Immagini della pagina
PDF
ePub

φαίνει τοὺς λόγους. καὶ ἡ μὲν γνώμη κοινωνείτω καὶ προσαπτέσθω 45 τι καὶ ποιητικῆς, παρ' ὅσον μεγαλήγορος καὶ διῃρμένη καὶ ἐκείνη, καὶ μάλιστ ̓ ὁπόταν παρατάξεσι καὶ μάχαις καὶ ναυμαχίαις συμπλέκηται· δεήσει γὰρ τότε ποιητικοῦ τινὸς ἀνέμου ἐπουριάσοντος τὰ ἀκάτια καὶ συνδιοίσοντος ὑψηλὴν καὶ ἐπ ̓ ἄκρων τῶν κυμάτων τὴν ναῦν. ἡ λέξις δὲ ὅμως ἐπὶ γῆς βεβηκέτω, τῷ μὲν κάλλει καὶ τῷ μεγέθει τῶν λεγομένων συνεπαιρομένη καὶ ὡς ἔνι μάλιστα ὁμοιουμένη, μὴ ξενίζουσα δὲ μηδ' ὑπὲρ τὸν καιρὸν ἐνθουσιῶσα· κίνδυνος γὰρ αὐτῇ τότε μέγιστος παρακινῆσαι καὶ κατενεχθῆναι ἐς τὸν τῆς ποιητικῆς κορύβαντα, ὥστε μάλιστα πειστέον τηνικαῦτα τῷ χαλινῷ 10 καὶ σωφρονητέον, εἰδότας ὡς ἱπποτυφία τις καὶ ἐν λόγοις πάθος οὐ μικρὸν γίνεται. ἄμεινον οὖν ἐφ ̓ ἵππου ὀχουμένῃ τότε τῇ γνώμῃ τὴν ἑρμηνείαν πεζῇ συμπαραδεῖν, ἐχομένην τοῦ ἐφιππίου ὡς μὴ ἀπολείποιτο τῆς φορᾶς. καὶ μὴν καὶ συνθήκῃ τῶν ὀνομάτων εὐκράτῳ 46 καὶ μέσῃ χρηστέον, οὔτε ἄγαν ἀφιστάντα καὶ ἀπαρτῶντα (τραχὺ 15 γάρ) οὔτε ῥυθμῷ παρ ̓ ὀλίγον, ὡς οἱ πολλοί, συνάπτοντα· τὸ μὲν γὰρ ἐπαίτιον, τὸ δ ̓ ἀηδὲς τοῖς ἀκούουσιν.

