Immagini della pagina
PDF
ePub

«ἠδ ̓ ὡς Αἴολον ἱκόμες ̓, ὅς με πρόφρων ὑπέδεκτο

င်

καὶ πέμπ ̓· οὐδέπω αἶσα φίλην ἐς πατρίδ ̓ ἱκέσθαι.» ὥστε πάντα ὑπὸ τῶν μοιρῶν γίνεσθαι ὁ ποιητὴς μεμαρτύρηκε. τὸν δὲ Δία μὴ πελῆσαι τὸν υἱὸν πανάτοιο δυσηχέος ἐξαναλῦσαι, ἀλλὰ 5μᾶλλον αἱματοέσσας ψιάδας κατέχευεν ἔραζε, παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε φθίσειν ἐν Τροίῃ. ὥστε ὦ Τριεφῶν διὰ τοῦτο μηδὲν προσθεῖναι περὶ τῶν μοιρῶν ἐθελήσῃς, εἰ καὶ τάχα πεδάρσιος ἐγεγόνεις μετὰ τοῦ διδασκάλου καὶ τὰ ἀπόρρητα ἐμυήθης.

15 ΤΡΙΕΦ. καὶ πῶς ὁ αὐτὸς ποιητής, ὦ καλὲ Κριτία, διττὴν ἐπιλέγει τὴν εἱμαρμένην καὶ ἀμφίβολον, ὡς τόδε μέν τι πράξαντα τοιῷδε τέλει συγκῦρσαι, τοῖον δὲ ποιήσαντα ἑτέρῳ τέλει ἐντυχεῖν; ὡς ἐπ ̓ ̓Αχιλλέως

15

«διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε.

εἰ μέν κ ̓ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται.
εἰ δέ κεν οἴκαδ ̓ ἵκωμαι,

ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰών
ἔσσεται. »

20 ἀλλὰ καὶ ἐπὶ Εὐχήνορος

«ὅς ῥ ̓ εὖ εἰδὼς κῆρ ̓ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύιδος
νούσῳ ὑπ ̓ ἀργαλέῃ φθῖσθαι οἷς ἐν μεγάροισιν,
ἢ μετ ̓ ̓Αχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.»

16 οὐχὶ παρ' ̔Ομήρῳ ταῦτα γέγραπται; ἢ ἀμφίβολος αὕτη καὶ ἀμφίκρημνος ἀπάτη; εἰ δὲ βούλει, καὶ τοῦ Διὸς ἐπιθήσω σοι τὸν λόγον. οὐχὶ τῷ Αἰγίσπῳ εἴρηκεν ὡς ἀποσχομένῳ μὲν τῆς μοιχείας καὶ τῆς ̓Αγαμέμνονος ἐπιβουλῆς ζῆν καθείμαρται πολὺν χρόνον, ἐπιβαλλομένῳ δὲ ταῦτα πράττειν οὐ καθυστερεῖν θανάτου; τοῦτο κἀγὼ 30 πολλάκις προυμαντευσάμην· ἐὰν κτάνῃς τὸν πλησίον, θανατωθήσῃ παρὰ τῆς δίκης· εἰ δέ γε μὴ τοῦτο πράξης, βιώσῃ καλῶς, οὐδέ κέ σ ̓ ὦκα τέλος θανάτοιο κιχείη. οὐχ ὁρᾷς ὡς ἀδιόρθωτα τὰ τῶν ποιητῶν καὶ ἀμφίλοξα καὶ μηδέπω ἡδραιωμένα; ὥστε ἔασον ἅπαντα, ὡς καὶ σὲ ἐν ταῖς ἐπουρανίοις βίβλοις τῶν ἀγαθῶν ἀπο35 γράψωνται.

17

ΚΡΙΤ. εὖ πάντα ἀνακυκλεῖς ὦ Τριεφῶν. · ἀλλά μοι τόδε εἰπέ, εἰ καὶ τὰ τῶν Σκυθῶν ἐν τῷ οὐρανῷ ἐγχαράττουσι.

ΤΡΙΕΦ. πάντα, εἰ τύχοι γε χρηστὸς καὶ ἐν ἔθνεσι.

11. πράξαντι *

12. ποιήσαντι *

32. xé om

ὦκα θέμις τέλος

ΚΡΙΤ. πολλούς γε γραφέας φῂς ἐν τῷ οὐρανῷ, ὡς ἅπαντα ἀπογράφεσθαι.

