Immagini della pagina
PDF
ePub

οἷα παρ' ἡμῖν δυομένου τοῦ ἡλίου φαίνεται, πολὺ δὲ καὶ εἰς τὴν γὴν κατέσταζεν, ὥστε με εἰκάζειν μὴ ἄρα τοιούτου τινὸς καὶ πάλαι ἄνω γενομένου Ομηρος ὑπέλαβεν αἵματι ἶσαι τὸν Δία ἐπὶ τῷ τοῦ Σαρπηδόνος θανάτῳ. ἀναστρέψαντες δὲ ἀπὸ τῆς διώξεως δύο τρό- 18 παια ἐστήσαμεν, τὸ μὲν ἐπὶ τῶν ἀραχνίων τῆς πεζομαχίας, τὸ δὲν τῆς ἀερομαχίας ἐπὶ τῶν νεφῶν. ἄρτι δὲ τούτων γινομένων ἠγγέλλοντο ὑπὸ τῶν σκοπῶν οἱ νεφελοκένταυροι προσελαύνοντες, οὓς ἔδει πρὸ τῆς μάχης ἐλθεῖν τῷ Φαέθοντι. καὶ δὴ ἐφαίνοντο προσιόντες, θέαμα παραδοξότατον, ἐξ ἵππων πτερωτῶν καὶ ἀνθρώπων συγκείμενοι. μέγεθος δὲ τῶν μὲν ἀνθρώπων ὅσον τοῦ Ροδίων κολοσσού 10 ἐξ ἡμισείας ἐς τὸ ἄνω, τῶν δ ̓ ἵππων ὅσον νεὼς μεγάλης φορτίδος. τὸ μέντοι πλῆθος αὐτῶν οὐκ ἀνέγραψα, μὴ τῷ καὶ ἄπιστον δόξῃ· · τοσοῦτον ἦν. ἡγεῖτο δὲ αὐτῶν ὁ ἐκ τοῦ ζωδιακοῦ τοξότης. ἐπεὶ δὲ ᾔσθοντο τοὺς φίλους νενικημένους, ἐπὶ μὲν τὸν Φαέθοντα ἔπεμπον ἀγγελίαν αὖθις ἐπιέναι, αὐτοὶ δὲ διαταξάμενοι τεταραγμένοις ἐπι-15 πίπτουσι τοῖς σεληνίταις, ἀτάκτοις περὶ τὴν δίωξιν καὶ τὰ λάφυρα διεσκεδασμένοις, καὶ πάντας μὲν τρέπουσιν, αὐτὸν δὲ τὸν βασιλέα καταδιώκουσι πρὸς τὴν πόλιν, καὶ τὰ πλεῖστα τῶν ὀρνέων αὐτοῦ κτείνουσιν. ἀνέσπασαν δὲ καὶ τὰ τρόπαια, καὶ κατέδραμον ἅπαν τὸ ὑπὸ τῶν ἀραχνῶν πεδίον ὑφασμένον, ἐμὲ δὲ καὶ δύο τινὰς τῶν 20 ἑταίρων ἐζώγρησαν. ἤδη δὲ παρῆν καὶ ὁ Φαέθων, καὶ ἄλλα αὖθις τρόπαια ὑπ ̓ ἐκείνων ἵστατο.

