Immagini della pagina
PDF
ePub

417

ΠΕΡΙ ΘΥΣΙΩΝ.

Α μὲν γὰρ ἐν ταῖς υσίαις οἱ μάταιοι πράττουσι καὶ ταῖς ἑορταῖς καὶ ταῖς προσόδοις τῶν θεῶν, καὶ ἃ αἰτοῦσι καὶ ἃ εὔχον ται καὶ ἃ γινώσκουσι περὶ αὐτῶν, οὐκ οἶδ ̓ εἴ τις οὕτω κατηφής ἐστι καὶ λελυπημένος ὅστις οὐ γελάσεται τὴν ἀβελτερίαν ἐπιβλέψας τῶν δρωμένων. καὶ πολύ γε, οἶμαι, πρότερον τοῦ γελᾶν πρὸς ἑαυτὸν ἐξετάσει πότερον εὐσεβεῖς αὐτοὺς χρὴ καλεῖν ἢ τοὐναντίον θεοῖς ἐχθροὺς καὶ κακοδαίμονας, οἵ γε οὕτω ταπεινὸν καὶ ἀγεννὲς τὸ πεῖον ὑπειλήφασιν· ὥστε εἶναι ἀνθρώπων ἐνδεὲς καὶ κολακευόμενον ἥδεσθαι καὶ ἀγανακτεῖν ἀμελούμενον. τὰ γοῦν Αἰτωλικὰ πάθη καὶ τὰς τῶν Καλυδωνίων συμφορὰς καὶ τοὺς τοσούτους φόνους καὶ τὴν ο Μελεάγρου διάλυσιν, πάντα ταῦτα ἔργα φασὶν εἶναι τῆς ̓Αρτέμιδος μεμψιμοιρούσης ὅτι μὴ παρελήφθη πρὸς τὴν θυσίαν ὑπὸ τοῦ Οἰνέως· οὕτως ἄρα βαθέως καθίκετο αὐτῆς ἡ τῶν ἱερείων διαμαρτία. καί μοι δοκῶ ὁρᾶν αὐτὴν ἐν τῷ οὐρανῷ τότε μόνην τῶν ἄλλων θεῶν ἐς Οἰνέως πεπορευμένων, δεινὰ ποιοῦσαν καὶ σχετλιάζουσαν οἵας ἑορτῆς 15 ἀπολειφθήσεται. τοὺς δ ̓ αὖ Αἰθίοπας μακαρίους καὶ τρισευδαίμο-2 νας εἴποι τις ἄν, εἴ γε ἀπομνημονεύοι τὴν χάριν αὐτοῖς ὁ Ζεὺς ἣν ἐν ἀρχῇ τῆς ̔Ομήρου ποιήσεως πρὸς αὐτὸν ἐπεδείξαντο, δώδεκα ἑξῆς ἡμέρας ἑστιάσαντες, καὶ ταῦτα ἐπαγόμενον καὶ τοὺς ἄλλους Θεούς. οὕτως οὐδέν, ὡς ἔοικεν, ἀμισθὶ ποιοῦσιν ὧν ποιοῦσιν, ἀλλὰ 20 πωλοῦσι τοῖς ἀνθρώποις τἀγαθά, καὶ ἔνεστι πρίασθαι παρ' αὐτῶν τὸ μὲν ὑγιαίνειν, εἰ τύχοι, βοιδίου, τὸ δὲ πλουτεῖν βοῶν τεττάρων, τὸ δὲ βασιλεύειν ἑκατόμβης, τὸ δὲ σῶν ἐπανελθεῖν ἐξ ̓Ιλίου ἐς Πύλον ταύρων ἐννέα, καὶ τὸ ἐκ τῆς Αὐλίδος ἐς Ἴλιον διαπλεῦσαι παρθένου βασιλικῆς, ἡ μὲν γὰρ Εκάβη τὸ μὴ ἁλῶναι τὴν πόλιν 25 τότε ἐπρίατο παρὰ τῆς ̓Αθηνᾶς βοῶν δώδεκα καὶ πέπλου, εἰκάζειν δὲ χρὴ πολλὰ εἶναι καὶ ἀλεκτρυόνος· καὶ στεφάνου καὶ λιβανωτοῦ μόνου παρ ̓ αὐτοῖς ὤνια. ταῦτα δέ, οἶμαι, καὶ ὁ Χρύσης ἐπιστά-3 μενος ἅτε ἱερεὺς ὢν καὶ γέρων καὶ τὰ θεῖα σοφός, ἐπειδὴ ἄπρακτος ἀπῄει παρὰ τοῦ ̓Αγαμέμνονος, ὡς ἂν καὶ προδανείσας τῷ ̓Απόλ-30 λωνι τὴν χάριν δικαιολογεῖται καὶ ἀπαιτεῖ τὴν ἀμοιβὴν καὶ μόνον οὐκ ὀνειδίζει, λέγων «ὦ βέλτιστε Απολλον, ἐγὼ μέν σου τὸν νεών τέως ἀστεφάνωτον ὄντα πολλάκις ἐστεφάνωσα, καὶ τοσαῦτά σοι μηρία ταύρων τε καὶ αἰγῶν ἔκαυσα ἐπὶ τῶν βωμῶν· σὺ δ ̓ ἀμελεῖς μου τοιαῦτα πεπονθότος, καὶ παρ ̓ οὐδὲν τίθεσαι τὸν εὐεργέτην. » 35