ΤΡΙΕΦ. εὐστόμει, καὶ μηδὲν εἴπῃς φλαῦρον Θεοῦ δεξιοῦ, ἀλλὰ κατηχούμενος πείθου παρ ̓ ἐμοῦ, εἴπερ ζῆν χρήζεις εἰς τὸν αἰῶνα. εἰ οὐρανὸν ὡς δέρριν ἐξήπλωσε, γῆν δὲ ἐφ ̓ ὕδατος ἔπηξεν, ἀστέρας: ἐμόρφωσεν, ἄνθρωπον ἐκ μὴ ὄντος παρήγαγε, τί παράδοξον καὶ τὰς πράξεις πάντων ἐναπογράφεσθαι; καὶ γὰρ σοὶ οἰκίδιον κατασκευάσαντι, οἰκέτιδας δὲ καὶ οἰκέτας ἐν αὐτῷ συναγαγόντι, οὐδέ ποτέ σε διέλαθε τούτων πρᾶξις ἀπόβλητος· πόσῳ μᾶλλον τὸν πάντα πεποιηκότα εὸν οὐχ ἅπαντα ἐν εὐκολίᾳ διαδραμεῖν ἑκάστου πρᾶξιν 10 καὶ ἔννοιαν; οἱ γάρ σου πεοὶ κότταβος τοῖς εὖ φρονοῦσιν ἐγένοντο.

ΚΡΙΤ. πάνυ εὖ λέγεις, ὥς με αντιστρόφως τῆς Νιόβης παθεῖν· 18 ἐκ στήλης γὰρ ἄνθρωπος ἀναπέφηνα. ὥστε τοῦτον τὸν Θεὸν προστιθῶ σοι, μὴ κακόν τι παθεῖν παρ ̓ ἐμοῦ.

ΤΡΙΕΦ. εἴπερ ἐκ καρδίας μ ̓ ὄντως φιλεῖς, μὴ ἑτεροῖόν τι ποιή- 15 σῃς ἐν ἐμοί, καὶ ἕτερον μὲν κεύσῃς ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃς. ἀλλ ̓ ἄγε δὴ τὸ θαυμάσιον ἐκεῖνο ἀκουσμάτιον ἄεισον, ὅπως κἀγὼ κατωχριάσω καὶ ὅλως ἀλλοιωθῶ. καὶ οὐχ ὡς ἡ Νιόβη ἀπαυδήσω, ἀλλ ̓ ὡς ἀηδὼν ὄρνεον γενήσομαι, καὶ τὴν θαυμασίαν σου ἔκπληξιν κατ ̓ ἀνθηρὸν λειμῶνα ἐκτραγῳδήσω.

ΚΡΙΤ. νὴ τὸν υἱὸν τὸν ἐκ πατρός, οὐ τοῦτο γενήσεται.

ΤΡΙΕΦ. λέγε, παρὰ τοῦ πνεύματος δύναμιν τοῦ λόγου λαβών. ἐγὼ δὲ καθεδοῦμαι δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων.

20

ΚΡΙΤ. ἀπῄειν ἐπὶ τὴν λεωφόρον ὠνησόμενός γε τὰ χρειωδέστατα, 19 καὶ δὴ ὁρῶ πλῆθος πάμπολυ ἐς τὸ οὖς ψιθυρίζοντας, ἐπὶ δὲ τῇ ἀκοῇ ἔφυντο τοῖς χείλεσιν. ἐγὼ δὲ παπτήνας ἐς ἅπαντας καὶ τὴν χεῖρα τοῖς βλεφάροις περικάμψας ἐσκοπίαζον ὀξυδερκέστατα, εἴ πού γέ τινα τῶν φίλων θεάσωμαι. ὁρῶ δὲ Κράτωνα τὸν πολιτικόν, παιδόθεν φίλον ὄντα καὶ συμποτικόν.

