶ τῶν τῆς20 τέχνης ταύτης μυστηρίων. ἐγὼ γοῦν πολλάκις ἤκουσα τινῶν λεγόντων «ποταπὸς δὲ οὗτος φίλος ὅστις οὔτε βέβρωκεν οὔτε πέπωκε μεθ ̓ ἡμῶν;» ὡς δῆλον ὅτι τὸν συμπίνοντα καὶ συνεσθίοντα μόνον πιστὸν φίλον ἡγουμένων. ὅτι γε μὴν ἡ βασιλικωτάτη τῶν τεχνῶν 23 ἐστὶν αὕτη, μάθοις ἂν καὶ ἐκ τοῦδε οὐχ ἥκιστα. τὰς μὲν γὰρος λοιπὰς τέχνας οὐ μόνον κακοπαθοῦντες καὶ ἱδροῦντες, ἀλλὰ νὴ Δία καθήμενοι καὶ ἑστῶτες ἐργάζονται ὥσπερ ἀμέλει δοῦλοι τῶν τεχνῶν· ὁ δὲ παράσιτος μεταχειρίζεται τὴν αὑτοῦ τέχνην ὡς βασιλεὺς κατακείμενος. ἐκεῖνα μὲν γὰρ τί δεῖ λέγειν περὶ τῆς εὐδαιμονίας αὐτοῦ, 24 ὅτι δὴ μόνος κατὰ τὸν σοφὸν Ὅμηρον οὔτε φυτεύει χερσὶ φυτόν 30 οὔτε ἀροῖ, ἀλλὰ τὰ ἄσπαρτα καὶ ἀνήροτα πάντα νέμεται; καὶ μὴν 25 ῥήτορά γε καὶ γεωμέτρην καὶ χαλκέα οὐδὲν κωλύει τὴν ἑαυτοῦ τέχνην ἐργάζεσθαι, ἐάν τε πονηρὸς ἐάν τε καὶ μωρὸς ᾖ, παρασιτεῖν δὲ οὐδεὶς δύναται ἢ μωρὸς ὢν ἢ πονηρός.

τχ. παπαῖ, οἷον χρῆμα ἀποφαίνεις τὴν παρασιτικήν. ὥστε 35 καὶ αὐτὸς ἤδη βούλεσθαι δοκῶ μοι παράσιτος εἶναι ἀντὶ τούτου ὅς εἰμι.

ΣΙΜ. ὡς μὲν τοίνυν κοινῇ πάντων διαφέρει, δεδείχθαί μοι δοκεῖ· 26

[merged small][ocr errors][merged small][merged small]
[ocr errors]

