Immagini della pagina
PDF
ePub

90

95

100

105

110

115

120

125

ΩΚΥΠ. οὐ γὰρ στέγω τὰ δεσμὰ τῶν ἐριδίων,
εὐμορφίαν ἄχρηστον εἰς πολλοὺς καλήν.

IAT. τί οὖν δοκεῖ σοι; κατακνίσω σου τὸν πόδα;
ἂν γὰρ παράσχης μοι, γινώσκειν σε χρή
ὡς ταῖς τομαῖσι πλεῖστον αἷμά σου κενῶ.
ΩΚΥΠ. ποίησον εἴ τι καινὸν ἐξευρεῖν ἔχεις,
ἵν ̓ εὐθὺ δεινὸν ἐκ ποδῶν παύσῃς πόνον.
ΙΑΤ. ἰδού, σιδηρόχαλκον ἐπιφέρω τομήν,
ὀξεῖαν, αἱμόδιψον, ἡμιστρόγγυλον.

ΩΚΥΠ. ἔα, ἔα.

ΤΡΟΦ. Σῶτερ, τί ποιεῖς; μὴ τύχοις σωτηρίας.
τολμᾷς σιδηρόσπαρτον ἐπιβαλεῖν πόνον;
μηδὲν κατειδὼς προσφέρεις κακὸν ποσί.
ψευδεῖς γὰρ ἔκλυες ὧν ἀκήκοας λόγων.
οὐ γὰρ πάλαισιν ἢ δρόμοισιν, ὡς λέγει,
ἀσκῶν ἐπλήγη. τοῦτο γοῦν ἄκουέ μου.
ἦλθεν μὲν οὖν τὸ πρῶτον ὑγιὴς ἐν δόμοις,
φαγὼν δὲ πολλὰ καὶ πιὼν ὁ δυστυχής,
κλίνης ὕπερθε καταπεσών, ὑπνοῖ μόνος·
ἔπειτα νυκτὸς διυπνίσας ἐκραύγασεν
ὡς δαίμονι πληγείς, πάντας ὡς φόβον λαβεῖν.
ἔλεξε δ', οἴμοι, πόθεν ἔχω κακὴν τύχην;
δαίμων τάχα κρατῶν ἔξω ποδός.
πρὸς ταῦτα νυκτὸς ἀνακαθήμενος μόνος,
ὁποῖα κῆρυξ ἐξεπρήνει τὸν πόδα.
ἐπεὶ δ ̓ ἀλέκτωρ ἡμέραν ἐσάλπισεν,
οὗτος προσῆλθε, χεῖρα θεὶς ἐμοὶ πικράν,
πρηνῶν, πυρέσσων, ἐπ ̓ ἐμοὶ βάζων.

ἃ πρὶν δέ σοι κατεῖπε, πάντ ̓ ἐψεύσατο,
τὰ δεινὰ κρύπτων τῆς νόσου μυστήρια.

ΩΚΥΠ. γέρων μὲν αἰεὶ τοῖς λόγοις ὁπλίζεται,
καυχώμενος τὰ πάντα, μηδὲ ἓν σθένων.

ὁ γὰρ πονῶν τε καὶ φίλοις ψευδῆ λέγων

πεινῶντ ̓ ἔοικε μαστίχην μασωμένῳ.

ΙΑΤ. πλανᾶς ἅπαντας, ἄλλα δ ̓ ἐξ ἄλλων λέγεις,

λέγων πονεῖν μέν, ὃ δὲ πονεῖς, οὔπω λέγεις.

ΩΚΥΠ. πῶς οὖν φράσω σοι τοῦ πάθους τὴν συμφοράν; πάσχων γὰρ οὐδὲν οἶδα, πλὴν πονῶ μόνον.

