Immagini della pagina
PDF
ePub
[ocr errors]

τούτοις παραπλήσια· σχεδὸν γὰρ τὰ πλεῖστα τῶν ἐν τῇ σκηνῇ ἀναβαινόντων κακῶν εὕροι τις ἂν ὑπὸ τῆς ἀγνοίας καθάπερ ὑπὸ τραγικοῦ τινὸς δαίμονος κεχορηγημένα. λέγω δὲ καὶ ἐς τὰ ἄλλα μὲν ἀποβλέπων, μάλιστα δὲ ἐς τὰς οὐκ ἀληθεῖς κατὰ τῶν συνήθων καὶ 5 φίλων διαβολάς, ὑφ ̓ ὧν ἤδη καὶ οἶκοι ἀνάστατοι γεγόνασι καὶ πόλεις ἄρδην ἀπολώλασι, πατέρες τε κατὰ παίδων ἐξεμάνησαν καὶ ἀδελφοὶ κατὰ τῶν ὁμογενῶν καὶ παῖδες κατὰ τῶν γειναμένων καὶ ἐρασταὶ κατὰ τῶν ἐρωμένων. πολλαὶ δὲ καὶ φιλίαι συνεκόπησαν καὶ οἶκοι 2 συνεχύθησαν ὑπὸ τῆς κατὰ τὰς διαβολὰς πιθανότητος. ἵν ̓ οὖν ὡς 10 ἥκιστα περιπίπτωμεν αὐταῖς, ὑποδεῖξαι βούλομαι τῷ λόγῳ, καθάπερ ἐπί τινος γραφῆς, ὁποῖόν τί ἐστιν ἡ διαβολὴ καὶ πόθεν ἄρχεται καὶ ὁποῖα ἐργάζεται. μᾶλλον δὲ ̓Απελλῆς ὁ ̓Εφέσιος πάλαι ταύτην င် προύλαβε τὴν εἰκόνα. καὶ γὰρ αὖ καὶ οὗτος διαβληθεὶς πρὸς τὸν Πτολεμαῖον ὡς μετεσχηκὼς Θεοδότᾳ τῆς συνωμοσίας ἐν Τύρῳ င် 15 δὲ ̓Απελλῆς οὐχ ἑωράκει ποτὲ τὴν Τύρον, οὐδὲ τὸν Θεοδόταν ὅστις ἦν ἐγίνωσκεν, ἢ κατ ̓ ὅσον ἤκουε Πτολεμαίου τινὰ ὕπαρχον εἶναι, τὰ κατὰ τὴν Φοινίκην ἐπιτετραμμένον· ἀλλ ̓ ὅμως τῶν ἀντιτέχνων τις ̓Αντίφιλος τοὔνομα, ὑπὸ φθόνου τῆς παρὰ βασιλεῖ τιμῆς καὶ τῆς κατὰ τὴν τέχνην ζηλοτυπίας, κατεῖπεν αὐτοῦ πρὸς τὸν Πτολε20μαῖον ὡς εἴη κεκοινωνηκώς τῶν ὅλων, καὶ ὡς θεάσαιτό τις αὐτὸν ἐν Φοινίκῃ συνεστιώμενον Θεοδότᾳ καὶ παρ ̓ ὅλον τὸ δεῖπνον πρὸς τὸ οὖς αὐτῷ κοινολογούμενον, καὶ τέλος ἀπέφηνε τὴν Τύρου ἀπόστασιν καὶ τὴν Πηλουσίου κατάληψιν ἐκ τῆς ̓Απελλού συμβουλῆς 3 γεγονέναι. ὁ δὲ Πτολεμαῖος ὡς ἂν καὶ τἆλλ ̓ οὐ πάνυ φρενήρης τις 25 ὢν ἀλλ ̓ ἐν κολακείᾳ δεσποτικῇ τεθραμμένος, οὕτως ἐξεκαύθη καὶ συνεταράχθη πρὸς τῆς παραδόξου ταύτης διαβολῆς ὥστε μηδὲν τῶν εἰκότων λογισάμενος, μηδ' ὅτι ἀντίτεχνος ἦν ὁ διαβάλλων, μηδ' ὅτι μικρότερος ἢ κατὰ τηλικαύτην προδοσίαν ζωγράφος, καὶ ταῦτα εὖ πεπονθὼς ὑπ' αὐτοῦ καὶ παρ ̓ ὁντινοῦν τῶν ὁμοτέχνων τετιμημένος, 30 ἀλλ ̓ οὐδὲ τὸ παράπαν εἰ ἐξέπλευσεν ̓Απελλῆς ἐς Τύρον ἐξετάσας, εὐθὺς ἕαδε μηνίειν καὶ βοῆς ἐνεπίμπλα τὰ βασίλεια, τὸν ἀχάριστον κεκραγὼς καὶ τὸν ἐπίβουλον καὶ συνωμότην. καὶ εἴ γε μὴ τῶν συνειλημμένων τις, ἀγανακτήσας ἐπὶ τῇ τοῦ ̓Αντιφίλου ἀναισχυντίᾳ καὶ τὸν ἄθλιον ̓Απελλῆν κατελεήσας, ἔφη μηδενὸς αὑτοῖς κεκοινω 35 νηκέναι τὸν ἄνθρωπον, ἀπετέτμητο ἂν τὴν κεφαλὴν καὶ παραπολε4λαύκει τῶν ἐν Τύρῳ κακῶν, οὐδὲν αὐτὸς αἴτιος γεγονώς. ὁ μὲν οὖν Πτολεμαῖος οὕτω λέγεται αἰσχυνθῆναι ἐπὶ τοῖς γεγονόσιν ὥστε τὸν μὲν ̓Απελλῆν ἑκατὸν ταλάντοις ἐδωρήσατο, τὸν δὲ ̓Αντίφιλον δουλεύειν αὐτῷ παρέδωκεν· ὁ δὲ ̓Απελλῆς, ὧν παρεκινδύνευσε μεμνη5 μένος, τοιᾷδέ τινι εἰκόνι ήμύνατο τὴν διαβολήν. ἐν δεξιᾷ τις ἀνὴρ

