Immagini della pagina
PDF
ePub

γειτνιάσαντος; δυσχεραίνεις καθ' ἡμῶν, ἢ ἐκκεκώφωσαι, ἢ καὶ τῆς χειρὸς παλαιστήσοντα ἐπιμένεις;

ΚΡΙΤΙΑΣ. ὦ Τριεφῶν, μέγαν τινὰ καὶ ἠπορημένον λόγον ἀκήκοα, καὶ πολλαῖς ὁδοῖς διενειλημένον, καὶ ἔτι ἀναπεμπάζω τοὺς ὕλλους, καὶ τὰς ἀκοὰς ἀποφράττω, μή που ἔτι ἀκούσαιμι ταῦτα καὶ ἀποψύξω ἐκμανεὶς καὶ μῦθος τοῖς ποηταῖς γενήσομαι ὡς καὶ Νιόβη τὸ πρίν. ἀλλὰ κατὰ κρημνῶν ὠδούμην ἂν ἐπὶ κεφαλὴν σκοτοδινήσας, εἰ μὴ ἐπέκραξάς μοι ὦ τᾶν, καὶ τὸ τοῦ Κλεομβρότου πήδημα τοῦ ̓Αμβρακιώτου ἐμυθεύδη ἐπ' ἐμοί.

ΤΡΙΕΦ. Ηράκλεις τῶν θαυμασίων ἐκείνων φασμάτων ἢ ἀκου-2 σμάτων, ἅπερ Κριτίαν ἐξέπληξαν. πόσοι γὰρ ἐμβρόντητοι ποιηταὶ καὶ τερατολογίαι φιλοσόφων οὐκ ἐξέπληξαν σου τὴν διάνοιαν, ἀλλὰ λῆρος πάντα γέγονεν ἐπὶ σοί;

ΚΡΙΤ. πέπαυσο ἐς μικρόν, καὶ μηκέτι παρενοχλήσης ὦ Τριεφῶν· οὐ γὰρ παροπτέος ἢ ἀμελητέος γενήσῃ παρ' ἐμοῦ.

ΤΡΙΕΦ. οἶδ' ὅτι οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα ἀνακυκλεῖς, ἀλλὰ καὶ λίαν τῶν ἀπορρήτων· ὁ γὰρ χρὼς καὶ τὸ ταυ ρηδὸν ἐπιβλέπειν καὶ τὸ ἄστατον τῆς βάσεως, τὸ ἄνω τε καὶ κάτω περιπολεῖν, ἀρίγνωτόν σε καθίστησιν. ἀλλ ̓ ἄμπνευσον τοῦ δεινοῦ, ἐξέμεσον τοὺς ὕπλους, μή τι κακὸν παθέης.

ΚΡΙΤ. σὺ μὲν ὦ Τριεφῶν ὅσον πέλεθρον ἀναδραμε ἀπ ̓ ἐμοῦ, ἵνα μὴ τὸ πνεῦμα ἐξάρῃ σε, καὶ πεδάρσιος τοῖς πολλοῖς ἀναφανῆς, καί που καταπεσὼν Τριεφώντειον πέλαγος κατονομάσῃς ὡς καὶ Ικαρος τὸ πρίν. ἃ γὰρ ἀκήκοα τήμερον παρὰ τῶν τρισκαταράτων ἐκείνων σοφιστῶν, μεγάλως ἐξώγκωσέ μου τὴν νηδύν.

ΤΡΙΕΦ. ἐγὼ μὲν ἀναδραμοῦμαι ὁπόσον καὶ βούλει, σὺ δὲ ἄμ πνευσον τοῦ δεινοῦ.

ΚΡΙΤ. φυ φυ φυ φῦ τῶν ὕπλων ἐκείνων. ἰοὺ τοὺ τοὺ τοὺ τῶν δεινῶν βουλευμάτων. αἳ αϊ αϊ αἳ τῶν κενῶν ἐλπίδων.

