Immagini della pagina
PDF
ePub

φαρμάκων τῶν ἑταίρων μεταβολάς, οἷα πολλὰ ἐκεῖνος πρὸς ἰδιώτας 4 ἐτερατεύσατο τοὺς Φαίακας. τούτοις οὖν ἐντυχὼν ἅπασι τοῦ ψεύσασθαι μὲν οὐ σφόδρα τοὺς ἄνδρας ἐμεμψάμην, ὁρῶν ἤδη σύνηθες ἂν τοῦτο καὶ τοῖς φιλοσοφεῖν ὑπισχνουμένοις, ἐκεῖνο δ ̓ αὐτῶν ἐπαύμαζον, εἰ ἐνόμισαν λήσειν οὐκ ἀληθῆ συγγράφοντες. διόπερ καὶ αὐτὸς ὑπὸ κενοδοξίας ἀπολιπεῖν τι σπουδάσας τοῖς μεθ ̓ ἡμᾶς, ἵνα μὴ μόνος ἄμοιρος ὦ τῆς ἐν τῷ μυθολογεῖν ἐλευθερίας, ἐπεὶ μηδὲν ἀληθὲς ἱστορεῖν εἶχον (οὐδὲν γὰρ ἐπεπόνθειν ἀξιόλογον), ἐπὶ τὸ ψεῦδος ἐτραπόμην πολλῷ τῶν ἄλλων εὐγνωμονέστερον. κἂν ἓν γὰρ 10 δὴ τοῦτο ἀληθεύσω λέγων, ὅτι ψεύδομαι· οὕτω δ ̓ ἄν μοι δοκῶ καὶ τὴν παρὰ τῶν ἄλλων κατηγορίαν ἐκφυγεῖν, αὐτὸς ὁμολογῶν μηδὲν ἀληθὲς λέγειν. γράφω τοίνυν περὶ ὧν μήτ ̓ εἶδον μήτ ̓ ἔπαθον μήτε παρ ̓ ἄλλων ἐπυθόμην, ἔτι δὲ μήτε ὅλως ὄντων μήτε τὴν ἀρχὴν γενέσθαι δυναμένων· διὸ δεῖ τοὺς ἐντυγχάνοντας μηδαμῶς 15 πιστεύειν αὐτοῖς.

5 ὁρμηθεὶς γάρ ποτε ἀπὸ ̔Ηρακλείων στηλῶν, καὶ ἀφεὶς ἐς τὸν ἑσπέριον ὠκεανόν, οὐρίῳ ἀνέμῳ τὸν πλοῦν ἐποιούμην. αἰτία δέ μοι τῆς ἀποδημίας καὶ ὑπόθεσις ἡ τῆς διανοίας περιεργία καὶ πραγμά των καινῶν ἐπιθυμία, καὶ τὸ βούλεσθαι μαθεῖν τί τὸ τέλος ἐστὶ 20 τοῦ ὠκεανοῦ καὶ τίνες οἱ πέραν κατοικοῦντες ἄνθρωποι. τούτου γε μέντοι ἕνεκα πάμπολλα μὲν σιτία ἐνεβαλόμην, ἱκανὸν δὲ καὶ ὕδωρ ἐνεθέμην, πεντήκοντα δὲ τῶν ἡλικιωτῶν προσεποιησάμην τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντας, ἔτι δὲ καὶ ὅπλων πολύ τι πλῆθος παρεσκευασάμην, καὶ κυβερνήτην τὸν ἄριστον μισθῷ μεγάλῳ πείσας παρέλα25βον, καὶ τὴν ναῦν ἄκατος δὲ ἦν) ὡς πρὸς μέγαν καὶ βίαιον πλοῦν 6 ἐκρατυνάμην. ἡμέραν μὲν οὖν καὶ νύκτα οὐρίῳ ἀνέμῳ πλέοντες, ἔτι τῆς γῆς ὑποφαινομένης, οὐ σφόδρα βιαίως ἀνηγόμενα· τῇ ἐπιούσῃ δὲ ἅμα ἡλίῳ ἀνατέλλοντι ὅ τε ἄνεμος ἐπεδίδου καὶ τὸ κῦμα ηὐξάνετο καὶ ζόφος ἐπεγίνετο, καὶ οὐκέτ ̓ οὐδὲ στεῖλαι τὴν 30 ὀπόνην δυνατὸν ἦν. ἐπιτρέψαντες οὖν τῷ πνεύματι καὶ παραδόντες ἑαυτοὺς ἐχειμαζόμενα ἡμέρας ἐννέα καὶ ἑβδομήκοντα. τῇ ὀγδοηκοστῇ δὲ ἄφνω ἐκλάμψαντος ἡλίου καθορῶμεν οὐ πόρρω νῆσον ὑψηλὴν καὶ δασεῖαν, οὐ τραχεῖ περιηχουμένην τῷ κύματι· καὶ γὰρ ἤδη τὸ πολὺ τῆς ζάλης κατεπέπαυτο. προσσχόντες οὖν καὶ ἀποβάν 3τες, ὡς ἂν ἐκ μακρᾶς ταλαιπωρίας πολὺν μὲν ἐπὶ τῆς γῆς χρόνον ἐκείμενα, διαναστάντες δὲ ὅμως ἀπεκρίναμεν ἡμῶν αὐτῶν τριάκοντα μὲν φύλακας τῆς νεώς παραμένειν, εἴκοσι δὲ σὺν ἐμοὶ ἀνελθεῖν ἐπὶ 7 κατασκοπῇ τῶν ἐν τῇ νήσῳ. προελθόντες δὲ ὅσον σταδίους τρεῖς ἀπὸ τῆς θαλάττης δι ̓ ὕλης ὁρῶμέν τινα στήλην χαλκοῦ πεποιημέ 40 νην, Ελληνικοῖς γράμμασι καταγεγραμμένην, ἀμυδροῖς δὲ καὶ

ἐκτετριμμένοις, λέγουσαν «ἄχρι τούτων Ηρακλῆς καὶ Διόνυσος ἀφίκοντο.» ἦν δὲ καὶ ἴχνη δύο πλησίον ἀλλήλων ἐπὶ πέτρας, τὸ μὲν πλεριαῖον τὸ δ ̓ ἔλαττον, ἐμοὶ δοκεῖν, τὸ μὲν Διονύσου τὸ μικρότερον, θάτερον δὲ τοῦ Ἡρακλέους. προσκυνήσαντες δ ̓ οὖν προῄειμεν. οὔπω δὲ πολὺ παρῄειμεν, καὶ ἐφιστάμεθα ποταμῷ οἶνον ῥέοντι ὁμοιό-5 τατον μάλιστα οἷός περ ὁ Χῖος ἐστίν. ἄφθονον δὲ ἦν τὸ ῥεῦμα καὶ πολύ, ὥστε ἐνιαχοῦ καὶ ναυσίπορον εἶναι δύνασθαι. ἐπῄει οὖν ἡμῖν πολὺ μᾶλλον πιστεύειν τῷ ἐπὶ τῆς στήλης ἐπιγράμματι, ὁρῶσι τὰ σημεῖα τῆς Διονύσου ἐπιδημίας. δόξαν δέ μοι καὶ ὅθεν ἄρχεται ὁ ποταμὸς καταμαθεῖν, ἀνῄειν παρὰ τὸ ῥεῦμα. καὶ πηγὴν μένιο οὐδεμίαν εὗρον αὐτοῦ, πολλὰς δὲ καὶ μεγάλας ἀμπέλους πλήρεις βοτρύων, παρὰ δὲ τὴν ῥίζαν ἑκάστην ἀπέρρει σταγὼν οἴνου διαυγοῦς, ἀφ ̓ ὧν ἐγίνετο ὁ ποταμός. ἦν δὲ καὶ ἰχθὺς ἐν αὐτῷ πολλοὺς ἰδεῖν, οἴκῳ μάλιστα καὶ τὴν χρόαν καὶ τὴν γεῦσιν προσεοικότας. ἡμεῖς γοῦν ἀγρεύσαντες αὐτῶν τινὰς καὶ ἐμφαγόντες ἐμεθύσθημεν· ἀμέλει 15 καὶ ἀνατεμόντες αὐτοὺς εὑρίσκομεν τρυγὸς μεστούς. ὕστερον μέν τοι ἐπινοήσαντες τοὺς ἄλλους ἰχθὺς τοὺς ἀπὸ τοῦ ὕδατος παραμιγνύντες ἐκεράννυμεν τὸ σφοδρὸν τῆς οἰνοφαγίας.

