Immagini della pagina
PDF
ePub

ὥσπερ τὴν πορφύραν ἐπικοσμοῦντα καὶ ἐμπρέποντα καὶ πάντως συνάδοντα.

ἄλλος δέ τις αὐτῶν ὑπόμνημα τῶν γεγονότων γυμνὸν συναγα- 16 γὼν ἐν γραφῇ, κομιδῇ πεζὸν καὶ χαμαιπετές, οἷον καὶ στρατιώτης ἄν τις τὰ καθ ̓ ἡμέραν ἀπογραφόμενος συνέθηκεν ἢ τέκτων ἢ κάτι πηλός τις συμπερινοστῶν τῇ στρατιᾷ· πλὴν ἀλλὰ μετριώτερός γε ὁ ἰδιώτης οὗτος ἦν, αὐτὸς μὲν αὐτίκα δῆλος ὢν οἷος ἦν, ἄλλῳ δέ τινι χαρίεντι καὶ δυνησομένῳ ἱστορίαν μεταχειρίσασθαι προπέ πονηκώς. τοῦτο μόνον ᾐτιασάμην αὐτοῦ, ὅτι οὕτως ἐπέγραψε τὰ βιβλία, τραγικώτερον ἢ κατὰ τὴν τῶν συγγραμμάτων τύχην, «Καλλι-10 μόρφου ἰατροῦ τῆς τῶν κοντοφόρων ἕκτης ἱστοριῶν. Παρθικῶν»· καὶ ὑπεγέγραπτο ἑκάστῃ ὁ ἀριθμός. καὶ νὴ Δία καὶ τὸ προοίμιον ὑπέρψυχρον ἐποίησεν, οὕτω συναγαγὼν οἰκεῖον εἶναι ἰατρῷ ἱστορίαν συγγράφειν, εἴ γε ὁ ̓Ασκληπιὸς μὲν ̓Απόλλωνος υἱός, ̓Απόλλων δὲ μουσηγέτης καὶ πάσης παιδείας ἄρχων. καὶ ὅτι ἀρξάμενος ἐν τῇ 15 Ιάδι γράφειν, οὐκ οἶδ' ὅ τι δόξαν, αὐτίκα μάλα ἐπὶ τὴν κοινὴν μετῆλθεν, ἰητρείην μὲν λέγων καὶ πείρην καὶ ὁκόσα καὶ νοῦσοι, τὰ δ ̓ ἄλλα ὁμοδίαιτα τοῖς πολλοῖς, καὶ τὰ πλεῖστα οἷα ἐκ τριόδου.

εἰ δέ με δεῖ καὶ σοφοῦ ἀνδρὸς μνησθῆναι, τὸ μὲν ὄνομα ἐν 17 ἀφανεῖ κείσθω, τὴν γνώμην δ ̓ ἐρῶ καὶ τὰ πρῴην ἐν Κορίνθω συγγράμματα κρείττω πάσης ἐλπίδος. ἐν ἀρχῇ μὲν γὰρ εὐθὺς ἐν τῇ πρώτῃ τοῦ φροιμίου περιόδῳ συνηρώτησε τοὺς ἀναγινώσκοντας λόγον πάνσοφον, δεῖξαι σπεύδων ὡς μόνῳ ἂν τῷ σοφῷ πρέποι ἱστο ρίαν συγγράφειν. εἶτα μετὰ μικρὸν ἄλλος συλλογισμός, εἶτα ἄλλος· καὶ ὅλως ἐν ἅπαντι σχήματι συνηρώτητο αὐτῷ τὸ προοίμιον. τὸ 2 τῆς κολακείας ἐς κόρον, καὶ τὰ ἐγκώμια φορτικὰ καὶ κομιδῇ βωμολοχικά, οὐκ ἀσυλλόγιστα μέντοι ἀλλὰ συνηρωτημένα κἀκεῖνα. καὶ μὴν κἀκεῖνο φορτικὸν ἔδοξέ μοι, καὶ ἥκιστα σοφῷ ἀνδρὶ καὶ πώγων πολιῷ καὶ βαλεῖ πρέπον, τὸ ἐν τῷ προοιμίῳ εἰπεῖν ὡς ἐξαί ρετον τοῦτο ἕξει ὁ ἡμέτερος ἄρχων, οὗ γε τὰς πράξεις καὶ φιλό-30 σοφοι ἤδη συγγράφειν ἀξιοῦσιν. τὸ γὰρ τοιοῦτον, εἴπερ ἄρα, ἡμῖν ἔδει καταλιπεῖν λογίζεσθαι ἢ αὐτὸν εἰπεῖν.