94. κατακνήσω 92. TOŬTO? 102. ψευδής ἔργων

109. καὶ πάντα

ΙΑΤ. ὅταν ἀφορμῆς δίχα πονῇ τις τὸν πόδα, πλάσσει τὸ λοιπὸν οὓς θέλει κενούς λόγους, εἰδὼς τὸ δεινὸν ᾧ συνέζευκται κακῷ.

[blocks in formation]

ἐπὰν δὲ καὶ τὸν ἕτερον ἀλγήσῃς πόδα,
στένων δακρύσεις. ἓν δέ σοι φράσαι θέλω.
τοῦτ ̓ ἔστ ̓ ἐκεῖνο, κἂν θέλῃς, κἂν μὴ θέλῃς.

ΩΚΥΠ. τί δ ̓ ἔστ' ἐκεῖνό γ', εἰπέ, καὶ τί κλήζεται;
ΤΡΟΦ. ἔχει μὲν ὄνομα συμφορᾶς γέμον διπλῆς.
ΩκΥΠ. οἴμοι, τί τοῦτο; λέξον, ὦ, δέομαι, γέρον.
ΤΡΟΦ. ἐκ τοῦ τόπου μέν, οὗ πονεῖς, ἀρχὴν ἔχει.
ΩΚΥΠ. ποδὸς μὲν ἀρχὴν ὄνομ ̓ ἔχει, καθώς λέγεις.
ΤΡΟΦ. τούτῳ σὺ πρόσθες ἐπὶ τέλει δεινὴν ἄγραν.
ΩΚΥΠ. καὶ πῶς με τον δύστηνον ἔτι ...
ΤΡΟΦ. δεινή περ οὖσα, φείδεται γὰρ οὐδενός.
ΩΚΥΠ. Σωτήρ, τί λέγεις; τί δέ με ...;
ΙΑΤ. ἄφες με μικρόν. ἠλόγημαι σοῦ χάριν.
ΩΚΥΠ. τί δ' ἐστὶ δεινόν, ἢ τί συμβέβηκέ μοι;
ΙΑΤ. εἰς δεινὸν ἦλθες πόνον ἀχώριστον ποδός.
ΩΚΥΠ. οὐκοῦν με δεῖ πρόχωλον ἐξαντλεῖν βίον;
ΙΑΤ. χωλὸς μὲν ἂν ᾖς, οὐδέν ἐστι, μὴ φοβοῦ.
ΩΚΥΠ. τί δ ̓ ἐστὶ χεῖρον
ΙΑΤ. ἀμφοῖν ποδοῖν σε συμποδισθῆναι μένει.
ΩΚΥΠ. οἴμοι. πόθεν μοι καινὸς εἰσῆλθεν πόνος
ποδὸς δι ̓ ἄλλου, καί με συμπάσχει κακῶς;
ἢ πῶς ὅλος πέπηγα, μεταβῆναι θέλων;
δειλαίνομαι δὲ πολλὰ μεταστῆσαι πόδα,
νήπιος, ὁποῖα βρέφος ἄφνω φοβούμενος.
ἀλλ ̓ ἄντομαί σε πρὸς θεῶν, Σωτήρχε,
εἴπερ τέχνη σή τι δύναται, μηδέν φθονῶν
Θεράπευσον ἡμᾶς· εἰ δὲ μή, διοίχομαι.
πάσχω γὰρ ἀφανῶς, κατὰ ποδῶν τοξεύομαι.

...

ΙΑΤ. τοὺς μὲν πλανήτας περιελών λόγους ἐγώ, τοὺς τῶν ἰατρῶν τῶν ὁμιλούντων μόνον, ἔργῳ δὲ μηδὲν εἰδότων σωτήριον, τὰ πάντα σοι πάσχοντι συντόμως φράσω. ἄφευκτον ἦλθες πρῶτον ἐς βάθος κακῶν. οὐ γὰρ σιδηρόπλαστον ὑπεδύσω βάσιν,

130

135

140

145

150

155

160

145. καχώριστον πόνον ἦλθες

156. τι om

163. πάθος κακόν

165

170

ὃ τοῖς κακούργοις εὑρέθη τεκμήριον,
δεινὴν δὲ καὶ κρυφαῖον εἰς πάντας κάκην,
ἧς οὐκ ἂν ἄροιτ ̓ ἄχθος ἀνθρώπων φύσις.
ΩΚΥΠ. αἰαῖ αἰαῖ, οἴμοι οἴμοι.

