Immagini della pagina
PDF
ePub

πᾶσα καὶ ὡς ἀμύθητος ἦν ἡ κόπρος ἣν τρισχίλιοι βόες ἐν πολλοῖς 2 ἔτεσι ποιῆσαι ἐδύναντο. αἰδοῦμαι μὲν οὖν ὑπὲρ ἀμφοῖν, ὑπέρ τε σοῦ καὶ ὑπὲρ ἐμαυτοῦ, σοῦ μὲν ἀξιοῦντος μνήμῃ καὶ γραφῇ παραδοθῆναι ἄνδρα τρισκατάρατον, ἐμαυτοῦ δὲ σπουδὴν ποιουμένου ἐπὶ 5 τοιαύτῃ ἱστορίᾳ καὶ πράξεσιν ἀνθρώπου ὃν οὐκ ἀναγινώσκεσθαι πρὸς τῶν πεπαιδευμένων ἦν ἄξιον, ἀλλ ̓ ἐν πανδήμῳ τινὶ μεγίστῳ θεάτρῳ ὁρᾶσθαι ὑπὸ πιθήκων ἢ ἀλωπέκων σπαραττόμενον. ἀλλ ̓ ἤν τις ἡμῖν ταύτην ἐπιφέρῃ τὴν αἰτίαν, ἕξομεν καὶ αὐτοὶ ἐς παράδειγμά τι τοιοῦτον ἀνενεγκεῖν. καὶ ̓Αρριανὸς γὰρ ὁ τοῦ Επικτήτου μα 10θητής, ἀνὴρ Ρωμαίων ἐν τοῖς πρώτοις καὶ παιδείᾳ παρ ̓ ὅλον τὸν βίον συγγενόμενος, ὅμοιόν τι παθὼν ἀπολογήσαιτ ̓ ἂν καὶ ὑπὲρ ἡμῶν· Τιλλοβόρου γοῦν τοῦ λῃστοῦ κἀκεῖνος βίον ἀναγράψαι ἠξίωσεν. ἡμεῖς δὲ πολὺ ὠμοτέρου λῃστοῦ μνήμην ποιησόμεθα, ὅσῳ μὴ ἐν ὕλαις καὶ ἐν ὄρεσιν ἀλλ ̓ ἐν πόλεσιν οὗτος ἐλῄστευεν, οὐ Μυσίαν 15 μόνην οὐδὲ τὴν Ἴδην κατατρέχων, οὐδὲ ὀλίγα τῆς ̓Ασίας μέρη τὰ ἐρημότατα λεηλατῶν, ἀλλὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ῥωμαίων ἀρχὴν ἐμπλήσας τῆς ληστείας τῆς αὑτοῦ.