κάθηται τὰ ὦτα παμμεγέθη ἔχων, μικροῦ δεῖν τοῖς τοῦ Μίδου προσεοικότα, τὴν χεῖρα προτείνων πόρρωθεν ἔτι προσιούσῃ τῇ διαβολῇ. περὶ δὲ αὐτὸν ἑστᾶσι δύο γυναῖκες, ἄγνοιά μοι δοκεῖ καὶ ὑπόληψις· ἑτέρωθεν δὲ προσέρχεται ἡ διαβολή, γύναιον ἐς ὑπερβολὴν πάγκαλον, ὑπόθερμον δὲ καὶ παρακεκινημένον οἷον δὴ τὴν λύτταν καὶ τὴν ὀργὴν δεικνύουσα, τῇ μὲν ἀριστερᾷ δᾷδα καιομένην ἔχουσα, τῇ ἑτέρᾳ δὲ νεανίαν τινὰ τῶν τριχῶν σύρουσα, τὰς χεῖρας ὀρέγοντα εἰς τὸν οὐρανὸν καὶ μαρτυρόμενον τοὺς θεούς. ἡγεῖται δὲ ἀνὴρ ὠχρὸς καὶ ἄμορφος, ὀξὺ δεδορκὼς καὶ ἐοικὼς τοῖς ἐκ νόσου μακρᾶς κατεσκληκόσιν· τοῦτον οὖν εἶναι τὸν φθόνον ἄν τις εἰκάσειεν. καὶ το μὴν καὶ ἄλλαι τινές δύο παρομαρτοῦσι, προτρέπουσαι καὶ περιστέλ λουσαι καὶ κατακοσμοῦσαι τὴν διαβολήν· ὡς δέ μοι καὶ ταύτας ἐμήνυσεν ὁ περιηγητὴς τῆς εἰκόνος, ἡ μὲν ἐπιβουλή τις ἦν ἡ δὲ ἀπάτη. κατόπιν δὲ ἠκολούθει πάνυ πενθικῶς τις ἐσκευασμένη, μελανείμων καὶ κατεσπαραγμένη, μετάνοια δὲ καὶ αὕτη ἐλέγετο 15 ἐπεστρέφετο γοῦν ἐς τοὐπίσω δακρύουσα, καὶ μετ ̓ αἰδοῦς πάνυ τὴν ἀλήθειαν προσιοῦσαν ὑπέβλεπεν.

