Immagini della pagina
PDF
ePub

καταρραγείσης ἀνεγρόμενοι καὶ ἀναπορόντες ἀνήχθημεν ἐπισιτισά

μενοι.

τριταῖοι δ ̓ ἐκεῖθεν τῇ Ωγυγίᾳ νήσῳ προσσχόντες ἀποβαίνομεν. πρότερον δ ̓ ἐγὼ λύσας τὴν ἐπιστολὴν ἀνεγίνωσκον τὰ γεγραμμένα. ἦν δὲ τοιάδε. «Οδυσσεὺς Καλυψοῖ χαίρειν. ἴσθι με, ὡς τὰ πρῶτας ἐξέπλευσα παρὰ σοῦ τὴν σχεδίαν κατασκευασάμενος, ναυαγίᾳ χρησάμενον μόλις ὑπὸ Λευκοθέας διασωθῆναι ἐς τὴν τῶν Φαιάκων χώραν, ὑφ ̓ ὧν ἐς τὴν οἰκείαν καταπεμφθεὶς κατέλαβον πολλοὺς τῆς γυναικὸς μνηστῆρας ἐν τοῖς ἡμετέροις τρυφῶντας. ἀποκτείνας δ ̓ ἅπαντας, ὑπὸ Τηλεγόνου ὕστερον τοῦ ἐκ Κίρκης μοι γενομένου ἀνῃρέπην. 10 καὶ νῦν εἰμὶ ἐν τῇ Μακάρων νήσῳ, πάνυ μετανοῶν ἐπὶ τῷ καταλιπεῖν τὴν παρὰ σοὶ δίαιταν καὶ τὴν ὑπὸ σοῦ προτεινομένην άπανασίαν. ἢν οὖν καιροῦ λάβωμαι, ἀποδρὰς ἀφίξομαι πρὸς σέ.» ταῦτα μὲν ἐδήλου ἡ ἐπιστολή, καὶ περὶ ἡμῶν, ὅπως ξενισθῶμεν· ἐγὼ δὲ 36 προελθὼν ὀλίγον ἀπὸ τῆς θαλάσσης εὗρον τὸ σπήλαιον τοιοῦτον 45 οἷον Όμηρος εἶπε, καὶ αὐτὴν ταλασιουργοῦσαν. ὡς δὲ τὴν ἐπι στολὴν ἔλαβε καὶ ἐπελέξατο, πρῶτα μὲν ἐπὶ πολὺ ἐδάκρυεν, ἔπειτα παρεκάλει ἡμᾶς ἐπὶ ξενίᾳ καὶ εἱστία λαμπρῶς, καὶ περὶ τοῦ Οδυσσέως ἐπυνθάνετο καὶ περὶ τῆς Πηνελόπης, ὁποία τε εἴη τὴν ὄψιν καὶ εἰ σωφρονοίη, καθάπερ Οδυσσεύς πάλαι περὶ αὐτῆς ἐκόμπαζεν 20 καὶ ἡμεῖς τοιαῦτα ἀπεκρινάμεθα ἐξ ὧν εἰκάζομεν εὐφρανεῖσθαι αὐτήν.