3 πρότερον δέ σοι αὐτὸν ὑπογράψω τῷ λόγῳ, πρὸς τὸ ὁμοιότατον εἰκάσας τὴν μορφήν, ὡς ἂν δύνωμαι, καίτοι μὴ πάνυ γραφικός τις 20 ὤν. τὸ γὰρ δὴ σῶμα, ἵνα σοι καὶ τοῦτο δείξω, μέγας τε ἦν καὶ καλὸς ἰδεῖν καὶ θεοπρεπής ὡς ἀληθῶς, λευκὸς τὴν χρόαν, τὸ γένειον οὐ πάνυ λάσιος, κόμην τὴν μὲν ἰδίαν τὴν δὲ καὶ πρόσθετον ἐπικείμενος, εὖ μάλα εἰκασμένην καὶ τοὺς πολλούς, ὅτι ἦν ἀλλοτρία, λεληθυῖαν. ὀφθαλμοὶ πολὺ τὸ γοργὸν καὶ ἔνθεον διεμφαίνον 2 τες, φώνημα ἥδιστόν τε ἅμα καὶ λαμπρότατον· καὶ ὅλως οὐδαμό4 δεν μωμητὸς ἦν ταῦτά γε. τοιόσδε μὲν τὴν μορφήν· ἡ ψυχὴ δὲ καὶ ἡ γνώμη —, ἀλεξίκακε Ηράκλεις καὶ Ζεῦ ἀποτρόπαιε καὶ Διόσκουροι σωτῆρες, πολεμίοις καὶ ἐχθροῖς ἐντυχεῖν γένοιτο καὶ μὴ συγγενέσθαι τοιούτῳ τινί. συνέσει μὲν γὰρ καὶ ἀγχινοίᾳ καὶ δριμύ 30 τητι πάμπολυ τῶν ἄλλων διέφερεν, καὶ τό γε περίεργον καὶ εὐμαθὲς καὶ τὸ μνημονικὸν καὶ πρὸς τὰ μαθήματα εὐφυές, πάντα ταῦτα ἐς ὑπερβολὴν ἕκαστα ὑπῆρχεν αὐτῷ· ἐχρῆτο δὲ αὐτοῖς ἐς τὸ χεί ριστον, καὶ ὄργανα ταῦτα γενναῖα ὑποβεβλημένα ἔχων αὐτίκα μάλα τῶν ἐπὶ κακίᾳ διαβοήτων ἀκρότατος ἀπετελέσθη, ὑπὲρ τοὺς Κέρ35κωπας, ὑπὲρ τὸν Εὐρύβατον ἢ Φρυνώνδαν ἢ ̓Αριστόδημον ἢ Σώστρατον. αὐτὸς μὲν γὰρ τῷ γαμβρῷ Ρουτιλιανῷ ποτὲ γράφων, καὶ τὰ μετριώτατα ὑπὲρ αὑτοῦ λέγων, Πυθαγόρᾳ ὅμοιος εἶναι ἠξίου. ἀλλ ̓ ἵλεως μὲν ὁ Πυθαγόρας εἴη, σοφὸς ἀνὴρ καὶ τὴν γνώ

10. πρῶτος ?

င်

14. Μινύαν

[ocr errors]

μην θεσπέσιος· εἰ δὲ κατὰ τοῦτον ἐγεγένητο, παῖς ἂν εὖ οἶδ' ὅτι πρὸς αὐτὸν εἶναι ἔδοξεν. καὶ πρὸς χαρίτων, μή με νομίσης ἐφ ̓ ὕβρει ταῦτα τοῦ Πυθαγόρου λέγειν, ἢ συνάπτειν πειρώμενον αὐτοὺς πρὸς ὁμοιότητα τῶν πράξεων· ἀλλ ̓ εἴ τις τὰ χείριστα καὶ βλασφημότατα τῶν ἐπὶ διαβολῇ περὶ τοῦ Πυθαγόρου λεγομένων, οἷς κ ἔγωγε οὐκ ἂν πεισθείην ὡς ἀληθέσιν οὖσιν, ὅμως συναγάγοι ἐς τὸ αὐτό, πολλοστὸν ἂν μέρος ἅπαντα ἐκεῖνα γένοιτο τῆς ̓Αλεξάνδρου δεινότητος. ὅλως γὰρ ἐπινόησόν μοι καὶ τῷ λογισμῷ διατύπωσον ποικιλωτάτην τινὰ ψυχῆς κρᾶσιν, ἐκ ψεύδους καὶ δόλων καὶ ἐπιορκιῶν καὶ κακοτεχνιῶν συγκειμένην, ῥᾳδίαν τολμηρὰν παράβολον, 10 φιλόπονον ἐξεργάσασθαι τὰ νοηθέντα, καὶ πιθανὴν καὶ ἀξιόπιστον καὶ ὑποκριτικὴν τοῦ βελτίονος καὶ τῷ ἐναντιωτάτῳ τῆς βουλήσεως ἐοικυῖαν· οὐδεὶς γοῦν τὸ πρῶτον ἐντυχών οὐκ ἀπῆλθε δόξαν λαβὼν ὑπὲρ αὐτοῦ ὡς εἴη πάντων ἀνθρώπων χρηστότατος καὶ ἐπιεικέστατος καὶ προσέτι ἁπλοϊκώτατός τε καὶ ἀφελέστατος. ἐπὶ πᾶσι δὲ τού-15 τοις τὸ μεγαλουργὸν προσῆν, καὶ τὸ μηδὲν μικρὸν ἐπινοεῖν ἀλλ ̓ ἀεὶ τοῖς μεγίστοις ἐπέχειν τὸν νοῦν.

