Immagini della pagina
PDF
ePub

δὲ πέμπτῃ ἀλέα τε ἤδη ἦν καὶ ὁ πάγος ἐλύετο καὶ ὕδωρ πάντα αὖθις ἐγίνετο.

πλεύσαντες οὖν ὅσον σταδίους τριακοσίους νήσῳ μικρᾷ καὶ 3 ἐρήμῃ προσηνέχθημεν, ἀφ ̓ ἧς ὕδωρ λαβόντες (ἐπελελοίπει γὰρ ἤδη) καὶ δύο ταύρους ἀγρίους κατατοξεύσαντες ἀπεπλεύσαμεν· οἱ δὲ 5 ταῦροι οὗτοι τὰ κέρατα οὐκ ἐπὶ τῆς κεφαλῆς εἶχον ἀλλ ̓ ὑπὸ τοῖς ὀφθαλμοῖς, ὥσπερ ὁ Μῶμος ἠξίου. μετ ̓ οὐ πολὺ δὲ εἰς πέλαγος ἐνεβαίνομεν οὐχ ὕδατος ἀλλὰ γάλακτος, καὶ νῆσος ἐν αὐτῷ ἐφαίνετο λευκή, πλήρης ἀμπέλων. ἦν δὲ ἡ νῆσος τυρὸς μέγιστος, πάνυ συμπεπηγώς, ὡς ὕστερον ἐμφαγόντες ἐμάθομεν, εἰκοσιπέντε σταδίων 10 τὸ περίμετρον, αἱ δ ̓ ἄμπελοι βοτρύων πλήρεις· οὐ μέντοι οἶνον ἀλλὰ γάλα ἐξ αὐτῶν ἀποθλίβοντες ἐπίνομεν. ἱερὸν δ ̓ ἐν μέσῃ τῇ νήσῳ ἀνῳκοδόμητο Γαλατείας τῆς Νηρῇδος, ὡς ἐδήλου τὸ ἐπίγραμμα. ὅσον δ ̓ οὖν χρόνον ἐκεῖ ἐμείναμεν, ὄψον μὲν ἡμῖν καὶ σιτίον ἡ γῆ ὑπῆρχε, ποτὸν δὲ τὸ γάλα τὸ ἐκ τῶν βοτρύων. - βασι- 15 λεύειν δὲ τῶν χωρίων τούτων ἐλέγετο Τυρώ ἡ Σαλμωνέως, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν ταύτην παρὰ τοῦ Ποσειδῶνος λαβοῦσα τὴν τιμήν.

μείναντες δὲ ἡμέρας ἐν τῇ νήσῳ πέντε τῇ ἕκτῃ ἐξωρμήσαμεν, 4 αὔρας μέν τινος παραπεμπούσης, λειοκύμονος δὲ οὔσης τῆς θαλάσσης. 20 τῇ ὀγδόῃ δὲ ἡμέρᾳ πλέοντες οὐκέτι διὰ τοῦ γάλακτος ἀλλ ̓ ἤδη ἐν ἁλμυρῷ καὶ κυανῷ ὕδατι, καθορῶμεν ἀνθρώπους πολλοὺς ἐπὶ τοῦ πελάγους διαθέοντας, ἅπαντα ἡμῖν προσεοικότας, καὶ τὰ σώματα καὶ τὰ μεγέθη, πλὴν τῶν ποδῶν μόνων· ταῦτα γὰρ φέλλινα εἶχον, ἀφ ̓ οὗ δή, οἶμαι, καὶ ἐκαλοῦντο φελλόποδες. ἐθαυμάσαμεν οὖν ἰδόντες οὐ βαπτιζομένους ἀλλ ̓ ὑπερέχοντας τῶν κυμάτων καὶ ἀδεῶς ὁδοιποροῦντας. οἱ δὲ καὶ προσῄεσαν καὶ ἠσπάζοντο ἡμᾶς Ελληνικῇ φωνῇ, ἔλεγον δὲ καὶ ἐς Φελλὼ τὴν αὐτῶν πατρίδα ἐπείγεσθαι. μέχρι μὲν οὖν τινὸς συνωδοιπόρουν ἡμῖν παραλέοντες, εἶτα ἀποτραπόμενοι τῆς ὁδοῦ ἐβάδιζον, εὔπλοιαν ἡμῖν ἐπευξά κα

μενοι.