τότε μὲν οὖν ἀπελθόντες ἐπὶ ναῦν πλησίον ἐπὶ τῆς γόνος ἐκοιμήθημεν, ἕωθεν δὲ ἀνηγόμενα σφοδρότερον κατιόντος τοῦ πνεύματος. 37 καὶ δὴ χειμασθέντες ἡμέρας δύο τῇ τρίτῃ περιπίπτομεν τοῖς κολο-25 κυνθοπειραταῖς· ἄνθρωποι δ ̓ εἰσὶν οὗτοι ἄγριοι ἐκ τῶν πλησίον νήσων, ληστεύοντες τοὺς παραπλέοντας. τὰ πλοῖα δ ̓ ἔχουσι μεγάλα κολοκύνθινα, τὸ μῆκος πήχεων ἑξήκοντα· ἐπειδὰν γὰρ ξηράνωσι τὴν κολόκυνθαν, κοιλάναντες αὐτὴν καὶ ἐξελόντες τὴν ἐντεριώνην ἐμπλέουσιν, ἱστοῖς μὲν χρώμενοι καλαμίνοις, ἀντὶ δὲ τῆς ὀπόνης 30 τῷ φύλλῳ τῆς κολοκύνθης. προσβαλόντες οὖν ἡμῖν ἀπὸ δύο πληρωμάτων ἐμάχοντο, καὶ πολλοὺς κατετραυμάτιζον, βάλλοντες ἀντὶ λίπων τῷ σπέρματι τῶν κολοκυνθῶν. ἀγχωμάλως δ ̓ ἐπὶ πολὺ ναυμαχοῦντες περὶ μεσημβρίαν εἴδομεν κατόπιν τῶν κολοκυνθοπειρατῶν προσπλέοντας τοὺς καρυοναύτας. πολέμιοι δ ̓ ἦσαν ἀλλήλοις, ὡς ἔδειξαν· ἐπειδὴ γὰρ κἀκεῖνοι ᾔσθοντο αὐτοὺς ἐπιόντας, ἡμῶν μὲν ὠλιγώρησαν, τραπόμενοι δ ̓ ἐπ ̓ ἐκείνους ἐναυμάχουν. ἡμεῖς δ ̓ ἐν 33 τοσούτῳ ἐπάραντες τὴν ὀθόνην ἐφεύγομεν, ἀπολιπόντες αὐτοὺς μαχομένους. καὶ δῆλοι ἦσαν κρατήσοντες οἱ καρυοναῦται, ἅτε καὶ πλείους (πέντε γὰρ εἶχον πληρώματα) καὶ ἀπὸ ἰσχυροτέρων νεῶν 40

μαχόμενοι· τὰ γὰρ πλοῖα ἦν αὐτοῖς κελύφη καρύων ἡμίτομα κεκενωμένα, μέγεθος δ ̓ ἑκάστου ἡμιτομίου ἐς μῆκος ὀργυιαὶ πεντεκαίδεκα.

ἐπεὶ δ ̓ ἀπεκρύψαμεν αὐτούς, ἰώμετά τε τοὺς τραυματίας, καὶ τὸ λοιπὸν ἐν τοῖς ὅπλοις ἦμεν ὡς ἐπίπαν, ἀεί τινας ἐπιβουλὰς προσ39 δεχόμενοι, οὐ μάτην. οὔπω γοῦν ἐδεδύκει ὁ ἥλιος, καὶ ἀπό τινος ἐρήμου νήσου προσήλαυνον ἡμῖν ὅσον εἴκοσιν ἄνδρες, ἐπὶ δελφίνων μεγάλων ὀχούμενοι, λῃσταὶ καὶ οὗτοι· καὶ οἱ δελφίνες αὐτοὺς ἔφερον ἀσφαλῶς, καὶ ἀναπηδῶντες ἐχρεμέτιζον ὥσπερ ἵπποι. ἐπεὶ δὲ πλησίον ἦσαν, διαστάντες οἱ μὲν ἔνθεν οἳ δ ̓ ἔνθεν ἔβαλλον ἡμᾶς σητο πίαις ξηραῖς καὶ ὀφθαλμοῖς καρκίνων. τοξευόντων δὲ ἡμῶν καὶ ἀκοντιζόντων οὐκέτι ὑπέμενον, ἀλλὰ τρωθέντες οἱ πολλοὶ αὐτῶν πρὸς τὴν νῆσον κατέφυγον.