ἡμεῖς μὲν οὖν ἀπηγόμεθα ἐς τὸν ἥλιον αὐθημερόν, τὸ χεῖρε ὀπίσω δεθέντες ἀραχνίου ἀποκόμματι· οἳ δὲ πολιορκεῖν μὲν οὐκ 19 ἔγνωσαν τὴν πόλιν, ἀναστρέψαντες δὲ τὸ μεταξὺ τοῦ ἀέρος ἀπετεί-25 χιζον, ὥστε μηκέτι τὰς αὐγὰς ἀπὸ τοῦ ἡλίου πρὸς τὴν σελήνην διήκειν. τὸ δὲ τεῖχος ἦν διπλοῦν νεφελωτόν, ὥστε σαφὴς ἔκλειψις τῆς σελήνης ἐγεγόνει καὶ νυκτὶ διηνεκεῖ πᾶσα κατείχετο. πιεζό μενος δὲ τούτοις ὁ ̓Ενδυμίων πέμψας ἱκέτευε καθαιρεῖν τὸ οἰκοδόμημα καὶ μὴ σφᾶς περιορᾶν ἐν σκότῳ βιοτεύοντας· ὑπισχνεῖτο δὲ30 καὶ φόρους τελέσειν καὶ σύμμαχος ἔσεσθαι καὶ μηκέτι πολεμήσειν, καὶ ὁμήρους ἐπὶ τούτοις δοῦναι ἤθελεν. οἱ δὲ περὶ τὸν Φαέθοντα, γενομένης δὶς ἐκκλησίας, τῇ προτεραίᾳ μὲν οὐδὲν παρέλυσαν τῆς ὀργῆς, τῇ ὑστεραίᾳ δὲ μετέγνωσαν, καὶ ἐγένετο ἡ εἰρήνη ἐπὶ τούτοις. «κατὰ τάδε συνθήκας ἐποιήσαντο ἡλιῶται καὶ οἱ σύμμαχοι 20 πρὸς σεληνίτας καὶ τοὺς συμμάχους, ἐπὶ τῷ καταλῦσαι μὲν τοὺς ἡλιώτας τὸ διατείχισμα καὶ μηκέτι ἐς τὴν σελήνην ἐσβάλλειν, ἀποδοῦναι δὲ καὶ τοὺς αἰχμαλώτους, ῥητοῦ ἕκαστον χρήματος· τοὺς δὲ σεληνίτας ἀφεῖναι μὲν αὐτονόμους τούς γε ἄλλους ἀστέρας, ὅπλα δὲ μὴ ἐπιφέρειν τοῖς ἡλιώταις. συμμαχεῖν δὲ τῇ ἀλλήλων, ἤν τις 40

