Immagini della pagina
PDF
ePub

ἐπάδες τῇ διατριβῇ ἐγινόμεθα, λαβὼν ἑπτὰ τῶν ἑταίρων ἐβάδιζον ἐς τὴν ὕλην, περισκέψασθαι τὰ πάντα βουλόμενος. οὔπω δὲ πέντε ὅλους διελθὼν σταδίους εὗρον ἱερὸν Ποσειδῶνος, ὡς ἐδήλου ἡ ἐπιγραφή, καὶ μετ ̓ οὐ πολὺ καὶ τάφους πολλοὺς καὶ στήλας ἐπ' αὐτῶν, · πλησίον τε πηγὴν ὕδατος διαυγοῦς· ἔτι δὲ καὶ κυνὸς ὑλακὴν ἀκούομεν, καὶ καπνὸς ἐφαίνετο πόρρωθεν, καί τινα καὶ ἔπαυλιν εἰκάζομεν. 33 σπουδῇ οὖν βαδίζοντες ἐφιστάμεθα πρεσβύτῃ καὶ νεανίσκῳ μάλα προθύμως πρασιάν τινα ἐργαζομένοις καὶ ὕδωρ ἀπὸ τῆς πηγῆς ἐπ ̓ αὐτὴν διοχετεύουσιν. ἡσθέντες οὖν ἅμα καὶ φοβηθέντες ἔστημεν· 10 κἀκεῖνοι δὲ ταὐτὸν ἡμῖν ὡς τὸ εἰκὸς παθόντες ἄναυδοι παρεστήκεσαν. χρόνῳ δὲ ὁ πρεσβύτης ἔφη «τίνες ἄρα ὑμεῖς ἐστὲ ὦ ξένοι; πότερον» ἔφη «τῶν ἐναλίων δαιμόνων, ἢ ἄνθρωποι δυστυχεῖς ἡμῖν παραπλήσιοι; καὶ γὰρ ἡμεῖς ἄνθρωποι ὄντες καὶ ἐν γῇ τραφέντες νῦν θαλάττιοι γεγόναμεν, καὶ συννηχόμεθα τῷ περιέχοντι τούτῳ θηρίῳ, οὐδ ̓ ἃ 15 πάσχομεν ἀκριβῶς εἰδότες· τεθνάναι μὲν γὰρ εἰκάζομεν, ζῆν δὲ πιστεύομεν.» πρὸς ταῦτα κἀγὼ εἶπον «καὶ ἡμεῖς τοι ἄνθρωποι νεήλυδές ἐσμεν ὦ πάτερ, αὐτῷ σκάφει πρῴην καταποθέντες, προήλΤομεν δὲ νῦν βουλόμενοι μαθεῖν τὰ ἐν τῇ ὕλῃ ὡς ἔχει· πολλὴ γάρ τις καὶ λάσιος ἐφαίνετο. δαίμων δέ τις, ὡς ἔοικεν, ἡμᾶς 20 ἤγαγε σέ τε όψομένους, καὶ εἰσομένους ὅτι μὴ μόνοι ἐν τῷδε καθείργμεθα τῷ Ξηρίῳ. ἀλλὰ φράσον γ ̓ ἡμῖν τὴν σαυτοῦ τύχην, ὅστις τε ὢν καὶ ὅπως δεῦρο εἰσῆλθες.» ὃ δὲ οὐ πρότερον ἔφη ἐρεῖν, οὐδὲ πεύσεσθαι παρ' ἡμῶν, πρὶν ξενίων τῶν παρόντων μεταδοῦναι. καὶ λαβὼν ἡμᾶς ἦγεν ἐπὶ τὴν οἰκίαν. ἐπεποίητο δὲ αὐτάρκη καὶ 2 στιβάδας ἐνῳκοδόμητο καὶ τἆλλα ἐξήρτιστο. παραθεὶς δὲ ἡμῖν λάχανά τε καὶ ἀκρόδρυα καὶ ἰχθὺς, ἔτι δὲ καὶ οἶνον ἐγχέας, ἐπειδὴ ἱκανῶς ἐκορέσθημεν, ἐπυνθάνετο ἃ ἐπεπόνθειμεν· κἀγὼ πάντα ἑξῆς διηγησάμην, τόν τε χειμῶνα καὶ τὰ ἐν τῇ νήσῳ καὶ τὸν ἐν τῷ ἀέρι πλοῦν καὶ τὸν πόλεμον καὶ τἆλλα μέχρι τῆς ἐς τὸ κῆτος 34 καταδύσεως. ὁ δ ̓ ὑπερθαυμάσας καὶ αὐτὸς ἐν μέρει τὰ καὶ αὑτὸν διεξήει, λέγων «τὸ μὲν γένος εἰμὶ ὦ ξένοι Κύπριος· ὁρμηθείς δὲ ἀπὸ τῆς πατρίδος κατ' ἐμπορίαν μετὰ παιδός, ὃν ὁρᾶτε, καὶ ἄλλων πολλῶν οἰκετῶν ἔπλεον ἐς Ιταλίαν, ποικίλον φόρτον κομίζων ἐπὶ νεώς μεγάλης, ἣν ἐπὶ στόματι τοῦ κήτους διαλελυμένην ἴσως 35 ἑωράκατε. μέχρι μὲν οὖν Σικελίας εὐτυχῶς διεπλεύσαμεν, ἐκεῖθεν δὲ ἁρπασθέντες ἀνέμῳ σφοδρῷ τριταῖοι ἐς τὸν ὠκεανὸν ἀπηνέχθημεν, ἔνθα τῷ κήτει περιτυχόντες καὶ αὔτανδροι καταποθέντες δύο ἡμεῖς μόνοι, τῶν ἄλλων ἀποθανόντων, ἐσώθημεν. θάψαντες δὲ τοὺς ἑταί