40 περὶ δὲ τὸ μεσονύκτιον, γαλήνης οὔσης, ἐλάβομεν προσεκείλαντες ἁλκυόνος καλιᾷ παμμεγέθει· σταδίων γοῦν ἑξήκοντα ἦν 15 αὐτῇ τὸ περίμετρον. ἐπέπλει δὲ ἡ ἁλκυὼν τὰ ᾠὰ Θάλπουσα, οὐ πολὺ μείων τῆς καλιᾶς. καὶ δὴ ἀναπταμένη μικροῦ μὲν κατέδυσε τὴν ναῦν τῷ ἀνέμῳ τῶν πτερῶν, ᾤχετο δ ̓ οὖν φεύγουσα, γοεράν τινα φωνὴν προϊεμένη. ἐσβάντες δὲ ἡμεῖς ἡμέρας ἤδη ὑποφαινούσης ἐδεώμεθα τὴν καλιὰν σχεδίᾳ μεγάλῃ προσεοικυῖαν, ἐκ δένδρων συμ.20 πεφορημένην. ἐπῆν δὲ καὶ ᾠὰ πεντακόσια, ἕκαστον αὐτῶν Χίου πίνου περιπληθέστερον. ἤδη μέντοι καὶ οἱ νεοττοὶ ἔνδοθεν ἐφαί νοντο καὶ ἔκρωζον· πελέκεσιν οὖν διακόψαντες ἓν τῶν ᾠῶν νεοττὸν ἄπτερον ἐξεκολάψαμεν, εἴκοσι γυπῶν ἁδρότερον.

41 ἐπεὶ δὲ πλέοντες ἀπείχομεν τῆς καλιᾶς ὅσον σταδίους διακο25 σίους, τέρατα ἡμῖν μεγάλα καὶ ςαυμαστὰ ἐπεσήμανεν· ὅ τε γὰρ ἐν τῇ πρύμνῃ χηνίσκος ἄφνω ἐπτερύξατο καὶ ἀνεβόησε, καὶ ὁ κυ βερνήτης Σκίνθαρος φαλακρὸς ἤδη ὢν ἀνεκόμησε, καὶ τὸ πάντων δὴ παραδοξότατον, ὁ γὰρ ἱστὸς τῆς νεὼς ἐβλάστησε καὶ κλάδους ἀνέφυσε καὶ ἐπὶ τῷ ἄκρῳ ἐκαρποφόρησεν, ὁ δὲ καρπὸς ἦν σῦκα 30 καὶ σταφυλή μέλαινα, οὔπω πέπειρος. ταῦτ ̓ ἰδόντες ὡς εἰκὸς ἐταράχθημεν, καὶ ηὐχόμεθα τοῖς θεοῖς ἀποτρέψαι τὸ ἀλλόκοτον 42 τοῦ φαντάσματος. οὔπω δὲ πεντακοσίους σταδίους διελθόντες εἴδομεν ὕλην μεγίστην καὶ λάσιον πιτύων καὶ κυπαρίττων. καὶ ἡμεῖς μὲν εἰκάσαμεν ἤπειρον εἶναι, τὸ δ ̓ ἦν πέλαγος ἄβυσσον, ἀρρίζοις 35 δένδροις καταπεφυτευμένον· εἱστήκει δὲ τὰ δένδρα ὅμως ἀκίνητα ὀρθά, καθάπερ ἐπιπλέοντα. πλησιάσαντες οὖν καὶ τὸ πᾶν κατανοήσαντες ἐν ἀπόρῳ εἰχόμεθα τί χρὴ δρᾶν· οὔτε γὰρ διὰ τῶν δένδρων πλεῖν δυνατὸν ἦν (πυκνὰ γὰρ καὶ προσεχῆ ὑπῆρχεν) οὔτ ̓ ἀνα