καὶ μὴν οὐδ ̓ ἐκείνου ὅσιον ἀμνημονῆσαι ὃς τοιάνδ ̓ ἀρχὴν 18 ἤρξατο «ἔρχομαι ἐρέων περὶ ̔Ρωμαίων καὶ Περσέων», καὶ μικρὸν ὕστερον «ἔδες γὰρ Πέρσῃσι γενέσθαι κακῶς», καὶ πάλιν «ἦν Οσρόης, 35 τὸν οἱ Ἕλληνες Οξυρόην ὀνυμαίνουσι», καὶ ἄλλα πολλὰ τοιαῦτα. ὁρᾷς, ὅμοιος οὗτος ἐκείνῳ, παρ ̓ ὅσον ὃ μὲν Θουκυδίδη οὗτος δὲ Ηροδότῳ εὖ μάλα ἐῴκει.

36. ὀνυμέουσι *

19

ἄλλος τις ἀοίδιμος ἐπὶ λόγων δυνάμει, Θουκυδίδῃ καὶ αὐτὸς ὅμοιος ἢ ὀλίγῳ ἀμείνων αὐτοῦ, πάσας πόλεις και πάντα ὄρη καὶ πεδία καὶ ποταμοὺς ἑρμηνεύσας πρὸς τὸ σαφέστατον καὶ ἰσχυρότατον, ὡς ᾤετο. τὸ δὲ ἐς ἐχθρῶν κεφαλὰς ὁ ἀλεξίκακος τρέψειεν· ϋ τοσαύτη ψυχρότης ἐνῆν, ὑπὲρ τὴν Κασπίαν χιόνα καὶ τὸν κρύσταλ λον τὸν Κελτικόν. ἡ γοῦν ἀσπὶς ἡ τοῦ αὐτοκράτορος ὅλῳ βιβλίῳ μόγις ἐξηρμηνεύθη αὐτῷ, καὶ Γοργὼν ἐπὶ τοῦ ὀμφαλοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτῆς ἐκ κυανοῦ καὶ λευκοῦ καὶ μέλανος, καὶ ζώνη ἰριοειδής, καὶ δράκοντες ἑλικηδὸν καὶ βοστρυχηδόν. ἡ μὲν γὰρ 10 Βολογέσου ἀναξυρὶς ἢ ὁ χαλινὸς τοῦ ἵππου, Ηράκλεις ὅσαι μυριάδες ἐπῶν ἕκαστον τούτων, καὶ οἵα ἦν ἡ Οσρόου κόμη διανέοντος τὸν Τίγρητα, καὶ ἐς οἷον ἄντρον κατέφυγε, κιττοῦ καὶ μυρρίνης καὶ δάφνης ἐς ταὐτὸ συμπεφυκότων καὶ σύσκιον ἀκριβῶς ποιούντων αὐτό. σκόπει ὡς ἀναγκαῖα τῇ ἱστορίᾳ ταῦτα, καὶ ὡς οὐκ ἄνευ 20 αὐτῶν ᾔδειμέν τι τῶν ἐκεῖ πραχθέντων. ὑπὸ γὰρ ἀσθενείας τῆς ἐν τοῖς χρησίμοις ἢ ἀγνοίας τῶν λεκτέων ἐπὶ τὰς τοιαύτας τῶν χωρίων καὶ ἄντρων ἐκφράσεις τρέπονται· καὶ οπόταν ἐς πολλὰ καὶ μεγάλα πράγματα ἐμπέσωσιν, ἐοίκασιν οἰκέτῃ νεοπλούτῳ, ἄρτι κληρονομήσαντι τοῦ δεσπότου, ὃς οὔτε τὴν ἐσθῆτα οἶδεν