Immagini della pagina
PDF
ePub

δοσαν, ὁ Μαῦρος μὲν τῷ Μαλχίων λόγχην, ὃ δὲ τῷ Μαυσάκᾳ πόρπην, καὶ ἄλλα πολλὰ τοιαῦτα, τῆς ἐπ ̓ Εὐρώπῳ μάχης αὐτὰ δὴ τὰ κεφάλαια. τοιγάρτοι εἰκότως ἄν τις εἴποι τοὺς τοιούτους τὸ μὲν ῥόδον αὐτὸ μὴ βλέπειν, τὰς ἀκάνθας δὲ αὐτοῦ τὰς παρὰ 5 τὴν ῥίζαν ἀκριβῶς ἐπισκοπεῖν.

29 ἄλλος ὦ Φίλων, μάλα καὶ οὗτος γελοῖος, οὐδὲ τὸν ἕτερον πόδα ἐκ Κορίνθου πώποτε προβεβηκὼς οὐδ ̓ ἄχρι Κεγχρεῶν ἀποδημήσας, οὔτοι γε Συρίαν ἢ ̓Αρμενίαν ἰδών, ὧδε ἤρξατο (μέμνημαι γάρ) «ὦτα ὀφθαλμῶν ἀπιστότερα· γράφω τοίνυν ἃ εἶδον, οὐχ ἃ 10 ἤκουσα.» καὶ οὕτως ἀκριβῶς ἅπαντα ἑωράκει ὥστε τοὺς δράκον τας ἔφη τῶν Παρθυαίων (σημεῖον δὲ πλήθους τοῦτο αὐτοῖς· χιλίους γάρ, οἶμαι, ὁ δράκων ἄγει) ζῶντας δράκοντας παμμεγέθεις εἶναι, γεννωμένους ἐν τῇ Περσίδι, μικρὸν ὑπὲρ τὴν Ἰβηρίαν· τούτους δὲ τέως μὲν ἐπὶ κοντῶν μεγάλων ἐκδεδεμένους ὑψηλοὺς αἰωρεῖσθαι, 15 καὶ πόρρωθεν ἐπελαυνόντων δέος ἐμποιεῖν· ἐν αὐτῷ δὲ τῷ ἔργῳ, ἐπειδὰν ὁμοῦ ἴωσι, λύσαντες αὐτοὺς ἐπαφιᾶσι τοῖς πολεμίοις· ἀμέλει πολλοὺς τῶν ἡμετέρων οὕτω καταποθῆναι, καὶ ἄλλους περισπειραπέντων αὐτοῖς ἀποπνιγῆναι καὶ συγκλασθῆναι· ταῦτα δ ̓ ἐφεστὼς ὁρᾶν αὐτός, ἐν ἀσφαλεῖ μέντοι ἀπὸ δένδρου ὑψηλοῦ ποιούμενος τὴν 20 σκοπήν. καὶ εὖ γε ἐποίησε μὴ ὁμόσε χωρήσας τοῖς θηρίοις, ἐπεὶ οὐκ ἂν ἡμεῖς οὕτω θαυμαστὸν συγγραφέα νῦν εἴχομεν, καὶ ἀπὸ χειρὸς αὐτὸν μεγάλα καὶ λαμπρὰ ἐν τῷ πολέμῳ τούτῳ ἐργασάμενον· καὶ γὰρ ἐκινδύνευσε πολλὰ καὶ ἐτρώθη περὶ Σοῦραν, ἀπὸ τοῦ Κρανείου δῆλον ὅτι βαδίζων ἐπὶ τὴν Λέρναν. καὶ ταῦτα Κορινθίων 25 ἀκουόντων ἀνεγίνωσκε, τῶν ἀκριβῶς εἰδότων ὅτι μηδὲ κατὰ τοίχου γεγραμμένον πόλεμον ἑωράκει. ἀλλ ̓ οὐδὲ ὅπλα ἐκεῖνός γε ᾔδει, οὐδὲ μηχανήματα οἶά ἐστιν, οὐδὲ τάξεων ἢ καταλοχισμῶν ὀνόματα. πάνυ γοῦν ἔμελεν αὐτῷ πλαγίαν μὲν τὴν ὀρθίαν φάλαγγα, ἐπὶ κέρως δὲ λέγειν τὸ ἐπὶ μετώπου ἄγειν.

