Immagini della pagina
PDF
ePub
[ocr errors]

φιλανθρωπίας οἱ θεοὶ πονοῦσι, πρὸς τὸν ἐπὶ τῆς γῆς βίον ἑκάστοις 2 συντελοῦντες. καίτοι τὰ μὲν τῶν ἄλλων μέτρια, ἐγὼ δὲ αὐτὸς ὁ πάντων βασιλεὺς καὶ πατὴρ ὅσας μὲν ἀηδίας ἀνέχομαι ὅσα δὲ πράγματα ἔχω πρὸς τοσαύτας φροντίδας διηρημένος· ᾧ πρῶτα μὲν στὰ τῶν ἄλλων θεῶν ἔργα ἐπισκοπεῖν ἀναγκαῖον, ὁπόσοι τι ἡμῖν συνδιαπράττουσι τῆς ἀρχῆς, ὡς μὴ βλακεύωσιν ἐν αὐτοῖς, ἔπειτα δὲ καὶ αὐτῷ μυρί ̓ ἄττα πράττειν καὶ σχεδὸν ἀνέφικτα ὑπὸ λεπτότητος. οὐ γὰρ μόνον τὰ κεφάλαια ταῦτα τῆς διοικήσεως, ὑετοὺς καὶ χαλάζας καὶ πνεύματα καὶ ἀστραπάς, αὐτὸς οἰκονομησάμενος καὶ 10 διατάξας πέπαυμαι τῶν ἐπὶ μέρους φροντίδων ἀπηλλαγμένος· ἀλλά με δεῖ καὶ ταῦτα μὲν ποιεῖν, ἀποβλέπειν δὲ κατὰ τὸν αὐτὸν χρόνον ἁπανταχοῖ καὶ πάντα ἐπισκοπεῖν ὥσπερ τὸν ἐν τῇ Νεμέα βουκόλον, τοὺς κλέπτοντας, τοὺς ἐπιορκοῦντας, τοὺς δύοντας, εἴ τις ἔσπεισε, πόθεν ἡ κνῖσα καὶ ὁ καπνὸς ἀνέρχεται, τίς νοσῶν ἢ πλέων ἐκάλεσεν, 15 καὶ τὸ πάντων ἐπιπονώτατον, ὑφ ̓ ἕνα καιρὸν ἔν τε Ολυμπίᾳ τῇ ἑκατόμβη παρεῖναι καὶ ἐν Βαβυλῶνι τοὺς πολεμοῦντας ἐπισκοπεῖν καὶ ἐν Γέταις χαλαζᾶν καὶ ἐν Αἰπίοψιν εὐωχεῖσθαι. τὸ δὲ μεμψί μοιρον οὐδὲ οὕτω διαφυγεῖν ῥᾴδιον, ἀλλὰ πολλάκις οἱ μὲν ἄλλοι Θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὕδουσι παννύχιοι, τὸν Δία δὲ ἐμὲ 20 οὐκ ἔχει νήδυμος ὕπνος· ἢν γάρ τι καὶ μικρὸν ἐπινυστάξωμεν, ἀληθὴς εὐθὺς ὁ ̓Επίκουρος ἀπρονοήτους ἡμᾶς ἀποφαίνων τῶν ἐπὶ γῆς πραγμάτων. καὶ ὁ κίνδυνος οὐκ εὐκαταφρόνητος εἰ ταῦτα οἱ ἄνθρωποι πιστεύσουσιν αὐτῷ, ἀλλ ̓ ἀστεφάνωτοι μὲν ἡμῖν οἱ ναοὶ ἔσονται, ἀκνίσωτοι δὲ αἱ ἀγυιαί, ἄσπονδοι δὲ οἱ κρατῆρες, ψυχροί 25 δὲ οἱ βωμοί, καὶ ὅλως ἄλυτα καὶ ἀκαλλιέρητα, καὶ ὁ λιμὸς πολύς. τοιγαροῦν, ὥσπερ οἱ κυβερνῆται, ὑψηλὸς μόνος ἐπὶ τῆς πρύμνης ἕστηκα το πηδάλιον ἔχων ἐν ταῖν χεροῖν· καὶ οἱ μὲν ἐπιβάται με Δύοντες, εἰ τύχοιεν, καθεύδουσιν, ἐγὼ δὲ ἄγρυπνος καὶ ἄσιτος ὑπὲρ ἁπάντων μερμηρίζω κατὰ φρένα καὶ κατὰ θυμόν, μόνῳ τῷ δεσπότης 3 εἶναι δοκεῖν τετιμημένος. ὥστε ἡδέως ἂν ἐροίμην τοὺς φιλοσόφους, οἳ μόνους τοὺς θεοὺς εὐδαιμονίζουσιν, ὁπότε καὶ σχολάζειν ἡμᾶς τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ νομίζουσι, μυρί ̓ ὅσα ἔχοντας πράγματα. ἰδού γέ τοι ὑπ ̓ ἀσχολίας τοσαύτας ἑώλους δίκας φυλάττομεν ἀποκειμένας, ὑπ ̓ εὐρῶτος ἤδη καὶ ἀραχνίων διεφθαρμένας, καὶ μάθ 35λιστα ὁπόσαι ταῖς ἐπιστήμαις καὶ τέχναις πρὸς ἀνθρώπους τινὰς συνέστησαν, πάνυ παλαιὰς ἐνίας αὐτῶν. οἳ δὲ κεκράγασιν ἁπανταχόθεν καὶ ἀγανακτοῦσι καὶ τὴν δίκην ἐπιβοῶνται κἀμὲ τῆς βραδυτῆτος αἰτιῶνται, ἀγνοοῦντες ὡς οὐκ ὀλιγωρίᾳ τὰς κρίσεις ὑπερημέρους συνέβη γενέσθαι, ἀλλ ̓ ὑπὸ τῆς εὐδαιμονίας ᾗ συνεῖναι ἡμᾶς ὑπο40 λαμβάνουσιν· τοῦτο γὰρ τὴν ἀσχολίαν καλοῦσιν.