τοιγαροῦν οὕτω κατεδυσώπησεν αὐτὸν ἐκ τῶν λόγων ὥστε ἁρπασάμενος τὰ τόξα καὶ ὑπὲρ τοῦ ναυστάθμου καθίσας ἑαυτὸν κατετόξευσε τῷ λοιμῷ τοὺς ̓Αχαιοὺς αὐταῖς ἡμιόνοις καὶ κυσίν.

[ocr errors]

4 ἐπεὶ δ ̓ ἅπαξ τοῦ ̓Απόλλωνος ἐμνήσθην, βούλομαι καὶ τἆλλα 5 εἰπεῖν ἃ περὶ αὐτοῦ οἱ σοφοὶ τῶν ἀνθρώπων λέγουσιν, οὐχ ὅσα περὶ τοὺς ἔρωτας ἐδυστύχησεν, οὐδὲ τοῦ Υακίνθου τον φόνον, οὐδὲ τῆς Δάφνης τὴν ὑπεροψίαν, ἀλλ ̓ ὅτι καὶ καταδικασθεὶς ἐπὶ τῷ τῶν Κυκλώπων θανάτῳ κἀξοστρακισθεὶς διὰ τοῦτο ἐκ τοῦ οὐρανοῦ και τεπέμφθη ἐς τὴν γῆν, ἀνθρωπίνῃ χρησόμενος τῇ τύχῃ, ὅτε δὴ καὶ 10 ἐπήτευσεν ἐν Θετταλίᾳ παρ' ̓Αδμήτῳ καὶ ἐν Φρυγίᾳ παρὰ Λαομέδοντι, παρὰ τούτῳ μέν γε οὐ μόνος ἀλλὰ μετὰ τοῦ Ποσειδῶνος, ἀμφότεροι πλινθεύοντες ὑπ ̓ ἀπορίας καὶ ἐργαζόμενοι ἐς τὸ τεῖχος· καὶ οὐδ ̓ ἐντελῆ τὸν μισθὸν ἐκομίσαντο παρὰ τοῦ Φρυγός, ἀλλὰ προσώφειλεν αὐτοῖς πλέον ἢ τριάκοντά, φασι, δραχμὰς Τρωικάς.

5

[ocr errors]