οὕτω μὲν οὖν ̓Απελλῆς τὸν ἑαυτοῦ κίνδυνον ἐπὶ τῆς γραφῆς ἐμιμήσατο· φέρε δὲ καὶ ἡμεῖς, εἰ δοκεῖ, κατὰ τὴν τοῦ ̓Εφεσίου 6 ζωγράφου τέχνην διέλθωμεν τὰ προσόντα τῇ διαβολῇ, πρότερόν γε 20 ὅρῳ τινὶ περιγράψαντες αὐτήν· οὕτω γὰρ ἂν ἡμῖν ἡ εἰκὼν γένοιτο φανερωτέρα. ἔστι τοίνυν διαβολὴ κατηγορία τις ἐξ ἐρημίας γινομένη, τὸν κατηγορούμενον λεληθυῖα, ἐκ τοῦ μονομεροῦς ἀναντιλέκτως πεπιστευμένη. τοιαύτη μὲν ἡ ὑπόθεσις τοῦ λόγου· τριῶν δ ̓ ὄντων προσώπων καθάπερ ἐν ταῖς κωμῳδίαις, τοῦ διαβάλλοντος καὶ τοῦ 25 διαβαλλομένου καὶ τοῦ πρὸς ὃν ἡ διαβολὴ γίνεται, κατ ̓ ἕκαστον αὐτῶν ἐπισκοπήσωμεν οἷα εἰκὸς εἶναι τὰ γινόμενα. πρῶτον μὲν δή, 7 εἰ δοκεῖ, παραγάγωμεν τὸν πρωταγωνιστὴν τοῦ δράματος, λέγω δὲ τὸν ποιητὴν τῆς διαβολῆς. οὗτος δὲ δὴ ὡς μὲν οὐκ ἀγαθὸς ἄν Ωρωπός ἐστι, πᾶσιν, οἶμαι, γνώριμον· οὐδεὶς γὰρ ἂν ὢν ἀγαθὸς κακῶν αἴτιος γένοιτο τῷ πλησίον, ἀλλ ̓ ἔστιν ἀγαθῶν ἀνδρῶν, ἀφ ̓ ὧν εὖ ποιοῦσιν αὐτοὶ τοὺς φίλους, οὐκ ἀφ ̓ ὧν τοὺς ἄλλους ἀδι κοῦντες αἰτιῶνται καὶ μισεῖσθαι παρασκευάζουσιν, εὐδοκιμεῖν, δόξαν εὐνοίας προσλαβόντας. ἔπειτα δὲ ὡς ἄδικος ὁ τοιοῦτος καὶ παρά-8 νομός ἐστι καὶ ἀσεβὴς καὶ τοῖς χρωμένοις ἐπιζήμιος, ῥᾴδιον κατα-35 μαθεῖν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειε τὴν μὲν ἰσότητα ἐν ἅπαντι καὶ τὸ μηδὲν πλέον δικαιοσύνης ἔργα εἶναι, τὸ δὲ ἄνισόν τε καὶ πλεονεκτικὸν ἀδικίας; ὁ δὲ τῇ διαβολῇ κατὰ τῶν ἀπόντων λάθρα

[blocks in formation]
[ocr errors]