τότε δὲ τὸν ποταμὸν διαπεράσαντες ᾗ διαβατὸς ἦν, εὕρομεν 8 ἀμπέλων χρῆμα τεράστιον· τὸ μὲν γὰρ ἀπὸ τῆς γῆς ὁ στέλεχος 20 εὐερνὴς καὶ παχύς, τὸ δ ̓ ἄνω γυναῖκες ἦσαν, ὅσον ἐκ τῶν λαγόνων, ἅπαντ ̓ ἔχουσαι τέλεια. τοιαύτην παρ ̓ ἡμῖν τὴν Δάφνην γράφουσιν ἄρτι τοῦ ̓Απόλλωνος καταλαμβάνοντος ἀποδενδρουμένην. ἀπὸ δὲ τῶν δακτύλων άκρων ἐξεφύοντο αὐταῖς οἱ κλάδοι, καὶ μεστοὶ ἦσαν βοτρύων. καὶ μὴν καὶ τὰς κεφαλὰς ἐκόμων ἕλιξί τε καὶ φύλλοις 25 καὶ βότρυσιν. προσελθόντας δὲ ἡμᾶς ἠσπάζοντό τε καὶ ἐδεξιοῦντο, αἱ μὲν Λύδιον αἳ δ ̓ Ἰνδικὴν αἱ πλεῖσται δὲ τὴν ̔Ελλάδα φωνὴν προϊέμεναι. καὶ ἐφίλουν δὲ ἡμᾶς τοῖς στόμασιν. ὁ δὲ φιληθείς αὐτίκα ἐμέθυε καὶ παράφορος ἦν. δρέπεσθαι μέντοι οὐ παρεῖχον τοῦ καρποῦ, ἀλλ ̓ ἤλγουν καὶ ἐβόων ἀποσπωμένου. αἱ δὲ καὶ μίγνυ-30 σθαι ἡμῖν ἐπεθύμουν, καὶ δύο τινὲς τῶν ἑταίρων πλησιάσαντες αὐταῖς οὐκέτ ̓ ἀπελύοντο, ἀλλ ̓ ἐκ τῶν αἰδοίων ἐδέδεντο· συνεφύοντο γὰρ καὶ συνερριζοῦντο. καὶ ἤδη αὐτοῖς κλάδοι ἐπεφύκεσαν οἱ δάκτυ λοι, καὶ ταῖς ἕλιξι περιπλεκόμενοι ὅσον οὐδέπω καὶ αὐτοὶ καρπο φορήσειν ἔμελλον. καταλιπόντες δ ̓ αὐτοὺς ἐπὶ ναῦν ἐφύγομεν, καὶ τοῖς ἀπολειφθεῖσι διηγούμεθα ἐλθόντες τά τε ἄλλα καὶ τῶν ἑταίρων τὴν ἀμπελομιξίαν. καὶ δὴ λαβόντες ἀμφορέας τινὰς καὶ ὑδρευσάμενοί τε ἅμα καὶ ἐκ τοῦ ποταμοῦ οἰκισάμενοι, καὶ αὐτοῦ

5. ὁμοιοτάτῳ *

πλησίον ἐπὶ τῆς γόνος αὐλισάμενοι, ἕωθεν ἀνήχθημεν οὐ σφόδρα βιαίῳ πνεύματι.