μειράκιον μὲν οὖν ἔτι ὢν πάνυ ὡραῖον, ὡς ἐνῆν ἀπὸ τῆς κατ5 λάμης τεκμαίρεσθαι καὶ ἀκούειν τῶν διηγουμένων, ἀνέδην ἐπόρνευε καὶ συνῆν ἐπὶ μισθῷ τοῖς βουλομένοις. ἐν δὲ τοῖς ἄλλοις λαμβάνει 20 τις αὐτὸν ἐραστής γόης, τῶν μαγείας καὶ ἐπῳδὰς Δεσπεσίους ὑπισχνουμένων καὶ χάριτας ἐπὶ τοῖς ἐρωτικοῖς καὶ ἐπαγωγὰς τοῖς ἐχθροῖς καὶ θησαυρῶν ἀναπομπὰς καὶ κλήρων διαδοχάς. οὗτος ἰδὼν εὐφυᾶ παῖδα καὶ πρὸς ὑπηρεσίαν τῶν ἑαυτοῦ πράξεων ἑτοιμό τατον, οὐ μεῖον ἐρῶντα τῆς κακίας τῆς αὐτοῦ ἢ αὐτὸς τῆς ὥρας τῆς ἐκείνου, ἐξεπαίδευσέ τε αὐτὸν καὶ διετέλει ὑπουργῷ καὶ ὑπη ρέτῃ καὶ διακόνῳ χρώμενος. ὁ δ ̓ αὐτὸς ἐκεῖνος δημοσίᾳ μὲν ἰατρὸς δῆθεν ἦν, ἠπίστατο δὲ κατὰ τὴν Θῶνος τοῦ Αἰγυπτίου γυναῖκα φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά· ὧν ἁπάντων κληρονόμος καὶ διάδοχος οὗτος ἐγένετο. ἦν δὲ ὁ διδάσκα-30 λος ἐκεῖνος καὶ ἐραστὴς τὸ γένος Τυανεύς, τῶν ̓Απολλωνίῳ τῷ Τυανεῖ συγγενομένων καὶ τὴν πᾶσαν αὐτοῦ τραγῳδίαν εἰδότων. ὁρᾶς ἐξ οἵας σοι διατριβῆς ἄνθρωπον λέγω.

ἤδη δὲ πώγωνος ὁ ̓Αλέξανδρος πιμπλάμενος, καὶ τοῦ Τυανέως 6 ἐκείνου ἀποθανόντος ἐν ἀπορίᾳ καθεστώς, ἀπηντηκυίας ἅμα τῆς ὥρας ἀφ ̓ ἧς τρέφεσθαι ἐδύνατο, οὐκέτι μικρὸν οὐδὲν ἐπενόει, ἀλλὰ κοινωνήσας Βυζαντίῳ τινὶ χορογράφῳ, τῶν καθιέντων ἐς τοὺς ἀγῶνας, πολὺ καταρατοτέρῳ τὴν φύσιν (Κοκκωνᾶς δέ, οἶμαι, ἐπέκαλεῖτο), περιήεσαν γοητεύοντες και μαγγανεύοντες καὶ τοὺς παχεῖς τῶν ἀνθρώπων (οὕτω γὰρ αὐτοὶ τῇ πατρίῳ τῶν μάγων φωνῇ τοὺς το