10. ἄνθρωποι, νεήλυδες μὲν ?

ρους, καὶ ναὸν τῷ Ποσειδῶνι δειμάμενοι, τουτονὶ τὸν βίον ζῶμεν, λάχανα μὲν κηπεύοντες, ἰχθὺς δὲ σιτούμενοι καὶ ἀκρόδρυα. πολλὴ δέ, ὡς ὁρᾶτε, ἡ ὕλη, καὶ μὴν καὶ ἀμπέλους ἔχει πολλάς, ἀφ ̓ ὧν ἥδι στος οἶνος γίνεται. καὶ τὴν πηγὴν δὲ ἴσως εἴδετε καλλίστου καὶ ψυχροτάτου ὕδατος. εὐνὴν δὲ ἀπὸ τῶν φύλλων ποιούμεθα, καὶ πῦρο ἄφθονον καίομεν, καὶ ὄρνεα δὲ πηρεύομεν τὰ εἰσπετόμενα, καὶ ζῶντας ἰχθὺς ἀγρεύομεν ἐξιόντες ἐπὶ τὰ βραγχία του θηρίου, ἔνθα καὶ λουόμεθα ὁπόταν ἐπιθυμήσωμεν. καὶ μὴν καὶ λίμνη οὐ πόρρω ἐστὶν ἁλμυρά, σταδίων εἴκοσι τὴν περίμετρον, ἰχθὺς ἔχουσα παντοδαπούς, ἐν ᾗ καὶ νηχόμεθα καὶ πλέομεν ἐπὶ σκάφους μικροῦ, ὃ ἐγὼ το ἐναυπηγησάμην. ἔτη δ ̓ ἐστὶν ἡμῖν τῆς καταπόσεως ταῦτα ἑπτὰ καὶ εἴκοσι. καὶ τὰ μὲν ἄλλα ἴσως φέρειν ἐδυνάμεθα· οἱ δὲ γείτονες 35 ἡμῖν καὶ πάροικοι σφόδρα χαλεποὶ καὶ βαρεῖς εἰσίν, ἄμικτοί τε ὄντες καὶ ἄγριοι.» «ἡ γάρ» ἔφην ἐγώ «καὶ ἄλλοι τινές εἰσιν ἐν τῷ κήτει;» «πολλοὶ μὲν οὖν» ἔφη «καὶ ἄξενοι καὶ τὰς μορφὰς ἀλλόκοτοι. τὰ μὲν γὰρ ἑσπέρια καὶ οὐραῖα τῆς ὕλης ταριχᾶνες οἰκοῦσιν, ἔθνος ἐγχελυωπὸν καὶ καραβοπρόσωπον, μάχιμον καὶ δρασὺ καὶ ὠμοφάγον, τὰ δὲ τῆς ἑτέρας πλευρᾶς, κατὰ τὸν δεξιὸν τοῖχον, τριτωνομένδητες, τὰ μὲν ἄνω ἀνθρώποις ἐοικότες, τὰ δὲ κάτω τοῖς γαλεώταις· ἧττον μέντοι ἄδικοί εἰσι τῶν ἄλλων. τὰ λαιὰ δὲ καρκινόχειρες καὶ συννο-20 κέφαλοι, συμμαχίαν τε καὶ φιλίαν πρὸς ἑαυτοὺς πεποιημένοι. τὴν δὲ μεσόγαιαν νέμονται παγουρίδαι καὶ ψηττόποδες, γένος μάχιμον καὶ δρομικώτατον. τὰ ἑῷα δὲ πρὸς αὐτῷ τῷ στόματι τὰ μὲν πολλὰ ἔρημά ἐστι, προσκλυζόμενα τῇ θαλάττῃ ὅμως δὲ ἐγὼ ταῦτα ἔχω, φόρον τοῖς ψηττόποσιν ὑποτελῶν ἑκάστου ἔτους ὄστρεια πεντακόσια.25 τοιαύτη μὲν ἡ χώρα ἐστίν· ἡμᾶς δὲ χρὴ ὁρᾶν ὅπως δυνησόμεθα 36 τοσούτοις ἔθνεσι μάχεσθαι, καὶ ὅπως βιοτεύσομεν. » « πόσοι δ' » ἔφην ἐγώ «πάντες οὗτοι εἰσίν;» «πλείους» ἔφη «τῶν χιλίων.» «ὅπλα δὲ τίνα εἰσὶν αὐτοῖς;» «οὐδέν» ἔφη «πλὴν τὰ ὀστᾶ τῶν ἰχθύων. «οὐκοῦν» ἔφην ἐγώ «ἄριστ ̓ ἂν ἔχοι διὰ μάχης ἐλθεῖν αὐτοῖς, ἅτε 0 οὖσιν ἀνόπλοις αὐτούς γε ὡπλισμένους. εἰ γὰρ κρατήσομεν αὐτῶν, ἀδεῶς τὸν λοιπὸν βίον οἰκήσομεν. »

[ocr errors]

ἔδοξε ταῦτα, καὶ ἀπελθόντες ἐπὶ ναῦν παρεσκευαζόμενα. αἰτία δὲ τοῦ πολέμου ἔμελλεν ἔσεσθαι του φόρου ἡ οὐκ ἀπόδοσις, ἤδη τῆς προθεσμίας ἐνεστώσης. καὶ δὴ οἱ μὲν ἔπεμπον ἀπαιτοῦντες τὸν δασμόν, ὃ δὲ ὑπεροπτικῶς ἀποκρινάμενος ἀπεδίωξε τοὺς ἀγγέλους. πρῶτοι οὖν οἱ ψηττόποδες καὶ οἱ παγουρίδαι χαλεπαίνοντες τῷ Σκινδάρω (τοῦτο γὰρ ἐκαλεῖτο) μετὰ πολλοῦ θορύβου ἐπῄεσαν. ἡμεῖς δὲ τὴν ἔφοδον ὑποπτεύοντες ἐξοπλισάμενοι ἀνεμένομεν, λόχον 37 τινὰ προτάξαντες ἀνδρῶν πέντε καὶ εἴκοσιν. προείρητο δὲ τοῖς ἐν τῇ 40

