Immagini della pagina
PDF
ePub

5 πηλοῦ προσαψάμενος. καίτοι οὐδὲ παραινέσεως οἱ πολλοὶ δεῖν οἴονταί σφισιν ἐπὶ τὸ πρᾶγμα, οὐ μᾶλλον ἢ τέχνης τινὲς ἐπὶ τὸ βαδίζειν ἢ βλέπειν ἢ ἐσθίειν, ἀλλὰ πάνυ ῥᾷστον καὶ πρόχειρον καὶ ἅπαντος εἶναι ἱστορίαν συγγράψαι, ἤν τις ἑρμηνεῦσαι τὸ ἐπελθὸν δύνηται. στὸ δὲ οἶσθά που καὶ αὐτός, ὦ ἑταῖρε, ὡς οὐ τῶν εὐμεταχειρίστων οὐδὲ τῶν ῥαθύμως συντεθῆναι δυναμένων τοῦτ ̓ ἐστίν, ἀλλ ̓ εἴ τι ἐν λόγοις καὶ ἄλλο, πολλῆς τῆς φροντίδος δεόμενον, ἤν τις, ὡς Θουκυδίδης φησίν, ἐς ἀεὶ κτῆμα συντιθείη. οἶδα μὲν οὖν οὐ πάνυ πολλοὺς αὐτῶν ἐπιστρέψων, ἐνίοις δὲ καὶ πάνυ ἐπαχθὴς δόξων, 10 καὶ μάλιστα ὁπόσοις ἀποτετέλεσται ἤδη καὶ ἐν τῷ κοινῷ δέδεικται ἡ ἱστορία. εἰ δὲ καὶ ἐπῄνηται ὑπὸ τῶν τότε ἀκροασαμένων, μανία καὶ ἡ ἐλπὶς ὡς οἱ τοιοῦτοι μεταποιήσουσιν ἢ μεταγράψουσί τι τῶν ἅπαξ κεκυρωμένων καὶ ὥσπερ ἐς τὰς βασιλείους αὐλὰς ἀποκειμένων. ὅμως δὲ οὐ χεῖρον καὶ πρὸς αὐτοὺς ἐκείνους εἰρῆσθαι, ἵν ̓ εἴ ποτε 15 πόλεμος ἄλλος συσταίη ἢ Κελτοῖς πρὸς Γέτας ἢ Ινδοῖς πρὸς Βακτρίους (οὐ γὰρ πρὸς ἡμᾶς γε τολμήσειεν ἄν τις ἁπάντων ἤδη κεχειρωμένων), ἔχωσιν ἄμεινον συντιθέναι, τον κανόνα τοῦτον προσάγοντες, ήνπερ γε δόξῃ αὐτοῖς ὀρθὸς εἶναι· εἰ δὲ μή, αὐτοὶ μὲν καὶ τότε τῷ αὐτῷ πήχει, ὥσπερ καὶ νῦν, μετρούντων τὸ πρᾶγμα, ὁ ἰατρὸς δὲ οὐ 20πάνυ ἀνιάσεται ἢν πάντες ̓Αβδηρῖται ἑκόντες ̓Ανδρομέδαν τραγῳ

δῶσιν.

