Immagini della pagina
PDF
ePub

ἔργα τὰ ἕκαστος ἐπιτελέουσιν. ἐν δὲ καὶ οὐνόματα αὐτέοισιν ἐπέθεσαν, οὐκ οὐνόματα, ὅκως ἐδόκεον, ἀλλὰ σημήία.

ταῦτα μὲν ὧν Αἰθίοπες ἐν τῷ οὐρανῷ ἐπέβλεψαν, μετὰ δὲ γεί-5 τοσιν οὖσιν Αἰγυπτίοισιν ἀτελέα τὸν λόγον παρέδοσαν, Αἰγύπτιοι δὲ παρὰ σφέων ἐκδεξάμενοι ἡμιεργέα τὴν μαντικὴν ἐπὶ μέζον ἤγειραν,5 μέτρα τε τῆς ἑκάστου κινήσεως ἐσημήναντο, καὶ ἐτέων ἀριθμὸν καὶ μηνῶν καὶ ὡρέων διετάξαντο. καὶ μηνῶν μέν σφισι μέτρον ἡ σεληναίη καὶ ἡ ταύτης ἀναστροφὴ ἐγένετο, ἔτεος δὲ ἠέλιος καὶ ἡ τοῦ ἠελίου περίφορος. οἳ δὲ καὶ ἄλλα ἐμήσαντο πολλῷ μέζω του 6 τέων. ἐκ γὰρ δὴ τοῦ παντὸς ἠέρος καὶ ἀστέρων τῶν ἄλλων, ἀπλα-10 νέων τε καὶ εὐσταθέων καὶ οὐδαμὰ κινεομένων, δυώδεκα μοίρας ἐτάμοντο ἐν τοῖσι κινεομένοισι, καὶ οἰκεῖα ζῷα ἐόντα ἕκαστον αὐτέων ἐς ἄλλην μορφὴν μεμιμέαται, τὰ μὲν ἐνάλια, τὰ δὲ ἀνθρώπων, τὰ δὲ θηρῶν, τὰ δὲ πτηνῶν, τὰ δὲ κτηνέων. ἀπ ̓ ὅτεω δὴ καὶ ἱρὰ τ τὰ Αἰγύπτια πολυειδέα ποιέεται. οὐ γὰρ πάντες Αἰγύπτιοι ἐκ τῶν 15 δυώδεκα μοιρέων πασέων ἐμαντεύοντο, ἄλλοι δὲ ἄλλῃσι μοίρῃσιν ἐχρέοντο· καὶ κριὸν μὲν σέβουσιν οκόσοι ἐς κριὸν ἀπέβλεπον, ἰχθύας δὲ οὐ σιτέονται ὁκόσοι ἰχθύας ἐπεσημήναντο, οὐδὲ τράγον κτείνουσιν ὅσοι αἰγόκερων ἠδέσαντο, καὶ οἱ ἄλλοι τἆλλα ὡς ἕκαστοι ἱλάσκον ται. ναὶ μὴν καὶ ταῦρον ἐς τιμὴν τοῦ ἠερίου ταύρου σεβίζονται, 20 καὶ ὁ ̓Απις αὐτέοις χρῆμα ἱρότατον τὴν χώρην ἐπινέμεται, καί οἱ ἐκεῖ μαντήιον ἀνατιθέασι, σημήιον τῆς ἐκείνου τοῦ ταύρου μαντικῆς.

[ocr errors]

οὐ μετὰ πολλὸν δὲ καὶ Λίβυες ἐπέβησαν τοῦ λόγου· καὶ γὰρ 8 τὸ Λιβύων μαντήιον τὸ ̓Αμμωνος, καὶ τοῦτο ἐς τὸν ἠέρα καὶ ἐς τὴν τουτέου σοφίην εἴρητο, παρὰ τὸν ̓́Αμμωνα καὶ οὗτοι κριοπρόσ-25 ωπον ποιέονται. ἔγνωσαν δὲ τουτέων ἕκαστα και Βαβυλώνιοι· οὗτοι 9 μὲν λέγουσι καὶ πρὸ τῶν ἄλλων, ἐμοὶ δὲ δοκέει, πολλὸν ὕστερον ἐς τουτέους ὁ λόγος ἀπίκετο.

Ἕλληνες δὲ οὔτε παρ ̓ Αἰδιόπων οὔτε παρ ̓ Αἰγυπτίων άστρο-10 λογίης πέρι οὐδὲν ἤκουσαν, ἀλλά σφισιν ̓Ορφεὺς ὁ Οἰάγρου και 30 Καλλιόπης πρῶτος τάδε ἀπηγήσατο, οὐ μάλα ἐμφανέως, οὐδὲ ἐς φάος τὸν λόγον προήνεγκεν, ἀλλ ̓ ἐς γοητείην καὶ ἱρολογίην, οἵη διανοίη ἐκείνου. πηξάμενος γὰρ λύρην ὄργιά τε ἐποιέετο καὶ τὰ ἱρὰ ἤειδεν· ἡ δὲ λύρη ἑπτάμιτος ἐοῦσα τὴν τῶν κινεομένων ἀστέρων ἁρμονίην συνεβάλλετο. ταῦτα Ορφεὺς διζήμενος καὶ ταῦτα ἀνα-35 κινέων πάντα ἔπελγε καὶ πάντων ἐκράτεεν· οὐ γὰρ ἐκείνην τὴν λύρην ἔβλεπεν, οὐδέ οἱ ἄλλης ἔμελε μουσουργίης, ἀλλ ̓ αὕτη Ορ

14. ἀπὸ τέω * 25. ἤρτητο ?

*

*

16. ἀλλοίησι κα 19. ᾔδεσαν
παρ ̓ ὃ
26. aŭtol? *

22. μαντήιόν τε

2

[ocr errors]