36. γοῦν *

στρέφειν ἐδόκει ῥᾴδιον. ἐγὼ δ ̓ ἀνελθὼν ἐπὶ τὸ μέγιστον δένδρον ἀπεσκόπουν τὰ ἐπέκεινα ὅπως ἔχοι, καὶ ἑώρων ἐπὶ σταδίους μὲν πεντήκοντα ἢ ἐλίγῳ πλείους τὴν ὕλην οὖσαν, ἔπειτα δὲ αὖθις ἕτερον ὠκεανὸν ἐκδεχόμενον. καὶ δὴ ἐδόκει ἡμῖν ἀναπεμένους τὴν ναῦν ἐπὶ τὴν κόμην τῶν δένδρων (πυκνὴ δ ̓ ἦν ὑπερβιβάσαι, εἰ δυναίμεθα, ἐς τὴν θάλατταν τὴν ἑτέραν. καὶ οὕτως ἐποιοῦμεν· ἐκδήσαντες γὰρ αὐτὴν κάλω μεγάλου, καὶ ἀνελθόντες ἐπὶ τὰ δένδρα, μόλις ἀνιμησάμεθα. καὶ θέντες ἐπὶ τῶν κλάδων, πετάσαντές τε τὰ ἱστία, καθάπερ ἐν θαλάττῃ ἐπλέομεν, τοῦ ἀνέμου προωθοῦντος ἐπισυρό μενοι. ἔνθα με καὶ τὸ ̓Αντιμάχου τοῦ ποιητοῦ ἔπος εἰσῆλθεν 10 φησί γάρ που κἀκεῖνος «τοῖσιν δ ̓ ὑλήεντα διὰ πλόον ἐρχομένοισιν.» βιασάμενοι δ ̓ ὅμως τὴν ὕλην ἀφικόμεθα ἐς τὸ ὕδωρ, καὶ πάλιν 43 ὁμοίως καταθέντες τὴν ναῦν ἐπλέομεν διὰ καθαροῦ καὶ διαυγοῦς ὕδατος, ἄχρι δὴ ἐπέστημεν χάσματι μεγάλῳ, ἐκ τοῦ ὕδατος διεστῶτος γεγενημένῳ, καθάπερ ἐν τῇ γῇ πολλάκις ὁρῶμεν ὑπὸ σεισμῶν 15 γενόμενα διαχωρίσματα. ἡ μὲν οὖν ναῦς καθελόντων ἡμῶν τὰ ἱστία οὐ ῥᾳδίως ἔστη, παρ ̓ ὀλίγον ἐλθοῦσα κατενεχθῆναι· ὑπερκύψαντες δὲ ἡμεῖς ἑωρῶμεν βάθος ὅσον σταδίων χιλίων, μάλα φοβερὸν καὶ παράδοξον· εἱστήκει γὰρ τὸ ὕδωρ ὥσπερ μεμερισμένον. περιβλέποντες δὲ ὁρῶμεν κατὰ δεξιάν, οὐ πάνυ πόρρωθεν, γέφυραν ἐπεζευγμένην 20 ὕδατος συνάπτοντος τὰ πελάγη κατὰ τὴν ἐπιφάνειαν, ἐκ τῆς ἑτέρας θαλάττης ἐς τὴν ἑτέραν διαρρέοντος. προσελάσαντες οὖν ταῖς κώ παις κατ ̓ ἐκεῖνο παρεδράμομεν, καὶ μετὰ πολλῆς ἀγωνίας ἐπεράσαμεν, οὔποτε προσδοκήσαντες.