21

ἐπίῃ. φόρον δὲ ὑποτελεῖν ἑκάστου ἔτους τὸν βασιλέα τῶν σεληνιτῶν τῷ βασιλεῖ τῶν ἡλιωτῶν δρόσου ἀμφορέας μυρίους, καὶ ὁμήρους δὲ σφῶν αὐτῶν δοῦναι μυρίους. τὴν δ ̓ ἀποικίαν τὴν ἐς τὸν ἑωσφόρον κοινὴν ποιεῖσθαι, καὶ μετέχειν τῶν ἄλλων τὸν βουλόμενον. ἐγγράψαι ὃ δὲ τὰς συνθήκας στήλῃ ἠλεκτρίνῃ, καὶ ἀναστῆσαι ἐν μέσῳ τῷ ἀέρι ἐπὶ τοῖς μεθορίοις. ὤμοσαν δὲ ἡλιωτῶν μὲν Πυρωνίδης καὶ Θερίτης καὶ Φλόγιος, σεληνιτῶν δὲ Νύκτωρ καὶ Μήνιος καὶ Πολυλαμπής.» τοιαύτη μὲν ἡ εἰρήνη ἐγένετο, εὐθὺς δὲ τὸ τεῖχος κατηρεῖτο καὶ ἡμᾶς τοὺς αἰχμαλώτους ἀπέδοσαν. ἐπεὶ δὲ ἀφικόμεθα ἐς τὴν 10 σελήνην, ὑπηντίαζον ἡμᾶς καὶ ἠσπάζοντο μετὰ δακρύων οἵ τε ἑταῖροι καὶ ὁ ̓Ενδυμίων αὐτός. καὶ ὃ μὲν ἠξίου μεῖναί τε παρ ̓ αὐτῷ καὶ κοινωνεῖν τῆς ἀποικίας, ὑπισχνούμενος δώσειν πρὸς γάμον τὸν ἑαυτοῦ παῖδα (γυναῖκες γὰρ οὐκ εἰσὶ παρ ̓ αὐτοῖς), ἐγὼ δὲ οὐδαμῶς ἐπειπόμην, ἀλλ ̓ ἠξίουν ἀποπεμφθῆναι κάτω ἐς τὴν θάλατταν. ὡς δὲ 15 ἔγνω ἀδύνατον ὂν πείθειν, ἀποπέμπει ἡμᾶς ἑστιάσας ἑπτὰ ἡμέρας. 22 ἃ δ ̓ ἐν τῷ μεταξὺ διατρίβων ἐν τῇ σελήνῃ κατενόησα καινὰ καὶ παράδοξα, ταῦτα βούλομαι εἰπεῖν, πρῶτα μὲν τὸ μὴ ἐκ γυναικῶν γεννᾶσθαι αὐτοὺς ἀλλ ̓ ἀπὸ τῶν ἀρρένων· γάμοις γὰρ τοῖς ἄρρεσι χρῶνται, καὶ οὐδ ̓ ὄνομα γυναικὸς ὅλως ἴσασιν. μέχρι μὲν 20 οὖν πέντε καὶ εἴκοσιν ἐτῶν γαμεῖται ἕκαστος, ἀπὸ δὲ τούτων γαμεῖ αὐτός. κύουσι δὲ οὐκ ἐν τῇ νηδύι ἀλλ ̓ ἐν ταῖς γαστροκνημίαις· ἐπειδὰν γὰρ συλλάβῃ τὸ ἔμβρυον, παχύνεται ἡ κνήμη, καὶ χρόνῳ ὕστερον ἀνατεμόντες ἐξάγουσι νεκρά, ἐκθέντες δὲ αὐτὰ πρὸς τὸν ἄνεμον κεχηνότα ζωοποιοῦσιν. δοκεῖ δέ μοι καὶ ἐς τοὺς Ἕλληνας 25 ἐκεῖθεν ἥκειν τῆς γαστροκνημίας τοὔνομα, ὅτι παρ ̓ ἐκείνοις ἀντὶ γαστρὸς κυοφορεῖ. μεῖζον δὲ τούτου ἄλλο διηγήσομαι. γένος ἔστι παρ ̓ αὐτοῖς ἀνθρώπων οἱ καλούμενοι δενδρῖται, γίνεται δὲ τὸν τρόπον τοῦτον. ἔρχιν ἀνθρώπου τὸν δεξιὸν ἀποτεμόντες ἐν γῇ φυτεύουσιν, ἐκ δ ̓ αὐτοῦ δένδρον ἀναφύεται μέγιστον σάρκινον, οἷον 30 φαλλός, ἔχει δὲ καὶ κλάδους καὶ φύλλα· ὁ δὲ καρπός ἐστι βάλανοι πηχυαῖαι τὸ μέγεθος. ἐπειδὰν οὖν πεπανθῶσι, τρυγήσαντες αὐτὰς ἐκκολάπτουσι τοὺς ἀνθρώπους. αἰδοῖα μέντοι προσθετὰ ἔχουσιν, οἳ μὲν ἐλεφάντινα, οἳ δὲ πένητες αὐτῶν ξύλινα, καὶ διὰ τούτων 23 ὀχεύουσι καὶ πλησιάζουσι τοῖς γαμέταις τοῖς ἑαυτῶν. ἐπειδὰν δὲ 35 γηράσῃ ὁ ἄνθρωπος, οὐκ ἀποθνήσκει, ἀλλ ̓ ὥσπερ ὁ καπνὸς διαλυόμενος ἀὴρ γίνεται. τροφὴ δὲ πᾶσιν ἡ αὐτή ἐπειδὰν γὰρ πῦρ ἀνακαύσωσι, βατράχους ὀπτῶσιν ἐπὶ τῶν ἀνθράκων (πολλοὶ δὲ παρ ̓ αὐτοῖς εἰσὶν ἐν τῷ ἀέρι πετόμενοι), ὀπτωμένων δὲ περικαΘεσθέντες ὥσπερ δὴ περὶ τράπεζαν λάπτουσι τὸν ἀναθυμιώμενον καπνὸν καὶ εὐωχοῦνται. σίτῳ μὲν δὴ τρέφονται τοιούτῳ, ποτὸν δὲ