ΕΡΜΗΣ. καὐτὸς ὦ Ζεῦ πολλὰ τοιαῦτα ἐπὶ τῆς γῆς ἀκούσας 4 δυσχεραινόντων λέγειν πρὸς σὲ οὐκ ἐτόλμων. ἐπεὶ δὲ σὺ περὶ τούτων τοὺς λόγους ἐνέβαλες, καὶ δὴ λέγω. πάντως ἀγανακτοῦσιν ὦ πάτερ καὶ σχετλιάζουσι, καὶ ἐς τὸ φανερὸν μὲν οὐ τολμῶσι λέγειν, ὑποτονθορύζουσι δὲ συγκεκυφότες, αιτιώμενοι τὸν χρόνον· οὓς ἔδει πάλαι τὰ καθ ̓ αὑτοὺς εἰδότας στέργειν ἕκαστον τοῖς δεδικασμένοις.

ΖΕΥΣ. τί οὖν ὦ Ἑρμῆ δοκεῖ; προτίθεμεν αὐτοῖς ἀγορὰν δικῶν, ἢ θέλεις ἐς νέωτα παραγγελοῦμεν;

ΕΡΜ. οὐ μὲν οὖν ἀλλ ̓ ἤδη προθῶμεν.

ΖΕΥΣ. οὕτω ποίει. σὺ μὲν κήρυττε καταπτάμενος ὅτι ἀγορά 10 δικῶν ἔσται κατὰ τάδε, πάντας οπόσοι τὰς γραφὰς ἀπενηνόχασιν ἥκειν τήμερον ἐς Αρειον πάγον, ἐκεῖ δὲ τὴν μὲν Δίκην ἀποκληροῦν σφίσι τὰ δικαστήρια κατὰ λόγον τῶν ἐγκλημάτων ἐξ ἁπάντων Αθηναίων· εἰ δέ τις ἄδικον οἴοιτο γεγενῆσθαι τὴν κρίσιν, ἐξεῖναι ἐφέντι ἐπ ̓ ἐμὲ δικάζεσθαι ἐξ ὑπαρχῆς, ὡς εἰ μηδὲ τὸ παράπαν 5 ἐδεδίκαστο. σὺ δὲ ὦ θύγατερ, καθεζομένη παρὰ τὰς σεμνὰς θεάς, ἀποκλήρου τὰς δίκας καὶ ἐπισκόπει τοὺς δικάζοντας.