ὡς χρὴ περιβαλέσθαι 20 οὔτε δειπνῆσαι κατὰ νόμον, ἀλλ ̓ ἐμπηδήσας πολλάκις ὀρνίθων καὶ συείων καὶ λαγῴων προκειμένων ὑπερεμπίπλαται ἔτνους τινὸς ἢ τα ρίχου, ἔστ ̓ ἂν διαρραγῇ ἐσθίων. οὗτος δ ̓ οὖν, ὃν προεῖπον, καὶ τραύματα συνέγραψε πάνυ ἀπίθανα καὶ θανάτους ἀλλοκότους, ὡς εἰς δάκτυλον τοῦ ποδὸς τὸν μέγαν τρωθείς τις αὐτίκα ἐτελεύτησε, 25 καὶ ὡς ἐμβοήσαντος μόνον Πρίσκου τοῦ στρατηγοῦ ἑπτὰ καὶ εἴκοσι τῶν πολεμίων ἐξέπανον. ἔτι δὲ καὶ ἐν τῷ τῶν νεκρῶν ἀριθμῷ τοῦτο μὲν καὶ παρὰ τὰ γεγραμμένα ἐν ταῖς τῶν ἀρχόντων ἐπιστολαῖς ἐψεύσατο· ἐπὶ γὰρ Εὐρώπῳ τῶν μὲν πολεμίων ἀποθανεῖν μυριάδας ἑπτὰ καὶ τριάκοντα καὶ ἓξ πρὸς τοῖς διακοσίοις, Ρωμαίων δὲ μό30 νους δύο, καὶ τραυματίας γενέσθαι ἐννέα. ταῦτ ̓ οὐκ οἶδα εἴ τις 21 ἂν εὖ φρονῶν ἀνάσχοιτο. καὶ μὴν κἀκεῖνο λεκτέον οὐ μικρὸν ἄν· ὑπὸ γὰρ τοῦ κομιδῇ ̓Αττικὸς εἶναι καὶ ἀποκεκαθάρθαι τὴν φωνὴν ἐς τὸ ἀκριβέστατον, ἠξίωσεν οὗτος καὶ τὰ ὀνόματα ποιῆσαι τὰ ̔Ρωμαίων καὶ μεταγράψαι ἐς τὸ ̔Ελληνικὸν ὡς Κρόνιον μὲν τὸν 35 Σατουρνῖνον λέγειν, Φρόντιν δὲ τὸν Φρόντωνα, Τιτάνιον δὲ τὸν Τιτιανόν, καὶ ἄλλα πολλῷ γελοιότερα. ἔτι ὁ αὐτὸς οὗτος περὶ τῆς Σεβηριανοῦ τελευτῆς ἔγραψεν ὡς οἱ μὲν ἄλλοι πάντες ἐξηπάτηνται, οἰόμενοι ξίφει τεθνάναι αὐτόν, ἀποθάνοι δὲ ὁ ἀνὴρ σιτίων ἀποσχό

34. τον οπ

μενος· τοῦτον γὰρ αὐτῷ ἀλυπότατον δόξαι τὸν θάνατον· οὐκ εἰδὼς ὅτι τὸ μὲν πάθος ἐκείνῳ πᾶν τριῶν, οἶμαι, ἡμερῶν ἐγένετο, ἀπόσιτοι δὲ καὶ ἐς ἑβδόμην διαρκοῦσιν οἱ πολλοί, ἐκτὸς εἰ μὴ τοῦς ὑπολάβοι τις, ως Οσρόης εἱστήκει περιμένων ἔστ ̓ ἂν Σεθηριανός λιμῷ ἀπόληται, καὶ διὰ τοῦτο οὐκ ἐπῆγε διὰ τῆς ἑβδόμης.