[ocr errors]

μετ ̓ ὀλίγον δὲ πολλαὶ νῆσοι ἐφαίνοντο, πλησίον μὲν ἐξ ἀρι στερῶν ἡ Φελλὼ ἐς ἣν ἐκεῖνοι ἔσπευδον, πόλις ἐπὶ μεγάλου καὶ στρογγύλου φελλοῦ κατοικουμένη, πόρρωθεν δέ, καὶ μᾶλλον ἐν δεξιᾷ, πέντε μέγισται καὶ ὑψηλόταται, καὶ πῦρ πολὺ ἀπ ̓ αὐτῶν ἀνεκαίετο, 3:5 κατὰ δὲ τὴν πρῷραν μία πλατεῖα καὶ ταπεινή, σταδίους ἐπέχουσα 5 οὐκ ἐλάττους πεντακοσίων. ἤδη δὲ πλησίον τε ἦμεν, καὶ θαυμα στή τις αὔρα περιέπνευσεν ἡμᾶς, ἡδεῖα καὶ εὐώδης, οἵαν φησὶν ὁ συγγραφεὺς Ηρόδοτος ἀπόζειν τῆς εὐδαίμονος ̓Αραβίας· οἷον γὰρ ἀπὸ ῥόδων καὶ ναρκίσσων καὶ ὑακίνθων καὶ κρίνων καὶ ἴων, ἔτι 40