ἐντεῦθεν ἡμᾶς ὑπεδέχετο πέλαγος τε προσηνὲς καὶ νῆσος οὐ 44 μεγάλη, εὐπρόσιτος, συνοικουμένη· ἐνέμοντο δὲ αὐτὴν ἄγριοι ἄνθρω ποι, βουκέφαλοι, κέρατα ἔχοντες, οἷον παρ ̓ ἡμῖν τὸν Μινώταυρον ἀναπλάττουσιν. ἀποβάντες δὲ προῄειμεν ὑδρευσόμενοι καὶ σιτία ληψόμενοι, εἴ ποθεν δυνηθείημεν· οὐκέτι γὰρ εἴχομεν. καὶ ὕδωρ μὲν αὐτοῦ πλησίον εὕρομεν, ἄλλο δὲ οὐδὲν ἐφαίνετο, πλὴν μυκηθμὸς 30 πολὺς οὐ πόρρωθεν ἠκούετο. δόξαντες οὖν ἀγέλην εἶναι βοῶν, κατ ̓ ὀλίγον προχωροῦντες ἐπέστημεν τοῖς ἀνθρώποις. οἳ δὲ ἰδόντες ἡμᾶς ἐδίωκον. καὶ τρεῖς μὲν τῶν ἑταίρων λαμβάνουσιν· οἱ δὲ λοιποὶ πρὸς τὴν θάλατταν καταφεύγομεν. εἶτα μέντοι πάντες ὁπλισάμενοι (οὐ γὰρ ἐδόκει ἡμῖν ἀτιμωρήτους περιιδεῖν τοὺς φίλους) ἐμπίπτομεν τοῖς βουκεφάλοις τὰ κρέα τῶν ἀνῃρημένων διαιρουμένοις· βοήσαντες δὲ πάντες ἐδιώκομεν. καὶ κτείνομέν τε ὅσον πεντήκοντα, καὶ ζῶντας αὐτῶν δύο λαμβάνομεν, καὶ αὖθις ὀπίσω ἀνεστρέψαμεν, τοὺς αἰχμα

[blocks in formation]