τὰ δὲ πράγματα αὐτὰ οὐχ ὡς ἔτυχε συνακτέον, ἀλλὰ φιλοπόνως 47 καὶ ταλαιπώρως πολλάκις περὶ τῶν αὐτῶν ἀνακρίναντα, καὶ μάλιστα μὲν παρόντα καὶ ἐφορῶντα, εἰ δὲ μή, τοῖς ἀδεκαστότερον20 ἐξηγουμένοις προσέχοντα, καὶ οὓς εἰκάσειεν ἄν τις ἥκιστα προς χάριν ἢ ἀπέχθειαν ἀφαιρήσειν ἢ προσθήσειν τοῖς γεγονόσιν. καν ταῦθα ἤδη καὶ στοχαστικός τις καὶ συνθετικὸς τοῦ πιθανωτέρου ἔστω. καὶ ἐπειδὰν ἀθροίσῃ ἅπαντα ἢ τὰ πλεῖστα, πρῶτα μὲν 48 ὑπόμνημά τι συνυφαινέτω αὐτῶν, καὶ σῶμα ποιείτω ἀκαλλὲς ἔτι25 καὶ ἀδιάρθρωτον, εἶτα ἐπιθεὶς τὴν τάξιν ἐπαγέτω τὸ κάλλος καὶ χρωννύτω τῇ λέξει καὶ σχηματιζέτω καὶ ῥυθμιζέτω. καὶ ὅλως 49 ἐοικέτω τότε τῷ τοῦ ̔Ομήρου Διί, ἄρτι μὲν τὴν τῶν ἱπποπόλων Θρηκῶν γῆν ὁρῶντι, ἄρτι δὲ τὴν Μυσῶν κατὰ ταῦτα γὰρ καὶ αὐτὸς ἄρτι μὲν τὰ ἴδια ὁράτω, καὶ δηλούτω ἡμῖν οἷα ἐφαίνετο 30 αὐτῷ ἀφ ̓ ὑψηλοῦ ὁρῶντι, ἄρτι δὲ τὰ Περσῶν, εἶτ ̓ ἀμφότερα, εἰ μάχοιντο. καὶ ἐν αὐτῇ δὲ τῇ παρατάξει μὴ πρὸς ἓν μέρος δράτω, μηδ' ἐς ἕνα ἱππέα ἢ πεζόν, εἰ μὴ Βρασίδας τις εἴη προπηδῶν ἢ Δημοσθένης ἀνακόπτων τὴν ἐπίβασιν. ἐς τοὺς στρατηγοὺς μὲν τὰ πρῶτα, καὶ εἴ τι παρεκελεύσαντο, κἀκεῖνο ἀκηκούσθω, καὶ ὅπως καὶ ᾗ τινὶ γνώμῃ καὶ ἐπινοίᾳ ἔταξαν. ἐπειδὰν δὲ ἀναμιχθῶσι, κοινὴ ἔστω ἡ θέα, καὶ ζυγοστατείτω τότε ὥσπερ ἐν τρυτάνῃ τὰ γινόμενα, καὶ συνδιωκέτω καὶ συμφευγέτω. καὶ πᾶσι τούτοις μέτρον 50

27. χρηματιζέτω

ἐπέστω, μὴ ἐς κόρον μηδ ̓ ἀπειροκάλως μηδὲ νεαρῶς· ἀλλὰ ῥᾳδίως ἀπολυέσθω, καὶ στήσας ἐνταῦθά που ταῦτα ἐπ ̓ ἐκεῖνα μεταβαινέτω, ἣν κατεπείγῃ· εἶτα ἐπανίτω λυθείς, ὁπόταν ἐκεῖνα καλῇ. καὶ πρὸς πάντα σπευδέτω, καὶ ὡς δυνατὸν ὁμοχρονείτω, καὶ μεταϋπετέσθω ἀπ ̓ ̓Αρμενίας μὲν ἐς Μηδίαν, ἐκεῖθεν δὲ ῥοιζήματι ἑνὶ ἐς Ιβηρίαν, εἶτα ἐς Ιταλίαν, ὡς μηδενὸς καιροῦ ἀπολείποιτο. 51 μάλιστα δὲ κατόπτρῳ ἐοικυῖαν παρασχέσθω τὴν γνώμην ἀπόλῳ καὶ στιλπνῷ καὶ ἀκριβεῖ τὸ κέντρον· καὶ ὁποίας ἂν δέξηται τὰς μορφὰς τῶν ἔργων, τοιαῦτα καὶ δεικνύτω αὐτά, διάστροφον δὲ ἢ παρά10 χρουν ἢ ἑτερόσχημον μηδέν· οὐ γὰρ ὥσπερ τοῖς ῥήτορσι γράφουσιν, ἀλλὰ τὰ μὲν λεχθησόμενα ἔστι καὶ εἰρήσεται, πέπρακται γὰρ ἤδη, δεῖ δὲ τάξαι καὶ εἰπεῖν αὐτά· ὥστε οὐ τί εἴπωσι ζητητέον αὐτοῖς, ἀλλ ̓ ὅπως εἴπωσιν. ὅλως δὲ νομιστέον τὸν ἱστορίαν συγγράφοντα Φειδίᾳ ἢ Πραξιτέλει χρῆναι ἐοικέναι, ἢ ̓Αλκαμένει ἤ τῳ ἄλλῳ 15 ἐκείνων. οὐδὲ γὰρ οὐδ ̓ ἐκεῖνοι χρυσὸν ἢ ἄργυρον ἢ ἐλέφαντα ἢ τὴν ἄλλην ὕλην ἐποίουν· ἀλλ ̓ ἣ μὲν ὑπῆρχε καὶ προϋποβέβλητο, Ἠλείων ἢ Αθηναίων ἢ ̓Αργείων πεπορισμένων, οἳ δὲ ἔπλαττον μόνον καὶ ἔπριον τὸν ἐλέφαντα καὶ ἔξεον καὶ ἐκόλλων καὶ ἐρρύ μιζον καὶ ἐπήνθιζον τῷ χρυσῷ, καὶ τοῦτο ἦν ἡ τέχνη αὐτοῖς, 20 ἐς δέον οἰκονομήσασθαι τὴν ὕλην. τοιοῦτο δή τι καὶ τὸ τοῦ συγγραφέως ἔργον, ἐς καλὸν διαθέσθαι τὰ πεπραγμένα καὶ ἐς δύναμιν ἐναργέστατα ἐπιδεῖξαι αὐτά. καὶ ὅταν τις ἀκροώμενος οἴηται ὁρᾶν τὰ λεγόμενα καὶ κατὰ τοῦτο ἐπαινῇ, τότε δὴ τότε ἀπηκρίβωται καὶ τὸν οἰκεῖον ἔπαινον ἀπείληφε τὸ ἔργον τῷ τῆς 25 ἱστορίας Φειδία.