περὶ μεσημβρίαν δέ, οὐκέτι τῆς νήσου φαινομένης, ἄφνω τυφὼν ἐπιγενόμενος καὶ περιδινήσας τὴν ναῦν, καὶ μετεωρίσας ὅσον ἐπὶ 5 σταδίους τρισχιλίους, οὐκέτι καθῆκεν εἰς τὸ πέλαγος, ἀλλ ̓ ἄνω μετέωρον ἐξαπηρτημένην ἄνεμος ἐμπεσὼν τοῖς ἱστίοις ἔφερε, κολπώ10 σας τὴν ὀπόνην. ἑπτὰ δὲ ἡμέρας καὶ τὰς ἴσας νύκτας ἀεροδρομήσαντες, ὀγδόῃ καθορῶμεν γῆν τινὰ μεγάλην ἐν τῷ ἀέρι καθάπερ νῆσον, λαμπρὰν καὶ σφαιροειδῆ καὶ φωτὶ μεγάλῳ καταλαμπομένην· 10 προσενεχθέντες δ ̓ αὐτῇ καὶ ὁρμισάμενοι ἀπέβημεν. ἐπισκοποῦντες δὲ τὴν χώραν εὑρίσκομεν οἰκουμένην τε καὶ γεωργουμένην. ἡμέρας μὲν οὖν οὐδὲν αὐτόθεν καθεωρῶμεν· νυκτὸς δ ̓ ἐπιγενομένης ἐφαίνοντο ἡμῖν καὶ ἄλλαι πολλαὶ νῆσοι πλησίον, αἳ μὲν μείζους αἳ δὲ μικρότεραι, πυρὶ τὴν χρόαν προσεοικυῖαι, καὶ ἄλλη δέ τις γῆ κάτω, 15 καὶ πόλεις ἐν αὐτῇ καὶ ποταμοὺς ἔχουσα καὶ πελάγη καὶ ὕλας 11 καὶ ὄρη. ταύτην οὖν τὴν καθ ̓ ἡμᾶς οἰκουμένην εἰκάζομεν. δόξαν δὲ ἡμῖν καὶ ἔτι πορρωτέρω προελθεῖν συνελήφθημεν, τοῖς ἱππογύ ποις παρ' αὐτοῖς καλουμένοις ἀπαντήσαντες. οἱ δ ̓ ἱππόγυποι οὗτοί εἰσιν ἄνδρες ἐπὶ γυπῶν μεγάλων ὀχούμενοι καὶ καθάπερ ἵπποις τοῖς 20 ὀρνέοις χρώμενοι· μεγάλοι γὰρ οἱ γῦπες καὶ ὡς ἐπίπαν τρικέφαλοι. μάθοι δ ̓ ἄν τις τὸ μέγεθος αὐτῶν ἐντεῦθεν· νεὼς γὰρ μεγάλης φορτίδος ἱστοῦ ἕκαστον τῶν πτερῶν μακρότερον καὶ παχύτερον φέρουσι. τούτοις οὖν τοῖς ἱππογύποις προστέτακται περιπετομένοις τὴν γῆν, εἴ τις εὑρεθείη ξένος, ἀνάγειν ὡς τὸν βασιλέα· καὶ δὴ καὶ * ἡμᾶς συλλαβόντες ἀνάγουσιν ὡς αὐτόν. ὃ δὲ θεασάμενος καὶ ἀπὸ τῆς στολῆς εἰκάσας «Ελληνες ἄρα» ἔφη «ὑμεῖς ὦ ξένοι;» συμφησάντων δὲ ἡμῶν «πῶς οὖν ἀφίκεσθε» ἔφη, «τοσοῦτον ἀέρα διελθόντες;» καὶ ἡμεῖς τὸ πᾶν αὐτῷ διηγούμεθα. καὶ ὃς ἀρξάμενος τὸ καθ ̓ αὑτὸν ἡμῖν διεξῄει, ὡς καὶ αὐτὸς ἄνθρωπος ὤν, τοὔνομα 30 Ενδυμίων, ἀπὸ τῆς ἡμετέρας γῆς καθεύδων ἀναρπασθείη ποτέ, καὶ ἀφικόμενος βασιλεύσειε τῆς χώρας. εἶναι δὲ τὴν γῆν ἐκείνην ἔλεγε τὴν ἡμῖν