5

τοὺς δὲ καὶ ποιητικοῖς ὀνόμασιν, ὦ καλέ Φίλων, ἐν ἱστορίᾳ 22 χρωμένους ποῦ ἄν τις θείη, τοὺς λέγοντας «ἐλέλιξε μὲν ἡ μηχανή, τὸ τεῖχος δὲ πεσὸν μεγάλως ἐδούπησε,» καὶ πάλιν ἐν ἑτέρῳ μέρει τῆς καλῆς ἱστορίας «Ἔδεσσα μὲν δὴ οὕτω τοῖς ὅπλοις περιέσμαρα γεῖτο, καὶ ὄτοβος ἦν καὶ κόναβος ἅπαντα ἐκεῖνα, καὶ ὁ στρατηγὸς 10 ἐμερμήριζεν ᾧ τρόπῳ μάλιστα προσαγάγοι πρὸς τὸ τεῖχος.» εἶτα μεταξὺ οὕτως εὐτελῆ ὀνόματα καὶ δημοτικὰ καὶ πτωχικὰ πολλὰ παρενεβέβυστο, τὸ «ἐπέστειλεν ὁ στρατοπεδάρχης τῷ κυρίῳ,» καὶ «οἱ στρατιῶται ἠγόραζον τὰ ἐγχρήζοντα,» καὶ «ἤδη λελουμένοι περὶ αὑτοὺς ἐγίνοντο,» καὶ τὰ τοιαῦτα, ὥστε τὸ πρᾶγμα ἐοικὸς εἶναι 15 τραγῳδῷ τὸν ἕτερον μὲν πόδα ἐπ ̓ ἐμβάτου ὑψηλοῦ βεβηκότι, θα τέρῳ δὲ σάνδαλον ὑποδεδεμένῳ.

καὶ μὴν καὶ ἄλλους ἴδοις ἂν τὰ μὲν προοίμια λαμπρὰ καὶ 23 τραγικὰ καὶ ἐς ὑπερβολὴν μακρὰ συγγράφοντας, ὡς ἐλπίσαι ταυ μαστὰ ἡλίκα τὰ μετὰ ταῦτα πάντως ἀκούσεσθαι, τὸ σῶμα δὲ20 αὐτὸ τῆς ἱστορίας μικρόν τι καὶ ἀγεννὲς ἐπαγαγόντας, ὡς καὶ τοῦτο ἐοικέναι παιδίῳ, εἴ που Ἔρωτα εἶδες παίζοντα, προσωπεῖον Ηρακλέους παμμεγα ἢ Τιτᾶνος περικείμενον· εὐθὺς γοῦν οἱ ἀκούσαντες ἐπιφθέγγονται αὐτοῖς τὸ ὤδινεν ὄρος. χρὴ δέ, οἶμαι, μὴ οὕτως, ἀλλ ̓ ὅμοια τὰ πάντα καὶ ὁμόχροα εἶναι, καὶ συνᾷδον τῇ25 κεφαλῇ τὸ ἄλλο σῶμα, ὡς μὴ χρυσοῦν μὲν τὸ κράνος εἴη, θώραξ δὲ πάνυ γελοῖος ἐκ ῥακῶν ποθὲν ἢ ἐκ δερμάτων σαπρῶν συγκεκατ τυμένος καὶ ἡ ἀσπὶς οἰσυΐνη καὶ χοιρίνη περὶ ταῖς κνήμαις. ἴδοις γὰρ ἂν ἀφθόνους τοιούτους συγγραφέας, τοῦ ̔Ροδίου κολοσσοῦ τὴν κεφαλὴν νανώδει σώματι ἐπιτιθέντας, ἄλλους αὖ ἔμπαλιν ἀκέφαλα 30 σώματα εἰσάγοντας, ἀπροοιμίαστα, καὶ εὐθὺς ἐπὶ τῶν πραγμάτων· οἳ καὶ προσεταιρίζονται τὸν Ξενοφῶντα οὕτως ἀρξάμενον «Δαρείου καὶ Παρυσάτιδος παῖδες γίνονται δύο» καὶ ἄλλους τῶν παλαιῶν, οὐκ εἰδότες ὡς δυνάμει τινὰ προοίμιά ἐστι λεληθότα τοὺς πολλούς, ὡς ἐν ἄλλοις δείξομεν.