ΤΡΙΕΦ. αἰσθάνομαι τοῦτον· τὸν ἐξισωτὴν γὰρ εἴρηκας. εἶτα τί; 30 ΚΡΙΤ. καὶ δὴ πολλοὺς παραγκωνισάμενος ἧκον ἐς τὰ πρόσω, καὶ τὸ ἑωθινὸν χαῖρε εἰπὼν ἐχώρουν ὡς αὐτόν. ἀνθρωπίσκος δέ τις, 20 τοὔνομα Χαρίκενος, σεσημμένον γερόντιον, ῥέγχον τῇ ῥινὶ ὑπέβηττε μύχιον, ἐχρέμπτετο ἐπισεσυρμένον· ὁ δὲ πτύελος κυανώτερος θανάτου. εἶτα ἤρξατο ἐπιφθέγγεσθαι κατισχνημένον· «οὗτος, ὡς προεῖπον, 35 τοὺς τῶν ἐξισωτῶν καταλείπει ἐλλειπασμούς, καὶ τὰ χρέα τοῖς δανεισταῖς ἀποδώσει, [καὶ] τά τε ἐνοίκια πάντα καὶ τὰ δημόσια, καὶ τὰς εἰραμάγγας δέξεται, μὴ ἐξετάζων τῆς τέχνης.» καὶ κατε

40. οὐ χαλεπὸν ἐν? *

12. λέγεις και με

36. ἀπαλείψει?

[ocr errors]

[ocr errors]

Τ

..

φλυάρει ἔτι πικρότερα; οἱ περὶ αὐτὸν δὲ ἥδοντο τοῖς λόγοις, καὶ 21 τῷ καινῷ τῶν ἀκουσμάτων προσέκειντο. · ἕτερος δὲ τοὔνομα Χλευόχαρμος, τριβώνιον ἔχων πολύσαπρον, ἀνυπόδετός τε καὶ ἄσκεπος, μετέειπε τοῖς ὁδοῦσιν ἐπικροτῶν, ὡς ἐπεδείξατό μοί τις κακοείμων 5 ἐξ ὀρέων παραγενόμενος, κεκαρμένος τὴν κόμην, ἐν τῷ θεάτρῳ ἀναγεγραμμένον ὄνομα ἱερογλυφικοῖς γράμμασιν, ὡς οὗτος τῷ χρυσῷ ἐπικλύσει τὴν λεωφόρον. ἦν δ ̓ ἐγώ «κατὰ μὲν τὰ ̓Αριστάνδρου καὶ ̓Αρτεμιδώρου οὐ καλῶς ἀποβήσονται ταῦτά γε τὰ ἐνύπνια· ἐν ὑμῖν, ἀλλὰ σοὶ μὲν τὰ χρέα πληθυνθήσεται ἀναλόγως τῆς ἀποδό10 σεως, οὗτος δὲ ἐπὶ πολὺ τοῦ ὀβολου με στερηθήσεται ὡς πολλοῦ χρυσίου εὐπορηκώς. καὶ ἔμοιγε δοκεῖτε ἐπὶ Λευκάδα πέτρην και δῆμον ὀνείρων καταδαρθέντες τοσαῦτα· ὀνειροπολεῖν ἐν ἀκαρεῖ τῆς 22 νυκτὸς οὔσης.» οἳ δὲ ἀνεκάγχασαν ἅπαντες ὡς ἀποπνιγέντες ὑπὸ τοῦ γέλωτος, καὶ τῆς ἀμαθίας μου κατεγίνωσκον. ἦν δ ̓ ἐγὼ πρὸς 15 Κράτωνα «μῶν κακῶς πάντα ἐξερρίνισα, ἵν ̓ εἴπω τι κωμικευσάμενος, καὶ οὐ κατὰ ̓Αρίστανδρον τὸν Τελμισέα καὶ ̓Αρτεμίδωρον τὸν ̓Εφέσιον ἐξίχνευσα τοῖς ὀνείρασιν;» ἦ δ' ὃς «σίγα, ὦ Κριτία εἰ ἐχεμυθεῖς, μυσταγωγήσω σε τὰ κάλλιστα καὶ τὰ νῦν γενησόμενα. οὐ γὰρ ὄνειροι τάδ ̓ εἰσὶν ἀλλ ̓ ἀληθῆ, ἐκβήσονται δὲ εἰς μῆνα 20 μεσορί.» ταῦτα ἀκηκοώς παρὰ τοῦ Κράτωνος, καὶ τὸ ὀλισθηρόν τῆς διανοίας αὐτῶν κατεγνωκώς, ἠρυθρίασα, καὶ σκυθρωπάζων ἐπορευόμην, πολλὰ τὸν Κράτωνα ἐπιμεμφόμενος. εἷς δὲ δριμὺ καὶ τιτανῶδες ἐνιδών, δραξάμενός μου τοῦ λώπους ἐσπάρασσε, ῥήτρην ποιήσασθαι πειθόμενός τε καὶ παρανυττόμενος παρὰ τοῦ πεπαλαιω‐ 23 μένου ἐκείνου δαιμονίου. εἰς λόγους δὲ ταῦτα παρεκτείναντες, πείθει με τον κακοδαίμονα εἰς γόητας ἀνθρώπους παραγενέσθαι καὶ ἀποφράδι, τὸ δὴ λεγόμενον, ἡμέρᾳ συγκυρῆσαι· ἔφασκε γὰρ πάντα ἐξ αὐτῶν μυσταγωγηθῆναι. καὶ δὴ διήλθομεν σιδηρέας τε πύλας καὶ χαλκέους οὐδούς, ἀναβάθρας δὲ πλείστας περικυκλωσά30μενοι ἐς χρυσόροφον οἶκον ἀνήλθομεν, οἷον Όμηρος τὸν Μενελάου φησί. καὶ δὴ ἅπαντα ἐσκοπίαζον ὅσα ὁ νησιώτης ἐκεῖνος νεανίσκος. ὁρῶ δὲ οὐχ Ελένην μά Δί', ἀλλ ̓ ἄνδρας ἐπικεκυφότας καὶ κατωχριωμένους. οἱ δὲ ἰδόντες γήθησαν καὶ ἐξ ἐναντίας παρεγένοντο ἔφασκον γὰρ ὡς εἴ τινα λυγρὰν ἀγγελίαν ἀγάγοιμεν. ἐφαίνοντο γὰρ 35 οὗτοι ὡς τὰ κάκιστα ευχόμενοι, καὶ ἔχαιρον ἐπὶ τοῖς λυγροῖς ὥσπερ αἱ ποινοποιοὶ ἐπὶ θέατρα. τὰς κεφαλὰς δ ̓ ἄγχι σχόντες ἐψιθύριζον. μετὰ δὲ τὰ ἤροντό με «τίς πόθεν εἷς ἀνδρῶν; πόδι τοι πόλις ἠδὲ τοκῆες; χρηστὸς γὰρ ἂν εἴης ἀπό γε τοῦ σχήματος.» ἦν δ ̓ ἐγώ «ὀλίγοι γε χρηστοί, ὥσπερ βλέπω, πανταχοῦ· Κριτίας δὲ τοὔνομα, 24 πόλις δέ μοι ἔνθεν ὅθεν καὶ ὑμῖν.» ὡς δ ̓ ἀεροβατοῦντες ἐπυνθά