δὲ μυρρίνης καὶ δάφνης καὶ ἀμπελάνθης, τοιοῦτον ἡμῖν τὸ ἡδὺ προσέβαλεν. ἡσθέντες δὲ τῇ ὀσμῇ, καὶ χρηστὰ ἐκ μακρῶν πόνων ἐλπίσαντες, κατ ̓ ἐλίγον ἤδη πλησίον τῆς νήσου ἐγινόμεθα. ἔνθα δὴ καθεωρῶμεν λιμένας τε πολλοὺς περὶ πᾶσαν ἀκλύστους καὶ 5 μεγάλους, ποταμούς τε διαυγεῖς ἐξιέντας ἠρέμα ἐς τὴν θάλασσαν, ἔτι δὲ λειμῶνας καὶ ὕλας καὶ ὄρνεα μουσικά, τὰ μὲν ἐπὶ τῶν ᾐόνων ᾄδοντα, πολλὰ δὲ καὶ ἐπὶ τῶν κλάδων. ἀήρ τε κοῦφος καὶ εὔπνους περιεκέχυτο τὴν χώραν, καὶ αὖραι δέ τινες ἡδεῖαι πνέουσαι ἠρέμα τὴν ὕλην διεσάλευον, ὥστε καὶ ἀπὸ τῶν κλά10 δων κινουμένων τερπνὰ καὶ συνεχῆ μέλη ἀπεσυρίζετο, ἐοικότα τοῖς ἐπ ̓ ἐρημίας αὐλήμασι τῶν πλαγίων αὐλῶν. καὶ μὴν καὶ βοὴ σύμμικτος ηκούετο ἄπρους, οὐ θορυβώδης ἀλλ ̓ οἷα γένοιτ' ἂν ἐν συμποσίῳ, τῶν μὲν αὐλούντων, τῶν δὲ ἐπᾳδόντων, ἐνίων δὲ κροτούντων πρὸς αὐλὸν ἢ κιθάραν. τούτοις ἅπασι κηλού6 μενοι κατήχθημεν. ὁρμίσαντες δὲ τὴν ναῦν ἀπεβαίνομεν, τὸν Σκίνθαρον ἐν αὐτῇ καὶ δύο τῶν ἑταίρων ἀπολιπόντες. προϊόντες δὲ διὰ λειμῶνος εὐανθοῦς ἐντυγχάνομεν τοῖς φρουροῖς καὶ περιπόλοις· οἱ δὲ δήσαντες ἡμᾶς ῥοδίνοις στεφάνοις (οὗτος γὰρ μέγι στος παρ ̓ αὐτοῖς δεσμός ἐστιν ἀνῆγον ὡς τὸν ἄρχοντα· παρ ̓ 20ὧν δὴ καὶ ὁδὸν ἠκούσαμεν ὡς ἡ μὲν νῆσος εἴη τῶν μακά ρων προσαγορευομένη, ἀρχὸς δὲ ὁ Κρὴς ̔Ραδάμανθυς. καὶ δὴ ἀναχθέντες ὡς αὐτὸν ἐν τάξει τῶν δικαζομένων ἔστημεν τέταρτοι. 7ἦν δὲ ἡ μὲν πρώτη δίκη περὶ Αἴαντος τοῦ Τελαμῶνος, εἴτε χρὴ αὐτὸν συνεῖναι τοῖς ἥρωσιν εἴτε καὶ μή, κατηγορεῖτο δὲ αὐτοῦ 2ὅτι μεμήνοι καὶ ἑαυτὸν ἀποκτάνοι· τέλος δὲ πολλῶν ῥηθέντων ἔγνω ὁ Ραδάμανθυς νῦν μὲν αὐτὸν πιόμενον τοῦ ἑλλεβόρου παραδοθῆναι Ιπποκράτει τῷ Κῴῳ ἰατρῷ, ὕστερον δὲ σωφρονήσαντα 8 μετέχειν τοῦ συμποσίου. δευτέρα δὲ ἦν κρίσις ἐρωτική, Θησέως καὶ Μενελάου περὶ τῆς ̔Ελένης διαγωνιζομένων, ποτέρῳ χρὴ αὐτὴν 30 συνοικεῖν· καὶ ὁ Ραδάμανθυς ἐδίκασε Μενελάῳ συνεῖναι αὐτὴν ἅτε τοσαῦτα πονήσαντι καὶ κινδυνεύσαντι τοῦ γάμου ἕνεκα· καὶ γὰρ αὖ τῷ Θησεῖ καὶ ἄλλας εἶναι γυναῖκας, τήν τε ̓Αμαζόνα καὶ 9 τὰς τοῦ Μίνωος Αυγατέρας. τρίτη δ ̓ ἐδικάσθη περὶ προεδρίας ̓Αλεξάνδρῳ τε τῷ Φιλίππου καὶ ̓Αννίβᾳ τῷ Καρχηδονίῳ· καὶ 35 ἔδοξε προέχειν ὁ ̓Αλέξανδρος, καὶ χρόνος αὐτῷ ἐτέθη παρὰ 10 Κῦρον τον Πέρσην τὸν πρότερον. τέταρτοι δ ̓ ἡμεῖς προσήχθη μεν. καὶ ὃ μὲν ἤρετο τί παθόντες ἔτι ζῶντες ἱεροῦ χωρίου ἐπιβαίημεν, ἡμεῖς δὲ πάντα ἑξῆς διηγησάμεθα. οὕτω δὴ μετα

43. ἐπαινούντων

στησάμενος ἡμᾶς ἐπὶ πολὺν χρόνον ἐσκέπτετο καὶ τοῖς συνέδροις ἐκοινοῦτο περὶ ἡμῶν· συνήδρευον δὲ ἄλλοι τε πολλοὶ καὶ ̓Αρι στείδης ὁ δίκαιος ὁ ̓Αθηναῖος. ὡς δ ̓ ἔδοξεν αὐτῷ, ἀπεφήνατο τῆς μὲν φιλοπραγμοσύνης καὶ τῆς ἀποδημίας, ἐπειδὰν ἀποθά νωμεν, δοῦναι τὰς εὐθύνας, τὸ δὲ νῦν ῥητὸν χρόνον μείναντας: ἐν τῇ νήσῳ καὶ συνδιαιτηθέντας τοῖς ἥρωσιν ἀπελθεῖν. ἔταξε δὲ καὶ τὴν προθεσμίαν τῆς ἐπιδημίας, μὴ πλέον μηνῶν ἑπτά. τοὐντεῦθεν αὐτομάτων ἡμῖν τῶν στεφάνων περιρρυέντων ἐλελύ-11 μεθα, καὶ εἰς τὴν πόλιν ἠγόμεθα καὶ εἰς τὸ τῶν μακάρων συμπόσιον.