κάτω φαινομένην σελήνην. ἀλλὰ θαρρεῖν τε παρεκε λεύετο, καὶ μηδένα κίνδυνον ὑφορᾶσθαι· πάντα γὰρ ἡμῖν παρέσει 12 σθαι ὧν δεόμεθα. «ἂν δὲ καὶ κατορθώσω» ἔφη «τὸν πόλεμον ὃν 35 ἐκφέρω νῦν πρὸς τοὺς τὸν ἥλιον κατοικοῦντας, ἁπάντων εὐδαιμονέστατα παρ ̓ ἐμοὶ καταβιώσεσθε.» καὶ ἡμεῖς ἠρόμεθα τίνες τε εἶεν οἱ πολέμιοι, καὶ τὴν αἰτίαν τῆς διαφορᾶς. ὃ δέ «Φαέθων» φησίν «ὁ τῶν ἐν τῷ ἡλίῳ κατοικούντων βασιλεύς (οἰκεῖται γὰρ δὴ κἀκεῖ νος ὥσπερ καὶ ἡ σελήνη) πολὺν ἤδη πρὸς ἡμᾶς πολεμεῖ χρόνον. το ἤρξατο δὲ ἐξ αἰτίας τοιαύτης. τῶν ἐν τῇ ἀρχῇ τῇ ἐμῇ ποτὲ τοὺς

ἀπορωτάτους συναγαγὼν ἐβουλήθην ἀποικίαν ἐς τὸν ἑωσφόρον στεῖλαι, ὄντα ἔρημον καὶ ὑπὸ μηδενὸς κατοικούμενον· ὁ τοίνυν Φαέθων φθονήσας ἐκώλυσε τὴν ἀποικίαν, κατὰ μέσον τὸν πόρον ἀπαντήσας ἐπὶ τῶν ἱππομυρμήκων. τότε μὲν οὖν νικηθέντες (οὐ γὰρ ἦμεν ἀντίπαλοι τῇ παρασκευῇ) ἀνεχωρήσαμεν, νῦν δὲ βούλομαι αὖθις: ἐξενεγκεῖν τὸν πόλεμον καὶ ἀποστεῖλαι τὴν ἀποικίαν. ἢν οὖν ἐπέ λητέ, κοινωνήσατέ μοι τοῦ στόλου. γῦπας δὲ ὑμῖν ἐγὼ παρέξω τῶν βασιλικῶν ἕνα ἑκάστῳ καὶ τὴν ἄλλην ὅπλισιν. αὔριον δὲ ποιησόμετα τὴν ἔξοδον.» «οὕτως» ἔφην ἐγώ «γινέσθω, ἐπειδή σοι δοκεῖ.» τότε μὲν οὖν παρ ̓ αὐτῷ ἑστιαθέντες ἐμείναμεν, ἕωθεν δὲ δια-13 ναστάντες ἐτασσόμεθα· καὶ γὰρ οἱ σκοποὶ πλησίον εἶναι ἐσήμαινον τοὺς πολεμίους. τὸ μὲν οὖν πλῆθος τῆς στρατιᾶς δέκα μυριάδες ἐγένοντο, ἄνευ τῶν σκευοφόρων καὶ τῶν μηχανοποιῶν καὶ τῶν πεζῶν καὶ τῶν ξένων συμμάχων. τούτων δὲ ὀκτακισμύριοι μὲν ἦσαν οἱ ἱππόγυποι, δισμύριοι δὲ οἱ ἐπὶ τῶν λαχανοπτέρων. ὄρνεον δὲ καὶ 15 τοῦτό ἐστι μέγιστον, ἀντὶ τῶν πτερῶν λαχάνοις πάντῃ λάσιον· τὰ δ ̓ ὠκύπτερα ἔχει ριδακίνης φύλλοις μάλιστα προσεοικότα. ἐπὶ δὲ τούτοις οἱ κεγχροβόλοι ἐτετάχατο καὶ οἱ σκοροδομάχοι. ἦλθον δὲ αὐτῷ καὶ ἀπὸ τῆς ἄρκτου σύμμαχοι, τρισμύριοι μὲν ψυλλοτοξόται, πεντακισμύριοι δὲ ἀνεμοδρόμοι. τούτων δ ̓ οἱ μὲν ψυλλοτοξόται: ἐπὶ 20 ψυλλῶν μεγάλων ἱππάζονται, ὅθεν