νοντο πῶς τὰ τῆς πόλεως καὶ τὰ τοῦ κόσμου, ἦν δ ̓ ἐγὼ «χαίρουσί γε πάντες, καὶ ἔτι γε χαρήσονται.» οἳ δὲ ἀνένευον ταῖς ὀφρύσιν· «οὐχ οὕτω· δυστοκεῖ γὰρ ἡ πόλις.» ἦν δ ̓ ἐγὼ κατὰ τὴν αὐτῶν γνώμην «ὑμεῖς πεδάρσιοι ὄντες, καὶ ὡς ἀπὸ ὑψηλοῦ ἅπαντα καθορῶντες, ὀξυδερκέστατα καὶ τάδε νενοήκατε, πῶς δὲ τὰ τοῦ αἰθέρος;5 μῶν ἐκλείψει ὁ ἥλιος, ἡ δὲ σελήνη κατὰ κάθετον γενήσεται; ὁ ̓́Αρης εἰ τετραγωνήσει τὸν Δία, καὶ ὁ Κρόνος διαμετρήσει τὸν ἥλιον; ἡ ̓Αφροδίτη εἰ μετὰ τοῦ Ἑρμοῦ συνοδεύσει, καὶ ἑρμαφροδί τους ἀποκυήσουσιν, ἐφ ̓ οἷς ὑμεῖς ἥδεσθε; εἰ ῥαγδαίους ἱετοὺς ἐκπέμψουσιν; εἰ νιφετὸν πολὺν ἐπιστρωννύσουσι τῇ γῇ, χάλαζαν δὲ10 καὶ ἐρυσίβην εἰ κατάξουσι; λοιμὸν καὶ λιμὸν εἰ ἐπιπέμψουσιν; εἰ τὸ κεραυνοβόλον ἀγγεῖον ἀπεγεμίσθη καὶ τὸ βροντοποιὸν δοχεῖον ἀνεμεστώθη;» οἳ δὲ ὡς ἅπαντα κατωρθωκότες, κατεφλυάρουν τὰ αὑτῶν 25 ἐράσμια, ὡς μεταλλαγῶσι τὰ πράγματα, ἀταξίαι δὲ καὶ ταραχαὶ τὴν πόλιν καταλήψονται, τὰ δὲ στρατόπεδα ἥττονα τῶν ἐναντίων 15 γενήσονται. τοῦτο ἐκταραχθείς, καὶ ὥσπερ πρῖνος καόμενος οἶδηθείς, διάτορον ἀνεβόησα «ὦ δαιμόνιοι ἀνδρῶν, μὴ μεγάλα λίαν λέγετε, σήγοντες ὀδόντας κατ ̓ ἀνδρῶν θυμολεόντων, πνειόντων δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας· ἀλλὰ ταῦς ὑμῖν ἐπὶ κεφαλὴν καταβήσεται, οἷς τὴν πατρίδα ὑμῶν κατατρύχετε. οὐ γὰρου αἰθεροβατοῦντες ταῦτα ἀκηκόατε, οὐ τὴν πολυάσχολον μαθηματι κὴν κατωρθώκατε. εἰ δέ γε μαντεῖαι καὶ γοητεῖαι ὑμᾶς παρέπεισαν, διπλοῦν τὸ τῆς ἀμαθίας· γυναικῶν γὰρ εὑρέματα ταῦτα γραϊδίων καὶ παίγνια. ἐπὶ πολὺ γὰρ τὰ τοιαῦτα αἱ τῶν γυναικῶν ἐπίνοιαι μετέρχονται.