ἢ γὰρ οὐ ταῦτα σεμνολογοῦσιν οἱ ποιηταὶ περὶ τῶν θεῶν, καὶ πολὺ τούτων ἱερώτερα, περί τε ̔Ηφαίστου καὶ Προμηθέως καὶ Κρόνου καὶ Ρέας καὶ σχεδὸν ὅλης τῆς τοῦ Διὸς οἰκίας; καὶ ταῦτα παρακαλέσαντες τὰς μούσας συνῳδοὺς ἐν ἀρχῇ τῶν ἐπῶν, ὑφ ̓ δὴ ἔνθεοι γενόμενοι, ὡς τὸ εἰκός, ᾄδουσιν ὡς ὁ μὲν Κρόνος, ἐπειδὴ 20 τάχιστα ἐξέτεμε τὸν πατέρα τὸν Οὐρανόν, ἐβασίλευσέ τε ἐν αὐτῷ καὶ τὰ τέκνα κατήσθιεν ὥσπερ ὁ ̓Αργεῖος Θυέστης ὕστερον, ὁ δὲ Ζεὺς κλαπεὶς ὑπὸ τῆς Ρέας ὑποβαλομένης τὸν λίθον, ἐς τὴν Κρή την ἐκτεπεὶς ὑπ ̓ αἰγὸς ἀνετράφη καθάπερ ὁ Τήλεφος ὑπ ̓ ἐλάφου καὶ ὁ Πέρσης Κῦρος ὁ πρότερος ὑπὸ κυνός, εἶτ ̓ ἐξελάσας τὸν παστέρα καὶ ἐς τὸ δεσμωτήριον καταβαλὼν αὐτὸς ἔσχε τὴν ἀρχήν. ἔγημε δὲ πολλὰς μὲν καὶ ἄλλας, ὑστάτην δὲ τὴν Ἥραν τὴν ἀδελ‐ φήν, κατὰ τοὺς Περσῶν τοῦτο καὶ ̓Ασσυρίων νόμους. ἐρωτικὸς δὲ ὢν καὶ ἐς τὰ ἀφροδίσια κεχυμένος ῥᾳδίως ἐνέπλησε παίδων τὸν οὐρανόν, τοὺς μὲν ἐξ ὁμοτίμων ποιησάμενος, ἐνίους δὲ καὶ νόμους 30 ἐκ τοῦ θνητοῦ καὶ ἐπιγείου γένους, ἄρτι μὲν ὁ γεννάδας γινόμενος χρυσίον, ἄρτι δὲ ταῦρος ἢ κύκνος ἢ ἀετός, καὶ ὅλως ποικιλώτερος αὐτοῦ Πρωτέως. μόνην δὲ τὴν ̓Αθηνῶν ἔφυσεν ἐκ τῆς ἑαυτοῦ κεφαλῆς, ὑπ ̓ αὐτὸν ἀτεχνῶς τὸν ἐγκέφαλον συλλαβών· τὸν μὲν γὰρ Διόνυσον ἡμιτελῆ, φασίν, ἐκ τῆς μητρὸς ἔτι καομένης ἁρπάσας ἐν 35 τῷ μηρῷ φέρων κατώρυξε, κᾆτα ἐξέτεμε τῆς ὠδῖνος ἐνστάσης. 6 ὅμοια δὲ τούτοις καὶ περὶ τῆς Ἥρας ᾄδουσιν, ἄνευ τῆς πρὸς τὸν ἄνδρα ὁμιλίας ὑπηνέμιον αὐτὴν παῖδα γεννῆσαι τὸν Ἥφαιστον, οὐ μάλα εὐτυχῆ τοῦτον ἀλλὰ βάναυσον καὶ χαλκέα καὶ πυρίτην, ἐν καπνῷ τὸ πᾶν βιοῦντα καὶ σπινθήρων ἀνάπλεων οἷα δὴ καμινευτήν, καὶ οὐδὲ ἄρτιον τὼ πόδε· χωλευθῆναι γὰρ αὐτὸν ἀπὸ τοῦ πτώματος,

[ocr errors]