καὶ τὴν προσηγορίαν ἔχουσιν, μέγεθος δὲ τῶν ψυλλῶν ὅσον δώδεκα ἐλέφαντες· οἱ δ ̓ ἀνεμοδρόμοι πεζοί μέν εἰσι, φέρονται δ ̓ ἐν τῷ ἀέρι ἄνευ πτερῶν. ὁ δὲ τρόπος τῆς φορᾶς τοιόσδε χιτῶνας ποδήρεις ὑπεζωσμένοι, κολπώσαντες αὐτοὺς τῷ ἀνέμῳ καθάπερ ἱστία, φέρονται ὥσπερ τὰ σκάφη. τὰ πολλὰ δ ̓ οἱ τοιοῦτοι ἐν ταῖς μάχαις πελτασταί εἰσιν. ἐλέγοντο δὲ καὶ ἀπὸ τῶν ὑπὲρ τὴν Καππαδοκίαν ἀστέρων ἥξειν στρουθοβάλανοι μὲν ἑπτακισμύριοι, ἱππογέρανοι δὲ πεντακισχίλιοι. τούτους ἐγὼ οὐκ ἐπεασάμην· οὐ γὰρ ἀφίκοντο. διόπερ οὐδὲ γράψαι τὰς φύσεις αὐτῶν ἐτόλμησα· τεράστια γὰρ καὶ ἄπιστα περὶ αὐτῶν ἐλέγετο. αὕτη 14 μὲν ἡ τοῦ ̓Ενδυμίωνος δύναμις ἦν, σκευὴ δὲ πάντων ἡ αὐτή, κράνη μὲν ἀπὸ τῶν κυάμων (μεγάλοι γὰρ παρ ̓ αὐτοῖς οἱ κύαμοι καὶ καρτεροί), θώρακες δὲ φολιδωτοί πάντες θέρμινοι (τὰ γὰρ λέπη τῶν θέρμων συρράπτοντες ποιοῦνται θώρακας· ἄρρηκτον δ ̓ ἐκεῖ γίνεται τοῦ Θέρμου τὸ λέπος ὥσπερ κέρας), ἀσπίδες δὲ καὶ ξίφη οἷα τὰ Ελληνικά. ἐπεὶ δὲ καιρὸς ἦν, ἐτάξαντο ὧδε. τὸ μὲν δεξιὸν κέρας 15 εἶχον οἱ ἱππόγυποι καὶ ὁ βασιλεὺς τοὺς ἀρίστους περὶ αὑτὸν ἔχων (καὶ ἡμεῖς ἐν τούτοις ἦμεν), τὸ δ ̓ εὐώνυμον οἱ λαχανόπτεροι, τὸ δὲ μέσον οἱ σύμμαχοι ὡς ἕκαστοι. τὸ δὲ πεζὸν ἦσαν μὲν ἀμφὶ τὰς ἑξακισχιλίας μυριάδας, ἐτάχθησαν δὲ οὕτως. ἀράχναι παρ ̓ αὐτοῖς 40

25

πολλοὶ καὶ μεγάλοι γίνονται, πολὺ τῶν Κυκλάδων νήσων ἕκαστος μείζων. τούτοις προσέταξε διαφῆναι τὸν μεταξὺ τῆς σελήνης καὶ τοῦ ἑωσφόρου ἀέρα. ὡς δὲ τάχιστα ἐξειργάσαντο καὶ πεδίον ἐποίησαν, ἐπὶ τούτου παρέταξε το πεζόν. ἡγεῖτο δὲ αὐτῶν Νυκτερίων ὁ Εὐ 16 διάνακτος, τρίτος αὐτός. τῶν δὲ πολεμίων τὸ μὲν εὐώνυμον εἶχον οἱ ἱππομύρμηκες καὶ ἐν αὐτοῖς ὁ Φαέθων· τηρία δέ ἐστι μέγιστα ὑπόπτερα, τοῖς παρ' ἡμῖν μύρμηξι προσεικότα πλὴν τοῦ μεγέθους· ὁ γὰρ μέγιστος αὐτῶν καὶ δίπλεθρος ἦν. ἐμάχοντο δὲ οὐ μόνον οἱ ἐπ ̓ αὐτῶν, ἀλλὰ καὶ αὐτοὶ μάλιστα τοῖς κέρασιν. ἐλέγοντο δὲ 10 οὗτοι εἶναι ἀμφὶ τὰς πέντε