35

καίτοι ταῦτα πάντα φορητὰ ἔτι, ὅσα ἢ ἑρμηνείας ἢ τῆς ἄλλης 24 διατάξεως ἁμαρτήματα ἐστί· τὸ δὲ καὶ παρὰ τοὺς τόπους αὐτοὺς ψεύδεσθαι, οὐ παρασάγγας μόνον ἀλλὰ καὶ σταθμούς ὅλους, τίνι

27. γελοίως? *

τῶν καλῶν ἔοικεν; εἷς γοῦν οὕτω ῥαθύμως συνήγαγε τὰ πράγματα, οὔτε Σύρῳ τινὶ ἐντυχών, οὔτε τὸ λεγόμενον δὴ τοῦτο, τῶν ἐπὶ κου ρείων τὰ τοιαῦτα μυθολογούντων ἀκούσας, ὥστε περὶ Εὐρώπου λέγων οὕτως ἔφη «ἡ δὲ Εὔρωπος κεῖται μὲν ἐν τῇ Μεσοποταμίᾳ, σταθμοὺς δύο τοῦ Εὐφράτου ἀπέχουσα, ἀπῴκισαν δ ̓ αὐτὴν Ἐδεσσαῖοι.» καὶ οὐδὲ τοῦτο ἀπέχρησεν αὐτῷ, ἀλλὰ καὶ τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα ὁ αὐτὸς ἐν τῷ αὐτῷ βιβλίῳ ἀράμενος ὁ γενင် ναῖος αὐτῇ ἀκροπόλει καὶ τείχεσι μετέθηκεν ἐς τὴν Μεσοποταμίαν, ὡς περιωρίσθαι αὐτὴν ὑπ ̓ ἀμφοτέρων τῶν ποταμῶν, ἑκατέρωθεν 10 ἐν χρῷ παραμειβομένων καὶ μόνον οὐχὶ τοῦ τείχους ψαυόντων. τὸ δὲ καὶ γελοῖον, εἴ σοι νῦν ὦ Φίλων ἀπολογοίμην ὡς οὐ Παρθυαῖος οὐδὲ Μεσοποταμίτης σοι ἐγώ, οἱ με φέρων ὁ θαυμαστὸς συγγραφεὺς ἀπώκισεν.

25

င်

νὴ Δία, κἀκεῖνο κομιδῇ πιθανὸν περὶ τοῦ Σεβηριανοῦ ὁ αὐτὸς 15 οὗτος εἶπεν, ἐπομοσάμενος ἦ μὴν ἀκοῦσαί τινος τῶν ἐξ αὐτοῦ τοῦ ἔργου διαφυγόντων. οὔτε γὰρ ξίφει ἐπελῆσαι αὐτὸν ἀποθανεῖν οὔτε φαρμάκου πιεῖν οὔτε βρόχου ἅψασθαι, ἀλλά τινα Δάνατον ἐπινοῆσαι τραγικὸν καὶ τῇ τόλμη ξενίζοντα· τυχεῖν μὲν γὰρ αὐτὸν ἔχοντα παμμεγέθη ἐκπώματα ὑάλινα, τῆς καλλίστης υάλου, ἐπεὶ 20 δὲ πάντως ἀποθανεῖν ἔγνωστο, κατάξαντα τον μέγιστον τῶν σκύφων ἑνὶ τῶν θραυσμάτων χρήσασθαι ἐς τὴν σφαγήν, ἐντεμόντα τῇ ὑάλῳ τὸν λαιμόν. οὕτως οὐ ξιφίδιον, οὐ λογχάριον εὗρεν, ὡς ἀνδρεῖός γε αὐτῷ καὶ ἡρωικὸς ὁ θάνατος γένοιτο.