ΔΙΚΗ. αὖθις ἐς τὴν γῆν; ἵν ̓ ἐξελαυνομένη πρὸς αὐτῶν δραπε- 5 τεύω πάλιν ἐκ τοῦ βίου, τὴν ἀδικίαν ἐπιγελῶσαν οὐ φέρουσα.

ΖΕΥΣ. χρηστὰ ἐλπίζειν σε δεῖ· πάντως γὰρ ἤδη πεπείκασιν 20 αὐτοὺς οἱ φιλόσοφοι σὲ τῆς ἀδικίας προτιμᾶν, καὶ μάλιστα ὁ τοῦ Σωφρονίσκου τὸ δίκαιον ὑπερεπαινέσας καὶ ἀγαθῶν τὸ μέγιστον ἀποφήνας.

ΔΙΚ. πάνυ γοῦν αὐτὸν ὃν φὴς ἐκεῖνον ὤνησαν οἱ περὶ ἐμοῦ λόγοι, ὃς παραδοθείς τοῖς ἕνδεκα καὶ ἐς τὸ δεσμωτήριον ἐμπεσών 25 ἔπιεν ἄπλιος τοῦ κωνείου, μηδὲ τὸν ἀλεκτρυόνα τῷ ̓Ασκληπιῷ ἀποδεδωκώς· παρὰ τοσοῦτον ὑπερέσχον οἱ κατήγοροι τἀναντία περὶ τῆς ἀδικίας φλυαροῦντες.

ΖΕΥΣ. ξένα ἔτι τοῖς πολλοῖς τὰ τῆς φιλοσοφίας ἦν τότε, καὶ 6 ὀλίγοι ἦσαν οἱ φιλοσοφοῦντες, ὥστε εἰκότως ἐς τὸν ̓Ανυτον και 30 Μέλητον ἔρρεπε τὰ δικαστήρια. τὸ δὲ νῦν εἶναι οὐχ ὁρᾷς ὅσοι τρίβωνες καὶ βακτηρίαι καὶ πῆραι; καὶ ἁπανταχοῦ πώγων βαθὺς καὶ βιβλίον ἐν τῇ ἀριστερᾷ, καὶ πάντες ὑπὲρ σοῦ φιλοσοφοῦσιν, μεστοὶ δὲ οἱ περίπατοι κατὰ ἴλας καὶ φάλαγγας ἀλλήλοις ἀπαντώντων, καὶ οὐδεὶς ὅστις οὐ τρόφιμος τῆς ἀρετῆς εἶναι δοκεῖν βούλε- 3 ται. πολλοὶ γοῦν τὰς τέχνας ἀφέντες ἃς εἶχον τέως, ἐπὶ τὴν πήραν ἄξαντες καὶ τὸ τριβώνιον, καὶ τὸ σῶμα πρὸς τὸν ἥλιον ἐς τὸ Αἰπιοπικὸν ἐπιχράναντες, αὐτοσχέδιοι φιλόσοφοι ἐκ σκυτοτόμων ἢ τεκτόνων

3. πάντες *

13. τιμημάτων *: cf. § 12

28. φιλοσοφοῦντες *

35

περινοστοῦσι, σὲ καὶ τὴν σὴν ἀρετὴν ἐπαινοῦντες. ὥστε κατὰ τὴν παροιμίαν πᾶττον ἄν τις ἐν πλοίω πεσὼν διαμάρτοι ξύλου, ἢ ἔνθ ̓ ἂν ἀπίδῃ ὁ ὀφθαλμός, ἀπορήσει φιλοσόφου.

