Immagini della pagina
PDF
ePub

κείμενος, ἅμα δὲ ἐδεδίειν μή που ἄρκτος ἢ λέων ἀναπηδήσεται. 54 ἐν τούτῳ δέ τινος ἄνθη φέροντος παροδεύοντος ἐν τοῖς ἄλλοις ἄνΘεσιν ὁρῶ καὶ ῥόδων χλωρῶν φύλλα, καὶ μηδὲν ἔτι ὀκνῶν ἀναπηδή σας τοῦ λέχους ἐκπίπτω. καὶ οἳ μὲν ᾤοντό με ἀνίστασθαι ὀρχησό5μενον, ἐγὼ δὲ ἓν ἐξ ἑνὸς ἐπιτρέχων καὶ ἀπανθιζόμενος ἀπ' αὐτῶν τῶν ἀνθέων τὰ ῥόδα κατέπινον. τῶν δὲ ἔτι θαυμαζόντων ἐπ ̓ ἐμοὶ ἀποπίπτει ἐξ ἐμοῦ ἐκείνη ἡ τοῦ κτήνους ὄψις καὶ ἀπόλλυται, καὶ ἀφανὴς ἦν ἐκεῖνος ὁ πάλαι ὄνος, ὁ δὲ Λούκιος αὐτὸς ἔνδον μοι γυμνὸς εἱστήκει. τῇ δὲ παραδόξῳ ταύτῃ καὶ μηδέποτε ἐλπισθείσῃ 10 θέα πάντες ἐκπεπληγμένοι δεινὸν ἐπεθορύβησαν, καὶ τὸ Θέατρον εἰς δύο γνώμας ἐσχίζετο· οἳ μὲν γὰρ ὥσπερ φάρμακα δεινὰ ἐπιστάμενον καὶ κακόν τι πολύμορφον ἠξίουν εὐθὺς ἔνδον πυρί με ἀποθανεῖν, οἱ δὲ περιμεῖναι καὶ τοὺς ἀπ ̓ ἐμοῦ λόγους ἔλεγον δεῖν, καὶ πρότερον διαγνῶναι, εἶν ̓ οὕτω δικάσαι περὶ τούτων. κἀγὼ δραμὼν πρὸς τὸν 15 ἄρχοντα τῆς ἐπαρχίας (ἔτυχε δὲ τῇ θέᾳ ταύτῃ παρών) ἔλεγον κάτωθεν ὅτι γυνή με Θετταλή, γυναικὸς Θετταλῆς δούλη, χρίσματι μεμαγευμένῳ ἐπαλείψασα ὄνον ποιήσειεν. καὶ ἱκέτευον αὐτὸν λαβ ́ντα ἔχειν με ἐν φρουρᾷ, ἔστ ̓ ἂν αὐτὸν πείσαιμι ὡς οὐ καταψεύ55 δομαι οὕτω γεγονός. καὶ ὁ ἄρχων «λέγε» φησίν «ἡμῖν ὄνομα τὸ 20 σὸν καὶ γονέων τῶν σῶν καὶ συγγενῶν, εἴ τινας φὴς ἔχειν τῷ γένει προσήκοντας, καὶ πόλιν.» κἀγώ «πατὴρ μέν» ἔφην «ἔστι μοι ... Λούκιος, τῷ δὲ ἀδελφῷ τῷ ἐμῷ Γάιος· ἄμφω δὲ τὰ λοιπὰ δύο ὀνό ματα κοινὰ ἔχομεν. κἀγὼ μὲν ἱστοριῶν καὶ ἄλλων εἰμὶ συγγραφεύς, ὃ δὲ ποιητὴς ἐλεγείων ἐστὶ καὶ μάντις ἀγαθός· πατρὶς δὲ ἡμῖν *Πάτραι τῆς ̓Αχαΐας.» ὁ δὲ δικαστὴς ἐπεὶ ταῦτα ἤκουσε, «φιλτάτων ἐμοί» ἔφη «λίαν ἀνδρῶν υἱὸς εἶ καὶ ξένων, οἰκίᾳ τέ με ὑποδεξαμένων καὶ δώροις τιμησάντων, καὶ ἐπίσταμαι ὅτι οὐδὲν ψεύδῃ παῖς ἐκείνων ὤν.» καὶ τοῦ δίφρου ἀναπηδήσας περιβάλλει τε καὶ πολλὰ ἐφίλει, καί με καὶ οἴκαδε ἦγεν ὡς ἑαυτόν.