φέος ἡ μεγάλη λύρη. Ελληνές τε τάδε τιμέοντες μοίρην ἐν αὐτῷ οὐρανῷ ἀπέκριναν, καὶ ἀστέρες πολλοὶ καλέονται λύρη Ορφέας. ἣν δέ κοτε Ορφέα ἴδης ἢ λίθοισιν ἢ χροιῇ μεμιμημένον, ἐν μέσῳ ἕζεται ἴκελος ἀείδοντι, μετὰ χερσὶν ἔχων τὴν λύρην, ἀμφὶ δέ μιν Βζῷα μυρία έστηκεν, ἐν οἷς καὶ ἄνθρωπος καὶ ταῦρος καὶ λέων καὶ τῶν ἄλλων ἕκαστον· εἶτ ̓ ἂν ἐκεῖνα ἴδης, μέμνησά μοι τουτέων, κοίη ἐκείνου ἀοιδή, κοίη δὲ καὶ ἡ λύρη, κοῖος δὲ καὶ ταῦρος ἢ ὁκοῖος λέων Ορφέας ἐπαίουσιν, ἢν δὲ τὰ λέγω αἴτια γνοίης, σὺ 11 δὲ καὶ ἐν τῷ οὐρανῷ δέρκεο ἕκαστον τουτέων. λέγουσι δὲ Τειρε 10 σίην, ἄνδρα Βοιώτιον, τοῦ δὴ κλέος μαντοσύνης πέρι πολλὸν ἀείρε ται, τοῦτον τὸν Τειρεσίην ἐν Ἕλλησιν εἰπεῖν ὅτι τῶν πλανεομένων ἀστέρων οἱ μὲν ήλεες οἱ δὲ ἄρρενες ἐόντες οὐκ ἴσα ἐκτελέουσι τῷ καί μιν διφυέα γενέσθαι καὶ ἀμφίβιον Τειρεσίην μυθολογέουσιν, 12 ἄλλοτε μὲν ῆλυν ἄλλοτε δὲ ἄρρενα... Ατρέος δὲ καὶ Θυέστεω περὶ 15 τῇ πατρωίῃ βασιληίη φιλονεικεόντων, ἤδη τοῖσιν Ἕλλησιν ἀναφαν δὲν ἀστρολογίης τε καὶ σοφίης τῆς οὐρανίης μάλιστ ̓ ἔμελε, καὶ τὸ ξυνὸν τῶν ̓Αργείων ἄρχειν. ἔγνωσαν ἑωυτῶν ὅστις τοῦ ἑτέρου σοφίην προφερέστερος· ἔνθα δὴ Θυέστης μὲν κριόν σφίσι τὸν ἐν τῷ οὐρανῷ σημηνάμενος ἐπέδειξεν, ἀπ' ὅτεω δὴ ἄρνα χρύσεον Θυέστη γενέσθαι 20 μυθολογέουσιν, Ατρεὺς δὲ τοῦ ἠελίου πέρι καὶ τῶν ἀνατολέων αὐτέου λόγον ἐποιήσατο, ὅτι οὐκ ἐς ὁμοίην φορὴν ήέλιός τε καὶ ὁ κόσμος κινέονται, ἀλλ ̓ ἐς ἀντίξοον ἀλλήλοις ἀντιδρομέουσι, καὶ αἱ νῦν δύσιες δοκέουσαι, τοῦ κόσμου δύσιες ἐοῦσαι, τοῦ ἠελίου ἀνατολαί εἰσι τάδε εἰπόντα βασιλέα μιν ̓Αργεῖοι ἐποιήσαντο, καὶ μέγα κλέος ἐπὶ 13 σοφίῃ αὐτέου ἐγένετο. ἐγὼ δὲ καὶ περὶ Βελλεροφόντεω τοιάδε φρονέω· πτηνὸν μέν οἱ γενέσθαι ἵππον οὐ μάλα πείθομαι, δοκέω δέ μιν ταύτην τὴν σοφίην μετέποντα ὑψηλά τε φρονέοντα καὶ ἄστροισι 14 ὁμιλέοντα ἐς οὐρανὸν οὐχὶ τῷ ἵππῳ ἀναβῆναι ἀλλὰ τῇ διανοίῃ. ἴσα δέ μοι καὶ ἐς Φρίξον τὸν ̓Αθάμαντος εἰρήσθω, τὸν δὴ κριῷ χρυ30 σέῳ δι' αἰθέρος ἐλάσαι μυθέονται. ναὶ μέντοι καὶ Δαίδαλον τὸν Αθηναῖον ξείνη μὲν ἡ ἱστορίη, δοκέω γε μὴν οὐκ ἔξω ἀστρολο γίης, ἀλλά οἱ αὐτός τε μάλιστα ἐχρήσατο καὶ παιδὶ τῷ ἑωυτοῦ 15 κατηγήσατο. Ικαρος δὲ νεότητι καὶ ἀτασθαλίῃ χρεόμενος, καὶ οὐκ ἐπικτὰ διζήμενος ἀλλ ̓ ἐς πόλον ἀερθεὶς τῷ νῷ, ἐξέπεσε τῆς 35 ἀληθηίης καὶ παντὸς ἀπεσφάλη τοῦ λόγου καὶ ἐς πελαγος κατηνέχθη ἄβυσσον πρηγμάτων· τὸν Ἕλληνες ἄλλως μυθολογέουσι, καὶ κόλπον 16 ἐπ ̓ αὐτέῳ ἐν τῇδε τῇ θαλάσσῃ Ικάρειον εἰκῇ καλέουσι, τάχα δὲ καὶ Πασιφάη παρὰ Δαιδάλου ἀκούσασα ταύρου τε πέρι τοῦ ἐν τοῖς

[ocr errors]
[ocr errors]

19. ἀπὸ τέω *

32. αὐτὸς μάλιστα *

34. ἐπιεικτὰ

ἄστροισι φαινομένου καὶ αὐτῆς ἀστρολογίης, εἰς ἔρωτα τοῦ λόγου ἀπίκετο, ὅθεν νομίζουσιν ὅτι Δαίδαλός μιν τῷ ταύρῳ ἐνύμφευσεν.