7 ΔΙΚ. καὶ μὴν οὗτοί με ὦ Ζεῦ δεδίττονται, πρὸς ἀλλήλους ϋ ἐρίζοντες, καὶ ἀγνωμονοῦντες ἐν αὐτοῖς οἷς περὶ ἐμοῦ διεξέρχονται. φασὶ δὲ καὶ τοὺς πλείστους αὐτῶν ἐν μὲν τοῖς λόγοις προσποιεῖσθαί με, ἐπὶ δὲ τῶν πραγμάτων μηδὲ τὸ παράπαν ἐς τὴν οἰκίαν πα ραδέχεσθαι, ἀλλὰ δήλους εἶναι ἀποκλείσοντας ἣν ἀφίκωμαί ποτε αὐτοῖς ἐπὶ τὰς θύρας· πάλαι γὰρ τὴν ἀδικίαν προεπεξενῶσθαι 10 αὐτοῖς.

8

ΖΕΥΣ. οὐ πάντες ὦ θύγατερ μοχθηροί εἰσιν· ἱκανὸν δὲ κἂν ἐνίοις τισὶ χρηστοῖς ἐντύχης. ἀλλ ̓ ἄπιτε ἤδη, ὡς κἂν ὀλίγαι τήμε ρον ἐκδικασθῶσιν.

ΕΡΜ. προΐωμεν ὦ Δίκη ταύτην εὐθὺ τοῦ Σουνίου, μικρὸν ὑπὸ 15 τὸν Ὑμηττὸν ἐπὶ τὰ λαιὰ τῆς Πάρνηθος, ἔνθα αἱ δύο ἐκεῖναι ἄκραι· σὺ γὰρ ἔοικας ἐκλελῆσθαι πάλαι τὴν ὁδόν. ἀλλὰ τί δακρύεις καὶ σχετλιάζεις; μὴ δέδιθι. οὐκές ̓ ὅμοια τὰ ἐν τῷ βίῳ. τεθνᾶσιν ἐκεῖνοι πάντες οἱ Σκίρωνες καὶ Πιτυοκάμπται καὶ Βουσίριδες καὶ Φαλάριδες, οὓς ἐδεδίεις τότε· νυνὶ δὲ σοφία καὶ ἀκαδήμεια καὶ 20 στοὰ κατέχουσι πάντα, καὶ πανταχοῦ σε ζητοῦσι καὶ περὶ σοῦ διαλέγονται, κεχηνότες εἴ ποθεν ἐς αὐτοὺς καταπτοῖο πάλιν.

ΔΙΚ. σὺ γοῦν μοι ὦ Ἑρμῆ τἀληθὲς ἂν εἴποις μόνος, ἅτε συνὼν αὐτοῖς τὰ πολλὰ καὶ συνδιατρίβων ἔν τε γυμνασίοις καὶ ἐν τῇ ἀγορᾷ καὶ ἀγοραῖος γὰρ εἶ καὶ ἐν ταῖς ἐκκλησίαις κηρύττεις), 25 ὁποῖοι γεγένηνται, καὶ εἰ δυνατή μοι παρ' αὐτοῖς ἡ μονή.