26 εἶτ ̓ ἐπειδὴ Θουκυδίδης ἐπιτάφιόν τινα εἶπε τοῖς πρώτοις τοῦ 25 πολέμου ἐκείνου νεκροῖς, καὶ αὐτὸς ἡγήσατο χρῆναι ἐπειπεῖν τῷ Σεβηριανῷ· ἅπασι γὰρ αὐτοῖς πρὸς τὸν οὐδὲν αἴτιον τῶν ἐν ̓Αρμενίᾳ κακῶν Θουκυδίδην ἡ ἅμιλλα. Θάψας οὖν τὸν Σεβηριανὸν μεγαλοπρεπῶς, ἀναβιβάζεται ἐπὶ τὸν τάφον ̓Αφράνιόν τινα Σίλωνα ἑκατόνταρχον ἀνταγωνιστὴν Περικλέους, ὃς τοιαῦτα καὶ τοσαῦτα 30 ἐπερρητόρευσεν αὐτῷ ὥστε με νὴ τὰς χάριτας πολλὰ πάνυ δακρῦσαι ὑπὸ τοῦ γέλωτος, καὶ μάλιστα ὁπότε ὁ ῥήτωρ ὁ ̓Αφράνιος ἐπὶ τέλει င် τοῦ λόγου δακρύων ἅμα σὺν οἰμωγῇ περιπαθεῖ ἐμέμνητο τῶν πολυτελῶν ἐκείνων δείπνων καὶ προπόσεων. εἶτα ἐπέθηκεν Αἰάντειόν τινα τὴν κορωνίδα· σπασάμενος γὰρ τὸ ξίφος εὐγενῶς πάνυ καὶ 35 ὡς ̓Αφράνιον εἰκὸς ἦν, πάντων ὁρώντων ἀπέσφαξεν ἑαυτὸν ἐπὶ τῷ τάφῳ, οὐκ ἀνάξιος ὢν μὰ τὸν ̓Ενυάλιον πρὸ πολλοῦ ἀποθανεῖν, εἰ τοιαῦτα ἐρρητόρευεν. καὶ τοῦτο ἔφη ἰδόντας τοὺς παρόντας ἅπαν τας θαυμάσαι καὶ ὑπερεπαινέσαι τὸν ̓Αφράνιον. ἐγὼ δὲ καὶ τἆλλα

12. οἷς

1

μὲν αὐτοῦ κατεγίνωσκον, μόνον οὐχὶ ζωμῶν καὶ λοπάδων μεμνημένου καὶ ἐπιδακρύοντος τῇ τῶν πλακούντων μνήμῃ· τοῦτο δὲ μάλιστα ᾐτιασάμην, ὅτι μὴ τὸν συγγραφέα καὶ διδάσκαλον τοῦ δράματος προαποσφάξας ἀπέθανεν.