[ocr errors]

εἰσὶ δὲ οἱ καὶ κατὰ μέρεα τὴν ἐπιστήμην διελόντες ἕκαστοι 17 αὐτέων ἄλλα ἐπενοήσαντο, οἱ μὲν τὰ ἐς τὴν σεληναίην, οἱ δὲ τὰ ἐς Δία, οἳ δὲ τὰ ἐς ἠέλιον συναγείραντες, δρόμου τε αὐτέων πέρι καὶ κινήσιος καὶ δυνάμιος. καὶ Ενδυμίων μὲν τὰ ἐς τὴν σεληναίην 18 διετάξατο, Φαέθων δὲ τοῦ ἠελίου δρόμον ἐτεκμήρατο, οὐ μέν γε ἀτρεκέως, ἀλλ' ἀτελέα τὸν λόγον ἀπολιπὼν ἀπέθανεν. οἱ δὲ τάδε ἀγνοέοντες ηελίου παῖδα Φαέθοντα δοκέουσι, καὶ μῦθον ἐπ ̓ αὐτέω οὐδαμὰ πιστὸν διηγέονται. ἐλθόντα γάρ μιν παρὰ τὸν ἠέλιον τὸν 10 πατέρα αἰτέειν τὸ τοῦ φωτὸς ἅρμα ἡνιοχεύειν, τὸν δὲ δοῦναί τέ οἱ καὶ ὑποθέσθαι τῆς ἱππασίης τὸν νόμον. ὁ δὲ Φαέθων ἐπειδὴ ἀνέβη 19 τὸ ἅρμα, ἡλικίῃ καὶ ἀπειρίῃ ἄλλοτε μὲν πρόσγειος ἡνιόχευεν, ἄλ λοτε δὲ πολλὸν τῆς γῆς· ἀπαιωρούμενος· τοὺς δὲ ἀνθρώπους κρύος τε καὶ Θάλπος οὐκ ἀνασχετὸν διέφθειρεν. ἐπὶ τοῖσι δὴ τὸν Δία 15 ἀγανακτέοντα βαλεῖν πρηστήρι Φαέθοντα μεγάλῳ. πεσόντα δέ μιν αἱ ἀδελφαί περιστᾶσαι πένθος μέγα ἐποίεον, ἔστε μετέβαλον τὰ εἴδεα· καὶ νῦν εἰσὶν αἴγειροι, καὶ τὸ ἥλεκτρον ἐπ ̓ αὐτέῳ δάκρυον σταλάουσιν. οὐχ οὕτω ταῦτα ἐγένετο, οὐδὲ ὅσιον αὐτέοισι πείθεσθαι, οὐδὲ ἠέλιος παῖδα ἐποιήσατο, οὐδὲ ὁ παῖς αὐτέω ἀπέθανε.

X

[ocr errors]