ΕΡΜ. νή Δί'· ἀδικοίην γὰρ ἂν πρὸς ἀδελφήν σε οὖσαν μὴ λέγων. οὐκ ὀλίγα γὰρ πρὸς φιλοσοφίας ὠφέληνται οἱ πολλοὶ αὐτῶν· καὶ γὰρ εἰ μηδὲν ἄλλο, αἰδοῖ γοῦν τοῦ σχήματος μετριώτερα διαμαρτάνουσιν. πλὴν ἀλλὰ καὶ μοχθηροῖς τισὶν ἐντεύξῃ αὐτῶν (χρὴ 30 γάρ, οἶμαι, τἀληθῆ λέγειν), ἐνίοις δὲ ἡμισόφοις καὶ ἡμιφαύλοις. ἐπεὶ γὰρ αὐτοὺς μετέβαπτεν ἡ φιλοσοφία παραλαβοῦσα, ὁπόσοι μὲν ἐς κόρον ἔπιον τῆς βαφῆς, χρηστοὶ ἀκριβῶς ἀπετελέσθησαν, ἀμιγεῖς ἑτέρων χρωμάτων, καὶ πρός γε τὴν σὴν ὑποδοχὴν οὗτοι ἑτοιμότατοι· ὅσοι δὲ ὑπὸ τοῦ πάλαι ῥύπου μὴ ἐς βάθος παραδέξαιντο ὁπόσον 35 δευσοποιὸν τοῦ φαρμάκου, τῶν μὲν ἄλλων ἀμείνους, ἀτελεῖς δὲ ὅμως καὶ μιξόλευκοι καὶ κατεστιγμένοι καὶ παρδαλωτοὶ τὴν χρόαν. εἰσὶ δ ̓ οἳ καὶ μόνον ψαύσαντες ἔκτοσθεν τοῦ λέβητος ἄκρῳ τῷ δακτύλῳ καὶ ἐπιχρισάμενοι τῆς ἀσβόλου ἱκανῶς οἴονται καὶ οὗτοι μεταβεβ ́φθαι. σοὶ μέντοι δῆλον ὅτι μετὰ τῶν ἀρίστων ἡ διατριβὴ 9 ἔσται. ἀλλὰ μεταξὺ λόγων ἤδη πλησιάζομεν τῇ ̓Αττικῇ, ὥστε τὸ

μὲν Σούνιον ἐν δεξιᾷ καταλίπωμεν, ἐς δὲ τὴν ἀκρόπολιν ἀπονεύσωμεν ἤδη, καὶ ἐπείπερ καταβεβήκαμεν, αὐτὴ μὲν ἐνταῦθά που ἐπὶ τοῦ πάγου κάθησο, ἐς τὴν πύκνα ὁρῶσα καὶ περιμένουσα ἔστ ̓ ἂν κηρύξω τὰ παρὰ τοῦ Διός, ἐγὼ δ ̓ ἐς τὴν ἀκρόπολιν ἀναβὰς ῥᾷον οὕτως ἅπαντας ἐκ τοῦ ἐπηκόου προσκαλέσομαι.

ΔΙΚ. μὴ πρότερον ἀπέλθης ὦ Ἑρμῆ, πρὶν εἰπεῖν ὅστις οὗτος ὁ προσιών ἐστιν, ὁ κερασφόρος, ὁ τὴν σύριγγα, ὁ λάσιος ἐκ τοῖν σκελοῖν.

ΕΡΜ. τί φής; ἀγνοεῖς τὸν Πᾶνα, τῶν Διονύσου θεραπόντων τὸν βακχικώτατον; οὗτος ᾤκει μὲν τὸ πρόσθεν ἀνὰ τὸ Παρθένιον, 10 ὑπὸ δὲ τὸν Δάτιδος ἐπίπλουν καὶ τὴν Μαραθωνάδε τῶν βαρβάρων ἀπόβασιν ἧκεν ἄκλητος τοῖς ̓ Αθηναίοις σύμμαχος, καὶ τὸ ἀπ ̓ ἐκείνου τὴν ὑπὸ τῇ ἀκροπόλει σπήλυγγα ταύτην ἀπολαβόμενος οἰκεῖ μικρὸν ὑπὲρ τοῦ Πελασγικοῦ, ἐς τὸ μετοικικὸν συντελῶν, καὶ νῦν, ὡς τὸ εἰκός, ἰδὼν ἡμᾶς ἐκ γειτόνων προσέρχεται δεξιωσόμενος.

ΠΑΝ. χαίρετε ὦ Ἑρμῆ καὶ Δίκη.

ΕΡΜ. καὶ σύ γε ὦ Πάν, μουσικώτατε καὶ πηδητικώτατε σα τύρων ἁπάντων, ̓Αθήνησι δὲ καὶ πολεμικώτατε.

ΠΑΝ. τίς δὲ ὑμᾶς ὦ Ἑρμῆ χρεία δεῦρ ̓ ἤγαγεν;

13

10

ΕΡΜ. αὕτη σοι διηγήσεται τὰ πάντα, ἐγὼ δὲ ἐπὶ τὴν ἀκρό-20 πολιν καὶ τὸ κήρυγμα.