πολλοὺς δὲ καὶ ἄλλους ὁμοίους τούτοις ἔχων σοι ὦ ἑταῖρε και 27 ταριθμήσασθαι, ὀλίγων ὅμως ἐπιμνησθεὶς ἐπὶ τὴν ἑτέραν ὑπόσχεσιν ἤδη μετελεύσομαι, τὴν συμβουλὴν ὅπως ἂν ἄμεινον συγγράφοι τις. εἰσὶ γάρ τινες οἳ τὰ μεγάλα μὲν τῶν πεπραγμένων καὶ ἀξιομνημό νευτα παραλείπουσιν ἢ παραδέουσιν, ὑπὸ δὲ ἰδιωτείας καὶ ἀπειροκαλίας καὶ ἀγνοίας τῶν λεκτέων ἢ σιωπητέων τὰ μικρότατα πάνυ 10 λιπαρῶς καὶ φιλοπόνως ἑρμηνεύουσιν ἐμβραδύνοντες, ὥσπερ ἂν εἴ τις τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ τὸ μὲν ὅλον κάλλος τοσοῦτο καὶ τοιοῦτον ἂν μὴ βλέποι μηδ' ἐπαινοίη μηδὲ τοῖς οὐκ εἰδόσιν ἐξηγοῖτο, τοῦ ὑποποδίου δὲ τό τε ενεργές καὶ τὸ εὔξεστον θαυμάζοι καὶ τῆς κρηπῖδος τὸ εὔρυθμον, καὶ ταῦτα πάνυ μετὰ πολλῆς φροντίδος 15 διεξιοίη. ἐγὼ γοῦν ἤκουσά τινος τὴν μὲν ἐπ ̓ Εὐρώπῳ μάχην ἐν 28 οὐδ ̓ ὅλοις ἑπτὰ ἔπεσι παραδραμόντος, εἴκοσι δὲ μέτρα ἢ ἔτι πλείω ὕδατος ἀναλωκότος ἐς ψυχρὰν καὶ οὐδὲν ἡμῖν προσήκουσαν διήγησιν, ὡς Μαυρός τις ἱππεύς, Μαυσάκας τοὔνομα, ὑπὸ δίψους πλανώ μενος ἀνὰ τὰ ὄρη καταλάβοι Σύρους τινὰς τῶν ἀγροίκων ἄριστον 20 παρατιθεμένους, καὶ ὅτι τὰ μὲν πρῶτα ἐκεῖνοι φοβηθεῖεν αὐτόν, εἶτα μέντοι μαθόντες ὡς τῶν φίλων εἴη κατεδέξαντο καὶ εἱστίασαν καὶ γάρ τινα τυχεῖν αὐτῶν ἀποδεδημηκότα καὶ αὐτὸν ἐς τὴν τῶν Μαύρων, ἀδελφοῦ αὐτῷ ἐν τῇ γῇ στρατευομένου. μῦθοι τὸ μετὰ τοῦτο μακροὶ καὶ διηγήσεις, ὡς θηράσειεν αὐτὸς ἐν τῇ Μαυρουσίᾳ, 2 καὶ ὡς ἴδοι τοὺς ἐλέφαντας πολλοὺς ἐν τῷ αὐτῷ συννεμομένους, καὶ ὡς ὑπὸ λέοντος ὀλίγου δεῖν καταβρωθείη, καὶ ἡλίκους ἰχθὺς ἐπρίατο ἐν Καισαρείᾳ. καὶ ὁ θαυμαστὸς συγγραφεὺς ἀφεὶς τὰς ἐν Εὐρώπῳ γινομένας σφαγὰς τοσαύτας καὶ ἐπελάσεις καὶ σπονδὰς ἀναγκαίας καὶ φυλακὰς καὶ ἀντιφυλακάς, ἄχρι βαθείας ἑσπέρας ἐφειστήκει 30 ὁρῶν Μαλχίωνα τὸν Σύρον ἐν Καισαρείᾳ σκάρους παμμεγέθεις ἀξίους ὠνούμενον. εἰ δὲ μὴ νύξ κατέλαβε, τάχ ̓ ἂν καὶ συνεδείπνει μετ ̓ αὐτοῦ, ἤδη τῶν σκάρων ἐσκευασμένων. ἅπερ εἰ μὴ ἐνεγέγραπτο ἐπιμελῶς τῇ ἱστορίᾳ, μεγάλα ἂν ἡμεῖς ἡγνοηκότες ἦμεν, καὶ ἡ ζημία Ρωμαίοις ἀφόρητος, εἰ Μουσάκας ὁ Μαῦρος διψῶν μὴ εὗρε 35 πιεῖν, ἀλλ ̓ ἄδειπνος ἐπανῆλθεν ἐπὶ τὸ στρατόπεδον. καίτοι πόσα ἄλλα μακρῷ ἀναγκαιότερα ἑκὼν ἐγὼ νῦν παρίημι; ὡς καὶ αὐλητρὶς ἧκεν ἐκ τῆς πλησίον κώμης αὐτοῖς, καὶ ὡς δῶρα ἀλλήλοις ἀντέ

[blocks in formation]
« IndietroContinua »