ἐνέδρᾳ, ἐπειδὰν ἴδωσι παρεληλυθότας τοὺς πολεμίους, ἐπανίστασθαι. καὶ οὕτως ἐποίησαν· ἐπαναστάντες γὰρ κατόπισθεν ἔκοπτον αὐτούς. καὶ ἡμεῖς δὲ αὐτοὶ πέντε καὶ εἴκοσι τὸν ἀριθμὸν ὄντες (καὶ γὰρ ὁ Σκίνθαρος καὶ ὁ παῖς αὐτοῦ συνεστρατεύοντο) ὑπηντιάζομεν, καὶ 5 συμμίξαντες θυμῷ καὶ ῥώμῃ διεκινδυνεύομεν. τέλος δὲ τροπὴν αὐ τῶν ποιησάμενοι κατεδιώξαμεν ἄχρι πρὸς τοὺς φωλεούς. ἀπέθανον δὲ τῶν μὲν πολεμίων ἑβδομήκοντα καὶ ἑκατόν, ἡμῶν δὲ εἷς ὁ κυβερ 38 νήτης, τρίγλης πλευρᾷ διαπαρεὶς τὸ μετάφρενον. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν νύκτα ἐπηυλισάμεθα τῇ μάχῃ, καὶ τρόπαιον 10 ἐστήσαμεν, ῥάχιν ξηρὰν δελφῖνος ἀναπήξαντες· τῇ ὑστεραίᾳ δὲ καὶ οἱ ἄλλοι αἰσθόμενοι παρῆσαν, τὸ μὲν δεξιὸν κέρας ἔχοντες οἱ ταριχάνες (ἡγεῖτο δὲ αὐτῶν Πήλαμος), τὸ δ ̓ εὐώνυμον οἱ θυννοκέφαλοι, τὸ μέσον δὲ οἱ καρκινόχειρες· οἱ γὰρ τριτωνομένδητες τὴν ἡσυχίαν ἦγον, οὐδετέροις συμμαχεῖν προαιρούμενοι. ἡμεῖς δὲ προαπαντή 15 σαντες αὐτοῖς παρὰ τὸ Ποσειδώνιον συνεμίξαμεν, πολλῇ βοῇ χρώμενοι· ἀντήχει δὲ τὸ κῆτος ὥσπερ τὰ σπήλαια. τρεψάμενοι δ ̓ αὐ τοὺς ἅτε γυμνῆτας ὄντας, καὶ καταδιώξαντες ἐς τὴν ὕλην, τὸ λοιπὸν 39 ἐπεκρατούμεν τῆς γῆς. καὶ μετ ̓ οὐ πολὺ κήρυκας ἀποστείλαντες νεκρούς τε ἀνηροῦντο καὶ περὶ φιλίας διελέγοντο. ἡμῖν δὲ οὐκ ἐδόκει 20 σπένδεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ χωρήσαντες ἐπ ̓ αὐτοὺς πάντας ἄρδην ἐξεκόψαμεν, πλὴν τῶν τριτωνομενδήτων. οὗτοι δὲ ὡς εἶδον τὰ γινόμενα, διαδράντες ἐκ τῶν βραγχίων ἀφῆκαν αὑτοὺς ἐς τὴν θάλατταν. ἡμεῖς δὲ τὴν χώραν ἐπελθόντες ἔρημον ἤδη οὖσαν τῶν πολεμίων τὸ λοιπὸν ἀδεῶς κατῳκοῦμεν, τὰ πολλὰ γυμνασίοις τε καὶ κυνηγεσίοις 25 χρώμενοι καὶ ἀμπελουργοῦντες καὶ τὸν καρπὸν συγκομιζόμενοι τὸν ἐκ τῶν δένδρων, καὶ ὅλως ἐῴκειμεν τοῖς ἐν δεσμωτηρίῳ μεγάλῳ καὶ ἀφύκτῳ τρυφῶσι καὶ λελυμένοις.