10

αὐτὴ μὲν οὖν ἡ πόλις πᾶσα χρυσῆ, τὸ δὲ τεῖχος περίκειται σμαράγδινον, πύλαι δ ̓ εἰσὶν ἑπτὰ πᾶσαι μονόξυλοι κινναμώμινοι. τὸ μέντοι ἔδαφος τὸ τῆς πόλεως καὶ ἡ ἐντὸς τοῦ τείχους γῆ ἐλεφαντίνη. ναοὶ δὲ πάντων θεῶν βηρύλλου λίθου ᾠκοδομημένοι, καὶ βωμοὶ ἐν αὐτοῖς μέγιστοι μονόλιθοι ἀμεθύστινοι, ἐφ ̓ ὧν ποιοῦσι τὰς 15 ἑκατόμβας. περὶ δὲ τὴν πόλιν ῥεῖ ποταμὸς μύρου τοῦ καλλίστου, τὸ πλάτος πήχεων ἑκατὸν βασιλικῶν, βάθος δὲ ὥστε νεῖν εὐμαρῶς. λουτρὰ δέ ἐστιν αὐτοῖς οἶκοι μεγάλοι ὑάλινοι, τῷ κινναμώμῳ ἐγκαιόμενοι· ἀντὶ μέντοι ὕδατος ἐν ταῖς πυέλοις δρόσος θερμὴ ἔστιν. ἐσθῆτι δὲ χρῶνται ἀραχνίοις λεπτοῖς πορφυροῖς. αὐτοὶ δὲ σώματα 12 μὲν οὐκ ἔχουσιν, ἀλλ ̓ ἀναφεῖς καὶ ἄσαρκοί εἰσι, μορφὴν δὲ καὶ ἰδέαν μόνον ἐμφαίνουσι. καὶ ἀσώματοι ὄντες ὅμως συνεστᾶσι καὶ κινοῦνται καὶ φρονοῦσι καὶ φωνὴν ἀφιᾶσιν. καὶ ὅλως ἔοικε γυμνή τις ἡ ψυχὴ αὐτῶν περιπολεῖν, τὴν τοῦ σώματος ὁμοιότητα περικειμένη. εἰ γοῦν μὴ ἅψαιτό τις, οὐκ ἂν ἐλέγξειε μὴ εἶναι σῶμα τὸ ὁρώ-2 μενον· εἰσὶ γὰρ ὥσπερ σκιαὶ ὀρθαί, οὐ μέλαιναι. γηράσκει δὲ οὐδείς, ἀλλ ̓ ἐφ ̓ ἧς ἂν ἡλικίας ἔλθῃ παραμένει. οὐ μὴν οὐδὲ νὺξ παρ' αὐ τοῖς γίνεται, οὐδ ̓ ἡμέρα πάνυ λαμπρά· ἀλλὰ καθάπερ τὸ λυκαυγές ἤδη πρὸς ἕω, μηδέπω ἀνατείλαντος ἡλίου, τοιοῦτο φῶς ἐπέχει τὴν γῆν. καὶ μέντοι καὶ ὥραν μίαν ἴσασι τοῦ ἔτους· ἀεὶ γὰρ παρ ̓ αὐτοῖς ἔαρ 30 ἐστί, καὶ εἷς ἄνεμος πνεῖ ὁ ζέφυρος. ἡ δὲ χώρα πᾶσι μὲν ἄνθεσι 13 πᾶσι δὲ φυτοῖς ἡμέροις τε καὶ σκιεροῖς τέθηλεν· αἱ μὲν γὰρ ἄμπελοι δωδεκάφοροί εἰσι καὶ κατὰ μῆνα ἕκαστον καρποφοροῦσι, τὰς δὲ ῥοιὰς καὶ τὰς μηλέας καὶ τὴν ἄλλην ἐπώραν ἔλεγον εἶναι τρισ καιδεκάφορον· ἑνὸς γὰρ μηνός, τοῦ παρ ̓ αὐτοῖς μινώου, δὶς καρπο-35 φορεῖν. ἀντὶ δὲ πυροῦ οἱ στάχυες ἄρτον ἕτοιμον ἐπ ̓ ἄκρων φύουσιν ὥσπερ μύκητας. πηγαὶ δὲ περὶ τὴν πόλιν ὕδατος μὲν πέντε καὶ ἑξήκοντα καὶ τριακόσιαι, μέλιτος δὲ ἄλλαι τοσαῦται, μύρου δὲ

29. τὴν νῆσον?

πεντακόσιαι, μικρότεραι μέντοι αὗται, καὶ ποταμοὶ γάλακτος ἑπτὰ καὶ οἴνου ὀκτώ.

14 τὸ δὲ συμπόσιον ἔξω τῆς πόλεως πεποίηται, ἐν τῷ Ηλυσίῳ καλουμένῳ πεδίῳ· λειμὼν δ ̓ ἔστι κάλλιστος, καὶ περὶ αὐτὸν ὕλη παντοία πυκνή, ἐπισκιάζουσα τοὺς κατακειμένους. καὶ στρωμνὴ μὲν ἐκ τῶν ἀνθέων ὑποβέβληται, διακονοῦνται δὲ καὶ περιφέρουσιν ἕκαστα οἱ ἄνεμοι, πλήν γε τοῦ οἰνοχοεῖν. τούτου γαρ οὐδὲν δέονται, ἀλλ ̓ ἔστι δένδρα περὶ τὸ συμπόσιον ὑάλινα μεγάλα, τῆς διαυγε στάτης ὑάλου, ὁ καρπὸς δ ̓ ἐστὶ τῶν δένδρων τούτων ποτήρια παν40 τοῖα καὶ τὰς κατασκευὰς καὶ τὰ μεγέθη. ἐπειδὰν οὖν παρίῃ τις ἐς τὸ συμπόσιον, τρυγήσας ἓν ἢ καὶ δύο τῶν ἐκπωμάτων παρατίθεται, τὰ δὲ αὐτίκα οἴνου πλήρη γίνεται. οὕτω μὲν πίνουσιν, ἀντὶ δὲ τῶν στεφάνων αἱ ἀηδόνες καὶ τἆλλα τὰ μουσικὰ ὄρνεα, ἐκ τῶν πλησίον λειμώνων τοῖς στόμασιν ἀνθολογοῦντα, κατανείφει αὐτοὺς 15 μετ' ᾠδῆς ὑπερπετόμενα. καὶ μὴν καὶ μυρίζονται ὧδε· νεφέλαι πυκναὶ ἀνασπάσασαι μύρον ἐκ τῶν πηγῶν καὶ τοῦ ποταμοῦ, καὶ ἐπιστᾶσαι ὑπὲρ τὸ συμπόσιον, ἠρέμα τῶν ἀνέμων ὑποθλιβόντων ὕουσι 15 λεπτὸν ὥσπερ δρόσον. ἐπὶ δὲ τῷ δείπνῳ μουσικῇ τε καὶ ᾠδαῖς σχολάζουσιν· ᾄδεται δὲ αὐτοῖς τὰ τοῦ ̔Ομήρου ἔπη μάλιστα· καὶ 20 αὐτὸς γὰρ πάρεστι καὶ συνευωχεῖται αὐτοῖς, ὑπὲρ τὸν ̓Οδυσσέα κατακείμενος. οἱ μὲν οὖν χοροὶ ἐκ παίδων εἰσὶ καὶ παρθένων, ἐξάρχουσι δὲ καὶ συνάδουσιν Εὔνομός τε ὁ Λοκρὸς καὶ ̓Αρίων ὁ Λέσβιος καὶ ̓Ανακρέων καὶ Στησίχορος· καὶ γὰρ τοῦτον παρ ̓ αὐτοῖς ἐπεασάμην ἤδη τῆς ̔Ελένης αὐτῷ διηλλαγμένης. ἐπειδὰν δὲ 2 οὗτοι παύσωνται ᾄδοντες, δεύτερος χορὸς παρέρχεται ἐκ κύκνων καὶ χελιδόνων καὶ ἀηδόνων. ἐπειδὰν δὲ καὶ οὗτοι ᾄσωσι, τότε δὴ 16 πᾶσα ἡ ὕλη ἐπαυλεῖ τῶν ἀνέμων καταρχόντων. μέγιστον δὲ δὴ πρὸς εὐφροσύνην ἐκεῖνο ἔχουσι. πηγαί εἰσι δύο παρὰ τὸ συμπόσιον, ἡ μὲν γέλωτος ἡ δὲ ἡδονῆς· ἐκ τούτων ἑκατέρας πάντες ἐν ἀρχῇ 3 τῆς εὐωχίας πίνουσι, καὶ τὸ λοιπὸν ἡδόμενοι καὶ γελῶντες διά

17

γουσιν.

βούλομαι δὲ εἰπεῖν καὶ τῶν ἐπισήμων οὕς τινας παρ ̓ αὐτοῖς ἐπεασάμην, πάντας μὲν τοὺς ἡμιθέους καὶ τοὺς ἐπὶ Ἴλιον στρατεύσαντας, πλήν γε τοῦ Λοκροῦ Αἴαντος (ἐκεῖνον δὲ μόνον ἔφασκον ἐν 35 τῷ τῶν ἀσεβῶν χώρῳ κολάζεσθαι), βαρβάρων δὲ Κύρους τε ἀμφο τέρους καὶ τὸν Σκύθην Ανάχαρσιν καὶ τὸν Θρᾷκα Ζάμολξιν καὶ Νουμᾶν τὸν Ἰταλιώτην, καὶ μὴν καὶ Λυκοῦργον τὸν Λακεδαιμόνιον καὶ Φωκίωνα καὶ Τέλλον τοὺς ̓Αθηναίους, καὶ τοὺς σοφοὺς ἄνευ Περιάνδρου. εἶδον δὲ καὶ Σωκράτην τὸν Σωφρονίσκου ἀδολεσχοῦντα μετὰ Νέστορος καὶ Παλαμήδους· περὶ δὲ αὐτὸν ἦσαν Υάκινθός τε

ὁ Λακεδαιμόνιος καὶ ὁ Θεσπιεὺς Νάρκισσος καὶ Ὕλας καὶ ἄλλοι πολλοὶ καὶ καλοί. καί μοι ἐδόκει ἐρᾶν τοῦ Υακίνθου· τὰ πολλὰ γοῦν ἐκεῖνον διήλεγχεν. ἐλέγετο δὲ χαλεπαίνειν αὐτῷ ὁ Ραδάμανθυς, καὶ ἠπειληκέναι πολλάκις ἐκβαλεῖν αὐτὸν ἐκ τῆς νήσου, ἢν φλυαρῇ καὶ μὴ ἐπέλῃ ἀφεὶς τὴν εἰρωνείαν εὐωχεῖσθαι. Πλάτων δὲ μόνος κ οὐ παρῆν, ἀλλ ̓ ἐλέγετο καὶ αὐτὸς ἐν τῇ ἀναπλασθείσῃ ὑπ ̓ αὐτοῦ πόλει οἰκεῖν, χρώμενος τῇ πολιτείᾳ καὶ τοῖς νόμοις οἷς συνέγραψεν. οἱ μέντοι ἀμφ' ̓Αρίστιππον τε καὶ Ἐπίκουρον τὰ πρῶτα παρ ̓ αὐ-18 τοῖς ἐφέροντο, ἡδεῖς ὄντες καὶ κεχαρισμένοι καὶ συμποτικώτατοι. παρῆν δὲ καὶ Αἴσωπος ὁ Φρύξ· τούτῳ δὲ ὅσα καὶ γελωτοποιῷ 10 χρῶνται. Διογένης μέν γε ὁ Σινωπεὺς τοσοῦτον μετέβαλε τοῦ τρόπου ὥστε γῆμαι Λαΐδα τὴν ἑταίραν, ἐρχεῖσθαί τε ὑπὸ μέθης πολλάκις ἀνιστάμενον καὶ παροινεῖν. τῶν δὲ στωικῶν οὐδεὶς παρῆν· ἔτι γὰρ ἐλέγοντο ἀναβαίνειν τὸν τῆς ἀρετῆς ὄρθιον λέφον. ἀκούομεν δὲ καὶ περὶ Χρυσίππου ὅτι οὐ πρότερον αὐτῷ ἐπιβῆναι τῆς νήσου 15 Θέμις, πρὶν ἂν τὸ τέταρτον ἑαυτὸν ἑλλεβορίσῃ. τοὺς δὲ ἀκαδημαϊ κοὺς ἔλεγον ἐθέλειν μὲν ἐλθεῖν, ἐπέχειν δ ̓ ἔτι καὶ διασκέπτεσθαι· μηδὲ γὰρ αὐτὸ τοῦτό πω καταλαμβάνειν, εἰ καὶ νῆσός τις τοιαύτη ἔστιν. ἄλλως τε τὴν ἐπὶ τοῦ Ραδαμάνθυος, οἶμαι, κρίσιν ἐδεδοίκεσαν ἅτε καὶ τὸ κριτήριον αὐτοὶ ἀνῃρηκότες. πολλοὺς δὲ αὐτῶν 20 ἔφασκον ὁρμηθέντας ἀκολουθεῖν τοῖς ἀφικνουμένοις, ὑπὸ νωπείας δ ̓ ἀπολείπεσθαι μὴ καταλαμβάνοντας, καὶ ἀναστρέφειν ἐκ μέσης τῆς ὁδοῦ.