15

20

25

ΤΡΙΕΦ. βαβαὶ τοῦ ἀναφυσήματος, ὡς τὰς νεφέλας διέστρεψε 3 ζεφύρου γὰρ ἐπιπνέοντος λάβρου καὶ τοῖς κύμασιν ἐπωνίζοντος, βορέην ἄρτι ἀνὰ τὴν Προποντίδα κεκίνηκας, ὡς διὰ κάλων αἱ ὁλο κάδες τὸν Εὔξεινον πόντον οἰχήσονται, τῶν κυμάτων ἐπικυλινδούν των ἐκ τοῦ φυσήματος. ὅσον οἴδημα τοῖς ἐγκάτοις ἐνέκειτο· πόσος κορκορυγμὸς καὶ κλόνος τὴν γαστέρα σου συνετάρασσε. πολύωτον 35 σεαυτὸν ἀναπέφηνας τοσαῦτα ἀκηκοώς, ὡς εἰ κατὰ τὸ τερατῶδες καὶ διὰ τῶν ὀνύχων ήκηκόεις.

[merged small][merged small][ocr errors][merged small][merged small][merged small]

ΚΡΙΤ. οὐ παράδοξόν τι ὦ Τριεφῶν ἀκηκοέναι καὶ ἐξ ὀνύχων· καὶ γὰρ κνήμην γαστέρα τεθέασαι καὶ κεφαλὴν κύουσαν, καὶ ἀνδρείαν φύσιν ἐς γυναικείαν ἐνεροβατοῦσαν, καὶ ἐκ γυναικῶν ὄρνεα μεταβαλλόμενα. καὶ ὅλως τερατώδης ὁ βίος, εἰ βούλει πιστεύειν τοῖς 5 ποιηταῖς. ἀλλ ̓ ἐπεί σε πρῶτον κιχάνω τῷδ ̓ ἐνὶ χώρῳ, ἀπίωμεν ἔνθα αἱ πλάτανοι τὸν ἥλιον εἴργουσιν, ἀηδόνες δὲ καὶ χελιδόνες εὔηχα κελαδοῦσιν, ἵν ̓ ἡ μελῳδία τῶν ὀρνέων τὰς ἀκοὰς ἐνηδύνουσα, τό τε ὕδωρ ἠρέμα κελαρύζον, τὰς ψυχὰς καταθέλξειεν.

4 ΤΡΙΕΦ. ἴωμεν ὦ Κριτία. ἀλλὰ δέδια μή που ἐπῳδὴ τὸ ἠκου10σμένον ἐστί, καί με ὕπερον ἢ θύρετρον ἢ ἄλλο τι τῶν ἀψύχων ἀπεργάσεται ἡ θαυμασία σου αὕτη κατάπληξις.

ΚΡΙΤ. νὴ τὸν Δία τὸν αἰθέριον, οὐ τοῦτο γενήσεται ἐπὶ σοί.

ΤΡΙΕΦ. ἔτι με ἐξεφόβησας, τὸν Δία ἐπομοσάμενος· τί γὰρ ἂν δυνήσεται ἀμυνέμεναί σε, εἰ παραβαίης τὸν ὅρκον; οἶδα γὰρ καὶ 15 σὲ μὴ ἀγνοεῖν περὶ τοῦ Διός σου.

ΚΡΙΤ. τί λέγεις; οὐ δυνήσεται ὁ Ζεὺς ἐς Τάρταρον ἀποπέμψαι; ἢ ἀγνοεῖς ὡς τοὺς θεοὺς πάντας ἀπέρριψεν ἀπὸ τοῦ Θεσπεσίου βηλοῦ, καὶ τὸν Σαλμωνέα ἀντιβροντῶντα πρώην κατεκεραύνωσε, καὶ τοὺς ἀσελγεστάτους ἔτι καὶ νῦν; παρὰ δὲ τῶν ποιητῶν τιτανοκρά20 τωρ καὶ γιγαντολέτης ἀνυμνεῖται, ὡς καὶ παρ ̓ ̔Ομήρῳ.