25

ΤΡΙΕΦ. τί δὲ πρὸς ταῦτα ἔφησαν, ὦ καλὲ Κριτία, οἱ κεκαρ- 26 μένοι τὴν γνώμην καὶ τὴν διάνοιαν;

ΚΡΙΤ. ἅπαντα ταῦτα παρέδραμον, εἰς ἐπίνοιαν τετεχνασμένην καταπεφευγότες. ἔλεγον γὰρ «ἡλίους δέκα ἄσιτοι διαμενοῦμεν, καὶ ἐπὶ παννύχους ὑμνῳδίας ἐπαγρυπνοῦντες ὀνειρώττομεν τὰ τοιαῦτα.» 30 ΤΡΙΕΦ. σὺ δὲ τί πρὸς αὐτοὺς εἴρηκας; μέγα γὰρ ἔφησαν καὶ διηπορημένον.

ΚΡΙΤ. Θάρσει, οὐκ ἀγεννές· ἀντεῖπον γὰρ τὰ κάλλιστα. «τὰ γὰρ παρὰ τῶν ἀστικῶν θρυλλούμενα» ἔφην «περὶ ὑμῶν, ὁπόταν ὀνειροπολῆτε, τὰ τοιαῦτά που παρεισάγονται.» οἳ δὲ σεσηρὸς ὑπο-35 μειδιῶντες «ἔξω που παρέρχονται τοῦ κλινιδίου.» ἦν δ ̓ ἐγὼ «εἰ ἀληθῆ εἰσὶ ταῦτα, ὦ αἰθέριοι, οὐκ ἄν ποτε ἀσφαλῶς τὰ μέλλοντα ἐξιχνεύ σητε, ἀλλὰ καταπεισθέντες ὑπ ̓ αὐτῶν ληρήσετε τὰ μὴ ὄντα μηδὲ

45. δέ om *

[ocr errors]
[blocks in formation]

γενησόμενα. ἀλλὰ ταῦτα μὲν οὐκ οἶδ' ὅπως ληρεῖτε, ὀνείροις πιστε οντες, καὶ τὰ κάλλιστα βδελύττεσθε, τοῖς δὲ πονηροῖς ἥδεσθε, μηδὲν ὀνούμενοι τοῦ βδελύγματος. ὥστε ἐάσατε τὰς ἀλλοκότους ταύτας φαντασίας καὶ τὰ πονηρὰ βουλεύματα καὶ μαντεύματα, 5μή που θεὸς ὑμᾶς ἐς κόρακας βάλοι διὰ τὸ τῇ πατρίδι ἐπαρᾶσθαι 27 καὶ λόγους κιβδήλους ἐπιφημίζειν.» οὗτοι δὲ ἅπαντες ἕνα θυμὸν ἔχοντες ἐμοὶ πολλὰ κατεμέμφοντο. καὶ εἰ βούλει, καὶ τάγε προστιθῶ σοι, ἅτινά με καὶ ὡς στήλην ἄναυδον ἔθηκαν, μέχρις ἂν ἡ χρηστή σου λαλιὰ λιθούμενον ἀνέλυσε καὶ ἄνθρωπον ἀπεκατέστησε.