μυριάδας. ἐπὶ δὲ τοῦ δεξιοῦ αὐτῶν ἐτάχθησαν οἱ ἀεροκώνωπες, ὄντες καὶ οὗτοι ἀμφὶ τὰς πέντε μυ ριάδας, πάντες τοξόται, κώνωψι μεγάλοις ἐποχούμενοι· μετὰ δὲ τούτους οἱ ἀεροκόρδακες, ψιλοί τε ὄντες καὶ πεζοί, πλὴν μάχιμοί γε καὶ οὗτοι· πόρρωθεν γὰρ ἐσφενδόνων ῥαφανίδας ὑπερμεγέθεις, 15 καὶ ὁ βληθεὶς οὐδ ̓ ἐπ ̓ ὀλίγον ἀντέχειν ἠδύνατο, ἀπέθνησκε δὲ δυσωδίας τινὸς αὐτίκα τῷ τραύματι ἐγγινομένης· ἐλέγοντο δὲ χρίειν τὰ βέλη μαλάχης ἰῷ. ἐχόμενοι δ ̓ αὐτῶν ὀπίσω ἐτάχθησαν οἱ καυ λομύκητες, ὁπλῖται ὄντες καὶ ἀγχέμαχοι, τὸ πλῆθος μύριοι· ἐκλήΤησαν δὲ καυλομύκητες ὅτι ἀσπίσι μὲν μυκητίναις ἐχρῶντο, δόρασι 20 δὲ καυλίνοις τοῖς ἀπὸ τῶν ἀσπαράγων. πλησίον δὲ αὐτῶν οἱ κυνοβάλανοι ἔστησαν, οὓς ἔπεμψαν αὐτῷ οἱ τὸν Σείριον κατοικοῦντες, πεντακισχίλιοι καὶ οὗτοι, ἄνδρες κυνοπρόσωποι ἐπὶ βαλάνων πτερωτῶν μαχόμενοι. ἐλέγοντο δὲ κἀκείνῳ ὑστερίζειν τῶν συμμάχων οὕς τε ἀπὸ τοῦ γαλαξίου μετεπέμπετο σφενδονήτας καὶ οἱ νεφελοκέν 25 ταυροι· ἀλλ ̓ ἐκεῖνοι μὲν τῆς μάχης ἤδη κεκριμένης ἀφίκοντο, ὡς μήποτε ὤφελον, οἱ σφενδονῆται δὲ οὐδ ̓ ὅλως παρεγένοντο, διόπερ φασὶν αὐτοῖς ὕστερον ὀργισθέντα τὸν Φαέθοντα πυρπολῆσαι τὴν χώραν. 17 τοιαύτῃ μὲν καὶ ὁ Φαέθων ἐπῄει παρασκευῇ, συμμίξαντες δέ, ἐπειδὴ τὰ σημεῖα ἤρθη καὶ ὠγκήσαντο ἑκατέρων οἱ ὄνοι (τούτοις 30 γὰρ ἀντὶ σαλπίγγων χρῶνται), ἐμάχοντο. καὶ τὸ μὲν εὐώνυμον τῶν ἡλιωτῶν αὐτίκα ἔφυγεν, οὐδ ̓ ἐς χεῖρας δεξάμενοι τοὺς ἱππογύπους, καὶ ἡμεῖς εἰπόμενα κτείνοντες· τὸ δεξιὸν δ ̓ αὐτῶν ἐκράτει τοῦ ἐπὶ τῷ ἡμετέρῳ εὐωνύμου, καὶ ἐπεξῆλθον οἱ ἀεροκώνωπες διώκον τες ἄχρι πρὸς τοὺς πεζούς· ἐνταῦθα δὲ κἀκείνων ἐπιβοηθούντων 35 ἔφυγον ἐγκλίναντες, καὶ μάλιστα ἐπεὶ ᾔσθοντο τοὺς ἐπὶ τῷ εὐωνύμῳ σφῶν νενικημένους. τῆς δὲ τροπῆς λαμπρᾶς γεγενημένης πολλοί μὲν ζῶντες ἡλίσκοντο πολλοὶ δὲ καὶ ἀνηροῦντο, καὶ τὸ αἷμα ἔρρει πολὺ μὲν ἐπὶ τῶν νεφῶν, ὥστε αὐτὰ βάπτεσθαι καὶ ἐρυθρὰ φαίνεσθαι,

23. κἀκείνων *

« IndietroContinua »