30

εἷς δέ τις βέλτιστος ἅπαντα ἐξ ἀρχῆς ἐς τέλος τὰ πεπραγμένα, ὅσα ἐν ̓Αρμενίᾳ, ὅσα ἐν Συρίᾳ, ὅσα ἐν Μεσοποταμίᾳ, τὰ ἐπὶ τῷ Τίγρητι, τὰ ἐν Μηδίᾳ, πεντακοσίοις οὐδ ̓ ὅλοις ἔπεσι περιλαβὼν συνέτριψεν, καὶ τοῦτο ποιήσας ἱστορίαν συγγεγραφέναι φησίν. τὴν μέντοι ἐπιγραφὴν ὀλίγου δεῖν μακροτέραν τοῦ βιβλίου ἐπέγραψεν, 35 « ̓Αντιοχιανοῦ τοῦ ̓Απόλλωνος ἱερονίκου» (δόλιχον γάρ που, οἶμαι, ἐν παισὶ νενίκηκεν) «τῶν ἐν ̓Αρμενίᾳ καὶ Μεσοποταμίᾳ καὶ ἐν Μηδίᾳ νῦν Ῥωμαίοις πραχθέντων ἀφήγησις. 31 ἤδη δ ̓ ἐγώ τινος καὶ τὰ μέλλοντα συγγεγραφότος ἤκουσα, καὶ τὴν λῆψιν τὴν Βολογέσου καὶ τὴν ̓Οσρόου σφαγήν, ὡς παραβληθή 40 σεται τῷ λέοντι, καὶ ἐπὶ πᾶσι τὸν τριπόθητον ἡμῖν θρίαμβον· οὕτω

[ocr errors]

μαντικῶς ἅμα ἔχων ἔσπευδεν ἤδη πρὸς τὸ τέλος τῆς γραφῆς, ἀλλὰ καὶ πόλιν ἤδη ἐν τῇ Μεσοποταμία ᾤκισε μεγέθει τε μεγίστην καὶ κάλλει καλλίστην· ἔτι μέντοι ἐπισκοπεῖ καὶ διαβουλεύεται εἴτε Νί καιαν αὐτὴν ἀπὸ τῆς νίκης χρὴ ὀνομάζεσθαι εἴτε ̔Ομόνοιαν εἴτε Εἰρηνίαν. καὶ τοῦτο μὲν ἔτι ἄκριτον, καὶ ἀνώνυμος ἡμῖν ἡ καλὴς πόλις ἐκείνη, λήρου πολλοῦ καὶ κορύζης συγγραφικῆς γέμουσα, τὰ δ ̓ ἐν Ἰνδοῖς πραχθησόμενα ὑπέσχετο ἤδη γράψειν καὶ τὸν περίπλουν τῆς ἔξω θαλάσσης. καὶ οὐχ ὑπόσχεσις ταῦτα μόνον, ἀλλὰ καὶ τὸ προοίμιον τῆς ̓Ινδικῆς ἤδη συντέτακται, καὶ τὸ τρίτον τάγμα καὶ οἱ Κελτοὶ καὶ Μαύρων μοῖρα ὀλίγη σὺν Κασσίῳ πάντες 10 οὗτοι ἐπεραιώθησαν τὸν Ἰνδὸν ποταμόν· ὅ τι δὲ καὶ πράξουσιν ἢ πῶς δέξονται τὴν τῶν ἐλεφάντων ἐπέλασιν, οὐκ εἰς μακρὰν ἡμῖν ο θαυμαστὸς συγγραφεὺς ἀπὸ Μονζίριδος ἢ ἀπ ̓ Οξυδρακῶν ἐπιστελεῖ.