င်

αὐτοῖς ἐστὶν ἀὴρ ἀποθλιβόμενος ἐς κύλικα καὶ ὑγρὸν ἀνιεὶς ὥσπερ δρόσον. οὐ μὴν ἀπουροῦσί γε καὶ ἀφοδεύουσιν, ἀλλ ̓ οὐδὲ τέτρην ται ᾗπερ ἡμεῖς. ἀλλ ̓ οὐδὲ τὴν συνουσίαν οἱ παῖδες ἐν ταῖς ἕδραις παρέχουσιν, ἀλλ ̓ ἐν ταῖς ἐγνύσιν ὑπὲρ τὴν γαστροκνημίαν· ἐκεῖ γάρ εἰσι τετρημένοι. καλὸς δὲ νομίζεται παρ ̓ αὐτοῖς ἤν πού τις φα-5 λακρὸς καὶ ἄκομος ᾖ· τοὺς δὲ κομήτας καὶ μυσάττονται. ἐπὶ δὲ τῶν κομητῶν ἀστέρων τοὐναντίον τοὺς κομήτας νομίζουσι καλούς· ἐπεδήμουν γάρ τινες οἳ καὶ περὶ ἐκείνων διηγοῦντο. καὶ μὴν καὶ γένεια φύουσι μικρὸν ὑπὲρ τὰ γόνατα. καὶ ὄνυχας ἐν τοῖς ποσὶν οὐκ ἔχουσιν, ἀλλὰ πάντες εἰσὶ μονοδάκτυλοι. ὑπὲρ δὲ τὰς πυγάς10 ἑκάστῳ αὐτῶν κράμβη ἐκπέφυκε μακρὰ ὥσπερ οὐρά, θάλλουσα ἐς ἀεὶ καὶ ἱπτίου ἀναπίπτοντος οὐ κατακλωμένη. ἀπομύττονται δὲ 24 μέλι δριμύτατον· κἀπειδὰν ἢ πονῶσιν ἢ γυμνάζωνται, γάλακτι πᾶν τὸ σῶμα ἱδροῦσιν, ὥστε καὶ τυροὺς ἀπ ̓ αὐτοῦ πήγνυνται, ὀλίγον τοῦ μέλιτος ἐπιστάξαντες. ἔλαιον δὲ ποιοῦνται ἀπὸ τῶν κρομμύων 15 πάνυ λιπαρόν τε καὶ εὐῶδες ὥσπερ μύρον. ἀμπέλους δὲ πολλὰς ἔχουσιν ὑδροφόρους· αἱ γὰρ ῥᾶγες τῶν βοτρύων εἰσὶν ὥσπερ χάλαζα. καί μοι δοκεῖ, ἐπειδὰν ἐμπεσὼν ἄνεμος διασείσῃ τὰς ἀμπέλους ἐκείνας, τότε πρὸς ἡμᾶς καταπίπτει ἡ χάλαζα διαρραγέντων τῶν βοτρύων. τῇ μέντοι γαστρὶ ὅσα πήρᾳ χρῶνται, τιθέντες ἐν αὐτῇ 20 ὅσων δέονται· ἀνοικτὴ γὰρ αὐτοῖς αὕτη καὶ πάλιν κλειστή ἐστιν. ἔντερον δὲ ἐν αὐτῇ οὐδὲ ἧπαρ φαίνεται, ἢ τοῦτο μόνον ὅτι δασεῖα πᾶσα ἔντοσθε καὶ λάσιος ἐστιν, ὥστε καὶ τὰ νεογνά, ἐπειδὰν ῥιγῶσιν, ἐς ταύτην ὑποδύεται. ἐστὴς δὲ τοῖς μὲν πλουσίοις ὑαλίνη 25 μαλακή, τοῖς δὲ πένησι χαλκῆ ὑφαντή· πολύχαλκα γὰρ τὰ ἐκεῖν χωρία, καὶ ἐργάζονται τὸν χαλκὸν ὕδατι ὑποβρέξαντες ὥσπερ τὰ ἔρια. περὶ μέντοι τῶν ὀφθαλμῶν, οἵους ἔχουσιν, ὀκνῶ μὲν εἰπεῖν, μή τίς με νομίσῃ ψεύδεσθαι διὰ τὸ ἄπιστον τοῦ λόγου, ὅμως δὲ καὶ τοῦτο ἐρῶ. τοὺς ὀφθαλμοὺς περιαιρετοὺς ἔχουσι, καὶ ὁ βουλόμενος ἐξελὼν τοὺς αὑτοῦ φυλάττει ἔστ ̓ ἂν δεηθῇ ἰδεῖν, οὕτω δ ̓ ἐνθέ-30 μενος ὁρᾷ. καὶ πολλοὶ τοὺς σφετέρους ἀπολέσαντες παρ ̓ ἄλλων χρησάμενοι ὁρῶσιν· εἰσὶ δ ̓ οἳ καὶ πολλοὺς ἀποθέτους ἔχουσιν, οἱ πλούσιοι. τὰ ὦτα δὲ πλατάνων φύλλα ἐστὶν αὐτοῖς, πλήν γε τοῖς ἀπὸ τῶν βαλάνων· ἐκεῖνοι γὰρ μόνοι ξύλινα ἔχουσι. καὶ μὴν καὶ 26 ἄλλο θαῦμα ἐν τοῖς βασιλείοις ἐπεασάμην. κάτοπτρον μέγιστον 35 κεῖται ὑπὲρ φρέατος οὐ πάνυ βαθέος. ἂν μὲν οὖν ἐς τὸ φρέαρ καταβῇ τις, ἀκούει πάντων τῶν παρ' ἡμῖν ἐν τῇ γῇ λεγομένων· ἐὰν δὲ ἐς τὸ κάτοπτρον ἀποβλέψη, πάσας μὲν πόλεις πάντα δὲ ἔθνη ὁρᾷ ὥσπερ ἐφεστὼς ἑκάστοις. τότε καὶ τοὺς οἰκείους ἐγὼ ἐπεασάμην καὶ πᾶσαν τὴν πατρίδα· εἰ δὲ κἀκεῖνοι ἐμὲ ἑώρων, οκ40