οὗτοι μὲν οὖν ἦσαν οἱ ἀξιολογώτατοι τῶν παρόντων, τιμῶσι δὲ 19 μάλιστα τὸν ̓Αχιλλέα, καὶ μετὰ τοῦτον Θησέα. περὶ δὲ συνουσίας. καὶ ἀφροδισίων οὕτω φρονοῦσιν. μίσγονται μὲν ἀναφανδόν, πάντων ὁρώντων, καὶ γυναιξὶ καὶ ἄρρεσι, καὶ οὐδαμῶς τοῦτο αὐτοῖς αἰσχρὸν δοκεῖ· μόνος δὲ Σωκράτης διώμνυτο ἦ μὴν καθαρῶς πλησιάζειν τοῖς νέοις. καὶ μέντοι πάντες αὐτοῦ ἐπιορκεῖν κατεγίνωσκον· πολλάκις γοῦν ὁ μὲν Υάκινθος ἢ ὁ Νάρκισσος ὡμολόγουν, ἐκεῖνος δὲ 30 ἠρνεῖτο. αἱ δὲ γυναῖκες εἰσὶ πᾶσαι κοιναί, καὶ οὐδεὶς φθονεῖ τῷ πλησίον, ἀλλ ̓ εἰσὶ περὶ τοῦτο μάλιστα πλατωνικώτατοι. καὶ οἱ παῖδες δὲ παρέχουσι τοῖς βουλομένοις, οὐδὲν ἀντιλέγοντες.

οὔπω δὲ δύο ἢ τρεῖς ἡμέραι διεληλύθεσαν, καὶ προσελθὼν ἐγὼ 20 Ομήρῳ τῷ ποιητῇ, σχολῆς οὔσης ἀμφοῖν, τά τε ἄλλα ἐπυνθανόμην 35 καὶ ὅθεν εἴη, λέγων τοῦτο μάλιστα παρ ̓ ἡμῖν εἰς ἔτι νῦν ζητεῖσθαι. ὃ δὲ οὐδ ̓ αὐτὸς μὲν ἀγνοεῖν ἔφασκεν ὡς οἳ μὲν Χῖον οἳ δὲ Σμυρ ναῖον πολλοὶ δὲ καὶ Κολοφώνιον αὐτὸν νομίζουσιν, εἶναι μέντοι γε ἔλεγε Βαβυλώνιος, καὶ παρά γε τοῖς πολίταις οὐχ Ὅμηρος ἀλλὰ Τιγράνης καλεῖσθαι, ὕστερον δὲ ὁμηρεύσας παρὰ τοῖς Ἕλλησιν

« IndietroContinua »