52 πάντων δὲ ἤδη παρεσκευασμένων, καὶ ἀπροοιμίαστον μέν ποτε ποιήσεται τὴν ἀρχήν, ὁπόταν μὴ πάνυ κατεπείγῃ τὸ πρᾶγμα προδιοικήσασθαί τι ἐν τῷ προοιμίῳ· δυνάμει δὲ καὶ τότε φροιμίῳ χρή53 σεται τῷ ἀποσαφοῦντι περὶ τῶν λεκτέων. ὁπόταν δὲ καὶ φροιμιάκζηται, ἀπὸ δυοῖν μόνον ἄρξεται, οὐχ ὥσπερ οἱ ῥήτορες ἀπὸ τριῶν, ἀλλὰ τὸ τῆς εὐνοίας παρεὶς προσοχὴν καὶ εὐμάθειαν ἐμποιήσει τοῖς ἀκούουσιν. προσέξουσι μὲν γὰρ αὐτῷ, ἢν δείξῃ ὡς περὶ μεγά λων ἢ ἀναγκαίων ἢ οἰκείων ἢ χρησίμων ἐρεῖ· εὐμαθῆ δὲ καὶ σαφῆ τὰ ὕστερον ποιήσει, τὰς αἰτίας προεκτιθέμενος καὶ περιορίζων τὰ 54 κεφάλαια τῶν γεγενημένων. τοιούτοις προοιμίοις οἱ ἄριστοι τῶν συγγραφέων ἐχρήσαντο, Ηρόδοτος μὲν ὡς μὴ τὰ γενόμενα ἐξίτηλα τῷ χρόνῳ γένηται, μεγάλα καὶ θαυμαστὰ ὄντα, καὶ ταῦτα νίκας Ἑλληνικὰς δηλοῦντα καὶ ἥττας βαρβαρικάς, Θουκυδίδης δὲ μέγαν

23. οἴηται μετὰ ταῦτα ὁρᾶν *

μετά κ

31. εὐπορήσει

γε καὶ αὐτὸς ἐλπίσας ἔσεσθαι καὶ ἀξιολογώτατον καὶ μείζω τῶν προγεγενημένων ἐκεῖνον τὸν πόλεμον· καὶ γὰρ παθήματα ἐν αὐτῷ μεγάλα ξυνέβη γενέσθαι.