6 διττοῦ δὲ ὄντος τοῦ τῆς συμβουλῆς ἔργου (τὰ μὲν γὰρ αἱρεῖσθαι τὰ δὲ φεύγειν διδάσκει) φέρε πρῶτα εἴπωμεν ἅτινα φευκτέον τῷ ἱστορίαν συγγράφοντι καὶ ὧν μάλιστα καθαρευτέον, ἔπειτα οἷς 25 χρώμενος οὐκ ἂν ἁμάρτοι τῆς ὀρθῆς καὶ ἐπ ̓ εὐθὺ ἀγούσης, ἀρχήν τε οἵαν αὐτῷ ἀρκτέον, καὶ τάξιν ἥντινα τοῖς ἔργοις ἐφαρμοστέον, καὶ μέτρον ἑκάστου, καὶ ἃ σιωπητέον, καὶ οἷς ἐνδιατριπτέον, καὶ ὅσα παραδραμεῖν ἄμεινον, καὶ ὅπως ἑρμηνεῦσαι αὐτὰ καὶ συναρμόσαι. ταῦτα μὲν καὶ τὰ τοιαῦτα ὕστερον, νῦν δὲ τὰς κακίας ἤδη εἴπωμεν 30 ὁπόσαι τοῖς φαύλως συγγράφουσι παρακολουθοῦσιν. ἃ μὲν οὖν κοινὰ πάντων λόγων ἐστὶν ἁμαρτήματα ἔν τε φωνῇ καὶ ἁρμονίᾳ καὶ διανοίᾳ καὶ τῇ ἄλλῃ ἀτεχνία, μακρόν τε ἂν εἴη ἐπελθεῖν καὶ τῆς 7 παρούσης ὑποθέσεως οὐκ ἴδιον· ἃ δ ̓ ἐν ἱστορίᾳ διαμαρτάνουσι, τὰ τοιαῦτα ἂν εὕροις ἐπιτηρῶν οἷα κἀμοὶ πολλάκις ἀκροωμένῳ ἔδοξε, 3καὶ μάλιστα ἢν ἅπασιν αὐτοῖς ἀναπετάσῃς τὰ ὦτα. οὐκ ἄκαιρον δὲ μεταξὺ καὶ ἀπομνημονεῦσαι ἔνια, παραδείγματος ἕνεκα, τῶν ἤδη οὕτω συγγεγραμμένων.

33. ἴδιον· κοινὰ γάρ, ὡς ἔφην, ἁπάντων λόγων ἐστὶν ἁμαρτήματα ἔν τε φωνῇ καὶ ἁρμονία· ἃ δὲ

καὶ πρῶτόν γε ἐκεῖνο ἡλίκον ἁμαρτάνουσιν ἐπισκοπήσωμεν. ἀμελήσαντες γὰρ οἱ πολλοὶ αὐτῶν τοῦ ἱστορεῖν τὰ γεγενημένα, τοῖς ἐπαίνοις ἀρχόντων καὶ στρατηγῶν ἐνδιατρίβουσι, τοὺς μὲν οἰκείους ἐς ὕψος ἐπαίροντες, τοὺς πολεμίους δὲ πέρα τοῦ μετρίου καταρρί πτοντες, ἀγνοοῦντες ὡς οὐ στενῷ τῷ ἰσθμῷ διώρισται καὶ διατετεί-5 χισται ἡ ἱστορία πρὸς τὸ ἐγκώμιον, ἀλλά τι μέγα τεῖχος ἐν μέσῳ ἐστὶν αὐτῶν, καὶ τὸ τῶν μουσικῶν δὴ τοῦτο, δὶς διὰ πασῶν ἐστὶ πρὸς ἄλληλα, εἴ γε τῷ μὲν ἐγκωμιάζοντι μόνου ἑνὸς μέλει, ὁπωσοῦν ἐπαινέσαι καὶ εὐφρᾶναι τὸν ἐπαινούμενον, καὶ εἰ ψευσαμένῳ ὑπάρχει τυχεῖν τοῦ τέλους, ὀλίγον ἂν φροντίσειεν, ἡ δὲ οὐκ ἄν τι ψεῦδος 10 ἐμπεσὸν ἡ ἱστορία οὐδ ̓ ἀκαριαῖον ἀνάσχοιτο, οὐ μᾶλλον ἢ τὴν