Immagini della pagina
PDF
ePub

19

ὀρχήσαιτο καὶ τῷ σχήματι ἀπειλήσεις καὶ προεκφοβήσειε τῇ ὀρχήσει τὸν πολέμιον. υπό νέους στο

[ocr errors]

ἄξιον δέ, ἐπεὶ τὴν Ἰνδικὴν καὶ τὴν Αἰθιοπίαν διεξεληλύθαμεν, καὶ ἐς τὴν γείτονα αὐτῶν Αἴγυπτον καταβῆναι τῷ λόγῳ. δοκεῖ 5 γάρ μοι δι παλαιός μύθος καὶ Πρωτέα τὸν Αἰγύπτιον οὐκ ἄλλο τι ἢ ὀρχηστήν τινα γενέσθαι λέγειν, μιμητικὸν ἄνθρωπον καὶ πρὸς πάντα σχηματίζεσθαι καὶ μεταβάλλεσθαι δυνάμενον, ὡς καὶ ὕδατος ὑγρότητα μιμεῖσθαι καὶ πυρὸς ὀξύτητα ἐν τῇ τῆς κινήσεως σφα δρότητι καὶ λέοντος ἀγριότητα καὶ παρδάλεως θυμὸν καὶ δένδρου 10 δόνημα καὶ ὅλως ὅ τι καὶ θελήσειεν. ὁ δὲ μῦθος παραλαβὼν πρὸς τὸ παραδοξότερον τὴν φύσιν αὐτοῦ διηγήσατο, ὡς γενομένου ταῦτα ἅπερ ἐμιμεῖτο. ὅπερ δὴ καὶ τοῖς νῦν ὀρχουμένοις πρόσεστιν· ἴδοις γ ̓ ἂν οὖν αὐτοὺς πρὸς τὸν αὐτὸν καιρὸν διαλλαττομένους ὠκέως καὶ αὐτὸν μιμουμένους τον Πρωτέα. εἰκάζειν δὲ χρὴ καὶ τὴν 15 Ἔμπουσαν τὴν ἐς μυρίας μορφὰς μεταβαλλομένην τοιαύτην τινὰ ἄνθρωπον ὑπὸ τοῦ μύθου παραδεδόσθαι όταν του μαντεύει

20%

[ocr errors]

A

ἐπὶ τούτοις δίκαιον μηδὲ τῆς Ῥωμαίων ὀρχήσεως ἀμνημονεῖν, Αἣν οἱ εὐγενέστατοι αὐτῶν τῷ πολεμικωτάτῳ τῶν θεῶν Ἄρει, οἱ Σάλιοι καλούμενοι (ἱερωσύνης δὲ τοῦτο ὄνομα), ὀρχοῦνται σεμνοτά 21 την τε ἅμα καὶ ἱερωτάτην. Βιθυνὸς δὲ μῦθος καὶ οὗτος, οὐ πάνυ τῶν Ἰταλιωτικῶν ἀλλότριος, τὸν Πρίαπον δαίμονα πολεμιστήν, τῶν Τιτάνων, οἶμαι, ἕνα ἢ τῶν ̓Ιδαίων Δακτύλων, τοῦτο ἔργον πεποιημένον, τὰ ἐνόπλια παιδεύειν, παραλαβόντα παρὰ τῆς Ἥρας τὸν "Αρη, παῖδα μὲν ἔτι σκληρὸν δὲ καὶ πέρα τοῦ μετρίου ἀνδρικόν, * μὴ πρότερον ὁπλομαχεῖν διδάξαι πρὶν τέλειον ὀρχηστὴν ἀπειργάσατο καὶ ἐπὶ τούτῳ καὶ μισθὸς αὐτῷ παρὰ τῆς Ἥρας ἐγένετο, δεκάτην ἀεὶ τῶν ἐκ πολέμου περιγενομένων τῷ Αρει παρ' αὐτοῦ λαμβάνειν. 22 τὰ μὲν γὰρ Διονυσιακὰ καὶ Βακχικὰ οἶμαι σε μὴ περιμένειν ἐμοῦ ἀκοῦσαι, ὅτι ἔρχησις ἐκεῖνα πάντα ήν. τριῶν γοῦν οὐσῶν τῶν 30 γενικωτάτων ὀρχήσεων, κόρδακος καὶ σικιννίδος καὶ ἐμμελείας, οἱ Διονύσου θεράποντες οἱ Σάτυροι ταύτας ἐφευρόντες ἀφ ̓ αὑτῶν ἑκά στην ὠνόμασαν, καὶ ταύτῃ τῇ τέχνῃ χρώμενος ὁ Διόνυσος Τυρρη νοὺς καὶ Ἰνδοὺς καὶ Λυδοὺς ἐχειρώσατο, καὶ φύλον οὕτω μάχιμον 23 τοῖς αὐτοῖς διάσεις κατωρχήσατο, ὥστε, ώ θαυμάσιε, ὅρα μὴ κἀνόσιον ᾗ κατηγορεῖν ἐπιτηδεύματος πείου τε ἅμα καὶ μυστικοῦ, καὶ τοσούτοις θεοῖς ἐσπουδασμένου, καὶ ἐπὶ τιμῇ αὐτῶν δρωμένου, καὶ τοσαύτην τέρψιν ἅμα καὶ παιδιὰν ὠφέλιμον παρεχομένου.