χρώμενος πῶς οὐ πλεονέκτης ἐστίν, ὅλον τὸν ἀκροατὴν σφετεριζόμενος, καὶ προκαταλαμβάνων αὐτοῦ τὰ ὦτα καὶ ἀποφράττων, καὶ τῷ δευτέρῳ λόγῳ παντελῶς ἄβατα κατασκευάζων αὐτά, ὑπὸ τῆς διαβολῆς προεμπεπλησμένα; ἐσχάτης ἀδικίας τὸ τοιοῦτον, ὡς φαῖεν 5ἂν καὶ οἱ ἄριστοι τῶν νομοθετῶν, οἷον ὁ Σόλων καὶ ὁ Δράκων, ἔνορκον ποιησάμενοι τοῖς δικασταῖς τὸ ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι καὶ τὸ τὴν εὔνοιαν ἴσην τοῖς κρινομένοις ἀπονέμειν, ἄχρι ἂν ὁ τοῦ δευτέρου λόγος παρατεθεὶς θατέρου χείρων ἢ ἀμείνων φανῇ. πρὶν δέ γε ἀντεξετάσαι τὴν ἀπολογίαν τῇ κατηγορίᾳ, παντελῶς ἀσεβῆ 10 καὶ ἀνόσιον ἡγήσαντο ἔσεσθαι τὴν κρίσιν. καὶ γὰρ ἂν καὶ αὐτοὺς ἀγανακτῆσαι τοὺς θεοὺς εἴποιμεν, εἰ τῷ μὲν κατηγόρῳ μετ ̓ ἀδείας ἃ θέλει λέγειν ἐπιτρέποιμεν, ἀποφράξαντες δὲ τῷ κατηγορουμένῳ τὰ ὦτα ἢ τῷ στόματι σιωπῶντες καταψηφιζοίμεθα τῷ προτέρῳ λόγῳ κεχειρωμένοι. ὥστε οὐ κατὰ τὸ δίκαιον καὶ τὸ νόμιμον καὶ 15 τὸν ὅρκον τὸν δικαστικὸν φαίη τις ἂν γίνεσθαι τὰς διαβολάς. εἰ δέ τῷ μὴ ἀξιόπιστοι δοκοῦσιν οἱ νομοθέται, παραινοῦντες οὕτω δικαίας καὶ ἀμερεῖς ποιεῖσθαι τὰς κρίσεις, ποιητήν μοι δοκῶ τὸν ἄριστον ἐπάγειν τῷ λόγῳ, εὖ μάλα περὶ τούτων ἀποφηνάμενον, μᾶλλον δὲ νομοθετήσαντα. φησὶ δὲ «μήτε δίκην δικάσῃς πρὶν 20 ἀμφοῖν μῦθον ἀκούσῃς.» ἠπίστατο γάρ, οἶμαι, καὶ οὗτος ὡς πολλῶν ὄντων ἐν τῷ βίῳ ἀδικημάτων οὐδὲν ἄν τις εὕροι χεῖρον οὐδέ ἀδικώτερον ἢ ἀκρίτους τινὰς καὶ ἀμοίρους λόγων καταδεδικάσθαι· ὅπερ ἐξ ἅπαντος ὁ διαβάλλων ἐπιχειρεῖ ποιεῖν, ἄκριτον ὑπάγων τὸν διαβαλλόμενον τῇ τοῦ ἀκούοντος ὀργῇ, καὶ τὴν ἀπολογίαν τῷ λα9 Ωραίῳ τῆς κατηγορίας παραιρούμενος. καὶ γὰρ ἀπαρρησίαστος καὶ δειλὸς ἅπας ὁ τοιοῦτος ἄνθρωπος, οὐδὲν ἐς τοὐμφανὲς ἄγων, ἀλλ ̓ ὥσπερ οἱ λοχῶντες ἐξ ἀφανοῦς πολὲν τοξεύων, ὡς μηδὲ ἀντιτάξασθαι δυνατὸν εἶναι μηδὲ ἀνταγωνίσασθαι, ἀλλ ̓ ἐν ἀπορίᾳ καὶ ἀγνοίᾳ τοῦ πολέμου διαφθείρεσθαι. ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν 30 γιὲς τοὺς διαβάλλοντας λέγειν, ἐπεὶ εἴ τίς γε τἀληθῆ κατηγοροῦντι ἑαυτῷ συνεπίσταται, οὗτος, οἶμαι, καὶ ἐς τὸ φανερὸν ἐλέγχει καὶ διευθύνει καὶ ἀντεξετάζει τῷ λόγῳ, ὥσπερ οὐδεὶς ἂν ἐκ τοῦ προφανοῦς νικᾶν δυνάμενος ἐνέδρᾳ ποτὲ καὶ ἀπάτῃ χρήσαιτο κατὰ 10 τῶν πολεμίων. ἴδοι δ ̓ ἄν τις τοὺς τοιούτους μάλιστα ἔν τε βασι 35 λέων αὐλαῖς καὶ περὶ τὰς τῶν ἀρχόντων καὶ δυναστευόντων φιλίας εὐδοκιμοῦντας, ἔνθα πολὺς μὲν ὁ φθόνος, μυρίαι δὲ ὑπόνοιαι, πάμπολλαι δὲ κολακειῶν καὶ διαβολῶν ὑποθέσεις. ὅπου γὰρ ἀεὶ μείζους ἐλπίδες, ἐνταῦθα καὶ οἱ φθόνοι χαλεπώτεροι καὶ τὰ μίση ἐπισφαλέ