πόθεν με τρυπᾷ τὸν πόδα κρυπτὸς πόνος;
δέξασθε χεῖρας τὰς ἐμὰς πρὸ τοῦ πεσεῖν,
ὁποῖα Σάτυροι Βακχίους ὑπ ̓ ὀλένας.

ΤΡΟΦ. γέρων μέν εἶμι, πλὴν ἰδού σοι πείθομαι, καὶ τὸν νέον σε χειραγωγῶ πρέσβυς ὤν.

ΕΠΙΓΡΑΜΜΑΤΑ.

1

(Anth. Pal.

εἰς τὴν ἑαυτοῦ βίβλον.

app. 49) Λουκιανός τάδ' ἔγραψε, παλαιά τε μωρά τε εἰδώς· μωρὰ γὰρ ἀνθρώποις καὶ τὰ δοκοῦντα σοφά. οὐδὲν ἐν ἀνθρώποισι διακριδόν ἐστι νόημα,

2

(A. P.

ἀλλ ̓ ὃ σὺ θαυμάζεις, τους ̓ ἑτέροισι γέλως.

εἰς ἀσώτους.

9 367) Τὸν πατρικὸν πλοῦτον νέος ὢν Θήρων ὁ Μενίππου αἰσχρῶς εἰς ἀκρατεῖς ἐξέχεεν δαπάνας.

5

10

15

ἀλλά μιν Εὐκτήμων πατρικὸς φίλος ὡς ἐνόησεν
ἤδη καρφαλέῃ τειρόμενον πενίῃ,

καί μιν δακρυχέων ἀνελάμβανε, καὶ πόσιν αὐτόν
Τῆκε θυγατρὸς ἑῆς, πόλλ ̓ ἐπὶ μείλια δούς.
αὐτὰρ ἐπεὶ Θήρωνα περὶ φρένας ἤλυθε πλοῦτος,
αὐτίκα ταῖς αὐταῖς ἐτρέφετ ̓ ἐν δαπάναις,
γαστρὶ χαριζόμενος πᾶσαν χάριν, οὐ κατὰ κόσμον,
τῇ π ̓ ὑπὸ τὴν μιαρὰν γαστέρα μαργοσύνῃ.
οὕτω μὲν Θήρωνα τὸ δεύτερον ἀμφεκάλυψεν

οὐλομένης πενίης κῦμα παλιρρόθιον.

Εὐκτήμων δ ̓ ἐδάκρυε τὸ δεύτερον, οὐκέτι κεῖνον
ἀλλὰ θυγατρὸς ἑῆς προϊκά τε καὶ θάλαμον,
ἔγνω δ ̓ ὡς οὐκ ἔστι κακῶς κεχρημένον ἄνδρα
τοῖς ἰδίοις εἶναι πιστὸν ἐν ἀλλοτρίοις.

[blocks in formation]

εἰς αὐτάρκειαν.

Ὡς τεθνηξόμενος, τῶν σῶν ἀγαθῶν ἀπόλαυε, ὡς δὲ βιωσόμενος, φείδεο σῶν κτεάνων.

ἐστὶ δ ̓ ἀνὴρ σοφὸς οὗτος ὃς ἄμφω ταῦτα νοήσας φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο.

εἰς τὸν ἀνθρώπινον βίον.

Θνητά τα τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶς· ἢν δὲ μή, ἀλλ ̓ ἡμεῖς αὐτὰ παρερχόμεθα.

εἰς μικρὸν βίον.