ἐνιαυτὸν μὲν οὖν καὶ μῆνας ὀκτὼ τοῦτον διήγομεν τὸν τρόπον· 40 τῷ δ ̓ ἐνάτῳ μηνί, πέμπτῃ ἱσταμένου, περὶ τὴν δευτέραν τοῦ στό30 ματος ἄνοιξιν (ἅπαξ γὰρ δὴ τοῦτο κατὰ τὴν ὥραν ἑκάστην ἐποίει τὸ κῆτος, ὥστε ἡμᾶς πρὸς τὰς ἀνοίξεις τεκμαίρεσθαι τὰς ὥρας) περὶ οὖν τὴν δευτέραν, ὥσπερ ἔφην, ἄνοιξιν, ἄφνω βοή τε πολλὴ καὶ Θόρυβος ηκούετο καὶ ὥσπερ κελεύσματα καὶ εἰρεσίαι. ταραχθέντες οὖν ἀνειρπύσαμεν ἐπ ̓ αὐτὸ τὸ στόμα τοῦ θηρίου, καὶ στάντες ἐνδο35 τέρω τῶν ὀδόντων καθεωρῶμεν ἁπάντων ὧν ἐγὼ εἶδον θεαμάτων παραδοξότατον, ἄνδρας μεγάλους ὅσον ἡμισταδιαίους τὰς ἡλικίας, ἐπὶ νήσων μεγάλων προσπλέοντας ὥσπερ τριηρῶν. οἶδα μὲν οὖν ἀπίστοις ἐοικότα ἱστορήσων, λέξω δ ̓ ὅμως. νῆσοι ἦσαν ἐπιμήκεις μέν,

,

[blocks in formation]

οὐ πάνυ δὲ ὑψηλαί, ὅσον ἑκατὸν σταδίων ἑκάστη τὴν περίμετρον ἐπὶ δ ̓ αὐτῶν ἔπλεον τῶν ἀνδρῶν ἐκείνων ἀμφὶ τοὺς εἴκοσι καὶ ἑκατόν. τούτων δὲ οἱ μὲν παρ ̓ ἑκάτερα τῆς νήσου καθήμενοι ἐφεξῆς ἐκωπηλάτουν κυπαρίττοις μεγάλαις αὐτοκλάδοις καὶ αὐτοκόμοις ώσπερεί ἐρετμοῖς· κατόπιν δὲ ἐπὶ τῆς πρύμνης, ὡς ἐδόκει, κυβερνήτης ἐπὶ 5 λόφου ὑψηλοῦ εἱστήκει, χάλκεον ἔχων πηδάλιον, πεντασταδιαῖον τὸ μῆκος. ἐπὶ δὲ τῆς πρώρας ὅσον τετταράκοντα ὡπλισμένοι αὐτῶν ἐμάχοντο, πάντα ἐοικότες ἀνθρώποις πλὴν τῆς κόμης· αὕτη δὲ πῦρ ἦν καὶ ἐκαίετο, ὥστε οὐδὲ κορύθων ἐδέοντο. ἀντὶ δὲ ἱστίων ὁ ἄνεμος ἐμπίπτων τῇ ὕλῃ, πολλῇ οὔσῃ ἐν ἑκάστῃ, ἐκόλπου τε αὐτὴν καὶ 10 ἔφερε τὴν νῆσον, ᾗ ἐθέλοι ὁ κυβερνήτης. κελευστής δ ̓ ἐφειστήκει αὐτοῖς, καὶ πρὸς τὴν εἰρεσίαν ὀξέως ἐκινοῦντο ὥσπερ τὰ μακρὰ τῶν πλοίων. τὸ μὲν οὖν πρῶτον δύο ἢ τρεῖς ἑωρῶμεν, ὕστερον δ' 41 ἐφάνησαν ὅσον εξακόσιαι, καὶ διαστάντες ἐπολέμουν καὶ ἐναυμάχουν. πολλαὶ μὲν οὖν ἀντίπρωροι συνηράσσοντο ἀλλήλαις, πολλαὶ δὲ καὶ 15 ἐμβληθεῖσαι κατεδύοντο. αἱ δὲ συμπλεκόμεναι καρτερῶς διηγωνί ζοντο καὶ οὐ ῥᾳδίως ἀπελύοντο· οἱ γὰρ ἐπὶ τῆς πρώρας παρατεταγμένοι πᾶσαν ἐπεδείκνυντο προθυμίαν ἐπεμβαίνοντες καὶ ἀναι ροῦντες, ἐζώγρει δὲ οὐδείς. ἀντὶ δὲ χειρῶν σιδηρῶν πολύποδας μεγάλους ἐκδεδεμένους ἀλλήλοις ἐπερρίπτουν· οἳ δὲ περιπλεκόμενοι τῇ 20 ὕλῃ κατεῖχον αὐτὴν τὴν νῆσον. ἔβαλλον μέντοι καὶ ἐτίτρωσκον ὀστρείοις τε ἁμαξοπληθέσι καὶ σπόγγοις πλεθριαίοις. ἡγεῖτο δὲ τῶν 42 μὲν Αἰολοκένταυρος, τῶν δὲ Θαλασσοπότης. καὶ μάχη αὐτοῖς ἐγε γένητο, ὡς ἐδόκει, λείας ἕνεκα· ἐλέγετο γὰρ ὁ Θαλασσοπότης πολλὰς င် ἀγέλας δελφίνων τοῦ Αἰολοκενταύρου ἐληλακέναι, ὡς ἦν ἀκούεινα ἐπικαλούντων ἀλλήλοις καὶ τὰ ὀνόματα τῶν βασιλέων ἐπιβοωμένων. τέλος δὲ νικῶσιν οἱ τοῦ Αἰολοκενταύρου, καὶ νήσους τῶν πολεμίων καταδύουσιν ἀμφὶ τὰς πεντήκοντα καὶ ἑκατόν, καὶ ἄλλας τρεῖς λαμβάνουσιν αὐτοῖς ἀνδράσιν. αἱ δὲ λοιπαὶ πρύμναν κρουσάμεναι ἔφυγον. οἱ δὲ μέχρι τινὸς διώξαντες, ἐπειδὴ ἑσπέρα ἦν, τραπόμενοι30 πρὸς τὰ ναυάγια τῶν πλείστων ἐπεκράτησαν καὶ τὰ ἑαυτῶν ἀνεί λοντο· καὶ γὰρ ἐκείνων κατέδυσαν νῆσοι οὐκ ἐλάττους τῶν ὀγδοή κοντα. ἔστησαν δὲ καὶ τρόπαιον τῆς νησομαχίας, ἐπὶ τῇ κεφαλῇ τοῦ κήτους μίαν τῶν πολεμίων νήσων ἀνασταυρώσαντες. ἐκείνην μὲν οὖν τὴν νύκτα περὶ τὸ Ξηρίον ηὐλίσαντο, ἐξάψαντες αὐτοῦ τὰ 35 ἀπόγυα καὶ ἐπ ̓ ἀγκυρῶν πλησίον ὁρμισάμενοι· καὶ γὰρ ἀγκύραις ἐχρῶντο μεγάλαις ὑαλίναις καρτεραῖς· τῇ ὑστεραίᾳ δὲ θύσαντες ἐπὶ τοῦ κήτους, καὶ τοὺς οἰκείους άψαντες ἐπ ̓ αὐτοῦ, ἀπέπλεον ἡδόμενοι καὶ ὥσπερ παιᾶνας ᾄδοντες.