30

င်

ἐν τούτῳ δὲ καὶ ὁ ἀδελφὸς ὁ ἐμὸς ἀφίκετο, ἀργύριον καὶ ἄλλα μοι πολλὰ κομίζων. καν τούτῳ με ὁ ἄρχων δημοσίᾳ πάντων ἀκουόντων ἀπολύει· καὶ ἐλθόντες ἐπὶ θάλασσαν ναῦν ἐσκεψάμεθα καὶ 56 τὴν ἀποσκευὴν ἐνεθέμεθα. ἐγὼ δὲ κράτιστον εἶναι ἔγνων ἐλθεῖν παρὰ τὴν γυναῖκα τὴν ἐρασθεῖσάν μου τοῦ ὄνου, καλλίων αὐτῇ 35 φανεῖσθαι λέγων νῦν ἐν ἀνθρώπῳ ὤν. ἣ δὲ ἀσμένη τέ μ ̓ εἰσεδέξατο, τῷ παραδόξῳ, οἶμαι, τοῦ πράγματος ἐπιτερπομένη, καὶ δειπνεῖν σὺν αὑτῇ καὶ καθεύδειν ἱκέτευε. κἀγὼ ἐπειθόμην, νεμέσεως ἄξιον εἶναι νομίζων τὸν ὄνον τὸν ἀγαπηθέντα, νῦν γενόμενον ἄνθρωπον, ὑπερτρυφᾶν καὶ τὴν ἐρασθεῖσαν ὑπερορᾶν. καὶ δειπνῶ σὺν αὐτῇ, 40 καὶ πολὺ ἐκ τοῦ μύρου ἀλείφομαι, καὶ στεφανοῦμαι τῷ φιλτάτῳ