13. τὸ στόμα φιμώσαντες? *

στερα καὶ ζηλοτυπίαι κακοτεχνέστεραι. πάντες οὖν ἀλλήλους ὀξὺ δεδόρκασι, καὶ ὥσπερ οἱ μονομαχοῦντες· ἐπιτηροῦσιν εἴ πού τι γυμνω δὲν μέρος θεάσαιντο τοῦ σώματος. καὶ πρῶτος αὐτὸς ἕκαστος εἶναι βουλόμενος παρωθεῖται καὶ παραγκωνίζεται τὸν πλησίον, καὶ τὸν πρὸ αὑτοῦ, εἰ δύναιτο, ὑποσπᾷ καὶ ὑποσκελίζει. ἔνθα ὁ μὲν χρησι στὸς ἀτεχνῶς εὐθὺς ἀνατέτραπται καὶ παρασέσυρται καὶ τὸ τελευταῖον ἀτίμως ἐξέωσται, ὁ δὲ κολακευτικώτερος καὶ πρὸς τὰς τοιαύτας κακοηθείας πιθανώτερος εὐδοκιμεῖ, καὶ ὅλως ὁ φθάσας κρατεῖ. τὸ γὰρ τοῦ Ὁμήρου πάνυ ἐπαληθεύουσιν, ὅτι τοι ξυνὸς ἐνυάλιος καὶ τὸν κτανέοντα κατέκτα. τοιγαροῦν ὡς οὐ περὶ μικρῶν τοῦ ἀγῶνος 10 ὄντος, ποικίλας κατ ̓ ἀλλήλων ὁδοὺς ἐπινοοῦσιν, ὧν ταχίστη καὶ ἐπισφαλεστάτη ἐστὶν ἡ τῆς διαβολῆς, τὴν μὲν ἀρχὴν ἀπὸ φθόνου ἢ μίσους εὐέλπιδος λαμβάνουσα, οἰκτρότερα δὲ καὶ τραγικὰ ἐπάγουσα τὰ τέλη, καὶ πολλῶν συμφορῶν ἀνάπλεα.