ΤΡΙΕΦ. σὺ μὲν ὦ Κριτία πάντα παρέδραμες τὰ τοῦ Διός. ἀλλ ̓ εἴ σοι φίλον, ἄκουε. οὐχὶ κύκνος οὗτος ἐγένετο καὶ σάτυρος δι ̓ ἀσέλγειαν; ἀλλὰ καὶ ταῦρος· καὶ εἰ μὴ τὸ πορνίδιον ἐκεῖνο ταχέως ἐπωμίσατο καὶ διέφυγε διὰ τοῦ πελάγους, τάχ ̓ ἂν ἠροτρία 25 ἐντυχών γεηπόνῳ ὁ βροντοποιὸς καὶ κεραυνοβόλος σου Ζεύς, καὶ ἀντὶ τοῦ κεραυνοβολεῖν τῇ βουπλήγι κατεκεντάννυτο. τὸ δὲ καὶ Αἰθίοψι συνευωχεῖσθαι, ἀνδράσι μελαντέροις καὶ τὴν ὄψιν ἐξοφωμέ νοις, καὶ ἐς δώδεχ ̓ ἡλίους μὴ ἀφίστασθαι, ἀλλ ̓ ὑποβεβρεγμένος καθεδεῖσθαι παρ' αὐτοῖς, πώγωνα τηλικοῦτον ἔχων, οὐκ αἰσχύνης 30 ἄξια; τὰ δὲ τοῦ ἀετοῦ καὶ τῆς Ἴδης, καὶ τὸ κυοφορεῖν κατ ̓ ὅλου τοῦ σώματος, αἰσχύνομαι καὶ λέγειν.

5 ΚΡΙΤ. μῶν τὸν ̓Απόλλωνα γ ̓ ἐπομοσόμεθα, ὃς προφήτης ἄριστος καὶ ἰητρός, ὦ 'γαλέ;

5

ΤΡΙΕΦ. τὸν ψευδόμαντιν λέγεις, τὸν Κροῖσον πρῴην διολωλεκότα 35 καὶ μετ ̓ αὐτὸν Σαλαμινίους καὶ ἑτέρους μυρίους, ἀμφίλοξα πᾶσι μαντευόμενον.

6

ΚΡΙΤ. τὸν Ποσειδῶνα δὲ τί; ὃς τρίαιναν ἐν ταῖν χεροῖν κρατῶν καὶ διάτορόν τι καὶ καταπληκτικὸν βοᾷ ἐν τῷ πολέμῳ, ὅσον ἐν

3. ἐνεργοβατοῦσαν * 23. ἐκεῖνος 24. ἐπωμόσατο 36. μαντευόμενος

νεάχιλοι ἄνδρες ἢ δεκάχιλοι, ἀλλὰ καὶ σεισίχθων ὦ Τριεφῶν ἐπονομάζεται.

ΤΡΙΕΦ. τὸν μοιχὸν λέγεις, ὃς τὴν τοῦ Σαλμωνέως παῖδα τὴν Τυρὼ πρώην διέφθειρε καὶ ἔτι ἐπιμοιχεύει, καὶ ῥύστης και δημα γωγὸς τῶν τοιούτων ἐστί. τὸν γὰρ ̓́Αρην ὑπὸ τοῦ δεσμοῦ πιεζόμενον καὶ δεσμοῖς ἀλύτοις μετὰ τῆς ̓Αφροδίτης στενούμενον, πάντων τῶν θεῶν διὰ τὴν μοιχείαν ὑπ ̓ αἰσχύνης σιωπώντων, ὁ ἵππιος Ποσειδῶν ἔκλαυσε δακρυρροῶν ὥσπερ τὰ βρεφύλλια τους διδασκάλους δεδιότα, ἢ ὥσπερ αἱ γρᾶς κόρας ἐξαπατῶσαι. ἐνέκειτο δὲ τῷ Ηφαίστῳ λῦσαι τὸν ̓Αρεα· τὸ δὲ ἀμφίχωλον τοῦτο δαιμόνιον, οἰκτεῖραν τὸν 10 πρεσβύτην θεόν, τὸν Αρη ἀπηλευθέρωσεν. ὥστε καὶ μοιχός ἐστιν ὡς μοιχούς διασώζων.

[ocr errors]

ΚΡΙΤ. Ερμείαν δὲ τί;

ΤΡΙΕΦ. μή μοι τὸν κακόδουλον τοῦ ἀσελγεστάτου Διὸς καὶ τὸν ἀσελγομανοῦντα ἐπὶ τοῖς μοιχικοῖς.