καὶ ἐς ἀνθρώπους με ἀνασώσαντι ῥόδῳ. ἐπεὶ δ ̓ ἦν νὺξ βαθεῖα, ἤδη καὶ καθεύδειν ἔδει, κἀγὼ δ ̓ ἐπανίσταμαι, καὶ ὥσπερεί μέγα τι ποιῶν ἀγαθὸν ἀποδύομαι, καὶ ἵσταμαι γυμνὸς ὡς δῆθεν ἔτι μᾶλλον ἀρέσων ἐκ τῆς πρὸς τὸν ὄνον συγκρίσεως. ἣ δὲ ἐπειδὴ εἶδέ με πάντα ἀνθρώπινα ἔχοντα, προσπτύσασά μοι «οὐ φθείρῃ ἀπ ̓ ἐμοῦ»; ἔφη «καὶ τῆς ἐμῆς οἰκίας, καὶ μακράν ποι ἀπελθὼν κοιμήσῃ;» ἐμοῦ δ ̓ ἐρομένου «τί γὰρ καὶ ἡμάρτηταί μοι τοσοῦτον;» «ἐγώ» ἔφη «μὰ Δί ̓ οὐχὶ σοῦ ἀλλὰ τοῦ ὄνου τοῦ σοῦ ἐρῶσα τότε, ἐκείνῳ καὶ οὐχὶ σοὶ συνεκάθευδον, καὶ ᾤμην σε καὶ νῦν κἂν ἐκεῖνό γε μόνον τὸ μέγα τοῦ ὄνου σύμβολον διασώζειν καὶ σύρειν. σὺ δέ μοι 10 ἐλήλυθας ἐξ ἐκείνου τοῦ καλοῦ καὶ χρησίμου ζῴου ἐς πίθηκον με ταμορφωθείς.» καὶ καλεῖ ἤδη εὐθὺς τοὺς οἰκέτας, καὶ κελεύει με τῶν νώτων μετέωρον κομισθῆναι ἔξω τῆς οἰκίας. καὶ ἐξωσθεὶς πρὸ τοῦ δωματίου ἔξω γυμνός, καλῶς ἐστεφανωμένος καὶ μεμυρισμένος, τὴν γῆν γυμνὴν περιλαβὼν ταύτῃ συνεκάθευδον. ἅμα δὲ τῷ ὄρθρῳ15 γυμνὸς ὢν ἔθεον ἐπὶ ναῦν, καὶ λέγω πρὸς τὸν ἀδελφὸν τὴν ἐμαυτοῦ ἐν γέλωτι συμφοράν. ἔπειτα ἐκ τῆς πόλεως δεξιοῦ πνεύσαντος ἀνέ μου πλέομεν ἔνθεν, καὶ ὀλίγαις ἡμέραις ἔρχομαι εἰς τὴν ἐμὴν πατρίδα. ἐνταῦθα θεοῖς σωτῆρσιν ἔδυον καὶ ἀναθήματα ἀνέθηκα, μὰ Δί ̓ οὐκ ἐκ κυνός πρωκτοῦ (τὸ δὴ τοῦ λόγου) ἀλλ ̓ ἐξ ὄνου 20 περιεργίας διὰ μακροῦ πάνυ καὶ οὕτω δὴ μόλις οἴκαδε ἀνασωθείς.

ΝΕΡΩΝ Η ΠΕΡΙ ΤΗΣ ΟΡΥΧΗΣ ΤΟΥ ΙΣΘΜΟΥ.

ΜΕΝΕΚΡΑΤΗΣ. Ἡ ὀρυχὴ τοῦ Ἰσθμοῦ, καὶ σοὶ Μουσώνιε διὰ χειρός, ὥς φασι, γεγονυῖα, τῷ τυράννῳ νοῦν εἶχεν Ἕλληνα;

ΜΟΥΣΩΝΙΟΣ. ἴσθι ὦ Μενέκρατες καὶ βελτίω ἐντεθυμῆσθαι Νέ ρωνα· τὰς γὰρ περιβολὰς τῆς Πελοποννήσου τὰς ὑπὲρ Μαλέαν ξυνήρει 25 τοῖς θαλαττουμένοις εἰκοσισταδίῳ τοῦ Ἰσθμοῦ ῥήγματι. τοῦτο δ ̓ ἂν καὶ τὰς ἐμπορίας ὤνησε καὶ τὰς ἐπὶ θαλάττῃ πόλεις καὶ τὰς ἐν τῇ μεσογείᾳ· καὶ γὰρ δὴ κἀκείναις ἀποχρῶν ὁ οἴκοι καρπός, ἢν τὰ ἐπιθαλάττια εὖ πράττῃ.

ΜΕΝ. ταῦτα δὴ διέξελθε Μουσώνιε βουλομένοις ἡμῖν ἀκροάσα-30 σθαι πᾶσιν, εἰ μή τι σπουδάσαι διανοῇ ἕτερον.