πλουσίους ὀνομάζουσιν) ἀποκείροντες. ἐν δὲ τούτοις καὶ Μακέτιν γυναῖκα πλουσίαν, ἔξωρον μὲν ἐράσμιον δὲ ἔτι εἶναι βουλομένην, ἐξευρόντες ἐπεσιτίσαντό τε τὰ ἀρκοῦντα παρ ̓ αὐτῆς καὶ ἠκολούΤησαν ἐκ τῆς Βιθυνίας ἐς τὴν Μακεδονίαν. Πελλαία δὲ ἦν ἐκείνη, επάλαι μὲν εὐδαίμονος χωρίου κατὰ τοὺς τῶν Μακεδόνων βασιλέας, 7 νῦν δὲ ταπεινοῦ καὶ ὀλιγίστους οικήτορας ἔχοντος. ἐνταῦθα ἰδόντες δράκοντας παμμεγέθεις, ἡμέρους πάνυ καὶ τιθασοὺς ὡς καὶ ὑπὸ γυναικῶν τρέφεσθαι καὶ παιδίοις συγκαθεύδειν καὶ πατουμένους ἀνέχεσθαι καὶ λιβομένους μὴ ἀγανακτεῖν καὶ γάλα πίνειν ἀπὸ πηλῆς κατὰ ταὐτὰ τοῖς βρέφεσι (πολλοὶ δὲ γίνονται παρ ̓ αὐτοῖς τοιοῦτοι, ὅθεν καὶ τὸν περὶ τῆς Ὀλυμπιάδος μῦθον διαφοιτῆσαι πάλαι εἰκός, ὁπότε ἐκύει τὸν ̓Αλέξανδρον, δράκοντος, οἶμαι, συγκαΘεύδοντος αὐτῇ τοιούτου), ὠνοῦνται τῶν ἑρπετῶν ἓν τὸ κάλλιστον 8 ὀλίγων ὀβολῶν. καὶ κατὰ τὸν Θουκυδίδην, ἄρχεται ὁ πόλεμος 15 ἐνθένδε ἤδη, ὡς γὰρ ἂν δύο κάκιστοι καὶ μεγαλότολμοι καὶ πρὸς τὸ κακουργεῖν προχειρότατοι ἐς τὸ αὐτὸ συνελθόντες, ῥᾳδίως και τενόησαν τὸν τῶν ἀνθρώπων βίον ὑπὸ δυεῖν τούτοιν μεγίστοιν τυραν νούμενον, ἐλπίδος καὶ φόβου, καὶ ὅτι ὁ τούτων ἑκατέρῳ ἐς δέον χρήσασθαι δυνάμενος τάχιστα πλουτήσειεν ἄν· ἀμφοτέροις γάρ, τῷ 20 τε δεδιότι καὶ τῷ ἐλπίζοντι, ἑώρων τὴν πρόγνωσιν ἀναγκαιοτάτην τε καὶ ποθεινοτάτην οὖσαν, καὶ Δελφοὺς οὕτω πάλαι πλουτῆσαι καὶ ἀοιδίμους γενέσθαι καὶ Δῆλον καὶ Κλάρον καὶ Βραγχίδας, τῶν ἀνθρώπων ἀεὶ δι' οὓς προεῖπον τυράννους, τὴν ἐλπίδα καὶ τὸν φόβον, φοιτώντων ἐς τὰ ἱερὰ καὶ προμαθεῖν τὰ μέλλοντα δεομένων, καὶ δι ̓ αὐτὸ ἑκατόμβας υόντων καὶ χρυσᾶς πλίνθους ἀνατιθέντων. ταῦτα πρὸς ἀλλήλους στρέφοντες καὶ κυκῶντες, μαντεῖον συστήσασθαι καὶ χρηστήριον ἐβουλεύοντο· εἰ γὰρ τοῦτο προχωρήσειεν αὐτοῖς, αὐτίκα πλούσιοί τε καὶ εὐδαίμονες ἔσεσθαι ἤλπιζον. ὅπερ ἐπὶ μεῖζον ἢ κατὰ τὴν πρώτην προσδοκίαν ἀπήντησεν αὐτοῖς καὶ κρεῖττον 9 διεφάνη τῆς ἐλπίδος. τοὐντεῦθεν τὴν σκέψιν ἐποιοῦντο πρῶτον μὲν περὶ τοῦ χωρίου, δεύτερον δὲ ἥτις ἡ ἀρχὴ καὶ ὁ τρόπος ἂν γένοιτο τῆς ἐπιχειρήσεως. ὁ μὲν οὖν Κοκκωνᾶς τὴν Χαλκηδόνα ἐδοκίμαζεν ἐπιτήδειον εἶναι ἅτε ἐμπόρων χωρίον, τῇ τε Θρᾴκῃ καὶ τῇ Βιθυνίᾳ πρόσοικον, οὐχ ἑκὰς οὐδὲ τῆς ̓Ασίας καὶ Γαλατίας καὶ τῶν ὑπερ35 κειμένων ἐθνῶν ἁπάντων· ὁ δὲ ̓Αλέξανδρος ἔμπαλιν τὰ οἴκοι προύκρινε, λέγων ὅπερ ἦν ἀληθές, πρὸς τὴν τῶν τοιούτων ἀρχὴν καὶ ἐπιχείρησιν ἀνθρώπων δεῖν παχέων καὶ ἠλιθίων τῶν ὑποδεξομένων, οἷους τοὺς Παφλαγόνας εἶναι ἔφασκεν ὑπεροικοῦντας τὸ τοῦ ̓Αβώνου