5

ΔΙΚ. ὁ Ζεὺς ὦ Πὰν κατέπεμψέ με ἀποκληρώσουσαν τὰς δίκας. σοὶ δὲ πῶς τὰ ἐν ̓Αθήναις ἔχει;

ΠΑΝ. τὸ μὲν ὅλον οὐ κατ ̓ ἀξίαν πράττω παρ ̓ αὐτοῖς, ἀλλὰ πολὺ καταδεέστερον τῆς ἐλπίδος, καὶ ταῦτα τηλικοῦτον ἀπωσάμενος κυδοι- 25 μὸν τὸν ἐκ τῶν βαρβάρων. ὅμως δὲ δὶς ἢ τρὶς τοῦ ἔτους ἀνιόντες ἐπιλεξάμενοι τράγον ἔνορχιν Τύουσί μοι, πολλῆς τῆς κινάβρας ἀπόζοντα, εἶτ ̓ εὐωχοῦνται τὰ κρέα, ποιησάμενοί με τῆς εὐφροσύνης μάρτυρα καὶ ψιλῷ τιμήσαντες τῷ κρότῳ. πλὴν ἀλλ ̓ ἔχει τινά μοι ψυχαγω γίαν ὁ γέλως αὐτῶν καὶ ἡ παιδιά.

30

ΔΙΚ. τὰ δ ̓ ἄλλα ὦ Πὰν ἀμείνους πρὸς ἀρετὴν ἐγένοντο ὑπὸ 11 τῶν φιλοσόφων;

ΠΑΝ. τίνας λέγεις τοὺς φιλοσόφους; ἆρ ̓ ἐκείνους τοὺς κατηφεῖς, τοὺς σκυθρωποὺς συνάμα πολλούς, τοὺς τὸ γένειον ὁμοίους ἐμοί, τοὺς λάλους;

ΔΙΚ. καὶ μάλα.

ΠΑΝ. οὐκ οἶδ' ὅλως ὅ τι καὶ λέγουσιν, οὐδὲ συνίημι τὴν σοφίαν αὐτῶν· ὄρειος γὰρ ἔγωγε, καὶ τὰ κομψὰ ταῦτα ῥημάτια καὶ ἀστυκὰ