26. εἴκοσι σταδίων *

ΜΟΥΣ. δίειμι βουλομένοις· οὐ γὰρ οἶδ' ὅ τι χαριζοίμην ἂν μᾶλλον τοῖς γε ἀφιγμένοις ἐς ἀηδὲς οὕτω φροντιστήριον ἐπὶ τῷ σπουδάζειν. 2 Νέρωνα τοίνυν ἐς ̓Αχαΐαν ᾠδαὶ ἦγον, καὶ τὸ σφόδρα αὑτὸν πεπεικέναι μηδ ̓ ἂν τὰς μούσας ἀναβάλλεσθαι ἥδιον. ἐβούλετο δὲ καὶ στὰ Ολύμπια τὸν γυμνικώτατον τῶν ἀγώνων στεφανοῦσθαι ᾄδων. τὰ γὰρ Πύδια, τούτων μὲν ἑαυτῷ μετεῖναι μᾶλλον ἢ τῷ ̓Απόλλωνι· μὴ γὰρ ἂν μηδ ̓ ἐκεῖνον ἐναντίαν αὐτῷ κιθάραν τε καὶ ᾠδὴν θέσθαι. ὁ δὲ Ἰσθμὸς οὐ τῶν ἄποψεν αὐτῷ βεβουλευμένων, ἀλλ ̓ ἐντυχὼν τῇ φύσει τοῦ τόπου μεγαλουργίας ἠράση, τόν τε βασιλέα τῶν ἐπὶ τὴν 10 Τροίαν ποτέ ̓Αχαιῶν ἐνθυμηθείς, ὡς τὴν Εὔβοιαν τῆς Βοιωτίας ἀπέτεμεν Εὐρίπῳ τῷ περὶ τὴν Χαλκίδα, ἔτι γε μὴν καὶ τὸν Δαρεῖον, ὡς ὁ Βόσπορος ἐγεφυρώθη αὐτῷ ἐπὶ τοὺς Σκύθας. τὰ δὲ Ξέρξου καὶ πρὸ τούτων ἴσως ἐνενόησε, μέγιστα τῶν μεγαλουργιῶν ὄντα. καὶ πρὸς τούτοις τὸ δι ̓ ὀλίγου ἀλλήλοις ἐπιμῖξαι πάντας 15 εἴσαιτο τὴν ̔Ελλάδα λαμπρῶς ἑστιᾶσθαι τοῖς ἔξωθεν· αἱ γὰρ τύ ραννοι φύσεις μεθύουσι μέν, ψαύουσι δέ πῃ καὶ ἄκουσαι τοῦ ὠφε 3 λίμου. προελθὼν δὲ τῆς σκηνῆς ὕμνον μὲν ̓Αμφιτρίτης τε καὶ Ποσειδῶνος ἦσε καὶ ᾆσμα οὐ μέγα Μελικέρτῃ τε καὶ Λευκοθέᾳ, ὀρέξαντος δ ̓ αὐτῷ χρυσῆν δίκελλαν τοῦ τὴν ̔Ελλάδα ἐπιτροπεύσαν 20τος ἐπὶ τὴν ὀρυχὴν ᾖξε κροτούμενός τε καὶ ἀδόμενος, καὶ καθικόμενος τῆς γῆς τρίς, οἶμαι, τοῖς τε τὴν ἀρχὴν πεπιστευμένοις παρακελευσάμενος ξυντόνως ἅπτεσθαι τοῦ ἔργου, ἀνῄει εἰς τὴν Κόρινθον τὰ ̔Ηρακλέους δοκῶν ὑπερβεβλῆσθαι πάντα. οἱ μὲν δὴ ἐκ τοῦ δεσμωτηρίου τὰ πετρώδη τε καὶ δύσεργα ἐξεπόνουν, ἡ στρατιὰ δὲ 4 τὰ γεώδη τε καὶ ἐπίπεδα. ἑβδόμην δέ που καὶ πέμπτην ἡμέραν προσεζευγμένων ἡμῶν τῷ Ἰσθμῷ, κατέβη τις ἐκ Κορίνθου λόγος οὔπω σαφὴς ὡς δὴ τοῦ Νέρωνος μετεγνωκότος τὴν τομήν. ἔφασαν δὲ τοὺς Αἰγυπτίους γεωμετροῦντας τῆς ἑκατέρας θαλάττης τὰς φύσεις οὐκ ἰσοπέδοις αὐταῖς ἐντυχεῖν, ἀλλ ̓ ὑψηλοτέραν ἡγουμένους 30 τὴν ἐκ τοῦ Λεχαίου περὶ τῇ Αἰγίνῃ δεδοικέναι· πελάγους γὰρ του σούτου νήσῳ ἐπιχυθέντος κἂν ὑποβρύχιον ἀπενεχθῆναι τὴν Αἴγιναν. Νέρωνα δὲ τῆς μὲν τοῦ Ἰσθμοῦ τομῆς οὐδ ̓ ἂν Θαλῆς μετέστησεν ὁ σοφώτατός τε καὶ φυσικώτατος· τοῦ γὰρ τεμεῖν αὐτὸν ἤρα μᾶλλον 5 ἢ τοῦ δημοσίᾳ ᾄδειν. ἡ δὲ τῶν ἑσπερίων ἐθνῶν κίνησις καὶ ὁ 35 ὀξυτάτως τῶν ἐκείνῃ νῦν ἁπτόμενος, ὄνομα δὲ αὐτῷ Βίνδαξ, ἀπήγαγεν ̔Ελλάδος τε καὶ Ἰσθμοῦ Νέρωνα, ψυχρῶς γεωμετρήσαντα τὰς γὰρ Θαλάσσας ἰσογαίους τε καὶ ἰσοπέδους οἶδα. φασὶ δ ̓ αὐτῷ