μετὰ δὲ τὸ προοίμιον ἀνάλογον τοῖς πράγμασιν ἢ μηκυνόμενον 55 ἢ βραχυνόμενον εὐαφὴς καὶ εὐάγωγος ἔστω ἡ ἐπὶ τὴν διήγησιν μετάβασις. ἅπαν γὰρ ἀτεχνῶς τὸ λοιπὸν σῶμα τῆς ἱστορίας διήγησις μακρά ἐστιν, ὥστε ταῖς τῆς διηγήσεως ἀρεταῖς κατακεκο σμήσθω, λείως τε καὶ ὁμαλῶς προϊοῦσα καὶ αὐτῇ ὁμοίως, ὥστε μὴ προύχειν μηδὲ κοιλαίνεσαι. ἔπειτα τὸ σαφὲς ἐπανδείτω, τῇ τε λέξει, ὡς ἔφην, μεμηχανημένον καὶ τῇ συμπεριπλοκῇ τῶν πραγμά-10 των. ἀπόλυτα γὰρ καὶ ἐντελῆ πάντα ποιήσει, καὶ τὸ πρῶτον ἐξεργασάμενος ἐπάξει τὸ δεύτερον ἐχόμενον αὐτοῦ καὶ ἁλύσεως τρόπον συνηρμοσμένον, ὡς μὴ διακεκόφθαι, μηδὲ διηγήσεις πολλὰς εἶναι ἀλλήλαις παρακειμένας, ἀλλ ̓ ἀεὶ τὸ πρῶτον τῷ δευτέρῳ μὴ γειτνιᾶν μόνον ἀλλὰ καὶ κοινωνεῖν καὶ ἀνακεκρᾶσθαι κατὰ τὰ ἄκρα. τάχος 56 ἐπὶ πᾶσι χρήσιμον, καὶ μάλιστα εἰ μὴ ἀπορία τῶν λεκτέων εἴη· καὶ τοῦτο πορίζεσθαι χρὴ μὴ τοσοῦτον ἀπὸ τῶν ὀνομάτων ἢ ῥημάτων ὅσον ἀπὸ τῶν πραγμάτων, λέγω δὲ εἰ παραθέοις μὲν τὰ μικρὰ καὶ ἧττον ἀναγκαῖα, λέγοις δ ̓ ἱκανῶς τὰ μεγάλα. μᾶλλον δὲ καὶ παραλειπτέον πολλά· οὐδὲ γὰρ ἂν ἐστιᾷς τοὺς φίλους καὶ πάντα ᾖ 20 παρεσκευασμένα, διὰ τοῦτο ἐν μέσοις τοῖς πέμμασι καὶ τοῖς ὀρνέοις καὶ λοπάσι τοσαύταις καὶ συσὶν ἀγρίοις καὶ λαγῴοις καὶ ὑπογαστρίοις καὶ σαπέρδην ἐνθήσεις καὶ ἔτνος, ὅτι κἀκεῖνο παρεσκεύαστο, ἀμελήσεις δὲ τῶν εὐτελεστέρων. μάλιστα δὲ σωφρονητέον 57 ἐν ταῖς τῶν ὀρῶν ἢ τειχῶν ἢ ποταμῶν ἑρμηνείαις, ὡς μὴ δύναμιν λόγων ἀπειροκάλως παρεπιδείκνυσθαι δοκοίης καὶ τὸ σαυτοῦ δρᾶν, παρεὶς τὴν ἱστορίαν, ἀλλ ̓ ὀλίγον προσαψάμενος τοῦ χρησίμου καὶ σαφούς ἕνεκα μεταβήσῃ, ἐκφυγών τὸν ἐξὸν τὸν ἐν τῷ πράγματι καὶ τὴν τοιαύτην ἅπασαν λιχνείαν, οἷον ὁρᾷς τι καὶ Ὅμηρος ὡς μεγαλόφρων ποιεῖ, καίτοι ποιητὴς ὢν παραδεῖ τὸν Τάνταλον καὶ τὸν Ιξίονα καὶ τὸν Τιτυὸν καὶ τοὺς ἄλλους, εἰ δὲ Παρθένιος ἢ Εὐφορίων ἢ Καλλίμαχος ἔλεγε, πόσοις ἂν οἴει ἔπεσι τὸ ὕδωρ ἄχρι πρὸς τὸ χεῖλος τοῦ Ταντάλου ἤγαγεν, εἶτα πόσοις ἂν Ιξίονα ἐκύ λισεν; μᾶλλον δὲ ὁ Θουκυδίδης αὐτός, ὀλίγα τῷ τοιούτῳ εἴδει τοῦ λόγου χρησάμενος, σκέψαι ὅπως εὐθὺς ἀφίσταται, ἢ μηχάνημα ἑρμηνεύσας, ἢ πολιορκίας σχῆμα δηλώσας ἀναγκαῖον καὶ χρειῶδες ὄν, ἢ ̓Επιπολῶν σχῆμα ἢ Συρακουσίων λιμένα. ὅταν μὲν γὰρ τὸν λοιμὲν διηγῆται καὶ μακρὸς εἶναι δοκῇ, σὺ τὰ πράγματα ἐννόησον· ἔρυμα? *