Τι

20

λέγουσι δὲ καὶ ἄλλα Ἕλληνες πολλὰ μυθώδεα, τοῖσιν ἐγὼ οὐ 20 μάλα τι πείθομαι. κῶς γὰρ δὴ ὅσιον πιστεῦσαι παῖδα Αἰνείην τῆς Αφροδίτης γενέσθαι καὶ Διὸς Μίνω καὶ "Αρεος Ασκάλαφον καὶ Αὐτόλυκον Ερμέω; ἀλλ ̓ οὗτοι ἕκαστος αὐτέων Θεοφιλέες ἐγένοντο, καί σφισι γινομένοισι τῷ μὲν ἡ ̓Αφροδίτη τῷ δὲ ὁ Ζεὺς τῷ δὲ ὁ 25 Αρης ἐπέβλεψαν. ὁκόσοι γὰρ δὴ ἀνθρώποισι ἐν τῇ γενεῇ ταύτῃ οἰκοδεσποτέουσιν, οὗτοι ὅκως τοκέες ἑωυτοῖσι πάντα είκελα ἐκτε λέουσι, καὶ χροίην καὶ μορφὴν καὶ ἔργα καὶ διανοίην· καὶ βασιλεὺς μὲν ὁ Μίνως Διὸς ἡγεομένου, καλὸς δὲ Αἰνείης Αφροδίτης βουλήσει ἐγένετο, κλέπτης δὲ Αὐτόλυκος, ἡ δέ οἱ κλεπτικὴ ἐξ Ερμέω ἀπί-30 κετο. · οὐ μὲν οὖν οὐδὲ τὸν Κρόνον ὁ Ζεὺς ἔδησεν οὐδὲ ἐς τάρτα-21 ρον ἔρριψεν, οὐδὲ τὰ ἄλλα ἐμήσατο ὁκόσα ἄνθρωποι νομίζουσιν· ἀλλὰ φέρεται γὰρ ὁ Κρόνος τὴν ἔξω φορήν, πολλὸν ἀπ ̓ ἡμέων, καί οἱ νωθρή τε ἡ κίνησις καὶ οὐ ῥηιδίη ἀνθρώποισι δρέεσθαι, διὸ δή μιν ἑστάναι λέγουσιν ὅκως πεπεδημένον. τὸ δὲ βάθος τὸ πολλὸν 35 τοῦ ἀέρος τάρταρος καλέεται. Δ.

WA. I

[ocr errors]

μάλιστα ἔκ τε Ομήρου τοῦ ποιητέω καὶ τῶν Ησιόδου ἐπέων 22 μάθοι ἄν τις τὰ πάλαι τοῖς ἀστρολογέουσιν ὁμοφωνέοντα. εὖτ ̓ ἂν

6. καὶ post πέρι om 44. δὲ ante πολλὸν om 17. μετέβαλλον * 25. γενομένοισ: *

δὲ τὴν σειρὴν τοῦ Διὸς ἀπηγέηται καὶ τοῦ ἠελίου τὰς βόας, τὰ δὴ ἐγὼ ἤματα εἶναι συμβάλλομαι, καὶ τὰς πόλιας τὰς ἐν τῇ ἀσπίδι Ηφαιστος ἐποιήσατο, καὶ τὸν χορὸν καὶ τὴν ἀλωήν. τὰ μὲν γὰρ ὁκόσα ἐς τὴν ̓Αφροδίτην αὐτέῳ καὶ τοῦ "Αρεος τὴν μοιχείην λέ 5 λεκται, καὶ τὰ ἐμφανέα, οὐκ ἄλλοθεν ἢ ἐκ τῆσδε τῆς σοφίης πεποιημένα· ἡ γὰρ δὴ ὦν Αφροδίτης καὶ τοῦ ̓́Αρεος ὁμοδρομία τὴν Ὁμήρου ἀοιδὴν ἀπεργάζεται. ἐν ἄλλοισι δὲ ἔπεσι τὰ ἔργα ἑκάστου αὐτῶν διωρίσατο, τῇ Αφροδίτῃ μὲν εἰπών «ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, τὰ δὲ τοῦ πολέμου «ταῦτα δ' Αρηι. τοῷ 10 καὶ ̓Αθήνῃ πάντα μελήσεις να

