Immagini della pagina
PDF
ePub

ὁμολογεῖν μίαν εἶναι, τοῦτο αὐτὴν ἀναιρεῖ τοῦ ζητουμένου τὴν οὐσίαν. ἡ μέντοι παρασιτικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ ἐν Ἕλλησι 30 καὶ βαρβάροις μία ἐστὶ καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως, καὶ οὐκ ἂν εἴποι τις ἄλλως μὲν τούσδε ἑτέρως δὲ τούσδε παρασιτεῖν. οὐδὲ εἰσίν, ὡς ἔοικεν, παράσιτοί τινες οἷον στωικοὶ ἢ ἐπικούρειοι, δόγματα κ ἔχοντες διάφορα, ἀλλὰ πᾶσι πρὸς ἅπαντας ὁμολογία τίς ἐστι καὶ συμφωνία τῶν ἔργων καὶ τοῦ τέλους, ὥστε ἔμοιγε δοκεῖ ἡ παρασιτικὴ κινδυνεύειν κατά γε τοῦτο καὶ σοφία εἶναι.

ΤΥΧ. πάνυ μοι δοκεῖς ταῦτα ἱκανῶς εἰρηκέναι. ὡς δὲ καὶ τὰ 31 ἄλλα χείρων ἐστὶν ἡ φιλοσοφία τῆς σῆς τέχνης, πῶς ἀποδεικνύεις;10 ΣΙΜ. οὐκοῦν ἀνάγκη πρῶτον εἰπεῖν ὅτι φιλοσοφίας μὲν οὐδέποτε ἠράσθη παράσιτος, παρασιτικῆς δὲ πάμπολλοι ἐπιθυμήσαντες μνημονεύονται φιλόσοφοι, καὶ μέχρι γε νῦν ἐρῶσιν.

ΤΥΧ. καὶ τίνας ἂν εἰπεῖν ἔχοις φιλοσόφους παρασιτεῖν σπουδά

σαντας;

[ocr errors]

ΣΙΜ. · οὕς τινας μέντοι ὦ Τυχιάδη καὶ σὺ γινώσκων ὑποκρίνῃ ἀγνοεῖν κἀμέ, ὥς τινος αὐτοῖς αἰσχύνης ἐντεῦθεν γινομένης, οὐχὶ τιμῆς.

ΤΥΧ. οὐ μὰ τὸν Δί ̓ ὦ Σίμων, ἀλλὰ καὶ σφόδρα ἀπορῶ οὖς τινας καὶ εὕρῃς εἰπεῖν.

ΣΙΜ, ὦ γενναῖε, σύ μοι δοκεῖς ἀνήκοος εἶναι καὶ τῶν ἀναγραψάντων τοὺς ἐκείνων βίους, ἐπεὶ πάντως ἂν καὶ ἐπιγνῶναι οὕς τινας λέγω δύναιο.

ΤΥΧ. καὶ μέντοι νὴ τὸν Ηρακλέα πολῶ δὴ ἀκούειν τίνες εἰσίν.

45

20

ΣΙΜ. ἐγώ σοι δείξω καὶ καταλέξω αὐτοὺς ὄντας οὐχὶ τοὺς 28 φαύλους, ἀλλ ̓ ὡς ἐγὼ δοκῶ, τοὺς ἀρίστους, καὶ οὓς ἥκιστα σὺ οἴει. Αἰσχίνης μέντοι ὁ Σωκρατικὸς οὗτος, ὁ τοὺς μακροὺς καὶ ἀστείους 32 διαλόγους γράψας, ἧκέ ποτε εἰς Σικελίαν κομίζων αὐτούς, ὅπως, εἰ δύναιτο, δι ̓ αὐτῶν γνωστῆναι Διονυσίῳ τῷ τυράννῳ· καὶ τὸν Μιλ τιάδην ἀναγνοὺς καὶ δόξας εὐδοκιμηκέναι λοιπὸν ἐκάθητο ἐν Σι-30 κελίᾳ παρασιτῶν Διονυσίῳ καὶ ταῖς Σωκράτους διατριβαῖς ἐρρῶσθαι φράσας. τί δὲ καὶ ̓Αρίστιππος ὁ Κυρηναῖος; οὐχὶ τῶν δοκίμων 33 φαίνεταί σοι φιλοσόφων;

ΤΥΧ. καὶ πάνυ.