1. τε

*

9. μήτε

37. ἢ ἔτι πόλεων

εἴσῃ γὰρ οὕτω τὸ τάχος, καὶ ὡς φεύγοντος ὅμως ἐπιλαμβάνεται 58 αὐτοῦ τὰ γεγενημένα πολλὰ ὄντα. ἢν δέ ποτε καὶ λόγους ἐροῦντά τινα δεήσῃ εἰσάγειν, μάλιστα μὲν ἐοικότα τῷ προσώπῳ καὶ τῷ πράγματι οἰκεῖα λεγέσθω, ἔπειτα ὡς σαφέστατα καὶ ταῦτα· πλὴν ἐφεῖταί σοι τότε καὶ ῥητορεῦσαι καὶ ἐπιδεῖξαι τὴν τῶν λόγων δεινό59 τητα. ἔπαινοι μὲν γὰρ ἢ ψόγοι πάνυ πεφεισμένοι καὶ περιεσκεμ μένοι καὶ ἀσυκοφάντητοι, καὶ μετὰ ἀποδείξεων, καὶ ταχεῖς καὶ μὴ ἄκαιροι, ἐπεὶ ἔξω τοῦ δικαστηρίου ἐκεῖνοί εἰσιν. καὶ τὴν αὐτὴν Θεοπόμπῳ αἰτίαν ἕξεις, φιλαπεχθημόνως κατηγοροῦντι τῶν πλείστων 10 καὶ διατριβὴν ποιουμένῳ τὸ πρᾶγμα, ὡς κατηγορεῖν μᾶλλον ἢ ἱστο60 ρεῖν τὰ πεπραγμένα. καὶ μὴν καὶ μῦθος εἴ τις παρεμπέσοι, λεκτέος μέν, οὐ μὴν πιστωτέος πάντως, ἀλλ ̓ ἐν μέσῳ θετέος τοῖς ὅπως ἂν ἐπέλωσιν εἰκάσουσι περὶ αὐτοῦ. σὺ δ ̓ ἀκίνδυνος καὶ πρὸς οὐδέτερον ἐπιρρεπέστερος.