23 ἅπερ οἱ παλαιοὶ ἰδόντες μάλιστα μαντηίῃσιν ἐχρέοντο, καὶ οὐ πάρεργον αὐτὴν ἐποιέοντο, ἀλλ ̓ οὔτε πόλιας ᾤκιζον οὔτε τείχεα περιεβάλλοντο οὔτε φόνους ἐργάζοντο οὔτε γυναῖκας ἐγάμεον πρὶν ἂν δὲ παρὰ μάντεων ἀκοῦσαι ἕκαστα. . καὶ γὰρ δὴ τὰ μαντήια 15 αὐτέοισι οὐκ ἔξω ἀστρολογίης ἦν, ἀλλὰ παρὰ μὲν Δελφοῖς παρθένος ἔχει τὴν προφητείην, σύμβολον τῆς παρθένου τῆς οὐρανίης, καὶ δράκων ὑπὸ τῷ τρίποδι φθέγγεται ὅτι καὶ ἐν τοῖσι ἄστροισι δράκων φαίνεται, καὶ ἐν Διδύμοις δὲ μαντήιον τοῦ ̓Απόλλωνος, ἐμοὶ δοκέει, 24 καὶ τοῦτο ἐκ τῶν ἠερίων διδύμων ὀνομάζεται. οὕτω δὲ αὐτέοισι 20 χρῆμα ἱρότατον ἡ μαντοσύνη ἐδόκεεν ὥστε δὴ Οδυσσεύς, ἐπειδὴ ἔκαμε πλανεόμενος, ἐπελήσας ἀτρεκὲς ἀκοῦσαι περὶ τῶν ἑωυτοῦ πρηγμάτων, ἐς τὸν ̓Αίδην ἀπίκετο, οὐκ ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον, ἀλλ ̓ ἐς λόγους ἐλθεῖν Τειρεσίῃ ἐπιθυμέων. καὶ ἐπειδὴ ἐς τὸν χῶρον ἦλθεν ἔνθα οἱ Κίρκη ἐσήμηνε, καὶ ἔσκαψε τὸν βόθρον 2καὶ τὰ μῆλα ἔσφαξε, πολλῶν νεκύων παρεόντων, ἐν τοῖσι καὶ τῆς μητρὸς τῆς ἑωυτοῦ, τοῦ αἵματος πιεῖν ἐθελόντων, οὐ πρότερον ἐπῆκεν οὐδενί, οὐδὲ αὐτῇ τῇ μητρί, πρὶν Τειρεσίην γεύσασθαι καὶ ἐξαναγκάσαι εἰπεῖν οἱ τὸ μαντήιον, καὶ ἀνέσχετο διψῶσαν ὁρέων τῆς μητρὸς τὴν σκιήν.

25

Λακεδαιμονίοισι δὲ Λυκοῦργος τὴν πολιτείην πᾶσαν ἐκ τοῦ οὐρανοῦ διετάξατο, καὶ νόμον σφίσιν ἐποιήσατο μηδαμὰ μηδὲ ἐς πόλεμον προχωρέειν πρὶν τὴν σεληναίην πλήρεα γενέσθαι· οὐ γὰρ ἴσην ἐνόμιζεν εἶναι τὴν δυναστείην αὐξανομένης τῆς σεληναίης καὶ 26 ἀφανιζομένης, πάντα δὲ ὑπ ̓ αὐτέῃ διοικέεσθαι. ἀλλὰ μοῦνοι ̓Αρ 35 κάδες ταῦτα οὐκ ἐδέξαντο, οὐδὲ ἐτίμησαν. ἀστρολογίην, ἀνοίῃ δὲ καὶ ἀσοφίῃ λέγουσι καὶ τῆς σεληναίης ἔμμεναι προγενέστεροι.

27

οἱ μὲν ὧν πρὸ ἡμέων οὕτω κάρτα ἦσαν φιλομάντιες, οἱ δὲ νῦν οἱ μὲν αὐτέων ἀδύνατα εἶναι λέγουσιν ἀνθρώποισι τέλος εὕρασθαι

[blocks in formation]