ΣΙΜ. καὶ οὗτος μέντοι κατὰ τὸν αὐτὸν χρόνον διέτριβεν ἐν Συ-3 ρακούσαις παρασιτῶν Διονυσίῳ. πάντων γοῦν ἀμέλει τῶν παρασίτων αὐτὸς εὐδοκίμει παρ' αὐτῷ· καὶ γὰρ ἦν πλέον τι τῶν ἄλλων εἰς τὴν τέχνην εὐφυής, ὥστε τοὺς ὀψοποιοὺς ὁσημέραι ἔπεμπε παρὰ

[blocks in formation]

τοῦτον ὁ Διονύσιος ὡς παρ' αὐτοῦ μαθησομένους. οὗτος μέντοι δοκεῖ 34 καὶ κοσμῆσαι τὴν τέχνην ἀξίως, ὁ δὲ Πλάτων ὑμῶν ὁ γενναιότατος င် καὶ αὐτὸς μὲν ἧκεν εἰς Σικελίαν ἐπὶ τούτῳ, καὶ ὀλίγας παρασιτή σας ἡμέρας τῷ τυράννῳ τοῦ παρασιτεῖν ὑπὸ ἀφυΐας ἐξέπεσε, καὶ υπάλιν 'Αθήναζε ἀφικόμενος καὶ φιλοπονήσας καὶ παρασκευάσας ἑαυτὸν αὖθις δευτέρῳ στόλῳ ἐπέπλευσε τῇ Σικελίᾳ, καὶ δειπνήσας πάλιν ὀλίγας ἡμέρας ὑπὸ ἀμαθίας ἐξέπεσε. · καὶ αὕτη ἡ συμφορὰ Πλάτωνι περὶ Σικελίαν ὁμοία δοκεῖ γενέσθαι τῇ Νικίου.

35

1

ΤΥΧ. καὶ τίς ὦ Σίμων περὶ τούτου λέγει;

ΣΙΜ. πολλοὶ μὲν καὶ ἄλλοι, Αριστόξενος δὲ ὁ μουσικὸς πολλοῦ λόγου ἄξιος· καὶ αὐτὸς δὲ παράσιτος Νηλέως ἦν. Εὐριπίδης μὲν γὰρ ὅτι ̓Αρχελάω μέχρι τοῦ θανάτου παρεσίτει, καὶ ̓Ανάξαρχος 36 Αλεξάνδρῳ, πάντως ἐπίστασαι. - καὶ ̓Αριστοτέλης δὲ τῆς παρασι 37 τικῆς ἤρξατο μόνον ὥσπερ καὶ τῶν ἄλλων τεχνῶν. φιλοσόφους μὲν 15 οὖν, ὥσπερ ἦν, παρασιτίᾳ σπουδάσαντας ἔδειξα, παράσιτον δὲ οὐδεὶς 33 ἔχει φράσαι φιλοσοφεῖν ἐξελήσαντα. καὶ μέντοι εἰ ἔστιν εὔδαιμον τὸ μὴ πεινῆν μηδὲ διψήν μηδὲ ῥιγοῦν, ταῦτα οὐδενὶ ἄλλῳ ὑπάρχει ἢ παρασίτῳ, ὥστε φιλοσόφους μὲν ἄν τις πολλοὺς καὶ ῥιγοῦντας καὶ πεινῶντας εὕροι, παράσιτον δὲ οὔ. ἢ οὐκ ἂν εἴη παράσιτος, 20 ἀλλὰ δυστυχής τις ἢ πτωχὸς ἄνθρωπος ἢ φιλοσόφῳ ὅμοιος. 39 ΤΥΧ. ἱκανῶς ταῦτά γε. ὅτι δὲ καὶ κατὰ πολλὰ διαφέρει φιλοσοφίας καὶ ῥητορικῆς ἡ παρασιτική, πῶς ἐπιδεικνύεις;

ΣΙΜ. εἰσὶν ὦ βέλτιστε καιροὶ τοῦ τῶν ἀνθρώπων βίου, ὃ μέν τις εἰρήνης, οἶμαι, ὃ δ ̓ αὖ πολέμου. ἐν δὴ τούτοις πᾶσα ἀνάγκη 25 φανερὰς γίνεσθαι τὰς τέχνας καὶ τοὺς ἔχοντας ταύτας ὁποῖοί τινες εἰσί. πρότερον δέ, εἰ δοκεῖ, σκοπώμεθα τὸν τοῦ πολέμου καιρόν, καὶ τίνες ἂν εἶεν μάλιστα χρησιμώτατοι ἰδίᾳ τε ἕκαστος αὑτῷ καὶ κοινῇ τῇ πόλει.