ἔχω τὸ ἀσφαλὲς εἰπεῖν. ὅστις δὲ ταῦτα μὴ πιστεύει οὕτως ἔχειν, ἄν ποτε καὶ αὐτὸς ἐκεῖσε ἀφίκηται, εἴσεται ὡς ἀληθῆ λέγω. 27 τότε δ ̓ οὖν ἀσπασάμενοι τὸν βασιλέα καὶ τοὺς ἀμφ' αὐτόν, ἐμβάντες ἀνήχθημεν. ἐμοὶ δὲ καὶ δῶρα ἔδωκεν ὁ Ενδυμίων, δύο μὲν τῶν ὑαλίνων χιτώνων πέντε δὲ χαλκοῦς, καὶ πανοπλίαν περμίνην· ἃ πάντα ἐν τῷ κήτει κατέλιπον. συνέπεμψε δὲ ἡμῖν καὶ 28 ἱππογύπους χιλίους παραπέμψοντας ἄχρι σταδίων πεντακοσίων. ἐν δὲ τῷ παράπλῳ πολλὰς μὲν καὶ ἄλλας χώρας παρημείψαμεν, προσέσχομεν δὲ καὶ τῷ ἑωσφόρῳ ἄρτι συνοικιζομένῳ, καὶ ἀποβάντες 10 ὑδρευσάμεθα. ἐμβάντες δὲ ἐς τὸν ζωδιακὸν ἐν ἀριστερᾷ παρῄειμεν τὸν ἥλιον, ἐν χρῷ τὴν γῆν παραπλέοντες· οὐ γὰρ ἀπέβημεν, καίτοι πολλὰ τῶν ἑταίρων ἐπιθυμούντων. ἀλλ' ὁ ἄνεμος οὐκ ἐφῆκεν. ἐθεώμεθα μέντοι τὴν χώραν εὐθαλῆ τε καὶ πίονα καὶ εὔυδρον καὶ πολλῶν ἀγαθῶν μεστήν. ἰδόντες δ ̓ ἡμᾶς οἱ νεφελοκένταυροι, μισθοφο 15 ροῦντες παρὰ τῷ Φαέθοντι, ἐπέπτησαν ἐπὶ τὴν ναῦν, καὶ μαθόντες 29 ἐνσπόνδους ἀνεχώρησαν. ἤδη δὲ καὶ οἱ ἱππόγυποι ἀπεληλύθεσαν.