1. εὖ μηκοστήν ?

45. εἰσάγει τὸ τὴν ? *
29. συντυχεῖν

16. ἀκοῦσαι τοῦτο φθέγμα * 25. ἑβδο 34. καὶ ὀξύτατος ὡς τῶν *

καὶ τὰ ἐπὶ τῆς Ρώμης ολισθαίνειν ἤδη καὶ ὑποδιδόναι. τουτὶ καὶ αὐτοὶ χθὲς ἠκούσατε τοῦ προσπλεύσαντος χιλιάρχου.

ΜΕΝ. ἡ φωνὴ δέ, Μουσώνιε, δι ̓ ἣν μουσομανεῖ καὶ τῶν Ολυμ- 6 πιάδων τε καὶ Πυθιάδων ἐρᾷ, πῶς ἔχει τῷ τυράννῳ; τῶν γὰρ Λήμνῳ προσπλεόντων οἳ μὲν ἐθαύμαζον οἱ δὲ κατεγέλων.

ΜΟΥΣ. ἀλλ ̓ ἐκεῖνός γε ὦ Μενέκρατες οὔτε θαυμασίως ἔχει τοῦ φθέγματος οὔτ ̓ αὖ γελοίως· ἡ γὰρ φύσις αὐτὸν ἀμέμπτως τε καὶ μέσως ἥρμοκε. φθέγγεται δὲ κοῖλον μὲν φύσει καὶ βαρύ, ἐγκειμένης αὐτῷ τῆς φάρυγγος, μέλη δ ̓ οὕτω κατεσκευασμένα βομβεῖ πως. οἱ δέ γε τόνοι τῶν φθόγγων ἐπιλεαίνουσι τοῦτον, ἐπεὶ μὴ το θαρρεῖ αὐτῷ, χρωμάτων δὲ φιλανθρωπίᾳ καὶ μελοποιίᾳ εὐαγώγῳ μὲν δὴ καὶ κιθαρῳδίᾳ εὐσταλεῖ, καὶ οὗ καιρὸς βαδίσαι καὶ στῆναι καὶ μεταστῆναι καὶ τὸ νεῦμα ἐξομοιῶσαι τοῖς μέλεσιν, αἰσχύνην ἔχοντος μόνου τοῦ βασιλέα δοκεῖν ἀκριβοῦν ταῦτα. εἰ δὲ μιμοῖτο 7 τοὺς κρείττονας, φεῦ γέλωτος ὡς πολὺς τῶν θεωμένων ἐκπίπτει, 15 καίτοι μυρίων φόβων ἐπηρτημένων, εἴ τις ἐπ' αὐτῷ γελῶν εἴη. νεύει μὲν γὰρ τοῦ μετρίου πλέον ξυνάγων τὸ πνεῦμα, ἐπ ̓ ἄκρων δ ̓ ἵσταται τῶν ποδῶν ἀνακλώμενος ὥσπερ οἱ ἐπὶ τοῦ τροχοῦ. φύσει δ ̓ ἐρυθρός ὢν ἐρεύσει μᾶλλον, ἐμπιπραμένου αὐτῷ τοῦ προσώπου. τὸ δὲ πνεῦμα ὀλίγον καὶ οὐκ ἀποχρῶν που δή.