λώτους ἔχοντες· σιτίον μέντοι οὐδὲν εὕρομεν. οἱ μὲν οὖν ἄλλοι παρήνουν ἀποσφάττειν τοὺς εἰλημμένους, ἐγὼ δὲ οὐκ ἐδοκίμαζον, ἀλλὰ δήσας ἐφύλαττον αὐτούς, ἄχρι δὴ ἀφίκοντο παρὰ τῶν βουκεφάλων πρέσβεις ἀπαιτοῦντες ἐπὶ λύτροις τοὺς συνειλημμένους· συνίε5μεν γὰρ αὐτῶν διανευόντων καὶ γοερόν τι μυκωμένων ὥσπερ ἱκετευόντων. τὰ λύτρα δ ̓ ἦν τυροὶ πολλοὶ καὶ ἰχθὺς ξηροὶ καὶ κρόμμυα καὶ ἔλαφοι τέτταρες, τρεῖς ἑκάστη πόδας ἔχουσα, δύο μὲν τοὺς ὀπίσω, οἱ δὲ πρόσω ἐς ἕνα συνεπεφύκεσαν. ἐπὶ τούτοις ἀποδόντες τοὺς συνειλημμένους, καὶ μίαν ἡμέραν ἐπιμείναντες, ἀνήχθημεν. 45 ἤδη δὲ ἰχθύες τε ἡμῖν ἐφαίνοντο καὶ ὄρνεα παρεπέτετο, καὶ ἄλλ ̓ ὁπόσα γῆς πλησίον οὔσης σημεῖα προυφαίνετο. μετ ̓ ὀλίγον δὲ καὶ ἄνδρας εἴδομεν καινῷ τρόπῳ ναυτιλίας χρωμένους· αὐτοὶ γὰρ καὶ ναῦται καὶ νῆες ἦσαν. λέξω δὲ τοῦ πλοῦ τὸν τρόπον. ὕπτιοι κείμενοι ἐπὶ τοῦ ὕδατος, ὀρθώσαντες τὰ αἰδοῖα (μεγάλα δὲ φέρουσιν), 15 ἐξ αὐτῶν ὀθόνην πετάσαντες καὶ ταῖς χερσὶ τοὺς ποδεῶνας κατέχοντες, ἐμπίπτοντος τοῦ ἀνέμου ἔπλεον. ἄλλοι δὲ μετὰ τούτους ἐπὶ φελλῶν καθήμενοι, ζεύξαντες δύο δελφίνας ἤλαυνόν τε καὶ ἡνιόχουν· οἳ δὲ προϊόντες ἐπεσύροντο τοὺς φελλούς. οὗτοι ἡμᾶς οὔτε ἠδίκουν οὔτε ἔφευγον, ἀλλ ̓ ἤλαυνον ἀδεῶς τε καὶ εἰρηνικῶς, τὸ εἶδος τοῦ 20 ἡμετέρου πλοίου θαυμάζοντες καὶ πάντοθεν περισκοποῦντες. 46 ἑσπέρας δὲ ἤδη προσήχθημεν νήσῳ οὐ μεγάλῃ· κατῳκεῖτο δὲ αὕτη ὑπὸ γυναικῶν, ὡς ἐνομίζομεν, ̔Ελλάδα φωνὴν προϊεμένων· προσῄεσαν γὰρ καὶ ἐδεξιοῦντο καὶ ἠσπάζοντο πάνυ ἑταιρικῶς κεκοσμημέναι, καλαὶ πᾶσαι καὶ νεάνιδες, ποδήρεις τοὺς χιτῶνας 25 ἐπισυρόμεναι. ἡ μὲν οὖν νῆσος ἐκαλεῖτο Καβαλοῦσα, ἡ δὲ πόλις Υδραμαρδία. λαβοῦσαι δ ̓ οὖν ἡμᾶς αἱ γυναῖκες ἑκάστη πρὸς ἑαυτὴν ἀπῆγε καὶ ξένον ἐποιεῖτο. ἐγὼ δὲ μικρὸν ὑποστάς (οὐ γὰρ χρηστὰ ἐμαντευόμην) ἀκριβέστερόν τε περιβλέπων ὁρῶ πολλῶν ἀνθρώπων ὀστᾶ καὶ κρανία κείμενα. καὶ τὸ μὲν βοὴν ἱστάναι καὶ 30 τοὺς ἑταίρους συγκαλεῖν καὶ ἐς τὰ ὅπλα χωρεῖν οὐκ ἐδοκίμαζον, προχειρισάμενος δὲ τὴν μαλάχην πολλὰ ηὐχόμην αὐτῇ διαφυγεῖν ἐκ τῶν παρόντων κακῶν. μετ ̓ ὀλίγον δὲ τῆς ξένης διακονουμένης εἶδον τὰ σκέλη οὐ γυναικὸς ἀλλ ̓ ὄνου ὁπλάς. καὶ δὴ σπασάμενος τὸ ξίφος συλλαμβάνω τε αὐτήν, καὶ δήσας περὶ τῶν ὅλων ἀνέκρινον· 35ἣ δὲ ἄκουσα μέν, εἶπε δὲ ὅμως αὐτὰς μὲν εἶναι θαλαττίους γυναῖκας, ὀνοσκελέας προσαγορευομένας, τροφὴν δὲ ποιεῖσθαι τοὺς ἐπιδημοῦντας ξένους. «ἐπειδὰν γάρ» ἔφη «μεθύσωμεν αὐτούς, συνευνηθεῖσαι κοιμωμένοις ἐπιχειροῦμεν.» ἀκούσας δὲ ταῦτα ἐκείνην μὲν αὐτοῦ κατέλιπον

[blocks in formation]

δεδεμένην, αὐτὸς δὲ ἀνελθὼν ἐπὶ τὸ στέγος ἐβόων τε καὶ τοὺς ἑταί ρους συνεκάλουν. ἐπεὶ δὲ συνῆλθον, τὰ πάντα ἐμήνυον αὐτοῖς, καὶ τά τε ὀστᾶ ἐδείκνυον καὶ ἦγον ἔσω πρὸς τὴν δεδεμένην· ἡ δὲ αὐτίκα ὕδωρ ἐγένετο καὶ ἀφανὴς ἦν. ὅμως δὲ τὸ ξίφος ἐς τὸ ὕδωρ και Τῆκα πειρώμενος· τὸ δὲ αἷμα ἐγένετο.