[ocr errors]

θαυμάζω δέ σου κἀκεῖνο, εἰδὼς Ομήρου καὶ Ἡσιόδου μάλι

13. τ' που το 21. οἳ τὸν Δ' 34. αὐτοῖς τοῖς θιάσοις ? *

στα ἐραστὴν ὄντα σε αὖθις γὰρ ἐπὶ τοὺς ποιητὰς ἐπάνειμι), πῶς ἀντιφθέγγεσθαι ἐκείνοις τολμᾷς πρὸ τῶν πάντων ὄρχησιν ἐπαινοῦσιν. ὁ μὲν γὰρ Ὅμηρος τὰ ἥδιστα καὶ κάλλιστα καταλέγων, ὕπνον καὶ φιλότητα καὶ μολπὴν καὶ ὄρχησιν, ταύτην μόνην ἀμύμονα ὠνόμασε, προσμαρτυρήσας νὴ Δία καὶ τὸ ἡδὺ τῇ μολπῇ, ἅπερ ἀμφότερα τῆς ὀρχηστική πρόσεστι, καὶ ᾠδὴ γλυκερὰ καὶ ὀρχησμὸς ἀμύμων, ὃν σὺ νῦν μωμᾶσθαι ἐπινοεῖς. - καὶ πάλιν ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως «ἄλλῳ μὲν γὰρ ἔδωκε Θεὸς πολεμήτα ἔργα, ἄλλῳ δ ̓ ὀρχηστόν τε καὶ ἱμερόεσσαν ἀοιδήν: ἱμερόεσσα γὰρ ὡς ἀληθῶς ἡ μετ ̓ ὀρχή σεως ᾠδή, καὶ δῶρον θεῶν τοῦτο κάλλιστον. καὶ ἔοικεν εἰς δύο 10 διῃρηκὼς ὁ Όμηρος τὰ πάντα πράγματα, πόλεμον καὶ εἰρήνην, τοῖς τοῦ πολέμου μόνα ταῦτα ὡς κάλλιστα ἀντιτεθεικέναι. ὁ δὲ 24 Ἡσίοδος οὐ παρ ̓ ἄλλου ἀκούσας, ἀλλ ̓ ἰδὼν αὐτὸς ἕωθεν εὐθὺς ὀρχουμένας τὰς μούσας, ἐν ἀρχῇ τῶν ἐπῶν τοῦτο περὶ αὐτῶν τὸ μέγιστον ἐγκώμιον διηγεῖται, ὅτι περὶ κρήνην ἰοειδέα πόσσ ̓ ἁπα-15 λοῖσιν ὀρχεῦνται, τοῦ πατρὸς τὸν βωμὸν περιχορεύουσαι.

.

[ocr errors]

<.