Τοῖσι μὲν εὖ πράττουσιν ἅπας ὁ βίος βραχύς ἐστι, τοῖς δὲ κακῶς μία νύξ ἄπλετός ἐστι χρόνος.

εἰς ἔρωτα.

Οὐχ ὁ ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλ ̓ ἀκολάστοις ψυχαῖς ἀνθρώπων ἔσθ ̓ ὁ ἔρως πρόφασις.

εἰς ἀχαρίστους.

Φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσας ἀντλῶν τὰς χάριτας εἰς κενὸν ἐξέχεας.

εἰς θεούς.

̓Ανθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας, οὐ λήσεις δὲ θεούς, οὐδὲ λογιζόμενος.

εἰς κόλακας.

Οὐδὲν ἐν ἀνθρώποισι φύσις χαλεπώτερον εὗρεν ἀνθρώπου καθαρὰν ψευδομένου φιλίην·

οὐ γὰρ ἔτ ̓ ὡς ἐχθρὸν προφυλασσόμενο, ἀλλ ̓ ἀγαπῶντες

ὡς φίλον, ἐν τούτῳ πλείονα βλαπτόμεθα.

εἰς μυστήριον.

̓Αρρήτων ἐπέων γλώσση σφρηγὶς ἐπικείσθω· κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή.

εἰς πλοῦτον.

Πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής, τἆλλα δ ̓ ἔχει λύπην πλείονα τῶν κτεάνων.

3 (10 26)

4 (10 31)

5 (10 28)

6

(10 29)

7

(9 120)

8

(10 27)

9

(10 36)

10 (10 42)

11

(1041)

12 (10 35)

13

(10 37)

14

(11 431)

15

(11 428)

16

(11 400)

17

(11 427)

τὸν δὲ πολυκτέανον καὶ πλούσιόν ἐστι δίκαιον
κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται.
εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπ' ἄλλῳ
σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος,

οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις
μοχθήσει, ἑτέρων δρεπτομένων τὸ μέλι.

εἰς εὐτυχεῖς.

Εὖ πράττων φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι,
καί σου ῥηιδίως ἔκλυον εὐξαμένου.

ἢν πταίσῃς δ ̓, οὐδεὶς ἔτι σοι φίλος, ἀλλ ̓ ἅμα πάντα
ἐχθρά, τύχης ῥιπαῖς συμμεταβαλλόμενα.

εἰς φρόνησιν.

Ἡ βραδύπους βουλὴ μέγ ̓ ἀμείνων. ἡ δὲ ταχεῖα
αἰὲν ἐφελκομένην τὴν μετάνοιαν ἔχει.

εἰς βοράν.

Εἰ ταχὺς ἐς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχεις, τοῖς ποσί σου τρῶγε, καὶ τρέχε τῷ στόματι.

εἰς ἀδύνατον.

Εἰς τί μάτην νίπτεις δέμας Ινδικόν; ἴσχεο τέχνης
οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι.

εἰς γραμματικούς.

Ἴλαθι γραμματικὴ φυσίζον, ἵλαθι λιμοῦ
φάρμακον εὑρομένη «μῆνιν ἄειδε θεά.»
νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι,
καὶ βωμὸν νέων μήποτε δευόμενον.

καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες, πάντων δέκτρια γραμματική.

εἰς δυσώδη.

Δαίμονα πολλὰ λαλῶν ὀζόστομος ἐξορκιστής
ἐξέβαλ', οὐχ ὅρκων ἀλλὰ κόπρων δυνάμει.

18 Ειπέ μοι εἰρομένῳ, Κυλλήνιε, πῶς κατέδυνε
(11 274)
Λολλιανοῦ ψυχὴ δῶμα τὸ Φερσεφόνης;

θαῦμα μὲν εἰ σιγῶσα· τυχὸν δέ τι καὶ σὲ διδάσκειν
ἤθελε. φεῦ, κείνου καὶ νέκυν ἀντιάσαι.

« IndietroContinua »