τηλ. οὐ μέτριον ἀγῶνα καταγγέλλεις τῶν ἀνδρῶν· καὶ ἔγωγε 30 πάλαι γελῶ κατ' ἐμαυτόν, ἐννοῶν ποῖος ἂν εἴη συμβαλλόμενος πα ρασίτῳ φιλόσοφος.

40

ΣΙΜ. ἵνα τοίνυν μὴ πάνυ θαυμάζῃς, μηδὲ τὸ πρᾶγμα δοκῇ σοι χλεύης ἄξιον, φέρε προτυπωσώμενα παρ' ἡμῖν αὐτοῖς ἠγγέλθαι μὲν αἰφνίδιον εἰς τὴν χώραν ἐμβεβληκέναι πολεμίους, εἶναι δὲ ἀνάγκην κι ἐπεξιέναι καὶ μὴ περιορᾶν ἔξω δηουμένην τὴν γῆν, τὸν στρατηγὸν δὲ παραγγέλλειν ἅπαντας εἰς τὸν κατάλογον τοὺς ἐν ἡλικίᾳ, καὶ δὴ χωρεῖν τοὺς ἄλλους, ἐν δὲ δὴ τούτοις φιλοσόφους τινὰς καὶ ῥήτορας καὶ παρασίτους. πρῶτον τοίνυν ἀποδύσωμεν αὐτούς· ἀνάγκη

4. μὲν τοίνυν ? *

r

γὰρ τοὺς μέλλοντας ὁπλίζεσθαι γυμνοῦσθαι πρότερον. Θεῶ δὴ τοὺς ἄνδρας ὦ γενναῖε καθ ̓ ἕκαστον, καὶ δοκίμαζε τὰ σώματα, τοὺς μὲν τοίνυν αὐτῶν ὑπὸ ἐνδείας ἴδοις ἂν λεπτοὺς καὶ ὠχρούς, πεφρικότας, ὥσπερ ἤδη τραυματίας παρειμένους. ἀγῶνα μὲν γὰρ καὶ μάχην σταδιαίαν καὶ ὠθισμὸν καὶ κόνιν καὶ τραύματα μὴ γελοῖον ᾗ λέγειν 5 δύνασθαι φέρειν ἀνθρώπους ὥσπερ ἐκείνους ἀεί τινος δεομένους ἀναλήψεως. ἄπρει δὲ πάλιν μεταβὰς τὸν παράσιτον, ὁποῖος τις φαί-41 νεται. ἆρ ̓ οὐχ ὃ μὲν τὸ σῶμα πρῶτον πολὺς καὶ τὸ χρῶμα ἡδύς, οὐ μέλας δὲ οὐδὲ λευκός (τὸ μὲν γὰρ γυναικὶ τὸ δὲ δούλῳ προσέοικεν), ἔπειτα θυμοειδής, δεινὸν βλέπων, ὁποῖον ἡμεῖς, μέγα καὶ τ ὕφαιμον· οὐ γὰρ καλὸν δεδοικότα καὶ θῆλυν ὀφθαλμὸν εἰς πόλεμον φέρειν. ἆρ ̓ οὐχ ὁ τοιοῦτος καλὸς μὲν γένοιτ ̓ ἂν καὶ ζῶν ὁπλίτης, καλὸς δὲ εἰ καὶ ἀποθάνοι νεκρός; ἀλλὰ τί δεῖ ταῦτα εἰκάζειν 42 ἔχοντας αὐτῶν παραδείγματα; ἁπλῶς γὰρ εἰπεῖν, ἐν πολέμῳ τῶν πώποτε ῥητόρων ἢ φιλοσόφων οἱ μὲν οὐδὲ ὅλως ὑπέμειναν ἔξω τοῦ 18 τείχους προελθεῖν, εἰ δέ τις καὶ ἀναγκασθεὶς παρετάξατο, φημὶ τοῦτον λείψαντα τὴν τάξιν ὑποστρέφειν.