τοιαῦτα πολλὰ ὑπ ̓ ἀπαιδευσίας ληροῦσι, τὰ μὲν ἀξιόρατα 32 οὔθ ̓ ὁρῶντες, οὔτ ̓ εἰ βλέποιεν, κατ ̓ ἀξίαν εἰπεῖν δυνάμενοι, ἐπι-45 νοοῦντες δὲ καὶ ἀναπλάττοντες ὅττι κεν ἐπ ̓ ἀκαιρίμαν γλῶσσαν, φασίν, ἔλθῃ, καὶ ἐπὶ τῷ ἀριθμῷ τῶν βιβλίων ἔτι σεμνυνόμενοι, καὶ μάλιστα ἐπὶ ταῖς ἐπιγραφαῖς. καὶ γὰρ αὖ καὶ αὗται παγγέ λοιοι· «τοῦ δεῖνος Παρθικῶν νικῶν τοσάδε,» καὶ αὖ «Παρθίδος πρῶτον, δεύτερον,» ὡς ̓Ατθίδος δῆλον ὅτι. ἄλλος ἀστειότερον παρὰ 20 πολύ (ἀνέγνων γάρ) «Δημητρίου Σαγαλασσέως Παρθονικικά.»

...

οὐδ ̓ ὡς ἐν γέλωτι ποιήσασθαι καὶ ἐπισκῶψαι τὰς ἱστορίας οὕτω καλὰς οὔσας, ἀλλὰ τοῦ χρησίμου ἕνεκα, ὡς ὅστις ἂν ταῦτα καὶ τὰ τοιαῦτα φεύγῃ, πολὺ μέρος ἤδη ἐς τὸ ὀρθῶς συγγράφειν οὗτος προείληφεν, μᾶλλον δὲ ὀλίγων ἔτι προσδεῖται, εἴ γε ἀληθές25 ἐκεῖνό φησιν ἡ διαλεκτική, ὡς τῶν ἀμέσων ἡ θατέρου ἆρσις τὸ ἕτερον πάντως ἀντεισάγει.

καὶ δὴ τὸ χωρίον σοι, φαίη τις ἄν, ἀκριβῶς ἀνακεκάθαρται, 33 καὶ αἵ τε ἄκανθαι, οπόσαι ἦσαν, καὶ βάτοι ἐκκεκομμέναι εἰσί, τὰ δὲ τῶν ἄλλων ἐρείπια ἤδη ἐκπεφόρηται· καὶ εἴ τι τραχὺ ἦν, καὶ 30 τοῦτο λεῖον ἐστίν. ὥστε οἰκοδόμει τι ἤδη καὶ αὐτός, ὡς δείξῃς οὐκ ἀνατρέψαι μόνον τὰ τῶν ἄλλων γεννάδας ὤν, ἀλλά τι καὶ αὐτὸς ἐπινοῆσαι δεξιόν, καὶ ὃ οὐδεὶς ἄν, ἀλλ ̓ οὐδ ̓ ὁ Μῶμος μωμήσασθαι δύναιτο.

φημὶ τοίνυν τὸν ἄριστα ἱστορίαν συγγράψοντα δύο μὲν ταῦτα 34 κορυφαιότατα οἴκοθεν ἔχοντα ἥκειν, σύνεσίν τε πολιτικὴν καὶ δύναμιν ἑρμηνευτικήν, τὴν μὲν ἀδίδακτόν τι τῆς φύσεως δῶρον· ἡ δύναμις δὲ πολλῇ τῇ ἀσκήσει καὶ συνεχεῖ τῷ πόνῳ καὶ ζήλῳ τῶν

[merged small][merged small][ocr errors][merged small]