φέρε δὲ ὡς καὶ κατ' ἰδίαν ἑκάστης διαφέρει σκοπῶμεν. τὸ μὲν δὴ ταῖς βαναύσαις τέχναις παραβάλλειν αὐτὴν ἀνόητόν ἐστι, καὶ μᾶλ λόν πως καθαιροῦντος τὸ ἀξίωμα τῆς τέχνης· ὅτι γε μὴν τῶν καλ λίστων καὶ μεγίστων τεχνῶν διαφέρει δεικτέον. ὡμολόγηται δὴ πρὸς 5 πάντων τήν τε ῥητορικὴν καὶ τὴν φιλοσοφίαν, ἃς διὰ γενναιότητα καὶ ἐπιστῆμας ἀποφαίνονταί τίνες, ἐπειδὰν γοῦν καὶ τούτων ἀποδείξαιμι τὴν παρασιτικὴν πολὺ κρατοῦσαν, δῆλον ὅτι τῶν ἄλλων τεχνῶν δόξει προφερεστάτη καθάπερ ἡ Ναυσικάα τῶν θεραπαινίδων. 27 κοινῇ μὲν οὖν ἀμφοῖν διαφέρει, καὶ τῆς ῥητορικῆς καὶ τῆς φιλο10 σοφίας, πρῶτον κατὰ τὴν ὑπόστασιν. - ἢ μὲν γὰρ ὑφέστηκεν, αἱ δὲ οὔ. οὔτε γὰρ τὴν ῥητορικὴν ἕν τι καὶ τὸ αὐτὸ νομίζομεν, ἀλλ ̓ οἳ μὲν τέχνην, οἳ δὲ τοὐναντίον ἀτεχνίαν, ἄλλοι δὲ κακοτεχνίαν, ἄλλοι δὲ ἄλλο τι. ὁμοίως δὲ καὶ τὴν φιλοσοφίαν οὐ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν· ἑτέρως μὲν γὰρ Επικούρῳ δοκεῖ τὰ πράγματα 15 ἔχειν, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς στοᾶς, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς ̓Ακα δημείας, ἑτέρως δὲ τοῖς ἀπὸ τοῦ περιπάτου, καὶ ἁπλῶς ἄλλος ἄλλην ἀξιοῖ τὴν φιλοσοφίαν εἶναι, καὶ μέχρι γε νῦν οὔτε οἱ αὐτοὶ γνώμης κρατοῦσιν οὔτε αὐτῶν ἡ τέχνη μία φαίνεται. ἐξ ὧν δῆλον ὅ τι τεκμαίρεσθαι καταλείπεται. ἀρχὴν γάρ φημι μηδ' εἶναι τέχνην ἧς 20οὐκ ἔστιν ὑπόστασις, ἐπεὶ τί δήποτε ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ ἡ αὐτή, καὶ δὶς δύο παρά τε ἡμῖν καὶ παρὰ Πέρσαις τέσσαρά ἐστι, καὶ συμφωνεῖ ταῦτα καὶ παρ' Ἕλλησι καὶ βαρβάροις, φιλοσοφίας δὲ πολλὰς καὶ διαφόρους ὁρῶμεν, καὶ οὔτε τὰς ἀρχὰς οὔτε τὰ τέλη σύμφωνα πασῶνικη μα ως ε

[ocr errors]

25 τυχ. ἀληθῆ λέγεις: μίαν μὲν γὰρ τὴν φιλοσοφίαν εἶναι λέγουσιν, αὐτοὶ δὲ αὐτὰς ποιοῦσι πολλάς.

28 Ο ΣΙΜ. ἱκαὶ μὴν τὰς μὲν ἄλλας τέχνας, εἰ καί τι κατὰ ταύτας ἀσύμφωνον εἴη, κἂν παρέλθοι τις συγγνώμης ἀξιώσας, ἐπεὶ μέσαι τε δοκοῦσι καὶ αἱ καταλήψεις αὐτῶν οὐκ εἰσὶν ἀμετάπτωτοι· φιλο30 σοφίαν δὲ τίς ἂν καὶ ἀνάσχοιτο μὴ μίαν εἶναι, καὶ μηδὲ σύμφωνον αὐτὴν ἑαυτῇ μᾶλλον τῶν ὀργάνων; μία μὲν οὖν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν πολλαὶ δὲ οὐ δύνανται εἶναι, ἐπειδή29 περ ἡ φιλοσοφία μία. ὁμοίως δὲ καὶ περὶ τῆς ὑποστάσεως τῆς ῥητορικῆς ταῦτα φαίη τις ἄν. τὸ γὰρ περὶ ἑνὸς προκειμένου ταὐτὰ 3μὴ λέγειν ἅπαντας, ἀλλὰ μάχην εἶναι φορᾶς ἀντιδόξου, ἀπόδειξις μεγίστη τοῦ μηδὲ τὴν ἀρχὴν εἶναι τοῦτο οὗ μία κατάληψις οὐκ ἔστι τὸ γὰρ ζητεῖν τὸ τί μᾶλλον αὐτῶν ἐστί, καὶ τὸ μηδέποτε

5. πρωτεύειν τήν ? an προέχειν? * 28. καὶ

6. ouv? *

19. μήτε

21. γε

« IndietroContinua »