[ocr errors]

τα, ἀλλὰ σὺ μέν, ὦ γενναῖε, μόνον οὐχὶ θεομαχῶν ὑβρίζεις εἰς τὴν ὀρχηστικήν· ὁ Σωκράτης δέ, σοφώτατος ἀνήρ, εἴ γε πιστευτέον 25 τοῦτο περὶ αὐτοῦ λέγοντι τῷ Πυθίῳ, οὐ μόνον ἐπήνει τὴν ὀρχηστι κὴν ἀλλὰ καὶ ἐκμαθεῖν αὐτὴν ἠξίου, μέγιστον ἀπονέμων εὐρυθμίᾳ 20 καὶ εὐμουσίᾳ καὶ κινήσει ἐμμελεῖ καὶ εὐσχημοσύνῃ τοῦ κινουμένου, καὶ οὐκ ἠδεῖτο γέρων ἀνήρ, ἓν τῶν σπουδαιοτάτων μαθημάτων καὶ τοῦτο ἡγούμενος εἶναι, καὶ ἔμελλέ γε ἐκεῖνος περὶ ὀρχηστικὴν οὐ μετρίως σπουδάσεσθαι, ὅς γε καὶ τὰ μικρὰ οὐκ ὤχνει μανθάνειν, ἀλλὰ καὶ εἰς τὰ διδασκαλεῖα τῶν αὐλητρίδων ἐφοίτα καὶ παρ ̓ ἑταίρας» γυναικὸς οὐκ ἀπηξίου σπουδαῖόν τι ἀκούειν τῆς Ασπασίας. καίτοι ἐκεῖνος ἄρτι ἀρχομένην ἑώρα τότε τὴν τέχνην καὶ οὐδέπω εἰς τοσοῦτον κάλλος διηρθρωμένην. εἰ δὲ τοὺς νῦν ἐπὶ μέγιστον αὐτὴν προαγαγόντας ἐπεᾶτο, εὖ οἶδα, πάντων ἂν ἐκεῖνός γε ἀφέμενος μόνῳ τῷ θεάματι τούτῳ τὸν νοῦν ἂν προσεῖχε, καὶ τοὺς παῖδας οὐκ ἂν ἄλλο τι πρὸ αὐτοῦ ἐδιδάξατο.

'

Η

X

δοκεῖς δέ μοι, ὅταν κωμῳδίαν καὶ τραγῳδίαν ἐπαινῆς, ἐπιλε-26 λῆσθαι ὅτι καὶ ἐν ἑκατέρᾳ ἐκείνων ὀρχήσεως ἴδιόν τι εἶδος ἔστιν, οἷον τραγικῇ μὲν ἡ ἐμμέλεια κωμῳδικῇ δὲ ὁ κόρδαξ, ἐνίοτε δὲ καὶ τρίτης σικιννίδος προσλαμβανομένης. ἐπεὶ δὲ καὶ ἐν ἀρχῇ προετί-35 μησας τῆς ὀρχήσεως την τραγῳδίαν καὶ κωμῳδίαν καὶ αὐλητὰς κυκλίους καὶ κιθαρῳδίαν, εναγώνια ταῦτα καὶ διὰ τοῦτο σεμνὰ προσειπών, φέρε νῦν ἀντεξετάσωμεν τῇ ὀρχήσει ἕκαστον αὐτῶν. καίτοι τὸν μὲν αὐλόν, εἰ δοκεῖ, καὶ τὴν κιθάραν παρῶμεν· μέρη γὰρ τῆς τοῦ ὀρχηστοῦ ὑπηρεσίας καὶ ταῦτα· τὴν τραγωδίαν δέ γε 27

ΙΙ.