[ocr errors]

ΤΥΧ. ὡς θαυμάσια πάντα καὶ οὐδὲν ὑπισχνῇ μέτριον· λέγε δὲ ὅμως.

ΣΙΜ. τῶν μὲν τοίνυν ῥητόρων Ισοκράτης οὐχ ὅπως εἰς πόλεμον 20 ἐξῆλθέ ποτε, ἀλλ ̓ οὐδ ̓ ἐπὶ δικαστήριον ἀνέβη, διὰ δειλίαν, οἶμαι, ὅτι οὐδὲ τὴν φωνὴν διὰ τοῦτο εἶχε. τί ἔτι; οὐχὶ Δημάδης μὲν καὶ Αἰσχίνης καὶ Φιλοκράτης ὑπὸ δέους εὐθὺς τῇ καταγγελίᾳ τοῦ Φι λίππου πολέμου τὴν πόλιν προύδοσαν καὶ σφᾶς αὐτοὺς τῷ Φιλίππῳ, καὶ διετέλεσαν ̓Αθήνησιν ἀεὶ τὰ ἐκείνου πολιτευόμενοι, ὡς εἴ γε καὶ ἄλλος τις 'Αθηναῖος κατ ̓ αὐτὰ ἐπολέμει, κἀκεῖνος ἐν αὐτοῖς ἦν φίλος; ὁ Ὑπερίδης δὲ καὶ Δημοσθένης καὶ Λυκοῦργος, οἱ γε δοκοῦντες ἀνδρειότεροι καν ταῖς ἐκκλησίαις ἀεὶ θορυβοῦντες καὶ λοιδορούμενοι τῷ Φιλίππῳ, τί ποτε ἀπειργάσαντο γενναῖον ἐν τῷ πρὸς αὐτὸν πολέμῳ; καὶ Ὑπερίδης μὲν καὶ Λυκοῦργος 0 οὐδ ̓ ἐξῆλθον, ἀλλ ̓ οὐδ ̓ ὅλως ἐτόλμησαν μικρὸν ἔξω παρακῦψαι τῶν πυλῶν ἀλλ ̓ ἐντειχίδιοι ἐκάθηντο, παρ ̓ αὑτοῖς ἤδη πολιορκού μενοι, γνωμίδια καὶ προβουλευμάτια συντιθέντες· ὁ δὲ δὴ κορυ φαιότατος αὐτῶν, ὁ ταυτὶ λέγων ἐν ταῖς ἐκκλησίαις συνεχῶς «Φίλιππος γὰρ ὁ Μακεδόνων ὄλεθρος, ὅθεν οὐδὲ ἀνδράποδον πρίαιτός τίς ποτε,» τολμήσας προελθεῖν εἰς τὴν Βοιωτίαν, πρὶν ἢ συμμῖξαι τὰ στρατόπεδα καὶ συμβαλεῖν εἰς χεῖρας ῥίψας τὴν ἀσπίδα ἔφυγεν. ἢ οὐδέπω ταῦτα πρότερον ἤκουσας οὐδενός, πάνυ γνώριμα ὄντα,

[blocks in formation]

43

οὐχ ὅπως 'Αθηναίοις ἀλλὰ Θραξὶ καὶ Σκύθαις, ὅθεν ἐκεῖνο τὸ κάθαρμα ἦν;

ΤΥΧ. ἐπίσταμαι ταῦτα. ἀλλ ̓ οὗτοι μὲν ῥήτορες καὶ λόγους λέγειν ήσκηκότες, ἀρετὴν δὲ οὔ τί δὲ περὶ τῶν φιλοσόφων λέγεις; 5οὐ γὰρ δὴ τούτους έχεις ὥσπερ ἐκείνους αἰτιᾶσθαι.

1

ΣΙΜ, οὗτοι πάλιν ὦ Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα, πολλῷ μᾶλλον τῶν ῥητόρων φανοῦνται δειλότεροι και μαλακώτεροι. σκόπει δὲ οὕτως, πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι φιλόσοφον ἐν που πολέμω τετελευτηκότα· ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, ἢ εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον. «'Αντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης και Αριστοτέλης καὶ πᾶς οὗτος ὁ ὅμιλος οὐδὲ εἶδον παράταξιν μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐν τῇ πόλει μάχην ὁ σοφὸς αὐτῶν Σωκράτης, 15 φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου παλαίστραν κατέφυγε· πολὺ γὰρ αὐτῷ ἀστειότερον ἐδόκει μετὰ τῶν μειρακυλ λίων καθεζόμενον ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγχά νουσιν ἢ ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι.