4. πολλοὺς *

6. ταπεινούς

33. εἶναι καὶ ἐμπόρων

τεῖχος, δεισιδαίμονας τοὺς πολλοὺς καὶ ἡλιθίους, καὶ μόνον εἰ φανείη τις αὐλητὴν ἢ τυμπανιστὴν ἢ κυμβάλοις κροτοῦντα ἐπαγόμενος, κοσκίνῳ τὸ τοῦ λόγου μαντευόμενος, αὐτίκα μάλα πάντας κεχηνότας πρὸς αὐτὸν καὶ ὥσπερ τινὰ τῶν ἐπουρανίων προσβλέπον τας. ὀλίγης δὴ τῆς περὶ τοῦτο στάσεως αὐτοῖς γενομένης, τέλος 10 ἐνίκησεν ὁ ̓Αλέξανδρος. καὶ ἀφικόμενοι ἐς τὴν Χαλκηδόνα (χρήσιμον γάρ τι ὅμως ἡ πόλις αὐτοῖς ἔχειν ἔδοξεν) τοῦ ̓Απόλλωνος ἐν τῷ ἱερῷ, ὅπερ ἀρχαιότατόν ἐστι τοῖς Χαλκηδονίοις, κατορύττουσι · δέλτους χαλκᾶς λεγούσας ὡς αὐτίκα μάλα ὁ ̓Ασκληπιὸς σὺν τῷ πατρὶ ̓Απόλλωνι μέτεισιν ἐς τὸν Πόντον καὶ καθέξει τὸ τοῦ ̓Αβώνου 10 τεῖχος. αὗται αἱ δέλτοι ἐξεπίτηδες εὑρεθεῖσαι διαφοιτῆσαι ῥᾳδίως τὸν λόγον τοῦτον ἐς πᾶσαν τὴν Βιθυνίαν καὶ τὸν Πόντον ἐποίησαν, καὶ πολὺ πρὸ τῶν ἄλλων ἐς τὸ τοῦ ̓Αβώνου τεῖχος. κἀκεῖνοι [γάρ] καὶ νεὼν αὐτίκα ἐψηφίσαντο ἐγεῖραι, καὶ τοὺς θεμελίους ἤδη ἔσκαπτον. κἀνταῦθα ὁ μὲν Κοκκωνᾶς ἐν Χαλκηδόνι καταλείπεται, 15 διττούς τινας καὶ ἀμφιβόλους καὶ λοξούς χρησμούς συγγράφων· καὶ μετ ̓ ὀλίγον ἐτελεύτησε τὸν βίον, ὑπὸ ἐχίδνης, οἶμαι, δηχθείς· προεισπέμπεται δὲ ὁ ̓Αλέξανδρος, κομῶν ἤδη καὶ πλοκάμους καθει- 11 μένος καὶ μεσόλευκον χιτῶνα πορφυροῦν ἐνδεδυκὼς καὶ ἱμάτιον ὑπὲρ αὐτοῦ λευκὸν ἀναβεβλημένος, ἅρπην ἔχων κατὰ τὸν Περσέα, ἀφ' οὗ 20 ἑαυτὸν ἐγενεαλόγει μητρόθεν. καὶ οἱ ὄλεθροι ἐκεῖνοι Παφλαγόνες, εἰδότες αὐτοῦ ἄμφω τοὺς γονέας ἀφανεῖς καὶ ταπεινούς, ἐπίστευον τῷ χρησμῷ λέγοντι