61

τὸ δ ̓ ὅλον ἐκείνου μοι μέμνησο (πολλάκις γὰρ τοῦτο ἐρῶ) καὶ μὴ πρὸς τὸ παρὸν μόνον ὁρῶν γράφε, ὡς οἱ νῦν ἐπαινέσονταί σε καὶ τιμήσουσιν, ἀλλὰ τοῦ σύμπαντος αἰῶνος ἐστοχασμένος πρὸς τοὺς ἔπειτα μᾶλλον σύγγραφε, καὶ παρ ̓ ἐκείνων ἀπαίτει τὸν μισθὸν τῆς γραφῆς, ὡς λέγηται περὶ σοῦ «ἐκεῖνος μέντοι ἐλεύθερος ἀνὴρ ἦν 20 καὶ παρρησίας μεστός, οὐδὲν οὔτε κολακευτικὸν οὔτε δουλοπρεπές, ἀλλ ̓ ἀλήθεια ἐπὶ πᾶσιν.» τοῦτ ̓, εἰ σωφρονοίη τις, ὑπὲρ πάσας 62 τὰς νῦν ἐλπίδας πεῖτο ἄν, οὕτως ὀλιγοχρονίους οὔσας. ὁρᾶς τὸν Κνίδιον ἐκεῖνον ἀρχιτέκτονα οἷον ἐποίησεν; οἰκοδομήσας γὰρ τὸν ἐπὶ τῇ Φάρῳ πύργον, μέγιστον καὶ κάλλιστον ἔργων ἁπάντων, ὡς 25 πυρσεύοιτο ἀπ ̓ αὐτοῦ τοῖς ναυτιλλομένοις ἐπὶ πολὺ τῆς θαλάττης καὶ μὴ καταφέροιντο ἐς τὴν Παραιτονίαν, παγχάλεπον, ὥς φασιν, οὖσαν καὶ ἄφυκτον, εἴ τις ἐμπέσοι ἐς τὰ ἕρματα, οἶκοδομήσας οὖν τὸ ἔργον ἔνδοθεν μὲν κατὰ τῶν λίθων τὸ αὑτοῦ ὄνομα ἔγραψεν, ἐπιχρίσας δὲ τιτάνῳ καὶ ἐπικαλύψας ἐπέγραψε 30 τοὔνομα τοῦ τότε βασιλεύοντος, εἰδὼς ὅπερ καὶ ἐγένετο, πάνυ ὀλίγου χρόνου συνεκπεσούμενα μὲν τῷ χρίσματι τὰ γράμματα, ἐκφανησόμενον δὲ «Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτήρσιν ὑπὲρ τῶν πλωιζομένων.» οὕτως οὐδ ̓ ἐκεῖνος ἐς τὸν τότε καιρὸν οὐδὲ τὸν αὑτοῦ βίον τὸν ὀλίγον ἑώρα, ἀλλ ̓ ἐς τὸν νῦν καὶ τὸν 63 ἀεί, ἄχρις ἂν ἑστήκῃ ὁ πύργος καὶ μένῃ αὐτοῦ ἡ τέχνη. χρὴ τοίνυν καὶ τὴν ἱστορίαν οὕτω γράφεσθαι, σὺν τῷ ἀληθεῖ μᾶλλον πρὸς τὴν μέλλουσαν ἐλπίδα ἤπερ σὺν κολακείᾳ πρὸς τὸ ἡδὺ τοῖς νῦν ἐπαινουμένοις.

[blocks in formation]

οὗτός σοι κανὼν καὶ στάθμη ἱστορίας δικαίας. καὶ εἰ μὲν σταθμήσονταί τινες αὐτῇ, εὖ ἂν ἔχοι καὶ ἐς δέον ἡμῖν γέγραπται, εἰ δὲ μή, κεκύλισται ὁ πίθος ἐν Κρανείῳ.