ἀρτηρίαν ἰατρῶν παῖδές φασι τὴν τραχεῖαν παραδέξασθαι ἄν τι ἐς αὐτὴν καταποθέν. ἔτι ἀγνοεῖν ἐοίκασιν οἱ τοιοῦτοι ὡς ποιητικῆς μὲν καὶ ς ποιημάτων ἄλλαι ὑποσχέσεις καὶ κανόνες ἴδιοι, ἱστορίας δὲ ἄλλοι. ἐκεῖ μὲν γὰρ ἀκρατὴς ἡ ἐλευθερία, καὶ νόμος εἷς τὸ δόξαν τῷ 18 ποιητῇ· ἔνθεος γὰρ καὶ κάτοχος ἐκ μουσῶν. κἂν ἵππων ὑποπτέρων ἅρμα ζεύξασθαι θέλῃ, κἂν ἐφ ̓ ὕδατος ἄλλους ἢ ἐπ ̓ ἀνθερίκων ἄκρων Δευσομένους ἀναβιβάσηται, φθόνος οὐδείς. οὐδ ̓ ὁπόταν ὁ Ζεὺς αὐτῶν ἀπό μιᾶς σειρᾶς ἀνασπάσας αἰωρῆ ὁμοῦ γῆν καὶ πά λατταν, δεδίασι μὴ ἀπορραγείσης ἐκείνης συντριβῇ τὰ πάντα κατε-20 νεχθέντα. ἀλλὰ κἂν ̓Αγαμέμνονα ἐπαινέσαι θέλωσιν, οὐδεὶς ὁ κω λύσων Διὶ μὲν αὐτὸν ὅμοιον εἶναι τὴν κεφαλὴν καὶ τὰ ὄμματα, τὸ στέρνον δὲ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ποσειδῶνι, τὴν δὲ ζώνην τῷ Αρει, καὶ ὅλως σύνθετον ἐκ πάντων θεῶν γενέσθαι δεῖ τὸν ̓Ατρέως καὶ Αερόπης· οὐ γὰρ ἱκανὸς ὁ Ζεὺς οὐδ ̓ ὁ Ποσειδῶν οὐδ ̓ ὁ ̓́Αρης2 μόνος ἕκαστος ἀναπληρῶσαι τὸ κάλλος αὐτοῦ. ἡ ἱστορία δὲ ἤν τινα κολακείαν τοιαύτην προσλάβῃ, τί ἄλλο ἢ πεζή τις ποιητικὴ γίνεται, τῆς μεγαλοφωνίας μὲν ἐκείνης ἐστερημένη, τὴν λοιπὴν δὲ τερατείαν γυμνὴν τῶν μέτρων καὶ δι ̓ αὐτὸ ἐπισημοτέραν ἐκφαίνουσα; μέγα τοίνυν, μᾶλλον δὲ ὑπέρμεγα τοῦτο κακόν, εἰ μὴ εἰδείη τις χωρίζειν 30 τὰ ἱστορίας καὶ τὰ ποιητικῆς, ἀλλ ̓ ἐπεισάγοι τῇ ἱστορίᾳ τὰ τῆς ἑτέρας κομμώματα, τὸν μῦθον καὶ τὸ ἐγκώμιον καὶ τὰς ἐν τούτοις ὑπερβολάς, ὥσπερ ἂν εἴ τις ἀθλητὴν τῶν καρτερῶν τούτων καὶ κομιδῇ πρινίνων ἁλουργίσι περιβάλλοι καὶ τῷ ἄλλῳ κόσμῳ τῷ ἑται ρικῷ, καὶ φυκίον ἐντρίβοι καὶ ψιμύθιον τῷ προσώπῳ· Ηράκλεις ὡς 35 καταγέλαστον ἂν αὐτὸν ἀπεργάσαιτο, αἰσχύνας τῷ κόσμῳ ἐκείνῳ. καὶ οὐ τοῦτό φημι ὡς οὐχὶ καὶ ἐπαινετέον ἐν ἱστορίᾳ ἐνίοτε· ἀλλ ̓ ἐνθ καιρῷ τῷ προσήκοντι ἐπαινετέον, καὶ μέτρον ἐπακτέον τῷ πράγματι

45. ἄκρατος?