18

ἀπὸ τοῦ σχήματος πρώτου καταμάθωμεν οἵα ἐστίν, ὡς εἰδεχθές ἅμα καὶ φοβερὸν θέαμα εἰς μῆκος ἄρρυθμον ήσκημένος ἄνθρωπος, ἐμβάταις ὑψηλοῖς ἐποχούμενος, πρόσωπον ὑπὲρ κεφαλῆς ἀνατεινόμενον ἐπικείμενος καὶ στόμα κεχηνός πάμμεγα, ὡς καταπιόμενος στοὺς θεατάς, ἐῶ λέγειν προστερνίδια καὶ προγαστρίδια, προσθετὴν καὶ ἐπιτεχνητὴν παχύτητα προσποιούμενος ὡς μὴ τοῦ μήκους ἡ ἀρρυθμία ἐν λεπτῷ μᾶλλον ἐλέγχοιτο, εἶτ ̓ ἔνδοθεν αὐτὸς κεκραγώς, ἑαυτὸν ἀνακλῶν καὶ κατακλῶν, ἐνίοτε καὶ περιᾴδων τὰ ἰαμβεῖα, καὶ τὸ δὴ αἴσχιστον, μελωδῶν τὰς συμφορὰς καὶ μόνης τῆς φωνῆς 10 ὑπεύθυνον παρέχων ἑαυτόν· τὰ γὰρ ἄλλα τοῖς ποιηταῖς ἐμέλησε πρὸ πολλοῦ ποτὲ γενομένοις. καὶ μέχρι μέν ̓Ανδρομάχη τις ἢ Εκάβη ἐστί, φορητὸς ἡ ᾠδή· ὅταν δὲ Ἡρακλῆς αὐτὸς εἰσελθὼν μονῳδῇ, ἐπιλαθόμενος αὑτοῦ καὶ μήτε τὴν λεοντῆν αἰδεσθεὶς μήτε τὸ ῥόπαλον ὃ περίκειται, σολοικίαν εὖ φρονῶν εἰκότως φαίη ἄν τις τὸ πρᾶγμα. 23 καὶ γὰρ αὖ ὅπερ ἐνεκάλεις τῇ ὀρχηστικῇ, τὸ ἄνδρας ὄντας γυναῖκας μιμεῖσθαι, κοινὸν τοῦτο καὶ τῆς τραγῳδίας καὶ τῆς κωμῳδίας ἔγκλημα ἂν εἴη· πλείους γοῦν ἐν αὐταῖς τῶν ἀνδρῶν αἱ γυναῖκες. 29 ἡ κωμῳδία δὲ καὶ τῶν προσώπων αὐτῶν τὸ καταγέλαστον μέρος τοῦ τερπνοῦ αὐτῇ νενόμικεν, οἷα Δάων καὶ Τιβίων καὶ μαγείρων 20 πρόσωπα. τὸ δὲ τοῦ ὀρχηστοῦ σχῆμα ὡς μὲν κόσμιον καὶ εὐπρεπές, οὐκ ἐμὲ χρὴ λέγειν· δῆλα γὰρ τοῖς μὴ τυφλοῖς ταῦτα· τὸ δὲ πρόσωπον αὐτὸ ὡς κάλλιστον καὶ τῷ ὑποκειμένω δράματι ἐοικός, οὐ κεχηνός δὲ ὡς ἐκεῖνα, ἀλλὰ συμμεμυκός· ἔχει γὰρ πολλοὺς τοὺς ὑπὲρ αὐτοῦ 30 βοῶντας. πάλαι μὲν γὰρ αὐτοὶ καὶ ἦδον καὶ ὠρχοῦντο· εἶτ ̓ ἐπειδὴ * κινουμένων τὸ ἆσθμα τὴν ᾠδὴν ἐπετάραττεν, ἄμεινον ἔδοξεν ἄλλους 31 αὐτοῖς ὑπάδειν. αἱ δὲ ὑποθέσεις κοιναὶ ἀμφοτέροις, καὶ οὐδέν τι

διακεκριμέναι τῶν τραγικῶν αἱ ὀρχηστικαί, πλὴν ὅτι ποικιλώτεραι 32 αὗται καὶ πολυμαθέστεραι καὶ μυρίας μεταβολὰς ἔχουσαι. εἰ δὲ μὴ ἐναγώνιος ἡ ὄρχησις, ἐκείνην εἶναί φημι αἰτίαν, τὸ δόξαι τοῖς 30 αγωνοθέταις μεῖζον καὶ σεμνότερον τὸ πρᾶγμα ἢ ὥστε εἰς ἐξέτασιν καλεῖσθαι. ἐῶ λέγειν ὅτι πόλις ἐν Ιταλίᾳ, τοῦ Χαλκιδικοῦ γένους ἡ ἀρίστη, καὶ τοῦτο ὥσπερ τι κόσμημα τῷ παρ ̓ αὐτοῖς ἀγῶνι προστέθεικεν.