[ocr errors][merged small]

Ὥσπερ τοῖς ἀθλητικοῖς καὶ περὶ τὴν τῶν σωμάτων ἐπιμέλειαν Α ἠσκημένοις οὐ τῆς εὐεξίας μόνον οὐδὲ τῶν γυμνασίων φροντίς ἐστιν,5 ἀλλὰ καὶ τῆς κατὰ καιρὸν γινομένης ἀνέσεως (μέρος γοῦν τῆς ἀσκήσεως τὸ μέγιστον αὐτὴν ὑπολαμβάνουσιν), οὕτω δὴ καὶ τοῖς περὶ τοὺς λόγους ἐσπουδακόσιν ἡγοῦμαι προσήκειν μετὰ τὴν πολλὴν τῶν σπουδαιοτέρων ἀνάγνωσιν ἀνιέναι τε τὴν διάνοιαν καὶ πρὸς τὸν ἔπειτα κάματον ἀκμαιοτέραν παρασκευάζειν. γένοιτο δ ̓ ἂν ἐμμε-2 λὴς ἡ ἀνάπαυσις αὐτοῖς, εἰ τοῖς τοιούτοις τῶν ἀναγνωσμάτων ὁμι λοῖεν ἃ μὴ μόνον ἐκ τοῦ ἀστείου τε καὶ χαρίεντος ψιλήν παρέξει τὴν ψυχαγωγίαν, ἀλλά τινα καὶ θεωρίαν οὐκ ἄμουσον ἐπιδείξεται, οἷόν τι καὶ περὶ τῶνδε τῶν συγγραμμάτων φρονήσειν ὑπολαμβάνω. οὐ γὰρ μόνον τὸ ξένον τῆς ὑποθέσεως οὐδὲ τὸ χάριεν τῆς προαιρέ- 15 σεως ἐπαγωγὸν ἔσται αὐτοῖς, οὐδ ̓ ὅτι ψεύσματα ποικίλα πιθανῶς τε καὶ ἐναλήθως ἐξενηνόχαμεν, ἀλλ ̓ ὅτι καὶ τῶν ἱστορουμένων ἕκαστον οὐκ ἀκωμῳδήτως ἤνικται πρός τινας τῶν παλαιῶν ποιητῶν τε καὶ συγγραφέων καὶ φιλοσόφων, πολλὰ τεράστια και μυθώδη συγγεγραφότων, οὓς καὶ ὀνομαστὶ ἂν ἔγραφον, εἰ μὴ καὶ αὐτῷ σοι 20 ἐκ τῆς ἀναγνώσεως φανεῖσθαι ἔμελλον. Κτησίας ὁ Κτησιόχου ὁ 3 Κνίδιος συνέγραψε περὶ τῆς Ἰνδῶν χώρας καὶ τῶν παρ' αὐτοῖς ἃ μήτε αὐτὸς εἶδε μήτε ἄλλου εἰπόντος ἤκουσεν. ἔγραψε δὲ καὶ Ἰαμβοῦλος περὶ τῶν ἐν τῇ μεγάλῃ θαλάττῃ πολλὰ παράδοξα, γνώριμον μὲν ἅπασι τὸ ψεῦδος πλασάμενος, οὐκ ἀτερπῆ δ ̓ ὅμως συν-25 θεὶς τὴν ὑπόθεσιν. πολλοὶ δὲ καὶ ἄλλοι τὰ αὐτὰ τούτοις προελόμενοι συνέγραψαν ὡς δή τινας ἑαυτῶν πλάνας τε καὶ ἀποδημίας, θηρίων τε μεγέθη ἱστοροῦντες καὶ ἀνθρώπων ὠμότητας καὶ βίων καινότητας. ἀρχηγὸς δὲ αὐτοῖς καὶ διδάσκαλος τῆς τοιαύτης βωμολοχίας ὁ τοῦ ̔Ομήρου Οδυσσεύς, τοῖς περὶ τὸν ̓Αλκίνουν διηγού-30 μενος ἀνέμων τε δουλείαν καὶ μονοφθάλμους καὶ ὠμοφάγους καὶ ἀγρίους τινὰς ἀνθρώπους, ἔτι δὲ πολυκέφαλα ζῷα καὶ τὰς ὑπὸ

14. φρονήσειν σε ὑπολαμβάνω? * 21. ἔμελλον. ὧν (vel οἷον Κτησίας? *

« IndietroContinua »