[ocr errors]

Β

Ταῦτα μὲν τὰ κατα την νησομαχίαν γενόμενα· τὸ δ ̓ ἀπο τούτου μηκέτι φέρων ἐγὼ τὴν ἐν τῷ κήτει δίαιταν, ἀχθόμενός τε τῇ μονῇ, μηχανήν τινα ἐζήτουν δι ̓ ἧς ἂν ἐξελθεῖν γένοιτο. καὶ τὸ μὲν πρῶτον ἔδοξεν ἡμῖν διορύξασι κατὰ τὸν δεξιὸν τοῖχον 5ἀποδρᾶναι, καὶ ἀρξάμενοι διεκόπτομεν· ἐπειδὴ δὲ προελθόντες ὅσον πέντε σταδίους οὐδὲν ἠνύομεν, τοῦ μὲν ὀρύγματος ἐπαυσάμεθα, τὴν δὲ ὕλην καῦσαι διέγνωμεν· οὕτω γὰρ ἂν τὸ κῆτος ἀποθανεῖν. εἰ δὲ τοῦτο γένοιτο, ῥᾳδία ἔμελλεν ἡμῖν ἔσεσθαι ἡ ἔξοδος. ἀρξάμενοι οὖν ἀπὸ τῶν οὐραίων ἐκαίομεν. καὶ ἡμέ 1ρας μὲν ἑπτὰ καὶ ἴσας νύκτας ἀναισθήτως εἶχε τοῦ καύματος, ὀγδόῃ δὲ καὶ ἐνάτῃ συνίεμεν αὐτοῦ νοσοῦντος· ἀργότερον γοῦν ἀνέχασκε, καὶ εἴ ποτε ἀναχάνοι, ταχὺ συνέμυεν. δεκάτῃ δὲ καὶ ἑνδεκάτῃ τέλεον ἀπενεκροῦτο καὶ δυσῶδες ἦν. τῇ δωδε κάτῃ δὲ μόγις ἐνενοήσαμεν ὡς, εἰ μή τις χανόντος αὐτοῦ ὑπο15 στηρίξεις τους γομφίους ὥστε μηκέτι συγκλεῖσαι, κινδυνεύσομεν κατακλεισθέντες ἐν νεκρῷ αὐτῷ ἀπολέσθαι. οὕτω δὴ μεγάλαις δοκοῖς τὸ στόμα διερείσαντες τὴν ναῦν ἐπεσκευάζομεν, ὕδωρ τε ὡς ἔνι πλεῖστον ἐμβαλλόμενοι καὶ τἆλλα ἐπιτήδεια· κυβερνᾶν δ ̓ ἔμελλεν ὁ Σκίνθαρος. τῇ δ ̓ ἐπιούσῃ τὸ μὲν ἤδη ἐτεθνήκει, 2 ἡμεῖς δ ̓ ἀνελκύσαντες τὸ πλοῖον καὶ διὰ τῶν ἀραιωμάτων διαγαγόντες καὶ ἐκ τῶν ὀδόντων ἐξάψαντες ἠρέμα καθήκαμεν ἐς τὴν θάλατταν· ἐπαναβάντες δ ̓ ἐπὶ τὰ νῶτα, καὶ θύσαντες τῷ Ποσειδῶνι αὐτοῦ παρὰ τὸ τρόπαιον, ἡμέρας τε τρεῖς ἐπαυλισάμενοι (νηνεμία γὰρ ἦν), τῇ τετάρτῃ ἀπεπλεύσαμεν. ἔνθα δὴ 25 πολλοῖς τῶν ἐκ τῆς νησομαχίας νεκροῖς ἀπηντῶμεν καὶ προσω κέλλομεν, καὶ τὰ σώματα καταμετροῦντες ἐθαυμάζομεν. καὶ ἡμέρας μέν τινας ἐπλέομεν εὐκράτῳ ἀέρι χρώμενοι· ἔπειτα βορέου σφοδροῦ πνεύσαντος μέγα κρύος ἐγένετο, καὶ ὑπ ̓ αὐτοῦ πᾶν ἐπάγη τὸ πέλαγος, οὐκ ἐπιπολῆς μόνον ἀλλὰ καὶ ἐς βάθος, ὅσον 30 ἐπὶ τετρακοσίας ὀργυιάς, ὥστε καὶ ἀποβάντας διαθεῖν ἐπὶ τοῦ κρυστάλλου. ἐπιμένοντος οὖν τοῦ πνεύματος φέρειν οὐ δυνάμενοι τοιόνδε τι ἐποιήσαμεν· ὁ δὲ τὴν γνώμην ἀποφηνάμενος ἦν ὁ Σκίνδαρος. σκάψαντες γὰρ ἐν τῷ ὕδατι σπήλαιον μέγιστον ἐν τούτῳ ἐμείναμεν ἡμέρας τριάκοντα, πῦρ ἀνακαίοντες καὶ σιτού35μενοι τοὺς ἰχθύς· εὑρίσκομεν δὲ αὐτοὺς ἀνορύττοντες. ἐπειδὴ δὲ ἤδη ἐπέλιπε τὰ ἐπιτήδεια, προελθόντες καὶ τὴν ναῦν πεπηγυῖαν ἀνασπάσαντες, καὶ πετάσαντες τὴν ὀπόνην, ἐσυρόμενα ὥσπερ πλέοντες λείως καὶ προσηνῶς ἐπὶ τοῦ πάγου διολισθαίνοντες. ἡμέρᾳ 36. ἐμπεπηγυίαν ? *

25. ναυμαχίας *

« IndietroContinua »