τὸ μὴ ἐπαχθὲς τοῖς ὕστερον ἀναγνωσομένοις αὐτά, καὶ ὅλως πρὸς τὰ ἔπειτα κανονιστέον τὰ τοιαῦτα, ἅπερ μικρὸν ὕστερον ἐπιδείξομεν. ὅσοι δὲ οἴονται καλῶς διαιρεῖν ἐς δύο τὴν ἱστορίαν, ἐς τὸ τερπνὸν καὶ χρήσιμον, καὶ διὰ τοῦτο εἰσποιοῦσι καὶ τὸ ἐγκώμιον ἐς αὐτὴν 5 ὡς τερπνὸν καὶ εὐφραῖνον τοὺς ἐντυγχάνοντας, ὁρᾷς ὅσον τἀληθοῦς ἡμαρτήκασι, πρῶτον μὲν κιβδήλῳ τῇ διαιρέσει χρώμενοι. ἓν γὰρ ἔργον ἱστορίας καὶ τέλος τὸ χρήσιμον, ὅπερ ἐκ τοῦ ἀληθοῦς μόνου συνάγεται· τὸ τερπνὸν δὲ ἄμεινον μὲν εἰ καὶ αὐτὸ παρακολουθήσειεν, ὥσπερ καὶ κάλλος ἀθλητῇ· εἰ δὲ μή, οὐδὲν κωλύσει ἀφ ̓ Ηρακλέους 10 γενέσθαι Νικόστρατον τὸν ̓Ισιδότου, γεννάδαν ὄντα καὶ τῶν ἀνταγωνιστῶν ἑκατέρων ἀλκιμώτερον, εἰ αὐτὸς μὲν αἴσχιστος ὀφθῆναι εἴη τὴν ὄψιν, ̓Αλκαῖος δὲ ὁ καλὸς ὁ Μιλήσιος ἀνταγωνίζοιτο αὐτῷ, καὶ ἐρώμενος, ὥς φασι, τοῦ Νικοστράτου ὤν. καὶ τοίνυν ἡ ἱστορία εἰ μὲν ἄλλως τὸ τερπνὸν παρεμπορεύσαιτο, πολλοὺς ἂν τοὺς ἐραστὰς 15 ἐπισπάσαιτο· ἄχρι δ ̓ ἂν καὶ μόνον ἔχῃ τὸ ἴδιον ἐντελές, λέγω δὲ 10 τὴν τῆς ἀληθείας δήλωσιν, ὀλίγον τοῦ κάλλους φροντιεῖ. ἔτι κἀκεῖνο εἰπεῖν ἄξιον, ὅτι οὐδὲ τερπνὸν ἐν αὐτῇ τὸ κομιδῇ μυθῶδες καὶ το τῶν ἐπαίνων μάλιστα πρόσαντες παρ ̓ ἑκάτερον τοῖς ἀκούουσιν, ἢν μὴ τὸν συρφετὸν καὶ τὸν πολὺν δῆμον ἐπινοῇ, ἀλλὰ τοὺς δικαστικῶς 20 καὶ νὴ Δία συκοφαντικῶς προσέτι γε ἀκροασομένους, οὓς οὐκ ἄν τι λάδοι παραδραμόν, ὀξύτερον μὲν τοῦ ̓Αργου ὁρῶντας καὶ πανταχόθεν τοῦ σώματος, ἀργυραμοιβικῶς δὲ τῶν λεγομένων ἕκαστα ἐξετάζοντας, ὡς τὰ μὲν παρακεκομμένα εὐθὺς ἀπορρίπτειν, παραδέχεσθαι δὲ τὰ δόκιμα καὶ ἔννομα καὶ ἀκριβῆ τὸν τύπον· πρὸς οὓς ἀποβλέποντα 25 χρὴ συγγράφειν, τῶν δ ̓ ἄλλων ὀλίγον φροντίζειν, κἂν διαρραγῶσιν ἐπαινοῦντες, ἢν δ ̓ ἀμελήσας ἐκείνων ἡδύνῃς πέρα τοῦ μετρίου τὴν ἱστορίαν μύθοις καὶ ἐπαίνοις καὶ τῇ ἄλλῃ Σωπείᾳ, τάχιστ ̓ ἂν ὁμοίαν αὐτὴν ἐξεργάσαιο τῷ ἐν Λυδίᾳ Ηρακλεῖ. ἑωρακέναι γάρ σέ που εἰκὸς γεγραμμένον τῇ ̓Ομφάλῃ δουλεύοντα, πάνυ ἀλλόκοτον σκευὴν 30 ἐσκευασμένον, ἐκείνην