35

3. πνύκα

13. ἀποταμόμενος? *

17. ΔΙΚΗ

οὐ μεμάθηκα, ὦ Δίκη· πόθεν γὰρ ἐν ̓Αρκαδίᾳ σοφιστής ἢ φιλόσοφος; μέχρι τοῦ πλαγίου αὐλοῦ καὶ τῆς σύριγγος ἐγὼ σοφός, τὰ δ ̓ ἄλλα αἰπόλος καὶ χορευτής, καὶ πολεμιστής ἢν δέῃ. πλὴν ἀλλ ̓ ἀκούω γε αὐτῶν ἀεὶ κεκραγότων καὶ ἀρετήν τινα καὶ ἰδέας 5καὶ φύσιν καὶ ἀσώματα διεξιόντων, ἄγνωστα ἐμοὶ καὶ ξένα ὀνό ματα. καὶ τὰ πρῶτα μὲν εἰρηνικῶς ἐνάρχονται τῶν πρὸς ἀλλήλους λόγων, προϊούσης δὲ τῆς συνουσίας ἐπιτείνουσι τὸ φθέγμα μέχρι πρὸς τὸ ὄρθιον, ὥστε ὑπερδιατεινομένων καὶ ἅμα λέγειν ἐθελόντων τό τε πρόσωπον ἐρυθριᾷ καὶ ὁ τράχηλος οἰδεῖ καὶ αἱ φλέβες ἐξανί 10 στανται, ὥσπερ τῶν αὐλητῶν ὁπόταν ἐς στενὸν τὸν αὐλὸν ἐμπνεῖν βιάζωνται. διαταράξαντες γοῦν τοὺς λόγους καὶ τὸ ἐξ ἀρχῆς ἐπισκοπούμενον συγχέαντες ἀπίασι, λοιδορησάμενοι ἀλλήλοις οἱ πολλοί, τὸν ἱδρῶτα ἐκ τοῦ μετώπου ἀγκύλῳ τῷ δακτύλω ἀποξυόμενοι· καὶ οὗτος κρατεῖν ἔδοξεν ὃς ἂν μεγαλοφωνότερος αὐτῶν ᾖ καὶ θρασύ 15 τερος καὶ διαλυομένων ἀπέλθῃ ὕστερος. πλὴν ἀλλ ̓ ὅ γε λεὼς ὁ πολὺς τεθήπασιν αὐτούς, καὶ μάλιστα ὁπόσους μηδὲν τῶν ἀναγκαιοτέρων ἀσχολεῖ· καὶ παρεστᾶσι πρὸς τὸ πράσος καὶ τὴν βοὴν κεκηλημένοι. ἐμοὶ μὲν οὖν ἀλαζόνες τινὲς ἐδόκουν ἀπὸ τούτων, καὶ ἠνώμην ἐπὶ τῇ τοῦ πώγωνος ὁμοιότητι· εἰ δὲ καὶ δημωφελές τι ἐνῆν τῇ 20 βοῇ αὐτῶν καί τι ἀγαθὸν ἐκ τῶν ῥημάτων ἐκείνων ἀνεφύετο τοῖς ἀστοῖς, οὐκ ἂν εἰπεῖν ἔχοιμι. πλὴν ἀλλ ̓ εἴ γε δεῖ μηδὲν ὑποστειλάμενον τἀληθὲς διηγήσασθαι, (οἰκῶ γὰρ ἐπὶ σκοπῆς, ὡς ὁρᾷς) πολλοὺς αὐτῶν ἤδη πολλάκις ἐθεασάμην περὶ δείλην ὀψίαν

12

25

ΔΙΚ. ἐπίσχες ὦ Πάν· οὐχ ὁ Ἑρμῆς σοι κηρύττειν ἔδοξεν;
ΠΑΝ. πάνυ μὲν οὖν.

င်

ΕΡΜ. ἀκούετε λεώς· ἀγορὰν δικῶν ἀγαπῇ τύχῃ καταστησώμεθα τήμερον, ἐλαφηβολιῶνος ἑβδόμῃ ἱσταμένου. ἱπόσοι γραφὰς ἀπήνεγκαν, ἥκειν ἐς ̓́Αρειον πάγον, ἔνθα ἡ Δίκη ἀποκληρώσει τὰ δικαστήρια καὶ αὐτὴ παρέσται τοῖς δικάζουσιν. οἱ δικασταὶ ἐξ 30 ἁπάντων Αθηναίων, ὁ μισθὸς τριώβολον ἑκάστης δίκης· ἀριθμὸς τῶν δικαστῶν κατὰ λόγον τοῦ ἐγκλήματος. ὁπόσοι δὲ ἀποθέμενοι γραφήν, πρὶν ἐσελθεῖν, ἀπέθανον, καὶ τούτους ὁ Αἰακὸς ἀναπεμψάτω. ἢν δέ τις ἄδικα δεδικάσθαι οἴηται, ἐφέσιμον ἀγωνιεῖται τὴν δίκην· ἡ δὲ ἔφεσις ἐπὶ τὸν Δία.

35

ΠΑΝ. βαβαὶ τοῦ θορύβου. ἡλίκον ὦ Δίκη ἀνεβόησαν, ὡς δὲ καὶ σπουδῇ συνθέουσιν ἕλκοντες ἀλλήλους πρὸς τὸ ἄναντες εὐθὺ τοῦ ̓Αρείου πάγου. καὶ ὁ Ἑρμῆς δὲ ἤδη πάρεστιν. ὥστε ὑμεῖς μὲν ἀμφὶ τὰς δίκας ἔχετε καὶ ἀποκληροῦτε καὶ διακρίνετε, ὥσπερ

20. ἀνεφύετο αὐτοῖς, οὐκ κ

« IndietroContinua »