ἀρχαίων προσγεγενημένη ἔστω. ταῦτα μὲν οὖν ἄτεχνα καὶ οὐδὲν ἐμοῦ συμβούλου δεόμενα· οὐ γὰρ συνετοὺς καὶ ἐξεῖς ἀποφαίνειν τοὺς μὴ παρὰ τῆς φύσεως τοιούτους φησὶ τοῦτο ἡμῖν τὸ βιβλίον, ἐπεὶ πολλοῦ ἄν, μᾶλλον δὲ τοῦ παντὸς ἦν ἄξιον, εἰ μεταπλάσαι καὶ μετακοσμῆσαι τὰ τηλικαῦτα ἠδύνατο, ἢ ἐκ μολίβδου χρυσὸν ἀποφῆναι ἢ ἄργυρον ἐκ κασσιτέρου, ἢ ἀπὸ Κόνωνος Τίτορμον ἢ ἀπὸ 35 Λεωτροφίδου Μίλωνα ἐξεργάσασθαι. ἀλλὰ ποῦ τὸ τῆς τέχνης καὶ τὸ τῆς συμβουλῆς χρήσιμον; οὐκ ἐς ποίησιν τῶν προσόντων, ἀλλ ̓ ἐς χρῆσιν αὐτῶν τὴν προσήκουσαν· οἷόν τι ἀμέλει καὶ Ἴκκος καὶ 10 Ηρόδικος καὶ Θέων, καὶ εἴ τις ἄλλος γυμναστής, ὑπόσχοιντο ἄν σοι, οὐ τὸν Περδίκκαν παραλαβόντες (εἰ δὴ οὗτός ἐστιν ὁ τῆς μητρυιᾶς ἐρασθεὶς καὶ διὰ ταῦτα κατεσκληκώς, ἀλλὰ μὴ ̓Αντίοχος ὁ τοῦ Σελεύκου Στρατονίκης ἐκείνης) ἀποφαίνειν ὀλυμπιονίκην καὶ Θεαγένει τῷ Θασίῳ ἢ Πολυδάμαντι τῷ Σκοτουσαίῳ ἀντίπαλον, ἀλλὰ 15 τὴν δοθεῖσαν ὑπόθεσιν εὐφυᾶ πρὸς ὑποδοχὴν τῆς γυμναστικῆς παρὰ πολὺ ἀμείνω ἀποφαίνειν μετὰ τῆς τέχνης. ὥστε ἀπέστω καὶ ἡμῶν τὸ ἐπίφθονον τοῦτο τῆς ὑποσχέσεως, εἰ τέχνην φαμὲν ἐφ ̓ οὕτω μεγάλῳ καὶ χαλεπῷ τῷ πράγματι εὑρηκέναι. οὐ γὰρ ὁντινοῦν παραλαβόντες ἀποφαίνειν συγγραφέα φαμέν, ἀλλὰ τῷ φύσει συνετῷ καὶ 20 ἄριστα πρὸς λόγους ἠσκημένῳ ὑποδείξειν ὁδούς τινας ὀρθάς, εἰ δὴ τοιαῦται φαίνονται, αἷς χρώμενος πᾶττον ἂν καὶ εὐμαρέστερον τελέ36 σειεν ἄχρι καὶ πρὸς τὸν σκοπόν. καίτοι οὐ γὰρ ἂν φαίης ἀπροσδεῆ τὸν συνετὸν εἶναι τῆς τέχνης καὶ διδασκαλίας ὧν ἀγνοεῖ, ἐπεὶ κἂν ἐκιθάριζε μὴ μαθὼν καὶ ηὔλει καὶ πάντα ἂν ἠπίστατο. νῦν δὲ μὴ μαθὼν οὐκ ἄν τι αὐτῶν χειρουργήσειεν, ὑποδείξαντος δέ τινος 37 ῥᾷστά τε ἂν μάθοι καὶ εὖ μεταχειρίσαιτο ἐφ ̓ αὑτοῦ. καὶ τοίνυν

καὶ ἡμῖν τοιοῦτός τις ὁ μαθητὴς νῦν παραδεδόσθω, συνεῖναί τε καὶ εἰπεῖν οὐκ ἀγεννὴς ἀλλ ̓ ὀξὺ δεδορκώς, οἷος καὶ πράγμασι χρήσασθαι ἂν εἰ ἐπιτραπείη, καὶ γνώμην στρατιωτικήν, ἀλλὰ μετὰ 30 τῆς πολιτικῆς, καὶ ἐμπειρίαν στρατηγικὴν ἔχων, καὶ νὴ Δία καὶ ἐν στρατοπέδῳ γεγονώς ποτε καὶ γυμναζομένους ἢ ταττομένους στρατιώτας έωρακώς, καὶ ὅπλα εἰδὼς καὶ μηχανήματα ἔνια, καὶ τί ἐπὶ κέρως καὶ τί ἐπὶ μετώπου, πῶς οἱ λόχοι, πῶς οἱ ἱππεῖς καὶ πόθεν, καὶ τί ἐξελαύνειν ἢ περιελαύνειν, καὶ ὅλως οὐ τῶν κατοικιδίων τις, 38 οὐδ ̓ οἷος πιστεύειν μόνον τοῖς ἀπαγγέλλουσι. μάλιστα δὲ καὶ πρὸ τῶν πάντων ἐλεύθερος ἔστω τὴν γνώμην, καὶ μήτε φοβείσθω μηδένα μήτ' ἐλπιζέτω μηδέν, ἐπεὶ ὅμοιος ἔσται τοῖς φαύλοις δικασταῖς πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἐπὶ μισθῷ δικάζουσιν. ἀλλὰ μὴ με30. ἔχειν