ὁπότε ἐρρίφη ὑπὸ τοῦ Διὸς ἐξ οὐρανοῦ· καὶ εἴ γε μὴ οἱ Λήμνιοι καλῶς ποιοῦντες ἔτι φερόμενον αὐτὸν ὑπεδέξαντο, κἂν ἐτεθνήκει ἡμῖν ὁ Ηφαιστος ὥσπερ ὁ ̓Αστυάναξ ἀπὸ τοῦ πύργου καταπεσών. καίτοι τὰ μὲν Ηφαίστου μέτρια· τὸν δὲ Προμηθέα τίς οὐκ οἶδεν οἷα ἔπαθε, διότι καθ ̓ ὑπερβολὴν φιλάνθρωπος ἦν; καὶ γὰρ αὖ καὶ τοῦτον ἐς τὴν Σκυθίαν ἀγαγὼν ὁ Ζεὺς ἀνεσταύρωσεν ἐπὶ τοῦ Καυ κάσου, καὶ τὸν ἀετὸν αὐτῷ παρακαταστήσας τὸ ἧπαρ ὁσημέραι κολάψοντα. οὗτος μὲν οὖν ἐξετέλεσε τὴν καταδίκην, ἡ Ῥέα δέ7 (χρὴ γὰρ ἴσως καὶ ταῦτα εἰπεῖν) πῶς οὐκ ἀσχημονεῖ καὶ δεινὰ ποιεῖ γραῦς μὲν ἤδη καὶ ἔξωρος οὖσα καὶ τοσούτων μήτηρ θεῶν, παιδε-10 ραστοῦσα δ ̓ ἔτι καὶ ζηλοτυποῦσα καὶ τὸν ̓́Αττιν ἐπὶ τῶν λεόντων περιφέρουσα, καὶ ταῦτα μηκέτι χρήσιμον εἶναι δυνάμενον; ὥστε πῶς ἂν ἔτι μέμφοιτό τις ἢ τῇ ̓Αφροδίτῃ ὅτι μοιχεύεται, ἢ τῇ σελήνῃ πρὸς τὸν ̓Ενδυμίωνα κατιούσῃ πολλάκις ἐκ μέσης τῆς ὁδοῦ;

φέρε δὲ ἤδη τούτων ἀφέμενοι τῶν λόγων ἐς αὐτὸν ἀνέλθωμεν τὸν οὐρανόν, ποιητικῶς ἀναπτάμενοι κατὰ τὴν αὐτὴν ̔Ομήρῳ καὶ Ησιόδῳ ὁδόν, καὶ θεασώμεθα ὅπως ἕκαστον διακεκόσμηται τῶν ἄνω. καὶ ὅτι μὲν χαλκοῦς ἐστὶ τὰ ἔξω, καὶ πρὸ ἡμῶν τοῦ ̔Ομήρου λέγοντος ἠκούσαμεν· ὑπερβάντι δὲ καὶ ἀνακύψαντι μικρὸν ἐς τὸ ἄνω, καὶ ἀτεχνῶς ἐπὶ τοῦ νώτου γενομένῳ, φῶς τε λαμπρότερον φαίνεται 20 καὶ ἥλιος καθαρώτερος καὶ ἄστρα διαυγέστερα και χρυσοῦν τὸ δάπεδον καὶ τὸ πᾶν ἡμέρα. ἐσιόντων δὲ πρῶτον μὲν οἰκοῦσιν αἱ ὧραι (πυλωροῦσι γάρ), ἔπειτα δ ̓ ἡ Ἶρις καὶ ὁ Ἑρμῆς ὄντες ὑπηρέται καὶ ἀγγελιαφόροι τοῦ Διός, ἑξῆς δὲ τοῦ ̔Ηφαίστου τὸ χαλκεῖον ἀνάμεστον ἁπάσης τέχνης, μετὰ δὲ αἱ τῶν θεῶν οἰκίαι καὶ τοῦ 25 Διὸς τὰ βασίλεια, ταῦτα πάντα περικαλλῆ τοῦ ̔Ηφαίστου κατασκευάσαντος. οἱ δὲ πεοὶ πὰρ Ζηνί καθήμενοι (πρέπει γάρ, οἶμαι, 9 ἄνω ὄντα μεγαληγορεῖν) ἀποσκοποῦσιν ἐς τὴν γῆν, καὶ πάντῃ περιβλέπουσιν ἐπικύπτοντες, εἴ ποθεν ὄψονται πῦρ ἀναπτόμενον ἢ ἀναφερομένην κνῖσαν ἑλισσομένην περὶ καπνῷ. κἂν μὲν δύῃ τις, εύω-30 χοῦνται πάντες ἐπικεχηνότες τῷ καπνῷ καὶ τὸ αἷμα πίνοντες τοῖς βωμοῖς προσχεόμενον ὥσπερ αἱ μυῖαι· ἦν δ ̓ οἰκοσιτῶσι, νέκταρ καὶ ἀμβροσία τὸ δεῖπνον. πάλαι μὲν οὖν καὶ ἄνθρωποι συνειστιῶντο καὶ συνέπινον αὐτοῖς, ὁ ̓Ιξίων καὶ ὁ Τάνταλος· ἐπεὶ δὲ ἦσαν ὑβρι σταὶ καὶ λάλοι, ἐκεῖνοι μὲν ἔτι καὶ νῦν κολάζονται, ἄβατος δὲ τῷ35 θνητῷ γένει καὶ ἀπόρρητος ὁ οὐρανός.

τοιοῦτος ὁ βίος τῶν θεῶν. τοιγαροῦν καὶ οἱ ἄνθρωποι συνωδά 10 τούτοις καὶ ἀκόλουθα περὶ τὰς θρησκείας ἐπιτηδεύουσιν. καὶ πρῶτον μὲν ὕλας ἀπετέμοντο καὶ ὄρη ἀνέθεσαν καὶ ὄρνεα καθιέρωσαν καὶ φυτὰ ἐπεφήμισαν ἑκάστῳ θεῷ, μετὰ δὲ νειμάμενοι κατὰ ἔθνη σε 10

βουσι καὶ πολίτας αὑτῶν ἀποφαίνουσιν, ὁ μὲν Δελφὸς τὸν ̓Απόλλω καὶ ὁ Δήλιος, ὁ δ ̓ ̓Αθηναῖος τὴν ̓Αθηνῶν (μαρτυρεῖται γοῦν τὴν οἰκειότητα τῷ ὀνόματι), καὶ τὴν Ἥραν ὁ ̓Αργεῖος καὶ ὁ Μυγδόνιος τὴν Ῥέαν καὶ τὴν ̓Αφροδίτην ὁ Πάφιος. οἱ δ ̓ αὖ Κρῆτες οὐ 5 γενέσθαι παρ ̓ αὑτοῖς οὐδὲ τραφῆναι μόνον τὸν Δία λέγουσιν, ἀλλὰ καὶ τάφον αὐτοῦ δεικνύουσιν. καὶ ἡμεῖς ἄρα τοσοῦτον ἠπατώμεθα χρόνον, οἰόμενοι τὸν Δία βροντᾶν τε καὶ ὕειν καὶ τἆλλα πάντα ἐπιτελεῖν· ὃ δὲ ἐλελήθει πάλαι τεθνεώς, παρὰ Κρησὶ τεθαμμένος. 11 ἔπειτα δὲ ναοὺς ἐγείραντες, ἵν ̓ αὐτοῖς μὴ ἄοικοι μηδὲ ἀνέστιοι 10 δῆθεν ὦσιν, εἰκόνας αὐτοῖς ἀπεικάζουσι, παρακαλέσαντες ἢ Πραξι τέλην ἢ Πολύκλειτον ἢ Φειδίαν. οἳ δ ̓ οὐκ οἶδ' ὅπου ἰδόντες ἀναπλάττουσι γενειάτην μὲν τὸν Δία, παῖδα δ ̓ ἐσαεὶ τὸν ̓Απόλλωνα, καὶ τὸν Ἑρμῆν ὑπηνήτην καὶ τὸν Ποσειδῶνα κυανοχαίτην, καὶ γλαυ κῶπιν τὴν ̓Αθηνῶν. ὅμως δ ̓ οὖν οἱ παριόντες ἐς τὸν νεών οὔτε τὸν ἐξ 15 Ινδῶν ἐλέφαντα ἔτι οἴονται ὁρᾶν οὔτε τὸ ἐκ τῆς Θρᾴκης μεταλλευθἐν χρυσίον, ἀλλ ̓ αὐτὸν τὸν Κρόνου καὶ Ῥέας ἐς τὴν γῆν ὑπὸ Φειδίου μετῳκισμένον καὶ τὴν Πισαίων ἐρημίαν ἐπισκοπεῖν κεκελευσμένον, ἀγαπῶντα εἰ διὰ πέντε ὅλων ἐτῶν θύσει τις