7

45

ΚΡΙΤ. "Αρεα δὲ καὶ ̓Αφροδίτην οἶδα μὴ παραδέχεσθαί σε διὰ τὸ 8 προδιαβληθῆναι πρῴην παρὰ σοῦ, ὥστε ἐάσωμεν τούτους. τῆς ̓Αθηνᾶς ἔτι ἐπιμνησθήσομαι, τῆς παρθένου, τῆς ἐνόπλου καὶ καταπληκτικῆς Θεᾶς, ἡ καὶ τὴν τῆς Γοργόνος κεφαλὴν ἐν τῷ στήθει περιάπτεται, τὴν γιγαντολέτιν Θεόν. οὐ γὰρ ἔχεις τι λέγειν περὶ αὐτῆς.

ΤΡΙΕΦ. ἐρῶ σοι καὶ περὶ ταύτης, ἤν μοι ἀποκρίνῃ.
ΚΡΙΤ. λέγε ὅ τι γε βούλει.

ΤΡΙΕΦ.

εἰπέ μοι ὦ Κριτία, τί τὸ χρήσιμον τῆς Γοργόνος, καὶ τί τῷ στήθει τοῦτο ἡ θεὰ ἐπιφέρεται;

20

ΚΡΙΤ. ὡς φοβερόν τι θέαμα καὶ ἀποτρεπτικὸν τῶν δεινῶν. ἀλλὰ 25 καὶ καταπλήσσει τοὺς πολεμίους, καὶ ἑτεραλκέα τὴν νίκην ποιεῖ, ὅπου γε βούλεται.

ΤΡΙΕΦ. μῶν καὶ διὰ τοῦτο ἡ γλαυκῶπις ἀκαταμάχητος;

ΚΡΙΤ. καὶ μάλα.

ΤΡΙΕΦ. καὶ διὰ τί οὐ τοῖς σώζειν δυναμένοις, ἀλλὰ τοῖς σωζο-30 μένοις μηρία καίομεν ταύρων ἠδ ̓ αἰγῶν, ὡς ἡμᾶς ἀκαταμαχήτους ἐργάσωνται ὥσπερ τὴν ̓Αθηνῶν;

ΚΡΙΤ. ἀλλ ̓ οὔ οἱ δύναμίς γε πόρρωθεν ἐπιβοηθεῖν, ὥσπερ τοῖς Θεοῖς, ἀλλ ̓ εἴ τις αὐτὴν ἐπιφέρεται.

ΤΡΙΕΦ. καὶ τί τόδ ̓ ἐστίν; ἐθέλω γὰρ παρὰ σοῦ εἰδέναι ὡς θ ἐξευρημένου τὰ τοιαῦτα καὶ ἐς μάλιστα κατωρθωκότος. ἀγνοῶ γὰρ πάντα τὰ κατ' αὐτήν, πλήν γε τοῦ ὀνόματος.

ΚΡΙΤ. αὕτη κόρη ἐγένετο εὐπρεπής καὶ ἐπέραστος· Περσέως δὲ

6. πάντων τε τῶν

7. ἵππειος κ

9. ἐπέκειτο

ταύτην δόλῳ ἀποδειροτομήσαντος, ἀνδρὸς γενναίου καὶ ἐς μαγικὴν εὐφημουμένου, ἐπαοιδίαις τ ̓ αὐτὴν περιῳδήσαντος, ἄλκαρ οἱ θεοὶ ταύτην ἐσχήκασι.

ΤΡΙΕΦ. τουτί μ' ἐλάνθανε ποτε τὸ καλόν, ὡς ἀνθρώπων θεοὶ 5 ἐνδεεῖς εἰσί. ζώσης δὲ τί τὸ χρήσιμον; προσηταιρίζετο ἐς πανδοχεῖον, ἢ κρυφίως συνεφθείρετο και κόρην αὑτὴν ἐπωνόμαζε;

ΚΡΙΤ. νὴ τὸν ἄγνωστον ἐν ̓Αθήναις, παρθένος διέμεινε μέχρι τῆς ἀποτομῆς.