ΤΥΧ. ὦ γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρ ̓ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδίζειν βουλομένων· ὥστε οὐδέν τί μοι δοκεῖς χαριζόμενος τῇ σεαυτοῦ τέχνη καταψεύδεσθαι τῶν ἀνδρῶν. 44 ἀλλ ̓ εἰ δοκεῖ, ἤδη φέρε καὶ σὺ τὸν παράσιτον ὁποῖός τίς ἐστιν ἐν πολέμῳ λέγε, καὶ εἰ ὅλως λέγεταί τις παράσιτος γενέσθαι τῶν παλαιῶν.

ΣΙΜ. καὶ μὴν ὦ φιλότης οὐδεὶς οὕτως ἀνήκοος Ομήρου, οὐδ ̓ ἂν 25 πάμπαν ἰδιώτης τύχη, ὃς οὐκ ἐπίσταται παρ ̓ αὐτῷ τοὺς ἀρίστους τῶν ἡρώων παρασίτους ὄντας. ὅ τε γὰρ Νέστωρ ἐκεῖνος, οὗ ἀπὸ τῆς γλώττης ὥσπερ μέλι ὁ λόγος ἀπέρρει, αὐτοῦ τοῦ βασιλέως παράσιτος ἦν, καὶ οὔτε τὸν ̓Αχιλλέα, ὅσπερ ἐδόκει τε καὶ ἦν τὸ σῶμα γενναιότατος καὶ δικαιότατος, οὔτε τὸν Διομήδην οὔτε τὸν 30 Αἴαντα ὁ ̓Αγαμέμνων οὕτως ἐπαινεῖ τε καὶ θαυμάζει ὥσπερ τὸν Νέστορα. οὔτε γὰρ δέκα Αἴαντας εὔχεται γενέσθαι αὑτῷ οὔτε δέκα ̓Αχιλλέας· πάλαι δ ̓ ἂν ἑαλωκέναι τὴν Τροίαν, εἰ τοιούτους ὁποῖος ἦν ὁ παράσιτος οὗτος καίπερ γέρων ὤν, στρατιώτας είχε δέκα. καὶ τὸν ̓Ιδομενέα τὸν τοῦ Διὸς ἔγγονον παράσιτον ̓Αγα35 μέμνονος ὁμοίως λέγει.

45

ΤΥΧ. ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι, οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν πῶς δὴ τὰ ἄνδρε τῷ ̓Αγαμέμνονι παρασίτω ἤστην.

8. δὴ 14. τὴν ἐπὶ Δηλίω μάχην ἀνήκοος

22. πολέμῳ καὶ λέγε

24. οὐδεὶς

ΣΙΜ. ἀναμνήσθητι ὦ γενναῖς τῶν ἐπῶν ἐκείνων ὧνπερ αὐτὸς ὁ ̓Αγαμέμνων πρὸς τὸν ̓Ιδομενέα λέγει.

ΤΥΧ. ποίων;