οὐ μέντοι μικρὸν οὐδὲ ἁπλοῦν ἐστὶ τοῦτο, ὡς ἄν τις ὑπολάβοι, 11 ἀλλὰ πολλῆς μὲν τέχνης, οὐκ ὀλίγης δὲ ἀγχινοίας, ἀκριβοῦς δέ τινος ἐπιμελείας δεόμενον. οὐ γὰρ ἂν τοσαῦτα ἔβλαπτεν ἡ διαβολή, εἰ μὴ πιθανόν τινα τρόπον ἐγίνετο, οὐδ ̓ ἂν κατίσχυε τὴν πάντων ἰσχυροτέραν ἀλήθειαν, εἰ μὴ πολὺ τὸ ἐπαγωγὸν καὶ πιθανὸν καὶ μυρία ἄλλα παρεσκεύαστο κατὰ τῶν ἀκουόντων. διαβάλλεται μὲν 12 οὖν ὡς τὸ πολὺ μάλιστα ὁ τιμώμενος καὶ διὰ τοῦτο τοῖς ὑπολειπο μένοις αὐτοῦ ἐπίφθονος· ἅπαντες γὰρ τῷδ ̓ ἐπιτοξάζονται καθάπερ τι κώλυμα καὶ ἐμπόδιον προορώμενοι, καὶ ἕκαστος οἴεται πρῶτος αὐτὸς ἔσεσθαι τὸν κορυφαῖον ἐκεῖνον ἐκπολιορκήσας καὶ τῆς φιλίας ἀποσκευασάμενος. οἷόν τι καὶ ἐπὶ τοῖς γυμνικοῖς ἀγῶσιν ὑπὸ τῶν δρο-25 μέων γίνεται. κἀκεῖ γὰρ ὁ μὲν ἀγαθὸς δρομεύς, τῆς ὕσπληγος εὐθὺς καταπεσούσης, μόνον τοῦ πρόσω ἐφιέμενος καὶ τὴν διάνοιαν ἀποτείνας πρὸς τὸ τέρμα, καν τοῖς ποσὶ τὴν ἐλπίδα τῆς νίκης ἔχων, τῷ πλησίον οὐδὲν κακουργεῖ, οὐδέ τι τῶν κατὰ τοὺς ἀγωνιστὰς πολυπραγμονεῖ· ὁ δὲ κακὸς ἐκεῖνος καὶ ἄναθλος ἀνταγωνιστής, 30 ἀπογνοὺς τὴν ἐκ τοῦ τάχους ἐλπίδα, ἐπὶ τὴν κακοτεχνίαν ἐτράπετο, καὶ τοῦτο μόνον ἐξ ἅπαντος σκοπεῖ, ὅπως τὸν τρέχοντα ἐπι σχὼν ἢ ἐμποδίσας ἐπιστομιεῖ, ὡς, εἰ τούτου διαμάρτοι, οὐκ ἄν ποτε νικῆσαι δυνάμενος. ὁμοίως δὲ τούτοις κἂν ταῖς φιλίαις τῶν εὐδαι μόνων τούτων γίνεται· ὁ γὰρ προέχων αὐτίκα ἐπιβουλεύεται καὶ 35 ἀφύλακτος ἐν μέσῳ ληφθεὶς τῶν δυσμενῶν ἀνηρπάσθη, οἳ δὲ ἀγαπῶνται καὶ φίλοι δοκοῦσιν ἐξ ὧν ἄλλους βλάπτειν ἔδοξαν. τό τε 13 ἀξιόπιστον τῆς διαβολῆς οὐχ ὡς ἔτυχεν ἐπινοοῦσιν, ἀλλ ̓ ἐν τούτῳ

[blocks in formation]
[ocr errors]