ΤΡΙΕΦ. καὶ εἴ τις παρθένον καρατομήσειε, τοῦτο γένοιτο φόβη 10 τρον τοῖς πολλοῖς; οἶδα γὰρ μυρίας διαμελεῖστί τμηθείσας νήσῳ ἐν ἀμφιτρύτῃ, Κρήτην δέ τέ μιν καλέουσι. καὶ εἰ τοῦτο ἐγίνωσκον, ὦ καλὲ Κριτίᾳ, πόσας Γοργόνας σοι ἀνήγαγον ἐκ Κρήτης, και σε στρατηγέτην ἀκαταμάχητον ἀποκατέστησα, ποιηταὶ δὲ καὶ ῥήτορες κατὰ πολύ με Περσέως διέκριναν ὡς πλείονας Γοργόνας ἐφευρηκότα. 10 ἀλλ ̓ ἔτι ἀνεμνήσθην τὰ τῶν Κρητῶν, οἳ τάφον ἐπεδείκνυντό μοι τοῦ Διός σου, καὶ τὰ τὴν μητέρα δρέψαντα λόχμια, ὡς ἀειθαλεῖς αἱ λόχμαι αὗται διαμένουσι.

ΚΡΙΤ. ἀλλ ̓ οὐκ ἐγίνωσκες τὴν ἐπωδὴν καὶ τὰ ὄργια.

ΤΡΙΕΦ. εἰ ταῦτα ὦ Κριτία ἐξ ἐπῳδῆς ἐγίνετο, τάχ ̓ ἂν καὶ ἐκ 20 νεκάδων ἐξήνεγκεν ἂν καὶ ἐς τὸ γλυκύτατον φάος ἀνήγαγεν. ἀλλὰ λῆρος παίγνιά τε καὶ μῦθοι, παρὰ τῶν ποιητῶν τερατολογούμενα. ὥστε ἔασον καὶ ταύτην.

11

ΚΡΙΤ. Ἥραν δὲ τὴν Διὸς γαμετὴν καὶ κασίγνητον οὐ πάραδέχῃ;

25 ΤΡΙΕΦ. σίγα τῆς ἀσελγεστάτης ἕνεκα μίξεως, καὶ τὴν ἐκ ποδοῖν καὶ χεροῖν ἐκτεταμένην παραδραμε.

12

ΚΡΙΤ. καὶ τίνα ἐπομόσωμαί γε;

ΤΡΙΕΦ. ὑψιμέδοντα Θεόν, μέγαν ἄμβροτον οὐρανίωνα, υἱὸν πατρός, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον, ἓν ἐκ τριῶν καὶ ἐξ ἑνὸς 30 τρία, ταῦτα νόμιζε Ζῆνα, τόνδ ̓ ἡγοῦ Θεόν.

ΚΡΙΤ. ἀριθμέειν με διδάσκεις, καὶ ὅρκος ἡ ἀριθμητική· καὶ γὰρ ἀριθμέεις ὡς Νικόμαχος ὁ Γερασηνός. οὐκ οἶδα γὰρ τί λέγεις, ἓν τρία, τρία ἕν. μὴ τὴν τετρακτὺν φὴς τὴν Πυθαγόρου, ἢ τὴν ὀγδοάδα καὶ τριακάδα;

35 ΤΡΙΕΦ. σίγα τὰ νέρθε καὶ τὰ σιγῆς ἄξια. οὐκ ἔστ ̓ ὧδε μετρεῖν τὰ ψυλλῶν ἴχνη. ἐγὼ γάρ σε διδάξω τί τὸ πᾶν, καὶ τίς ὁ πρὸ πάντων, καὶ τί τὸ σύστημα τοῦ παντός. καὶ γὰρ πρώην κἀγὼ ταῦτα ἔπασχον ἅπερ σύ· ἡνίκα δέ μοι Γαλιλαῖος ἐνέτυχεν ἀνα

2. ταύτην

**

9. ταὐτὸ *

14. τε om

36. ὁ πρώην *

φαλαντίας ἐπίρρινος, ἐς τρίτον οὐρανὸν ἀεροβατήσας καὶ τὰ κάλ λιστα ἐκμεμαθηκώς, δι ̓ ὕδατος ἡμᾶς ἀνεκαίνισεν, ἐς τὰ τῶν μακάρων ἴχνια παρεισώδευσε, καὶ ἐκ τῶν ἀσεβῶν χώρων ἡμᾶς ἐλυτρώσατο. καί σε ποιήσω, ἤν μου ἀκούῃς, ἐπ ̓ ἀληθείας ἄν θρωπον.