μὲν τὸν λέοντα αὐτοῦ περιβεβλημένην καὶ τὸ ξύλον ἐν τῇ χειρὶ ἔχουσαν ὡς Ἡρακλέα δῆθεν οὖσαν, αὐτὸν δὲ ἐν κροκωτῷ καὶ πορφυρίδι ἔρια ξαίνοντα καὶ παιόμενον ὑπὸ τῆς ̓Ομφάλης τῷ σανδαλίῳ· καὶ τὸ θέαμα αἴσχιστον, ἀφεστῶσα ἡ ἐσθὴς τοῦ σώματος καὶ μὴ προσιζάνουσα, καὶ τοῦ Θεοῦ τὸ ἀνδρῶδες ἀσχη11 μόνως καταδηλυνόμενον. καὶ οἱ μὲν πολλοὶ ἴσως καὶ ταῦτά σου ἐπαινέσονται· οἱ ὀλίγοι δ ̓ ἐκεῖνοι, ὧν σὺ καταφρονεῖς, μάλα ἡδὺ καὶ ἐς κόρον γελάσονται ὁρῶντες τὸ ἀσύμφυλον καὶ ἀνάρμοστον καὶ δυσκόλλητον τοῦ πράγματος. ἑκάστου γὰρ δὴ ἴδιόν τι καλόν ἐστιν· εἰ δὲ τοῦτο ἐναλλάξειας, ἀκαλλὲς τὸ αὐτὸ παρὰ τὴν χρῆσιν μο γίνεται. ἐῶ λέγειν ὅτι οἱ ἔπαινοι ἑνὶ μὲν ἴσως τερπνοί, τῷ ἐπαινου

μένῳ, τοῖς δ ̓ ἄλλοις ἐπαχθεῖς, καὶ μάλιστα ἣν ὑπερφυεῖς τὰς ὑπερβολὰς ἔχωσιν, οἵους αὐτοὺς οἱ πολλοὶ ἀπεργάζονται, τὴν εὔνοιαν τὴν παρὰ τῶν ἐπαινουμένων θηρώμενοι, καὶ ἐνδιατρίβοντες ἄχρι τοῦ πᾶσι προφανῆ τὴν κολακείαν ἐξεργάσασθαι· οὐδὲ γὰρ κατὰ τέχνην αὐτὸ δρᾶν ἴσασιν, οὐδ ̓ ἐπισκιάζουσι τὴν θωπείαν, ἀλλ ̓ ἐμπεσόντες κ ἀπρόα πάντα καὶ ἀπίθανα καὶ γυμνὰ διεξίασιν. ὥστ ̓ οὐδὲ τυγχά- 12 νουσιν οὗ μάλιστα ἐφίενται· οἱ γὰρ ἐπαινούμενοι πρὸς αὐτῶν μισοῦσι μᾶλλον καὶ ἀποστρέφονται ὡς κόλακας, εὖ ποιοῦντες, καὶ μάλιστα ἣν ἀνδρώδεις τὰς γνώμας ὦσιν, ὥσπερ ̓Αριστοβούλου μονομαχίαν γράψαντος ̓Αλεξάνδρου καὶ Πώρου, καὶ ἀναγνόντος αὐτῷ τοῦτο 10 μάλιστα τὸ χωρίον τῆς γραφῆς (ᾤετο γὰρ χαριεῖσθαι τὰ μέγιστα τῷ βασιλεῖ, ἐπιψευδόμενος ἀριστείας τινὰς αὐτῷ καὶ ἀναπλάττων ἔργα μείζω τῆς ἀληθείας), λαβὼν ἐκεῖνος τὸ βιβλίον (πλέοντες δ ̓ ἐτύγχανον ἐν τῷ ποταμῷ τῷ Ὑδάσπη) ἔρριψεν ἐπὶ κεφαλὴν ἐς τὸ ὕδωρ, ἐπειπών «καὶ σὲ δὲ οὕτως ἐχρῆν, ὦ ̓Αριστόβουλε, τοιαῦτα 15 ὑπὲρ ἐμοῦ μονομαχοῦντα καὶ ἐλέφαντας ἑνὶ ἀκοντίῳ φονεύοντα.» καὶ ἔμελλέ γε οὕτως ἀγανακτήσειν ὁ ̓Αλέξανδρος, ὅς γε οὐδὲ τὴν τοῦ ἀρχιτέκτονος τόλμαν ἠνέσχετο ὑποσχομένου τὸν Αθω εἰκόνα ποιήσειν αὐτοῦ καὶ μετακοσμήσειν τὸ ὄρος ἐς ὁμοιότητα τοῦ βασι λέως, ἀλλὰ κόλακα εὐθὺς ἐπιγνοὺς τὸν ἄνθρωπον οὐκέτ ̓ οὐδ ̓ ἐς20 τὰ ἄλλα ὁμοίως ἐχρῆτο. ποῦ τοίνυν τὸ τερπνὸν ἐν τούτοις; ἐκτὸς 13 εἰ μή τις κομιδῇ ἀνόητος εἴη, ὡς χαίρειν τὰ τοιαῦτα ἐπαινούμενος ὧν παρὰ πόδας οἱ ἔλεγχοι, ὥσπερ οἱ ἄμορφοι τῶν ἀνθρώπων, καὶ μάλιστά γε τὰ γύναια τοῖς γραφεῦσι παρακελευόμενα ὡς καλλίστας αὐτὰς γράφειν· οἴονται γὰρ ἄμεινον ἕξειν τὴν ὄψιν, ἂν ὁ γραφεὺς2 αὐταῖς ἐρύθημά τε πλεῖον ἐπανθίσῃ καὶ τὸ λευκὸν ἐγκαταμίξῃ πολὺ τῷ φαρμάκῳ. τοιοῦτοι τῶν συγγραφόντων οἱ πολλοί εἰσι, τὸ τήμερον καὶ τὸ ἴδιον καὶ τὸ χρειῶδες, ὅ τι ἂν ἐκ τῆς ἱστορίας ἐλπίσωσι, θεραπεύοντες. οὓς μισεῖσθαι καλῶς εἶχεν, ἐς μὲν τὸ παρὸν κόλακας προδήλους καὶ ἀτέχνους ὄντας, ἐς τοὐπιὸν δὲ ὕποπτον ταῖς 30 ὑπερβολαῖς τὴν ὅλην πραγματείαν ἀποφαίνοντας. εἰ δέ τις πάντως τὸ τερπνὸν ἡγεῖται καταμεμῖχθαι δεῖν τῇ ἱστορίᾳ πάσῃ, ἀλλ ̓ ἃ σὺν ἀληθείᾳ τερπνά ἐστιν ἐν τοῖς ἄλλοις κάλλεσι τοῦ λόγου· ὧν ἀμελήσαντες οἱ πολλοὶ τὰ μηδὲν προσήκοντα ἐπεισκυκλοῦσιν.

ἐγὼ δ ̓ οὖν καὶ διηγήσομαι ὁπόσα μέμνημαι ἔναγχος ἐν ̓Ιωνίᾳ 14 συγγραφέων τινῶν καὶ νή Δί ̓ ἐν ̓Αχαΐᾳ πρώην ἀκούσας τὸν αὐτον τοῦτον πόλεμον διηγουμένων. καὶ πρὸς χαρίτων μηδεὶς ἀπιστήσεις τοῖς λεχθησομένοις· ὅτι γὰρ ἀληθῆ ἐστὶ κἂν ἐπωμοσάμην, εἰ ἀστεῖον ἦν ὅρκον ἐντιθέναι συγγράμματι. εἷς μέν τις αὐτῶν ἀπὸ μουσῶν εὐθὺς ἤρξατο, παρακαλῶν τὰς θεάς συνεφάψασθαι τοῦ συγγράμματος. 40

ὁρᾶς ὡς ἐμμελὴς ἡ ἀρχὴ καὶ περὶ πόδα τῇ ἱστορίᾳ καὶ τῷ τοιούτῳ εἴδει τῶν λόγων πρέπουσα. εἶτα μικρὸν ὑποβὰς ̓Αχιλλεῖ μὲν τὸν ἡμέτερον ἄρχοντα είκαζε, Θερσίτῃ δὲ τὸν τῶν Περσῶν βασιλέα, οὐκ εἰδὼς ὅτι ὁ ̓Αχιλλεὺς ἀμείνων ἦν αὐτῷ, εἰ Ἕκτορα μᾶλλον 5 ἢ Θερσίτην καθήρει, καὶ εἰ πρόσθεν μὲν ἔφευγεν ἐσθλός τις, ἐδίωκε δέ μιν μέγ ̓ ἀμείνων. εἶτ ̓ ἐπῆγεν ὑπὲρ αὑτοῦ τι ἐγκώμιον, καὶ ὡς ἄξιος εἴη συγγράψαι τὰς πράξεις οὕτω λαμπρὸς οὔσας. ἤδη δὲ κατιὼν ἐπήνει καὶ τὴν πατρίδα τὴν Μίλητον, προστιθεὶς ὡς ἄμεινον ποιοῖ τοῦτο τοῦ ̔Ομήρου μηδὲν μνησθέντος τῆς πατρίδος. εἶτ ̓ ἐπὶ 10 τέλει τοῦ φροιμίου ὑπισχνεῖτο διαρρήδην καὶ σαφῶς ἐπὶ μεῖζον μὲν αἴρειν τὰ ἡμέτερα, τοὺς βαρβάρους δὲ καταπολεμήσειν καὶ αὐτὸς ὡς ἂν δύνηται· καὶ ἤρξατό γε τῆς ἱστορίας οὕτως, αἴτια ἅμα τῆς τοῦ πολέμου ἀρχῆς διεξιών, «ὁ γὰρ μιαρώτατος καὶ κάκιστ ̓ ἀπολούμενος 'Βολόγεσος ἤρξατο πολεμεῖν δι ̓ αἰτίαν τοιάνδε. » 15 οὗτος μὲν τοιαῦτα, ἕτερος δὲ Θουκυδίδου ζηλωτὴς ἄκρος, οἷος εὖ μάλα τῷ ἀρχετύπῳ εἰκασμένος, καὶ τὴν ἀρχὴν ὡς ἐκεῖνος σὺν τῷ ἑαυτοῦ ὀνόματι ἤρξατο, χαριεστάτην ἀρχῶν ἁπασῶν καὶ θύμου τοῦ ̓Αττικοῦ ἀποπνέουσαν· ὅρα γάρ «Κρεπερήιος Καλπουρνιανὸς Πομπηιουπολίτης συνέγραψε τὸν πόλεμον τῶν Παρθυαίων καὶ ̔Ρω20 μαίων, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς ξυνισταμένου», ὥστε μετά γε τοιαύτην ἀρχὴν τί ἄν σοι τὰ λοιπὰ λέγοιμι, ὁποῖα ἐν ̓Αρμενίᾳ ἐδημηγόρησε τὸν Κερκυραῖον αὐτὸν ῥήτορα παραστησάμενος, ἢ οἷον Νισιβηνοῖς λοιμὸν τοῖς μὴ τὰ ̔Ρωμαίων αἱρουμένοις ἐπήγαγε, παρὰ Θουκυδίδου χρησάμενος ὅλον ἄρδην, πλὴν 25 μόνου τοῦ Πελασγικοῦ καὶ τῶν τειχῶν τῶν μακρῶν, ἐν οἷς οἱ τότε λοιμώξαντες ᾤκησαν. τὰ δ ̓ ἄλλα καὶ ἀπὸ Αἰθιοπίας ἤρξατο, ὥστε καὶ ἐς Αἴγυπτον κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν· καὶ ἐν ἐκείνῃ γε ἔμεινεν εὖ ποιῶν. ἐγὼ γοῦν πάπτοντα ἔτι αὐτὸν καταλιπὼν τοὺς ἀθλίους Αθηναίους ἐν Νισίβι, ἀπῆλθον ἀκριβῶς εἰδὼς 30 καὶ ὅσα ἀπελθόντος ἐρεῖν ἔμελλεν. καὶ γὰρ αὖ καὶ τοῦτο ἐπιεικῶς πολὺ νῦν ἐστί, τὸ οἴεσθαι τοῦτ ̓ εἶναι τοῖς Θουκυδίδου ἐοικότα λέγειν, εἰ ὀλίγον ἐντρέψας τὰ αὐτοῦ ἐκείνου λέγοι τις. [μικρὰ κἀκεῖνα ὅπως καὶ αὐτὸς ἂν φαίης, οὐ δι' αὐτὴν ἰδία.] κἀκεῖνο ὀλίγου δεῖν παρέλιπον· ὁ γὰρ αὐτὸς οὗτος συγγραφεὺς πολλὰ καὶ τῶν ὅπλων καὶ 35 τῶν μηχανημάτων, ὡς ̔Ρωμαῖοι αὐτὰ ὀνομάζουσιν, οὕτως ἀνέγραψε, καὶ τάφρον ὡς ἐκεῖνοι, καὶ γέφυραν καὶ τὰ τοιαῦτα. καί μοι ἐννόησον ἡλίκον τὸ ἀξίωμα τῆς ἱστορίας, καὶ ὡς Θουκυδίδῃ πρέπον, μεταξὺ τῶν ̓Αττικῶν ὀνομάτων τὰ Ἰταλιωτικὰ ταῦτ ̓ ἐγκεῖσθαι

[blocks in formation]
« IndietroContinua »