11. σοι τοῦτον κ

37. μηδὲ ἐλπιζέτω

λέτω αὐτῷ μήτε Φίλιππος ἐκκεκομμένος τὸν ἐφθαλμὸν ὑπὸ ̓Αστέρος τοῦ ̓Αμφιπολίτου τοῦ τοξότου ἐν Ὀλύνθῳ, ἀλλὰ τοιοῦτος οἷος ἦν δειχθήσεται, μήτε ̓Αλέξανδρος ὅτι ἀνιάσεται ἐπὶ τῇ Κλείτου σφαγῇ ὠμῶς ἐν τῷ συμποσίῳ γενομένῃ, εἰ σαφῶς ἀναγράφοιτο. οὐδὲ Κλέων αὐτὸν φοβήσει μέγα ἐν τῇ ἐκκλησίᾳ δυνάμενος καὶ κατέχων: τὸ βῆμα, ὡς μὴ εἰπεῖν ὅτι ὀλέθριος καὶ μανικὸς ἄνθρωπος οὗτος ἦν· οὐδὲ ἡ σύμπασα πόλις τῶν ̓Αθηναίων, ἢν τὰ ἐν Σικελίᾳ κακὰ ἱστορῇ καὶ τὴν Δημοσθένους λῆψιν καὶ τὴν Νικίου τελευτήν, καὶ ὡς ἐδίψων, καὶ οἷον τὸ ὕδωρ ἔπινον, καὶ ὡς ἐφονεύοντο πίνοντες οἱ πολλοί. ἡγήσεται γάρ, ὅπερ δικαιότατον, ὑπ ̓ οὐδενὸς τῶν νοῦν 10 ἐχόντων αὐτὸς ἕξειν τὴν αἰτίαν, ἢν τὰ δυστυχῶς ἢ ἀνοήτως γεγενημένα ὡς ἐπράχθη διηγῆται. οὐ γὰρ ποιητὴς αὐτῶν ἀλλὰ μηνυτὴς ἦν, ὥστε κἂν καταναυμαχῶνταί ποτε, οὐκ ἐκεῖνος ὁ καταδύων ἐστί, κἂν φεύγωσιν, οὐκ ἐκεῖνος ὁ διώκων, ἐκτὸς εἰ μὴ εὔξασθαι δέον παρέλιπεν, ἐπεί τοί γε εἰ σιωπήσας αὐτὰ ἢ πρὸς15 τοὐναντίον εἰπὼν ἐπανορθώσασθαι ἐδύνατο, ῥᾷστον ἦν ἑνὶ καλάμῳ λεπτῷ τὸν Θουκυδίδην ἀνατρέψαι μὲν τὸ ἐν ταῖς ̓Επιπολαῖς παρατείχισμα, καταδύσαι δὲ τὴν ̔Ερμοκράτους τριήρη, καὶ τὸν κατάρατον Γύλιππον διαπεῖραι μεταξὺ ἀποτειχίζοντα καὶ ἀποταφρεύοντα τὰς ὁδούς, καὶ τέλος Συρακουσίους μὲν ἐς τὰς λιθοτομίας ἐμβα-20 λεῖν, τοὺς δ' Αθηναίους περιπλεῖν Σικελίαν καὶ Ἰταλίαν μετὰ τῶν πρώτων τοῦ ̓Αλκιβιάδου ἐλπίδων. ἀλλ ̓ οἶμαι, τὰ μὲν πραχθέντα οὐδὲ Κλωθω ἂν ἔτι ἀνακλώσειεν, οὐδ ̓ Ατροπος μετατρέψειεν, τοῦ 39 δὲ συγγραφέως ἔργον ἕν, ὡς ἐπράχθη εἰπεῖν. τοῦτο δ ̓ οὐκ ἂν δύναιτο, ἄχρις ἂν ἢ φοβῆται Αρταξέρξην ἰατρὸς αὐτοῦ ὤν, ἢ ἐλπίζῃ κάνουν πορφυροῦν καὶ στρεπτον χρυσοῦν καὶ ἵππον τῶν Νισαίων λήψεσθαι μισθὸν τῶν ἐν τῇ γραφῇ ἐπαίνων. ἀλλ ̓ οὐ Ξενοφῶν αὐτὸ ποιήσει, δίκαιος συγγραφεύς, οὐδὲ Θουκυδίδης, ἀλλὰ κἂν ἰδίᾳ μισῇ τινάς, πολὺ ἀναγκαιότερον ἡγήσεται τὰ κοινόν, καὶ τὴν ἀλή Γειαν περὶ πλείονος ποιήσεται τῆς ἔχθρας· καν φιλῇ, ὅμως οὐ φείσεται ἁμαρτάνοντος. ἓν γάρ, ὡς ἔφην, τοῦτο ἴδιον ἱστορίας, καὶ μόνη αυτέον τῇ ἀληθείᾳ εἴ τις ἱστορίαν γράψων ἴοι, τῶν δ ̓ ἄλλων ἁπάντων ἀμελητέον αὐτῷ, καὶ ὅλως πήχυς εἷς καὶ μέτρον ἀκριβές ἀποβλέπειν μὴ εἰς τοὺς νῦν ἀκούοντας, ἀλλ ̓ εἰς τοὺς μετὰ ταῦτα συνεσομένους τοῖς συγγράμμασιν. εἰ δὲ τὸ παραυτίκα τις θερα-40 πεύοι, τῆς τῶν κολακευόντων μερίδος εἰκότως ἂν νομισθείη, οὓς πάλαι ἡ ἱστορία καὶ ἐξ ἀρχῆς εὐθὺς ἀπέστραπτο, οὐ μεῖον ἢ κομ μωτικὴν ἡ γυμναστική. ̓Αλεξάνδρου γοῦν καὶ τοῦτο ἀπομνημο