αὐτῷ πάρεργον Ολυμ12 πίων. Δέμενοι δὲ βωμοὺς καὶ προρρήσεις καὶ περιρραντήρια, προσά20 γουσι τὰς θυσίας, βοῦν μὲν ἀρετῆρα ὁ γεωργός, ἄρνα δὲ ὁ ποιμὴν င် καὶ αἶγα ὁ αἰπόλος, ὃ δέ τις λιβανωτὸν ἢ πόπανον· ὁ δὲ πένης ἱλάσατο τὸν Θεὸν φιλήσας μόνον τὴν αὑτοῦ δεξιάν. ἀλλ ̓ οἵ γε θύοντες (ἐπ ̓ ἐκείνους γὰρ ἐπάνειμι) στεφανώσαντες τὸ ζῶον, καὶ πολύ γε πρότερον ἐξετάσαντες εἰ ἐντελὲς εἴη, ἵνα μηδὲ τῶν ἀχρήστων 25 τι κατασφάττωσι, προσάγουσι τῷ βωμῷ καὶ φονεύουσιν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, γοερόν τι μυκώμενον καὶ ὡς τὸ εἰκὸς εὐφημοῦν, καὶ ἡμίφωνον ἤδη τῇ ουσίᾳ ἐπαυλοῦν. τίς οὐκ ἂν εἰκάσειεν ἥδεσθαι 13 ταῦθ ̓ ὁρῶντας τοὺς θεούς; καὶ τὸ μὲν πρόγραμμά φησι μὴ παριέναι εἴσω τῶν περιρραντηρίων ὅστις μὴ καθαρός ἐστι τὰς χεῖρας· ὁ 30 δ ̓ ἱερεὺς αὐτὸς ἕστηκεν ἡμαγμένος καὶ ὥσπερ ὁ Κύκλωψ ἐκεῖνος ἀνατέμνων καὶ τὰ ἔγκατα ἐξαίρων καὶ καρδιουλκῶν καὶ τὸ αἷμα τῷ βωμῷ περιχέων καὶ τί γὰρ οὐκ εὐσεβὲς ἐπιτελῶν· ἐπὶ πᾶσι δὲ πῦρ ἀνακαύσας ἐπέθηκε φέρων αὐτῇ δορᾷ τὴν αἶγα καὶ αὐτοῖς ἐρίοις τὸ πρόβατον, ἡ δὲ κνῖσα Θεσπέσιος καὶ ἱεροπρεπής χωρεῖ 3; ἄνω καὶ ἐς αὐτὸν τὸν οὐρανὸν ἠρέμα διασκίδναται. ὁ μέν γε Σκύθης καὶ πάσας τὰς θυσίας ἀφεὶς καὶ ἡγησάμενος ταπεινάς, αὐτοὺς τοὺς ἀνθρώπους τῇ ̓Αρτέμιδι παρίστησι, καὶ οὕτω ποιῶν ἀρέσκει τὴν θεόν.

14

ταῦτα μὲν δὴ ἴσως μέτρια, καὶ τὰ ὑπ ̓ ̓Ασσυρίων γινόμενα 40 καὶ ὑπὸ Φρυγῶν καὶ Λυδῶν· ἢν δ ̓ ἐς τὴν Αἴγυπτον ἔλθῃς, τότε