τὸ πᾶν αὐτοῖς ἐστὶν ἔργον, δεδοικόσι τι προσάψαι ἀπῳδὸν ἢ καὶ ἀλλότριον. ὡς γοῦν ἐπὶ πολὺ τὰ προσόντα τῷ διαβαλλομένῳ πρὸς τὸ χεῖρον μεταβάλλοντες οὐκ ἀπιπάνους ποιοῦνται τὰς κατηγορίας, οἷον τὸν μὲν ἰατρὸν διαβάλλουσιν ὡς φαρμακέα, τὸν πλούσιον δὲ 14 ὡς τύραννον, τὸν τυραννικὸν δὲ ὡς προδοτικόν. ἐνίοτε μέντοι καὶ ὁ ἀκροώμενος αὐτὸς ὑποβάλλει τῆς διαβολῆς τὰς ἀφορμάς, καὶ πρὸς τὸν ἐκείνου τρόπον οἱ κακοήθεις αὐτοὶ ἁρμοζόμενοι εὐστοχοῦσιν. ἢν μὲν γὰρ ζηλότυπον αὐτὸν ὄντα ἴδωσι, «διένευσε» φασι «τῇ γυ ναικί σου παρὰ τὸ δεῖπνον, καὶ ἀπιδὼν ἐς αὐτὴν ἐστέναξεν, καὶ 10ἡ Στρατονίκη πρὸς αὐτὸν οὐ μάλα ἀηδῶς, καὶ ὅλως ἐρωτικαί τινες καὶ μοιχικαὶ πρὸς αὐτὸν αἱ διαβολαί. ἢν δὲ ποιητικὸς ἦ καὶ ἐπὶ τούτῳ μέγα φρονῇ, «μὰ Δί ̓ ἐχλεύασέ σου Φιλόξενος τὰ ἔπη καὶ διέσυρε, καὶ ἄμετρα εἶπεν αὐτὰ καὶ κακοσύνθετα.» πρὸς δὲ τὸν εὐσεβῆ καὶ φιλόθεον ἄπεος καὶ ἀνόσιος ὁ φίλος διαβάλλεται, καὶ 15ὡς τὸ θεῖον παρωθούμενος καὶ τὴν πρόνοιαν ἀρνούμενος. ὃ δὲ ἀκούσας εὐθὺς μύωπι διὰ τοῦ ὠτὸς τυπείς διακέκαυται ὡς τὸ εἰκός, καὶ ἀπέστραπται τον φίλον, οὐ περιμείνας τὸν ἀκριβῆ ἔλεγχον. 15 ὅλως γὰρ τὰ τοιαῦτα ἐπινοοῦσι καὶ λέγουσιν ἃ μάλιστα ἴσασιν ἐς ὀργὴν δυνάμενα προκαλέσασθαι τὸν ἀκροώμενον· καὶ ἔνθα τρωτός 20 ἐστιν ἕκαστος ἐπιστάμενοι, ἐπ ̓ ἐκεῖνο τοξεύουσι καὶ ἀκοντίζουσιν ἐς αὐτό, ὥστε τῇ παραυτίκα ὀργῇ τεταραγμένον μηκέτι σχολὴν ἄγειν τῇ ἐξετάσει τῆς ἀληθείας, ἀλλὰ κἂν θέλῃ τις ἀπολογεῖσθαι μὴ προσίεσθαι, τῷ παραδόξῳ τῆς ἀκροάσεως ὡς ἀληθεῖ προκατει 16 λημμένον. ἀνυσιμώτατον γὰρ τὸ εἶδος τῆς διαβολῆς τὸ ὑπεναντίον 25 τῆς τοῦ ἀκούοντος ἐπιθυμίας, ὁπότε καὶ παρὰ Πτολεμαίῳ τῷ Διονύσῳ ἐπικληθέντι ἐγένετό τις ὃς διέβαλλε τὸν Πλατωνικὸν Δημή τριον ὅτι ὕδωρ τε πίνει καὶ μόνος τῶν ἄλλων γυναικεῖα οὐκ ἐνεδύσατο ἐν τοῖς διονυσίοις· καὶ εἴ γε μὴ κληθεὶς ἕωθεν ἔπιέ τε πάν των ὁρώντων καὶ λαβὼν ταραντινίδιον ἐκυμβάλισε καὶ προσωρχήσατο, 30 ἀπολώλει ἂν ὡς οὐχ ἡδόμενος τῷ βίῳ τοῦ βασιλέως, ἀλλ ̓ ἀντι17 σοφιστὴς ὢν καὶ ἀντίτεχνος τῆς Πτολεμαίου τρυφῆς, παρὰ δὲ ̓Αλεξάνδρῳ μεγίστη ποτὲ πασῶν ἂν διαβολὴ λέγοιτο, εἰ ἑλοιτό τις μὴ σέβειν μηδὲ προσκυνεῖν τὸν Ηφαιστίωνα. ἐπεὶ γὰρ ἀπέθανεν Ηφαιστίων, ὑπὸ τοῦ ἔρωτος ̓Αλέξανδρος ἐβουλήθη προσθεῖναι καὶ 35 τοῦτο τῇ λοιπῇ μεγαλουργίᾳ καὶ Θεὸν χειροτονῆσαι τὸν τετελευτηκότα. εὐθὺς οὖν νεώς τε ἀνίστασαν αἱ πόλεις, καὶ τεμένη καθιδρύετο, καὶ βωμοὶ καὶ θυσίαι καὶ ἑορταὶ τῷ καινῷ τούτῳ θεῷ ἐπετελοῦντο, καὶ ὁ μέγιστος ὅρκος ἦν ἅπασιν ̔Ηφαιστίων· εἰ δέ τις ἢ μειδιάσεις πρὸς

6. διαφοράς

19. πρῶτός

20. ἐκεῖνον

21. αὐτὸν

« IndietroContinua »