[ocr errors]

ταχέως οὖν ἐπὶ ναῦν κατελθόντες ἀπεπλεύσαμεν· καὶ ἐπεὶ 47 ἡμέρα ὑπηύγαζε, τὴν ἤπειρον ἀποβλεπόμενοι εἰκάζομεν εἶναι τὴν ἀντιπέραν τῇ ὑφ ̓ ἡμῶν οἰκουμένῃ κειμένην. προσκυνήσαντες δ ̓ οὖν καὶ προσευξάμενοι περὶ τῶν μελλόντων ἐσκοπούμενα καὶ τοῖς μὲν ἐδόκει ἐπιβᾶσι μόνον αὖθις ὀπίσω ἀναστρέφειν, τοῖς δὲ τὸ μὲν πλοῖον 10 αὐτοῦ καταλιπεῖν, ἀνελθόντας δὲ ἐς τὴν μεσόγαιαν πειραθῆναι τῶν ἐνοικούντων. ἐν ὅσῳ δὲ ταῦτα ἐλογιζόμεθα, χειμών σφοδρὸς ἐπι πεσὼν καὶ προσαράξας τὸ σκάφος τῷ αἰγιαλῷ διέλυσεν· ἡμεῖς δὲ μόλις ἐξενηξάμεθα, τὰ ὅπλα ἕκαστος, καὶ εἴ τι ἄλλο οἷός τε ἦν, ἁρπασάμενοι.

15

ταῦτα μὲν οὖν τὰ μέχρι τῆς ἑτέρας γῆς συνενεχθέντα μοι ἐν τῇ θαλάττῃ, καὶ παρὰ τὸν πλοῦν ἐν ταῖς νήσοις καὶ ἐν τῷ ἀέρι, καὶ μετὰ ταῦτα ἐν τῷ κήτει, καὶ ἐπεὶ ἐξήλθομεν, παρὰ τε τοῖς ἥρωσι καὶ τοῖς ὀνείροις, καὶ τὰ τελευταῖα παρὰ τοῖς βουκεφάλοις καὶ ταῖς ὀνοσκελέαις· τὰ δ ̓ ἐπὶ τῆς γῆς ἐν τοῖς ἑξῆς βιβλίοις διηγήσομαι. 20

ΑΛΕΞΑΝΔΡΟΣ Η ΨΕΥΔΟΜΑΝΤΙΣ.

Σὺ μὲν ἴσως, ὦ φίλτατε Κέλσε, μικρόν τι τοῦτο καὶ φαῦλον οἴει τὸ πρόσταγμα, προστάττειν τὸν ̓Αλεξάνδρου σοι τοῦ ̓Αβωνοτειχίτου τοῦ γόητος βίον καὶ ἐπινοίας αὐτοῦ καὶ τολμήματα καὶ μαγγανείας ἐς βιβλίον ἐγγράψαντα πέμψαι· τὸ δέ, εἴ τις ἐθέλοι πρὸς τὸ ἀκριβές ἕκαστον ἐπεξιέναι, οὐ μεῖόν ἐστιν ἢ τὰς ̓Αλεξάν-25 δρου τοῦ Φιλίππου πράξεις ἀναγράψαι· τοσοῦτος ἐς κακίαν οὗτος ὅσος ἐς ἀρετὴν ἐκεῖνος. ὅμως δὲ εἰ μετὰ συγγνώμης ἀναγνώσεσθαι μέλλοις καὶ τὰ ἐνδέοντα τοῖς ἱστορουμένοις προσλογιεῖσθαι, ὑποστή σομαί σοι τὸν ἄλλον, καὶ τὴν Αὐγέου βουστασίαν, εἰ καὶ μὴ πᾶσαν, ἀλλ ̓ ἐς δύναμίν γε τὴν ἐμαυτοῦ ἀνακαθήρασθαι πειράσομαι, ὀλί-30 γους ὅσους τῶν κοφίνων ἐκφορήσας, ὡς ἀπ ̓ ἐκείνων τεκμαίροιο πόση

26. τοσοῦτος γὰρ ἐς? *

« IndietroContinua »