δὴ τότε ὄψει πολλά τε καὶ σεμνὰ καὶ ὡς ἀληθῶς ἄξια τοῦ οὐρα νοῦ, κριοπρόσωπον μὲν τὸν Δία, κυνοπρόσωπον δὲ τὸν βέλτιστον Ἑρμῆν, καὶ τὸν Πᾶνα ὅλον τράγον, καὶ ἶβίν τινα καὶ κροκόδειλον ἕτερον καὶ πίθηκον. εἰ δ ̓ ἐπέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ ̓ εὖ εἰδῆς, ἀκούσῃ πολλῶν σοφιστῶν καὶ γραμματέων καὶ προφητῶν ἐξυρημένων διηγουμένων (πρότερον δέ, φησὶν ὁ λόγος, θύρας δ ̓ ἐπίθεσθε βέβηλοι) ὡς ἄρα ὑπὸ τῶν πολεμίων καὶ τῶν γιγάντων τὴν ἐπανάστασιν οἱ θεοὶ φοβηθέντες ἧκον ἐς τὴν Αἴγυπτον ὡς δὴ ἐνταῦθα λησόμενοι τοὺς πολεμίους, εἶν ̓ ὁ μὲν αὐτῶν ὑπέου τράγον ὁ δὲ κριὸν ὑπὸ τοῦ δέους, ὁ δὲ ηρίον ἢ ὄρνεον· διὸ δὴ εἰσέτι καὶ το νῦν φυλάττεσθαι τὰς τότε μορφὰς τοῖς θεοῖς. ταῦτα γὰρ ἀμέλει ἐν τοῖς ἀδύτοις ἀπόκειται γραφέντα πρὶν ἢ πρὸ ἐτῶν μυρίων. αἱ 15 δὲ θυσίαι καὶ παρ ̓ ἐκείνοις αἱ αὐταί, πλὴν ὅτι πενθοῦσι τὸ ἱερεῖον καὶ κόπτονται περιστάντες ἤδη πεφονευμένον· οἱ δὲ καὶ θάπτουσι μόνον ἀποσφάξαντες. ὁ μὲν γὰρ "Απις ὁ μέγιστος αὐτοῖς Θεὸς ἐὰνικ ἀποθάνῃ, τίς οὕτω περὶ πολλοῦ ποιεῖται τὴν κόμην ὅστις οὐκ ἀπεξύρησε καὶ ψιλὸν ἐπὶ τῆς κεφαλῆς τὸ πένθος ἐπεδείξατο, κἂν τὸν Νίσου ἔχῃ πλόκαμον τὸν πορφυροῦν; ἔστι δὲ ὁ ̓Απις ἐξ ἀγέλης Θεός, ἐπὶ τῷ προτέρω χειροτονούμενος, πολὺ καλλίων καὶ σεμνότερος τῶν ἰδιωτῶν βοῶν.

ταῦτα οὕτω γινόμενα καὶ ὑπὸ τῶν πολλῶν πιστευόμενα δεῖσθαί μοι δοκεῖ τοῦ μὲν ἐπιτιμήσοντος οὐδενός, Ηρακλείτου δέ τινος ἢ Δημοκρίτου, τοῦ μὲν γελασομένου τὴν ἄγνοιαν αὐτῶν, τοῦ δὲ τὴν ἄνοιαν ὀδυρουμένου.

20

ΠΕΡΙ ΤΟΥ ΜΗ ΠΑΙΔΙΩΣ ΠΙΣΤΕΥΕΙΝ ΔΙΑΒΟΛΗΙ.

Δεινόν γε ἡ ἄγνοια, καὶ πολλῶν κακῶν ἀνθρώποις αἰτία, ὥσπερ 25 ἀχλύν τινα καταχέουσα τῶν πραγμάτων καὶ τὴν ἀλήθειαν ἀμαυροῦσα καὶ τὸν ἑκάστου βίον ἐπηλυγάζουσα. ἐν σκότῳ γοῦν πλανωμένοις πάντες ἐοίκαμεν, μᾶλλον δὲ τυφλοῖς ὅμοια πεπόνθαμεν, τῷ μὲν προσπταίοντες ἀλόγως, τὸ δ ̓ ὑπερβαίνοντες οὐδὲν δέον, καὶ τὸ μὲν πλησίον καὶ παρὰ πόδας οὐχ ὁρῶντες, τὸ δὲ πόρρω καὶ πάμ-30 πολυ διεστηκὸς ὡς ἐνοχλοῦν δεδιότες, καὶ ὅλως ἐφ ̓ ἑκάστου τῶν πραττομένων οὐ διαλείπομεν τὰ πολλὰ ὀλισθαίνοντες. τοιγάρτοι μυρίας ἤδη τοῖς τραγῳδοδιδασκάλοις ἀφορμὰς εἰς τὰ δράματα τὸ τοιοῦτο παρέσχηται, τοὺς Λαβδακίδας καὶ τοὺς Πελοπίδας καὶ τὰ

« IndietroContinua »