πλεύσαντες δὲ τὴν ἐπιοῦσαν νύκτα καὶ ἡμέραν, περὶ ἑσπέραν ἀφικόμεθα ἐς τὴν Λυχνόπολιν καλουμένην, ἤδη τὸν κάτω πλοῦν διώκοντες. ἡ δὲ πόλις αὕτη κεῖται μεταξὺ τοῦ Πλειάδων καὶ τοῦ 20 Υάδων ἀέρος, ταπεινοτέρα μέντοι πολὺ τοῦ ζωδιακού. ἀποβάντες δὲ ἄνθρωπον μὲν οὐδένα εὕρομεν, λύχνους δὲ πολλοὺς περιθέοντας καὶ ἐν τῇ ἀγορᾷ καὶ περὶ τὸν λιμένα διατρίβοντας, τοὺς μὲν μι κροὺς καὶ ὥσπερ πένητας, ὀλίγους δέ, τῶν μεγάλων καὶ δυνατῶν, πάνυ λαμπροὺς καὶ περιφανεῖς. οἰκήσεις δ ̓ αὐτοῖς καὶ λυχνεῶνες 25 ἰδίᾳ ἑκάστῳ πεποίηντο, καὶ αὐτοὶ ὀνόματα εἶχον ὥσπερ οἱ ἄνθρωποι, καὶ φωνὴν προϊεμένων ἠκούομεν. καὶ οὐδὲν ἡμᾶς ἠδίκουν ἀλλὰ καὶ ἐπὶ ξενίᾳ ἐκάλουν· ἡμεῖς δὲ ὅμως ἐφοβούμεθα, καὶ οὔτε δειπνῆσαι οὔτε ὑπνῶσαί τις ἡμῶν ἐτόλμησεν. ἀρχεῖα δ ̓ αὐτοῖς ἐν μέσῃ τῇ πόλει πεποίηται, ἔνθα ὁ ἄρχων αὐτῶν δι ̓ ὅλης νυκτὸς κάθηται 30 ὀνομαστὶ καλῶν ἕκαστον. ὃς δ ̓ ἂν μὴ ὑπακούσῃ, καταδικάζεται ἀποθανεῖν ὡς λιπὼν τὴν τάξιν· ὁ δὲ θάνατός ἐστι σβεσθῆναι. παρεστῶτες δὲ καὶ ἡμεῖς ἑωρῶμεν τὰ γινόμενα, καὶ ἠκούομεν ἅμα τῶν λύχνων ἀπολογουμένων, καὶ τὰς αἰτίας λεγόντων δι ̓ ἃς ἐβράδυνον. ἔνθα καὶ τὸν ἡμέτερον λύχνον ἐγνώρισα, καὶ προσειπὼν 35 αὐτὸν περὶ τῶν κατ ̓ οἶκον ἐπυνθανόμην ὅπως ἔχοιεν, ὃ δέ μοι πάντα διηγήσατο.

τὴν μὲν οὖν νύκτα ἐκείνην αὐτοῦ ἐμείναμεν, τῇ δὲ ἐπιούσῃ ἄραντες ἐπλέομεν ἤδη πλησίον τῶν νεφῶν. ἔνθα δὴ καὶ τὴν Νεφελοκοκκυγίαν πόλιν ἰδόντες ἐθαυμάσαμεν, οὐ μέντοι ἐπέβημεν αὐτῆς· οὐ γὰρ εἴα τὸ πνεῦμα. βασιλεύειν μέντοι αὐτῶν ἐλέγετο Κορωνός

ὁ Κοττυφίωνος. καὶ ἐγὼ ἐμνήσθην ̓Αριστοφάνους τοῦ ποιητοῦ, ἀνδρὸς σοφοῦ καὶ ἀληθοῦς καὶ μάτην ἐφ ̓ οἷς ἔγραψεν ἀπιστουμένου. τρίτῃ δ ̓ ἀπὸ ταύτης ἡμέρᾳ καὶ τὸν ὠκεανὸν ἤδη σαφῶς ἑωρῶμεν, γῆν δὲ οὐδαμοῦ, πλήν γε τῶν ἐν τῷ ἀέρι. καὶ αὐταὶ δὲ πυρώδεις ἤδη καὶ ὑπεραυγεῖς ἐφαντάζοντο. τῇ δὲ τετάρτῃ περὶ μεσημβρίαν, μαλακῶς ἐνδιδόντος τοῦ πνεύματος καὶ συνιζάνοντος, ἐπὶ τὴν τάλατταν κατετέθημεν. ὡς δὲ τοῦ ὕδατος ἐψαύσαμεν, θαυμασίως 30 ὡς ὑπερηδόμεθα καὶ ὑπερεχαίρομεν, καὶ πᾶσαν εὐφροσύνην ἐκ τῶν παρόντων ἐποιούμεθα, καὶ ἀποβάντες ἐνηχόμεθα· καὶ γὰρ ἔτυχε γαλήνη οὖσα καὶ εὐσταθοῦν τὸ πέλαγος.