A

ΣΙΜ. σὸν δὲ πλεῖον δέπας αἰεὶ ἔστηχ ̓ ὥσπερ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγῃ.» ἐνταῦθα γὰρ τὸ αἰεὶ πλέον δέπας εἴρηκεν οὐχ ὅτι τὸ ποτήριον διὰ παντὸς πλῆρες εἱστήκει τῷ ̓Ιδομενεῖ, καὶ μαχομένῳ καὶ καθεύδοντι, ἀλλ ̓ ὅτι αὐτῷ δι ̓ ὅλου τοῦ βίου μόνῳ συνδειπνεῖν ὑπῆρχε τῷ βασιλεῖ, οὐχ ὥσπερ τοῖς λοιποῖς στρατιώταις πρὸς ἡμέρας τινὰς καλουμένοις. τὸν μὲν γὰρ Αἴαντα, ἐπεὶ καλῶς ἐμονομάχησε τῷ Ἕκτορι, εἰς ̓Αγαμέμνονα δῖον ἄγον, φησί, κατὰ τιμὴν ἀξιω-10 Τέντα ὀψὲ τοῦ παρὰ τῷ βασιλεῖ δείπνου· ὁ δὲ Ἰδομενοὺς καὶ ὁ Νέστωρ οσημέραι συνεδείπνουν τῷ βασιλεῖ, ὡς αὐτός φησι. Νέστωρ δὲ παράσιτός μοι δοκεῖ τῶν βασιλέων μάλιστα τεχνίτης καὶ ἀγαθὸς γενέσθαι· οὐ γὰρ ἐπὶ τοῦ ̓Αγαμέμνονος ἄρξασθαι τῆς τέχνης, ἀλλὰ ἄνωθεν ἐπὶ Καινέως καὶ ̓Εξαδίου. δοκεῖ δὲ οὐδὲ ἂν παύσασθαι 15 παρασιτῶν, εἰ μὴ ὁ ̓Αγαμέμνων ἀπέθανεν.

ΤΥΧ. οὑτοσὶ μὲν γενναῖος ὁ παράσιτος· εἰ δὲ καὶ ἄλλους τινὰς οἶσθα, πειρῶ λέγειν.

[ocr errors]

ΣΙΜ. τί οὖν ὦ Τυχιάδη; οὐχὶ καὶ Πάτροκλος τοῦ ̓Αχιλλέως 46 παράσιτος ἦν, καὶ ταῦτα οὐδενὸς τῶν ἄλλων Ελλήνων φαυλότερος, 20 οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα, νεανίας ὤν; ἐγὼ γὰρ οὐδ ̓ αὐτοῦ μοι δοκῶ τοῦ ̓Αχιλλέως τεκμαίρεσθαι τοῖς ἔργοις αὐτοῦ χείρω εἶναι· τόν τε γὰρ Εκτορα ῥήξαντα τὰς πύλας καὶ παρὰ ταῖς ναυσὶν εἴσω μαχόμενον οὗτος ἐξέωσε, καὶ τὴν Πρωτεσιλάου ναῦν ἤδη καιομένην ἔσβεσε. καίτοι ἐπεβάτευον αὐτῆς οὐχ οἱ φαυλότατοι, ἀλλ ̓ οἱ τοῦ 2 Τελαμῶνος Αἴας τε καὶ Τεύκρος, ὃ μὲν ὁπλίτης ἀγαθὸς ὃ δὲ τοξό της. καὶ πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, ἐν δὲ δὴ τούτοις καὶ Σαρπηδόνα τὸν παῖδα τοῦ Διὸς ὁ παράσιτος τοῦ ̓Αχιλλέως. καὶ ἀπέθανε δὲ οὐχὶ τοῖς ἄλλοις ὁμοίως, ἀλλ ̓ αὐτὸν μὲν Ἕκτορα ̓Αχιλλεὺς ἀπέκτεινεν εἷς ἕνα, καὶ αὐτὸν ̓Αχιλλέα Πάρις, τὸν δὲ30 παράσιτον Θεὸς καὶ δύο ἄνθρωποι. καὶ τελευτῶν δὲ φωνὰς ἀφῆκεν οὐχ οἷας ὁ γενναιότατος Εκτωρ, καὶ προσπίπτων τὸν ̓Αχιλλέα καὶ ἱκετεύων ὅπως ὁ νεκρὸς αὑτοῦ τοῖς οἰκείοις ἀποδοθῇ, ἀλλ ̓ οἷας εἰκὸς ἀφεῖναι παράσιτον. τίνας δὴ ταύτας; τοιοῦτοι δ ̓ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντες ἂν αὐτός ἔλοντο ἐμῷ ὑπὸ δουρί ε δαμέντες.»

X

ΤΥΧ. ταῦτα μὲν ἱκανῶς· ὅτι δὲ μὴ φίλος ἀλλὰ παράσιτος ἦν 47 ὁ Πάτροκλος τοῦ ̓Αχιλλέως, πειρῶ λέγειν.

ΣΙΜ. αὐτὸν ὦ Τυχιάδη τον Πάτροκλον ὅτι παράσιτος ἦν λέγοντά σοι παρέξομαι.

40

« IndietroContinua »