20

ΜΕΝ. οἱ δ ̓ ἐν ἀγῶνι πρὸς αὐτὸν πῶς ὑφίενται ὦ Μουσώνιε ; 8 τέχνη γάρ που χαρίζονται.

ΜΟΥΣ. τέχνῃ μὲν ὥσπερ οἱ ὑποπαλαίοντες· ἀλλ ̓ ἐνθυμήθητι ὦ Μενέκρατες τὸν τῆς τραγῳδίας ὑποκριτήν, ὡς Ισθμοῖ ἀπέθανεν. εἰσὶ γὰρ κίνδυνοι καὶ περὶ τὰς τέχνας, ἣν ἐπιτείνωσιν οἱ τεχνάζοντες. 25 ΜΕΝ. καὶ τί τοῦτο Μουσώνιε; σφόδρα γὰρ ἀνήκοος τοῦ λόγου. ΜΟΥΣ. ἄκουε δὴ λόγου ἀτόπου μέν, ἐν ὀφθαλμοῖς δὲ Ἑλλήνων πεπραγμένου. Ισθμοῖ γὰρ νόμου κειμένου μήτε κωμῳδίαν ἀγωνί- 9 ζεσθαι μήτε τραγῳδίαν, ἐδόκει Νέρωνι τραγῳδοὺς νικᾶν. καὶ παρῆλθον εἰς τὴν ἀγωνίαν ταύτην πλείους μέν, ὁ δ ̓ Ηπειρώτης ἄριστα 30 φωνῆς ἔχων. εὐδοκιμῶν δ ̓ ἐπ ̓ αὐτῇ καὶ θαυμαζόμενος λαμπρότερα τοῦ εἰωθότος ἐπλάττετο καὶ τοῦ στεφάνου ἐρᾶν, καὶ μηδ' ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης, ὃ δ' ἠγρίαινέ τε καὶ μανικῶς εἶχεν· καὶ γὰρ δὴ καὶ ἠκροᾶτο ὑπὸ τῇ σκηνῇ ἐπ ̓ αὐτῷ δὴ τἀγῶνι. βοώντων δὲ τῶν Ἑλλήνων ἐπὶ τῷ Ηπειρώτη, πέμπει τὸν γραμματέα κελεύων ὑφεῖναι αὐτῷ τοῦτον. τοῦ δὲ ὑπεραίροντος τὸ φθέγμα καὶ δημοτικῶς ἐρίζοντος, εἰσπέμπει

[blocks in formation]

Νέρων ἐπ' ὀκριβάντων τοὺς ἑαυτοῦ ὑποκριτὰς οἷον προσήκοντας τι τῷ πράγματι. καὶ γὰρ δὴ καὶ δέλτους ἐλεφαντίνους καὶ διθύ ρους ... προβεβλημένοι αὐτὰς ὥσπερ ἐγχειρίδια, καὶ τὸν Ηπειρώ την ἀναστήσαντες πρὸς τὸν ἀγχοῦ κίονα κατέαξαν αὐτοῦ τὴν φάἔρυγγα, παίοντες ὀρθαῖς ταῖς δέλτοις.