5

ΚΡΙΤ. λέγε ὦ πολυμαθέστατε Τριεφῶν· διὰ φόβου γὰρ ἔρχομαι. 13 ΤΡΙΕΦ. ἀνέγνωκάς ποτε τὰ τοῦ ̓Αριστοφάνους τοῦ δραματο ποιοῦ ὄρνιθας ποιημάτια;

ΚΡΙΤ. καὶ μάλα.

ΤΡΙΕΦ. ἐγκεχάρακται παρ' αὐτοῦ τοιόνδε

«χάος ἦν καὶ νὺξ ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς, γῆ δ ̓ οὐδ ̓ ἀὴρ οὐδ ̓ οὐρανὸς ἦν.»

ΚΡΙΤ. εὖ λέγεις. εἶτα τί ἦν;

10

ΤΡΙΕΦ. ἦν φῶς ἄφθιτον ἀόρατον ἀκατανόητον, ὃ λύει το σκότος καὶ τὴν ἀκοσμίαν ταύτην ἀπήλασε λόγῳ μόνῳ ῥηθέντι ὑπ ̓ αὐτοῦ, 15 ὡς ὁ βραδύγλωσσος ἀπεγράψατο. γῆν ἔπηξεν ἐφ ̓ ὕδασιν, οὐρανὸν ἐτάνυσεν, ἀστέρας ἐμόρφωσεν ἀπλανεῖς, δρόμον διετάξατο, οὓς σὺ σέβῃ θεούς, γῆν δὲ τοῖς ἄνθεσιν ἐκαλλώπισεν, ἄνθρωπον ἐκ μὴ ὄντος ἐς τὸ εἶναι παρήγαγε. καὶ ἔστιν ἐν οὐρανῷ βλέπων δικαίους τε κἀδίκους καὶ ἐν βίβλοις τὰς πράξεις ἀπογραφόμενος, ἀνταποδώσει 20 δὲ πᾶσιν ἣν ἡμέραν αὐτὸς ἐνετείλατο.

ΚΡΙΤ. τὰ δὲ τῶν μοιρῶν ἐπινενησμένα ἐς ἅπαντας, ἐγχαράτ-14 τουσί γε καὶ ταῦτα;

ΤΡΙΕΦ. τὰ ποῖα ;

ΚΡΙΤ. τὰ τῆς είμαρμένης.

[ocr errors]

ΤΡΙΕΦ. λέγε, ὦ καλέ Κριτία, περὶ τῶν μοιρῶν. ἐγὼ δὲ μαθη

τιῶν ἀκούσαιμι παρὰ σοῦ.

ΚΡΙΤ. οὐχ Ὅμηρος ὁ ἀοίδιμος ποιητὴς εἴρηκε

«μοῖραν δ ̓ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν;»

25

ἐπὶ δὲ τοῦ μεγάλου Ηρακλέους

«οὐδὲ γὰρ οὐδὲ βίη Ηρακλείη φύγε κῆρα,

ὅσπερ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι,

ἀλλά ὁ μοῖρ ̓ ἐδάμασσε καὶ ἀργαλέος χόλος "Ηρης.»

ἀλλὰ καὶ ὅλον τὸν βίον καθειμάρθαι, καὶ τὰς ἐν τούτῳ μεταβολάς·

«ἔνθα δ' ἔπειτα

πείσεται ἄσσα οἱ αἶσα κατακλῶθές τε βαρεῖαι

γινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.»

καὶ τὰς ἐν ξένῃ ἐποχὰς ἀπ ̓ ἐκείνης γίνεσθαι·

19. ὄντων: * cf. p. 383 6.

30

35

« IndietroContinua »