33

ἐθέλω δέ σοι ἐνταῦθα ἤδη ἀπολογήσασθαι ὑπὲρ τῶν παραλε 35λειμμένων τῷ λόγῳ παμπόλλων ὄντων, ὡς μὴ δόξαν ἀγνοίας ἢ ἀμαΔίας παράσχωμαι. οὐ γάρ με λέληθεν ὅτι πολλοὶ πρὸ ἡμῶν περὶ ὀρχήσεως συγγεγραφότες τὴν πλείστην διατριβὴν τῆς γραφῆς ἐποιή σαντο πάντα τῆς ὀρχήσεως τὰ εἴδη ἐπεξιόντες καὶ ὀνόματα αὐτῶν καταλέγοντες, καὶ οἵα ἑκάστη, καὶ ὑφ ̓ ὅτου εὑρέθη, πολυμαθείας καταύτην ἐπίδειξιν ἡγούμενοι παρέξειν. ἐγὼ δὲ μάλιστα μὲν τὴν περὶ

ταῦτα φιλοτιμίαν ἀπειρόκαλόν τε καὶ ὀψιμαθῆ καὶ ἐμαυτῷ ἄκαιρον οἴομαι εἶναι, καὶ διὰ τοῦτο παρίημι· ἔπειτα δὲ κἀκεῖνό σε ἀξιῶ34 ἐννοεῖν καὶ μεμνῆσθαι, ὅτι μοι νῦν οὐ πᾶσαν ἔρχησιν πρόκειται γενεαλογεῖν, οὐδὲ τοῦτον τὸν σκοπὸν ὑπεστησάμην τῷ λόγῳ, ὀρχήσεων ὀνόματα καταριθμήσασθαι, πλὴν ὅσων ἐν ἀρχῇ ὀλίγων ἐπεμνή- 5 στην, τὰς γενικωτέρας αὐτῶν προχειρισάμενος, ἀλλὰ τό γε ἐν τῷ παρόντι μοι κεφάλαιον τοῦ λόγου τοῦτό ἐστι, τὴν νῦν ὄρχησιν καθε στῶσαν ἐπαινέσαι, καὶ δεῖξαι ὅσα ἐν αὐτῇ τερπνὰ καὶ χρήσιμα περιλαβοῦσα ἔχει, οὐ πάλαι ἀρξαμένη ἐς τοσοῦτο κάλλος ἐπιδιδόναι, ἀλλὰ κατὰ τὸν Σεβαστὸν μάλιστα. αἱ μὲν γὰρ πρῶται ἐκεῖναι 10 ὥσπερ τινὲς ῥίζαι καὶ θεμέλιαι τῆς ὀρχήσεως ἦσαν· τὸ δὲ ἄνθος αὐτῆς καὶ τὸν τελεώτατον καρπόν, ὅπερ νῦν μάλιστα ἐς τὸ ἀκρότατον ἀποτετέλεσται, τοῦτο νῦν ὁ ἡμέτερος λόγος διεξέρχεται, παρεὶς τὸ θερμαϋστρίζειν καὶ γέρανον ὀρχεῖσθαι καὶ τἆλλα ὡς μηδὲν τῇ νῦν ταύτῃ ἔτι προσήκοντα. οὐδὲ γὰρ ἐκεῖνο τὸ Φρύγιον τῆς ὀρχή-15 σεως εἶδος, τὸ παροίνιον καὶ συμποτικόν, μετὰ μέθης γινόμενον ἀγροίκων πολλάκις πρὸς αὔλημα γυναικεῖον ὀρχουμένων σφοδρὰ καὶ καματηρά πηδήματα καὶ νῦν ἔτι ταῖς ἀγροικίαις ἐπιπολάζοντα, ὑπ' ἀγνοίας παρέλιπον, ἀλλ' ὅτι μηδὲν ταῦτα τῇ νῦν ὀρχήσει κοι νωνεῖ. καὶ γὰρ ὁ Πλάτων ἐν τοῖς νόμοις τὰ μέν τινα εἴδη ἐπαινεῖ 20 ταύτης τὰ δὲ πάνυ ἀπαξιοῖ, διαιρῶν αὐτὰ ἔς τε τὸ τερπνὸν καὶ τὸ χρήσιμον, καὶ ἀπελαύνων αὐτῶν τὰ ἀσχημονέστερα, προτιμῶν δὲ καὶ θαυμάζων θάτερα.