Περσείδης γενεήν, Φοίβῳ φίλος οὗτος ὁρᾶται,

δῖος ̓Αλέξανδρος, Ποδαλειρίου αἷμα λελογχώς. οὕτως ἄρα ὁ Ποδαλείριος μάχλος καὶ γυναικομανής τὴν φύσιν ὡς ἀπὸ Τρίκκης ἄχρι Παφλαγονίας στύεσθαι ἐπὶ τὴν ̓Αλεξάνδρου μητέρα. εὕρητο δὲ χρησμός ἤδη, ὡς Σιβύλλης προμαντευσαμένης, «εὐξείνου Πόντοιο παρ ̓ ᾖόσιν, ἄγχι Σινώπης, ἔσται τις κατὰ Τύρσιν ὑπ ̓ Αὐσονίοισι προφήτης, ἐκ πρώτης δεικνὺς μονάδος τρισσῶν δεκάδων τε πένα ̓ ἑτέρας μονάδας καὶ εἰκοσάδα τρισάριθμον, ἀνδρὸς ἀλεξητῆρος ὁμωνυμίην τετράκυκλον. »

25

30

ἐσβαλὼν οὖν ὁ ̓Αλέξανδρος μετὰ τοιαύτης τραγῳδίας διὰ πολ- 12 λοῦ ἐς τὴν πατρίδα περίβλεπτός τε καὶ λαμπρὸς ἦν, μεμηνέναι 35 προσποιούμενος καὶ ἀφροῦ ἐνίοτε ὑποπιμπλάμενος τὸ στόμα. ῥᾳδίως δὲ τοῦτο ὑπῆρχεν αὐτῷ στρουθίου τῆς βαφικῆς βοτάνης τὴν ῥίζαν διαμασησαμένῳ· τοῖς δὲ θεῖόν τι καὶ φοβερὸν ἐδόκει καὶ ὁ ἀφρός. ἐπεποίητο δὲ αὐτοῖς πάλαι καὶ κατεσκεύαστο κεφαλὴ δράκοντος ὀπονίνη, ἀνθρωπόμορφόν τι ἐμφαίνουσα, κατάγραφος, πάνυ εἶκα-40

13

σμένη, ὑπὸ πριξὶν ἱππείαις ἀνοίγουσά τε καὶ αὖθις ἐπικλείουσα τὸ στόμα· καὶ γλῶττα, οἵα δρακόντος, διττὴ μέλαινα προέκυπτεν, ὑπὸ τριχῶν καὶ αὐτὴ ἑλκομένη. καὶ ὁ Πελλαῖος δὲ δράκων προϋπῆρχε καὶ οἴκοι ἐτρέφετο, κατὰ καιρὸν ἐπιφανησόμενος αὐτοῖς καὶ συν5 τραγῳδήσων, μᾶλλον δὲ πρωταγωνιστὴς ἐσόμενος.