10

ἔοικε δὲ ἀρχὴ κακῶν μειζόνων γίνεσθαι πολλάκις ἡ πρὸς τὸ βέλτιον μεταβολή· καὶ γὰρ ἡμεῖς δύο μόνας ἡμέρας ἐν εὐδίᾳ πλεύσαντες, τῆς τρίτης ὑποφαινούσης πρὸς ἀνίσχοντα τὸν ἥλιον ἄφνω ὁρῶμεν θηρία καὶ κήτη πολλὰ μὲν καὶ ἄλλα, ἓν δὲ μέγιστον ἁπάν των, ὅσον σταδίων χιλίων καὶ πεντακοσίων τὸ μέγεθος· ἐπῄει δὲ 15 κεχηνὸς καὶ πρὸ πολλοῦ ταράττον τὴν θάλατταν, ἀφρῷ τε περικλυζόμενον καὶ τοὺς ὀδόντας ἐκφαῖνον πολὺ τῶν παρ' ἡμῖν φαλλῶν ὑψηλοτέρους, ἐξεῖς δὲ πάντας ὥσπερ σκόλοπας καὶ λευκοὺς ὥσπερ ἐλεφαντίνους. ἡμεῖς μὲν οὖν τὸ ὕστατον ἀλλήλους προσειπόντες καὶ περιβαλόντες ἐμένομεν· τὸ δὲ ἤδη παρῆν, καὶ ἀναρροφῆσαν ἡμᾶς20 αὐτῇ νηὶ κατέπιεν. οὐ μέντοι ἔφθη συναράξαι τοῖς ὁδοῦσιν, ἀλλὰ διὰ τῶν ἀραιωμάτων ἡ ναῦς ἐς τὸ ἔσω διεξέπεσεν. ἐπεὶ δὲ ἔνδον 31 ἦμεν, τὸ μὲν πρῶτον σκότος ἦν καὶ οὐδὲν ἑωρῶμεν, ὕστερον δὲ αὐτοῦ ἀναχανόντος εἴδομεν κύτος μέγα καὶ πάντῃ πλατὺ καὶ ὑψηλόν, ἱκανὸν μυριάνδρῳ πόλει ἐνοικεῖν. ἔκειντο δ ̓ ἐν μέσῳ καὶ μικροίς ἰχθύες καὶ ἄλλα πολλὰ θηρία συγκεκομμένα, καὶ πλοίων ἱστία καὶ ἄγκυραι, καὶ ἀνθρώπων ὀστέα, καὶ φορτία· κατὰ μέσον δὲ καὶ γῆ καὶ λόφοι ἦσαν, ἐμοὶ δοκεῖν, ἐκ τῆς ἰλύος ἣν κατέπινε συνιζάνουσα. ὕλη γοῦν ἐπ ̓ αὐτῆς καὶ δένδρα παντοῖα ἐπεφύκει καὶ λάχανα ἐβε βλαστήκει, καὶ ἐῴκει πάντα ἐξειργασμένοις. περίμετρος δὲ τῆς γῆς 30 στάδιοι διακόσιοι καὶ τετταράκοντα. ἦν δὲ ἰδεῖν καὶ ὄρνεα τὰ θαλάττια, λάρους καὶ ἁλκυόνας, ἐπὶ τῶν δένδρων νεοττεύοντα.

τότε μὲν οὖν ἐπὶ πολὺ ἐδακρύομεν· ὕστερον δὲ ἀναστήσας τοὺς 32 ἑταίρους τὴν μὲν ναῦν ὑπεστηρίξαμεν, αὐτοὶ δὲ τὰ πυρεῖα συντρί ψαντες καὶ ἀνακαύσαντες δεῖπνον ἐκ τῶν παρόντων ἐποιούμεθα. 35 παρέκειτο δὲ ἄφθονα καὶ παντοδαπά κρέα τῶν ἰχθύων, καὶ ὕδωρ ὅτι τὸ ἐκ τοῦ ἑωσφόρου εἴχομεν. τῇ ἐπιούσῃ δὲ διαναστάντες, εἴ ποτε ἀναχάνοι τὸ κῆτος, ἄλλοτε μὲν γῆν καὶ ὄρη ἑωρῶμεν, ἄλλοτε δὲ μόνον τὸν οὐρανόν, πολλάκις δὲ καὶ νήσους· καὶ γὰρ ᾔσθανόμεθα φερομένου αὐτοῦ ὀξέως πρὸς πᾶν μέρος τῆς θαλάττης. ἐπεὶ δὲ ἤδη 40

« IndietroContinua »