[blocks in formation]
[ocr errors]

24. Sn *

νεύουσιν· «ὡς ἡδέως ἄν» ἔφη «πρὸς ὀλίγον ἀνεβίουν ὦ Ονησίκριτε ἀποθανών, ὅπως μάθοιμι πῶς ταῦτα οἱ ἄνθρωποι τότε ἀναγινώσκουσιν. εἰ δὲ νῦν αὐτὰ ἐπαινοῦσι καὶ ἀσπάζονται, μὴ θαυμάσῃς· οἴονται γὰρ οὐ μικρῷ τινὶ τῷ δελέατι τούτῳ ἀνασπάσειν ἕκαστος ϋτὴν παρ ̓ ἡμῶν εὔνοιαν. Ὁμήρῳ γοῦν, καίτοι πρὸς τὸ μυθῶδες τὰ πλεῖστα συγγεγραφότι ὑπὲρ τοῦ ̓Αχιλλέως, ἤδη καὶ πιστεύειν τινὲς ὑπάγονται, μόνον τοῦτο εἰς ἀπόδειξιν τῆς ἀληθείας μέγα τεκμήριον τιθέμενοι, ὅτι μὴ περὶ ζῶντος ἔγραφεν· οὐ γὰρ εὑρίσκουσιν οὗ τινὸς 41 ἕνεκα ἐψεύδετ ̓ ἄν.» τοιοῦτος οὖν μοι ὁ συγγραφεὺς ἔστω, ἄφοβος င် 10 ἀδέκαστος ελεύθερος, παρρησίας καὶ ἀληθείας φίλος, ὡς ὁ κωμικός φησι, τὰ σῦκα σῦκα τὴν σκάφην δὲ σκάφην ὀνομάζων, οὐ μίσει οὐδὲ φιλίᾳ νέμων, οὐδὲ φειδόμενος ἢ ἐλεῶν ἢ αἰσχυνόμενος ἢ δυσωπούμενος, ἴσος δικαστής, εὔνους ἅπασιν ἄχρι τοῦ μὴ πατέρῳ τι ἀπονεῖμαι πλεῖον τοῦ δέοντος, ξένος ἐν τοῖς βιβλίοις καὶ ἄπολις 1: αὐτόνομος ἀβασίλευτος, οὐ τί τῷδε ἢ τῷδε δόξει λογιζόμενος, ἀλλὰ 42 τί πέπρακται λέγων. ὁ δ ̓ οὖν Θουκυδίδης εὖ μάλα τοῦτ ̓ ἐνομοθέ τησε, καὶ διέκρινεν ἀρετὴν καὶ κακίαν συγγραφικήν, ὁρῶν μάλιστα θαυμαζόμενον τὸν Ηρόδοτον ἄχρι τοῦ καὶ μούσας κληθῆναι αὐτοῦ τὰ βιβλία· κτῆμά τε γάρ φησι μᾶλλον ἐς ἀεὶ συγγράφειν ἤπερ ἐς 20 τὸ παρὸν ἀγώνισμα, καὶ μὴ τὸ μυθῶδες ἀσπάζεσθαι, ἀλλὰ τὴν ἀλήθειαν τῶν γεγενημένων ἀπολείπειν τοῖς ὕστερον. καὶ ἐπάγει τὸ χρήσιμον, καὶ ὃ τέλος ἄν τις εὖ φρονῶν ὑπόθοιτο ἱστορίας, ὡς εἴ ποτε καὶ αὖθις τὰ ὅμοια καταλάβοι, ἔχοιεν, φησί, πρὸς τὰ προγεγραμμένα ἀποβλέποντες εὖ χρῆσθαι τοῖς ἐν ποσίν.

43

καὶ τὴν μὲν γνώμην τοιαύτην ἔχων ὁ συγγραφεὺς ἡκέτω μοι· τὴν δὲ φωνὴν καὶ τὴν τῆς ἑρμηνείας ἰσχύν, τὴν μὲν σφοδρὰν ἐκεί νην καὶ κάρχαρον καὶ συνεχῆ ταῖς περιόδοις καὶ ἀγκύλην ταῖς ἐπιχειρήσεσι καὶ τὴν ἄλλην τῆς ῥητορείας δεινότητα μὴ κομιδῇ τεθηγμένος ἀρχέσθω τῆς γραφῆς, ἀλλ ̓ εἰρηνικώτερον διακείμενος. 30 καὶ ὁ μὲν νοῦς σύστοιχος ἔστω καὶ πυκνός, ἡ λέξις δὲ σαφὴς καὶ 44 πολιτική, οἵα ἐπισημότατα δηλοῦν τὸ ὑποκείμενον. ὡς γὰρ τῇ γνώμῃ τοῦ συγγραφέως σκοποὺς ὑπεθέμεθα παρρησίαν καὶ ἀλήθειαν, οὕτω δὲ καὶ τῇ φωνῇ αὐτοῦ εἷς σκοπὸς ὁ πρῶτος σαφῶς δηλῶσαι καὶ φανότατα ἐμφανίσαι τὸ πρᾶγμα, μήτε ἀπορρήτοις καὶ ἔξω 35 πάτου ὀνόμασι μήτε τοῖς ἀγοραίοις τούτοις καὶ καπηλικοῖς, ἀλλ ̓ ὡς τοὺς μὲν πολλοὺς συνεῖναι, τοὺς δὲ πεπαιδευμένους ἐπαινέσαι. καὶ μὴν καὶ σχήμασι κεκοσμήσθω ἀνεπαχθέσι καὶ τὸ ἀνεπιτήδευτον μάλιστα ἔχουσιν, ἐπεὶ τοῖς κατηρτυμένοις τῶν ζωμῶν ἐοικότας ἀπο

[blocks in formation]
« IndietroContinua »