10 ΜΕΝ. τραγῳδίαν δὲ ἐνίκα, Μουσώνιε, μιαρόν οὕτω πάθος ἐν ὀφθαλμοῖς τῶν Ἑλλήνων ἐργασάμενος;

ΜΟΥΣ. παιδιὰ ταῦτα νεανίᾳ τῷ μητροκτονήσαντι. εἰ δὲ τραγῳδίας ὑποκριτὴν ἀπέκτεινεν ἐκτεμὼν αὐτοῦ τὸ φθέγμα, τί χρὴ 10 θαυμάζειν; καὶ γὰρ δὴ καὶ τὸ Πυθικὸν στόμιον, παρ ̓ οὗ αἱ ἐμφαὶ ἀνέπνεον, ἀποφράττειν ὥρμησεν, ὡς μηδὲ τῷ ̓Απόλλωνι φωνὴ εἴη, καίτοι τοῦ Πυθίου καταλέξαντος αὐτὸν εἰς τοὺς ̓Ορέστας τε καὶ ̓Αλκμαίωνας, οἷς τὸ μητροκτονῆσαι καὶ λόγον τινὰ εὐκλείας ἔδωκεν, ἐπειδὴ πατράσιν ἐτιμώρησαν. ὃ δὲ μηδαμῶς εἰπεῖν ἔχων ὅτῳ ἐτιμώ 15ρησεν, ὑβρίσθαι ὑπὸ τοῦ Θεοῦ ᾤετο, πραότερα τῶν ἀληθῶν ἀκούων. 11. ἀλλὰ μεταξὺ λόγων, τίς ἡ προσιοῦσα ναῦς; ὡς ἐπάγειν τι ἀγαθὸν ἔοικεν· ἐστεφάνωνται γὰρ τὰς κεφαλὰς ὥσπερ χορὸς εὔφημος, καί τις ἐκ πρώρας προτείνει τὴν χεῖρα, παρακελευόμενος ἡμῖν παρρεῖν τε καὶ χαίρειν, βοᾷ τε, εἰ μὴ παρακούω, Νέρωνα οἴχεσθαι. ΜΕΝ. βοᾷ γάρ, Μουσώνιε, καὶ σαφέστερόν γε ὅσῳ τῆς γῆς ἅπτεται.

20

ΜΟΥΣ, εὖ γε ὦ Θεοί.

ΜΕΝ. ἀλλὰ μὴ ἐπευχώμεθα· ἐπὶ γὰρ τοῖς κειμένοις οὔ φασι δεῖν.

ΦΙΛΟΠΑΤΡΙΣ Η ΔΙΔΑΣΚΟΜΕΝΟΣ.

ΤΡΙΕΦΩΝ. Τί τοῦτο, ὦ Κριτία; ὅλον σεαυτὸν ἠλλοίωσας καὶ 25 τὰς ὀφρῦς κάτω συννένευκας, μύχιον δὲ βυσσοδομεύεις ἄνω καὶ κάτω περιπολῶν, κερδαλεόφρονι ἐοικὼς κατὰ τὸν ποιητήν, ὦχρ'ς τέ σευ εἷλε παρειάς. μή που τρικάρηνον τεθέασαι, ἢ Εκάτην ἐξ Αδου ἐληλυθυῖαν; ἢ καί τινι θεῶν ἐκ προνοίας συνήντηκας; οὐδέπω γάρ σε τοιαῦτα εἰκὸς παθεῖν, εἰ καὶ αὐτὸν ἠκηκόεις, οἶμαι, 30 τὸν κόσμον κλυσθῆναι ὥσπερ ἐπὶ τοῦ Δευκαλίωνος. σοὶ λέγω, ὦ καλὲ Κριτία. οὐκ ἀίεις ἐμοῦ ἐπιβοωμένου τὰ πολλὰ καὶ ἐς βραχὺ

5

1. τε τὰς κεραίας? *

2. ἐλεφαντίνας ? *

11. ἐνέπνεον

17. ἐστεφάνωται γὰρ

« IndietroContinua »