μαντικῆς· οὐ γὰρ εἶναί μιν οὔτε πιστὴν οὔτε ἀληθέα, οὐδὲ τὸν "Αρεα ἢ τὸν Δία ἐν τῷ οὐρανῷ ἡμέων ἕνεκα κινέεσθαι, ἀλλὰ τῶν μὲν ἀνθρωπηίων πρηγμάτων οὐδεμίην ὤρην ἐκεῖνοι ποιέονται, οὐδ ̓ ἔστιν αὐτέοισι πρὸς τάδε κοινωνίη, κατὰ σφέας δε χρείῃ τῆς περιφορῆς ἀναστρέφονται. ἄλλοι δὲ ἀστρολογίην ἀψευδέα μὲν ἀνωφελέα δ ̓ εἶναι 28 λέγουσιν· οὐ γὰρ ὑπὸ μαντοσύνῃ ἀλλάσσεσθαι ὁκόσα τῇσι μοίρῃσι δοκέοντα ἐπέρχεται. ἐγὼ δὲ πρὸς τάδε ἄμφω ἐκεῖνα ἔχω εἰπεῖν, 29 ὅτι οἱ μὲν ἀστέρες ἐν τῷ οὐρανῷ τὴν σφετέρην εἱλέονται, πάρεργον δέ σφισι τῆς κινήσιος τῶν κατ ̓ ἡμέας ἕκαστον ἐπιγίνεται. ἢ ἐθέλεις ἵππου μὲν λέοντος καὶ ὀρνίθων καὶ ἀνδρῶν κινεομένων λίπους ἀνα-10 σαλεύεσθαι καὶ κάρφεα δονέεσθαι ὑπὸ τῶν ἀνέμων τοῦ δρόμου, ὑπὸ δὲ τῇ δίνῃ τῶν ἀστέρων μηδὲν ἄλλο γίνεσθαι; καὶ ἐκ μὲν ὀλίγου πυρὸς ἀπορροίη ἐς ἡμέας ἔρχεται, καὶ τὸ πῦρ οὐ δι' ἡμέας καίει τι, οὐδέ οἱ μέλει τοῦ ἡμετέρου θάλπεος· ἀστέρων δὲ οὐδεμίην ἀπορροίην δεχόμεθα; καὶ μέντοι τῇ ἀστρολογίῃ τὰ μὲν φαῦλα ἐσθλὰ 15 ποιῆσαι ἀδύνατά ἐστιν, οὐδὲ ἀλλάξαι τι τῶν ἀπορρεόντων πρηγμά των· ἀλλὰ τοὺς χρεομένους τάδε ὠφελέει, τὰ μὲν ἐσθλὰ εἰδότας ἀπιξόμενα πολλὸν ἀπόπροσθεν εὐφρανέει, τὰ δὲ φαῦλα εὐμαρέως δέχονται· οὐ γάρ σφισι ἀγνοέουσι ἐπέρχεται, ἀλλ' ἐν μελέτη καὶ προσδοκίῃ ῥηίδια καὶ πρηέα ἡγέεται.

r

τάδε ἀστρολογίης πέρι ἐγὼν ὑπολαμβάνω. πονο

20

ΚΥΝΙΚΟΣ.

ΛΥΚΙΝΟΣ. Τί ποτε, ὦ οὗτος, πώγωνα μὲν ἔχεις καὶ κόμην, χιτῶνα δὲ οὐκ ἔχεις καὶ γυμνοδερκῇ καὶ ἀνυποδητεῖς, τὸν ἀλήτην καὶ ἀπάνθρωπον βίον καὶ Ξηριώδη ἐπιλεξάμενος, καὶ ἀεὶ τοῖς ἐναν τίοις τὸ ἴδιον δέμας οὐχ ὡς οἱ πολλοὶ διαχρησάμενος, περινοστεῖς 25 ἄλλοτε ἀλλαχοῦ, καὶ εὐναζόμενος ἐπὶ ξηροῦ δαπέδου, ὡς ἄσην πάμπολλον τουτὶ τὸ τριβώνιον φέρειν. οὐ μέντοι καὶ τοῦτο λεπτόν, οὐδὲ μαλακόν, οὐδὲ ἀνθηρόν.

ΚΥΝΙΚΟΣ. οὐδὲ γὰρ δέομαι, τοιοῦτον δὲ ὁποῖον ἂν πορισθείη ῥᾷστα καὶ τῷ κτησαμένῳ πράγματα ὡς ἐλάχιστα παρέχοι· τοιοῦ-30 τον γὰρ ἀρκεῖ μοι. σὺ δὲ πρὸς θεῶν εἰπέ μοι, τῇ πολυτελείᾳ οὐ 2 νομίζεις κακίαν προσεῖναι;

14. τῷ ἀνέμῳ? *

23. γυμνοδερμεῖς?

30. παρέχον

« IndietroContinua »