ἤδη δὲ ἄρχεσθαι δέον μηχανᾶται τοιόνδε τι· νύκτωρ γὰρ ἐλθὼν ἔπὶ τοὺς θεμελίους τοῦ νεὼ τοὺς ἄρτι ὀρυττομένους (συνειστήκει δὲ ἐν αὐτοῖς ὕδωρ, ἢ αὐτόθεν ποθὲν συλλειβόμενον ἢ ἐξ οὐρανοῦ πεσόν) ἐνταῦθα κατατίθεται χήνειον ᾠὸν προκεκενωμένον, ἔνδον φυλάττον 10 ἑρπετόν τι ἀρτιγέννητον· καὶ βυθίσας τοῦτο ἐν μυχῷ τοῦ πηλοῦ ὀπίσω αὖθις ἀπηλλάττετο. ἕωθεν δὲ γυμνὸς ἐς τὴν ἀγορὰν προπηδήσας, διάζωμα περὶ τὸ αἰδοῖον ἔχων, κατάχρυσον καὶ τοῦτο, καὶ τὴν ἅρπην ἐκείνην φέρων, σείων ἅμα τὴν κόμην ἄνετον ὥσπερ οἱ τῇ μητρὶ ἀγείροντες καὶ ἐνπεαζόμενοι, ἐδημηγόρει ἐπὶ βωμόν 15 τινα ὑψηλὸν ἀναβάς, καὶ τὴν πόλιν ἐμακάριζεν αὐτίκα μάλα δεξομένην ἐναργῆ τὸν Θεόν. οἱ παρόντες δέ (ξυνδεδραμήκει γὰρ σχεδὸν ἅπασα ἡ πόλις ἅμα γυναιξὶ καὶ γέρουσι καὶ παιδίοις) ἐτεήπεσαν καὶ ηὔχοντο καὶ προσεκύνουν. ὃ δὲ φωνάς τινας ἀσήμους φθεγγό μενος, οἷαι γένοιντ ̓ ἂν Εβραίων ἢ Φοινίκων, ἐξέπληττε τοὺς ἀνθρώ 20 πους οὐκ εἰδότας ὅ τι καὶ λέγοι, πλὴν τοῦτο μόνον, ὅτι πᾶσιν 14 ἐγκατεμίγνυ τὸν ̓Απόλλω καὶ τὸν ̓Ασκληπιόν. εἶτ ̓ ἔδει δρόμῳ ἐπὶ τὸν ἐσόμενον νεών, καὶ ἐπὶ τὸ ὄρυγμα ἐλθὼν καὶ τὴν προῳκονομη μένην τοῦ χρηστηρίου πηγήν, ἐμβὰς ἐς τὸ ὕδωρ ὕμνους τε ἦδεν Ασκληπιοῦ καὶ ̓Απόλλωνος μεγάλῃ τῇ φωνῇ, καὶ ἐκάλει τὸν Θεὸν νήκειν τύχῃ τῇ ἀγαπῇ ἐς τὴν πόλιν. εἶτα φιάλην αἰτήσας, ἀναδόντος τινὸς ῥᾳδίως ὑποβαλὼν ἀνιμᾶται μετὰ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ τὸ ᾠὸν ἐκεῖνο ἐν ᾧ ὁ Θεὸς αὐτῷ κατεκέκλειστο, κηρῷ λευκῷ καὶ ψιμυθίῳ τὴν ἁρμογὴν τοῦ στόματος ξυγκεκολλημένον· καὶ λαβὼν αὐτὸ ἐς τὰς χεῖρας ἔχειν ἔφασκεν ἤδη τὸν ̓Ασκληπιόν. οἳ δὲ ἀτενὲς 30 ἀπέβλεπον ὅ τι καὶ γίγνοιτο, πολὺ πρότερον θαυμάσαντες τὸ ᾠόν ἐν τῷ ὕδατι εὑρημένον. ἐπεὶ δὲ καὶ κατάξας αὐτὸ ἐς κοίλην τὴν χεῖρα ὑπεδέξατο τὸ τοῦ ἑρπετοῦ ἐκείνου ἔμβρυον, καὶ οἱ παρόντες εἶδον κινούμενον καὶ περὶ τοῖς δακτύλοις εἱλούμενον, ἀνέκραγον εὐθὺς καὶ ἠσπάζοντο τὸν Θεὸν καὶ τὴν πόλιν ἐμακάριζον, καὶ 35 χανδὸν ἕκαστος ἐνεπίμπλαντο τῶν εὐχῶν, θησαυροὺς καὶ πλούτους καὶ ὑγίειαν καὶ τὰ ἄλλα ἀγαθὰ αἰτῶν παρ' αὐτοῦ. Ὁ δὲ δρομαῖος αὖθις ἐπὶ τὴν οἰκίαν ἵετο, φέρων ἅμα καὶ τὸν ἀρτιγέννητον Ασκλη πιόν, δὶς τεχθέντα ὅτε ἄλλοι ἅπαξ τίκτοντ ̓ ἄνθρωποι, οὐκ ἐκ

37. ἅμα αρτιγενῆ τὸν? *

« IndietroContinua »