καὶ περὶ μὲν αὐτῆς ὀρχήσεως τοσαῦτα (τὸ γὰρ πάντα ἐπεξιόντα 35 μηκύνειν τὸν λόγον ἀπειρόκαλον)· ἃ δὲ τὸν ὀρχηστὴν αὐτὸν ἔχεινα χρὴ καὶ ὅπως δεῖ ἠσκῆσθαι καὶ ἃ μεμαθηκέναι καὶ οἷς κρατύνειν τὸ ἔργον, ἤδη σοι δίειμι, ὡς μάθης οὐ τῶν ῥᾳδίων καὶ τῶν εὐμεταχειρίστων οὖσαν τὴν τέχνην, ἀλλὰ πάσης παιδεύσεως ἐς τὸ ἀκρότατον ἀφικνουμένην, οὐ μουσικῆς μόνον ἀλλὰ καὶ ῥυθμικῆς καὶ μετρικῆς καὶ τῆς σῆς φιλοσοφίας μάλιστα, τῆς τε φυσικῆς καὶ τῆς30 ἠθικῆς· τὴν γὰρ διαλεκτικὴν αὐτῆς περιεργίαν ἄκαιρον αὑτῇ νενό μικεν. οὐ μὴν οὐδὲ ῥητορικῆς ἀφέστηκεν, ἀλλὰ καὶ ταύτης μετέχει καθ' ὅσον ἤθους τε καὶ πάθους ἐπιδεικτική ἐστιν, ὧν καὶ οἱ ρήτορες γλίχονται. οὐκ ἀπήλλακται δὲ καὶ γραφικῆς καὶ πλαστικῆς, ἀλλὰ καὶ τὴν ἐν ταύταις εὐρυθμίαν μάλιστα μιμουμένη φαίνεται, ὡς 35 μηδὲν ἀμείνω μήτε Φειδίαν αὐτῆς μήτε ̓Απελλήν εἶναι δοκεῖν. πρὸ πάντων δὲ Μνημοσύνην καὶ τὴν θυγατέρα αὐτῆς Πολύμνιαν 36 ἵλεων ἔχειν αὐτῇ πρόκειται, καὶ μεμνῆσθαι πειρᾶται ἁπάντων. κατὰ γάρ τοι τὸν Ομηρικὸν Κάλχαντα τὸν ὀρχηστὴν εἰδέναι χρὴ τά τ ̓ ἐόντα τά τ ̓ ἐσσόμενα πρό τ ̓ ἐόντα, ὡς μηδὲν αὐτὸν διαλαν-40