10 ΤΡΙΕΦ. σίγα ὦ Κριτία, καὶ μὴ ὑπερεκτείνῃς τοὺς ὕλλους. ὁρᾷς γαρ ὡς ἐξώγκωταί μου ἡ νηδύς, καὶ ὥσπερ κυοφορῶ· ἐδήχθην γὰρ τοῖς παρὰ σοῦ λόγοις ὡς ὑπὸ κενὸς λυττῶντος. καὶ εἰ μὴ φάρ μακον ληθεδανὸν ἐμπιών ἠρεμήσω, αὕτη ἡ μνήμη οἰκουροῦσα ἐν ἐμοὶ μέγα κακον ἐργάσεται. ὥστε ἔασον τούτους, τὴν εὐχὴν ἀπὸ 15 πατρὸς ἀρξάμενος καὶ τὴν πολυώνυμον ᾠδὴν ἐς τέλος ἐπιθείς. 28 ἀλλὰ τί τοῦτο; οὐχὶ Κλεόλαος οὗτός ἐστιν ὁ τοῖς ποσὶ μακρὰ βιβάς; σπουδῇ δὲ ἥκει καὶ κατέρχεται. μῶν ἐπιφωνήσωμεν αὐτῷ; ΚΡΙΤ. καὶ μάλα.

ΤΡΙΕΦ. Κλεόλας, μή τι παραδράμης γε ποσὶ μηδὲ παρέλθης, 20 ἀλλ ̓ ἐλθὲ χαίρων, εἴ γέ που μῦθον φέρεις.

ΚΛΕΟΛΑΟΣ. χαίρετ' ἄμφω, ὦ καλή ξυνωρίς.

ΤΡΙΕΦ. τίς ἡ σπουδή; ἀσθμαίνεις γὰρ ἐπὶ πολύ. μῶν τι καινὸν πέπρακται;

ΚΛΕΟΔ. πέπτωκεν ὀφρῦς ἡ πάλαι βοωμένη Περσῶν καὶ Σοῦσα 25 κλεινὸν ἄστυ, πέσῃ δ ̓ ἔτι γε πᾶσα χθὼν ̓Αραβίας χειρὶ κρατοῦντος εὐσθενωτάτῳ κράτει.

29 ΚΡΙΤ. τοῦτ ̓ ἐκεῖνο, ὡς ἀεὶ τὸ θεῖον οὐκ ἀμελεῖ τῶν ἀγαθῶν, ἀλλ ̓ αὔξει, ἄγον ἐπὶ τὰ κρείττονα. ἡμεῖς δὲ ὦ Τριεφῶν τὰ κάλλιστα εὑρηκότες ἐσμέν. ἐδυσχέραινον γὰρ ἐν τῇ ἀποβιώσει τί τοῖς 30 τέκνοις καταλιπεῖν ἐπὶ ταῖς διαθήκαις· οἶδας γὰρ τὴν ἐμὴν πενίαν ὡς ἐγὼ τὰ σά. τοῦτο ἀρκεῖ τοῖς παισίν, αἱ ἡμέρα τοῦ αὐτο κράτορος· πλοῦτος γὰρ ἡμᾶς οὐκ ἐκλείψει, καὶ ἔθνος ἡμᾶς οὐ καταπτοήσει.

ΤΡΙΕΦ. κἀγὼ ὦ Κριτία ταῦτα καταλείπω τοῖς τέκνοις, ὡς ἴδωσι 35 Βαβυλῶνα ὀλλυμένην, Αἴγυπτον δουλουμένην, τὰ τῶν Περσῶν τέκνα δούλιον ήμαρ ἄγοντα, τὰς ἐκδρομὰς τῶν Σκυθῶν παυομένας, εἴτ ̓ οὖν καὶ ἀνακοπτομένας. ἡμεῖς δὲ τὸν ἐν ̓Αθήναις ἄγνωστον ἐφευ ρόντες καὶ προσκυνήσαντες, χεῖρας εἰς οὐρανὸν ἐκτείναντες, τούτῳ

[blocks in formation]
« IndietroContinua »