θάνειν, ἀλλ ̓ εἶναι πρόχειρον τὴν μνήμην αὐτῶν. καὶ τὸ μὲν κεφά λαιον τῆς ὑποθέσεως, μιμητική τίς ἐστιν ἐπιστήμη καὶ δεικτικὴ καὶ τῶν ἐννοηθέντων ἐξαγορευτικὴ καὶ τῶν ἀφανῶν σαφηνιστική καὶ ὅπερ ὁ Θουκυδίδης περὶ τοῦ Περικλέους ἔφη, ἐπαινῶν τὸν ἄνδρα, στοῦτο καὶ τὸ τοῦ ὀρχηστοῦ ἀκρότατον ἐγκώμιον ἂν εἴη, γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι αὐτά. ἑρμηνείαν δὲ νῦν τὴν σαφήνειαν 37 τῶν σχημάτων λέγω. ἡ δὲ πᾶσα τῷ ἔργῳ χορηγία ἡ παλαιὰ ἱστορία ἐστίν, ὡς προεῖπον, καὶ ἡ πρόχειρος αὐτῆς μνήμη τε καὶ μετ ̓ εὐπρε πείας ἐπίδειξις· ἀπὸ γὰρ χάους εὐθὺς καὶ τῆς πρώτης τοῦ κόσμου 10 γενέσεως ἀρξάμενον χρὴ αὐτὸν ἅπαντα εἰδέναι ἄχρι τῶν κατὰ τὴν Κλεοπάτραν τὴν Αἰγυπτίαν. τούτῳ γὰρ τῷ διαστήματι περιωρίσθω ἡμῖν ἡ τοῦ ὀρχηστοῦ πολυμάθεια, καὶ τὰ διὰ μέσου μάλιστα ἴστω, Οὐρανοῦ τομήν, Αφροδίτης γονάς, Τιτάνων μάχην, Διὸς γέννησιν, Ῥέας ἀπάτην, λίθου ὑποβολήν, Κρόνου δεσμά, τὸν τῶν τριῶν ἀδελ 38 φῶν κλῆρον, εἶτα ἑξῆς Γιγάντων ἐπανάστασιν, πυρὸς κλοπήν, ἀνθρώ πων πλάσιν, Προμηθέως κόλασιν, ἔρωτος ἰσχὺν ἀμφοτέρου, καὶ μετὰ ταῦτα Δήλου πλάνην καὶ Λητούς ὠδῖνας καὶ Πύθωνος ἀναίρεσιν καὶ Τιτυοῦ ἐπιβουλὴν καὶ τὸ μέσον τῆς γῆς εὑρισκόμενον πτήσει τῶν 39 ἀετῶν, Δευκαλίωνα ἐπὶ τούτοις, καὶ τὴν μεγάλην ἐπ ̓ ἐκείνου του 20 βίου ναυαγίαν, καὶ λάρνακα μίαν λείψανον τοῦ ἀνθρωπείου γένους φυλάττουσαν, καὶ ἐκ λίθων ἀνθρώπους πάλιν, εἶτα Ιάκχου σπαραγμὸν καὶ Ἥρας δόλον καὶ Σεμέλης κατάφλεξιν καὶ Διονύσου ἀμφοτέρας τὰς γονάς, καὶ ὅσα περὶ ̓Αθηνᾶς καὶ ὅσα περὶ ̔Ηφαί στου καὶ Εριχθονίου, καὶ τὴν ἔριν τὴν περὶ τῆς ̓Αττικῆς καὶ 23 ̔Αλιρρόθιον καὶ τὴν πρώτην ἐν ̓Αρείῳ πάγῳ κρίσιν καὶ ὅλως τὴν 40 Αττικὴν πᾶσαν μυθολογίαν, ἐξαιρέτως δὲ τὴν Δήμητρος πλάνην καὶ Κόρης εὕρεσιν καὶ Κελεοῦ ξενίαν καὶ Τριπτολέμου γεωργίαν καὶ Ἰκαρίου ἀμπελουργίαν καὶ τὴν Ηριγόνης συμφοράν, καὶ ὅσα περὶ Βορέου καὶ ὅσα περὶ Ωρειθυίας καὶ Θησέως καὶ Αἰγέως, ἔτι 30 δὲ τὴν Μηδείας ὑποδοχὴν καὶ αὖθις ἐς Πέρσας φυγήν, καὶ τὰς Ερεχθέως θυγατέρας καὶ τὰς Πανδίονος, ἅ τε ἐν Θράκῃ ἔπαθον καὶ ἔπραξαν. εἶτα ὁ ̓Ακάμας καὶ ἡ Φυλλίς, καὶ ἡ προτέρα τῆς Ελένης ἁρπαγή, καὶ ἡ στρατεία τῶν Διοσκούρων ἐπὶ τὴν πόλιν, καὶ τὸ ̔Ιππολύτου πάθος, καὶ Ἡρακλειδών κάθοδος· ̓Αττικὰ γὰρ 35 καὶ ταῦτα εἰκότως ἂν νομίζοιτο. ταῦτα μὲν τὰ Αθηναίων ὀλίγα πάνυ δείγματος ἕνεκα ἐκ πολλῶν τῶν παραλελειμμένων διῆλθον, 41 ἑξῆς δὲ τὰ Μέγαρα καὶ Νίσος καὶ Σκύλλα καὶ πορφυρούς πλόκαμος καὶ Μίνωος πόθος καὶ περὶ τὴν εὐεργέτιν ἀχαριστία. οἷς

38. πόρος

« IndietroContinua »