Immagini della pagina
PDF
ePub

Κορωνίδος μὰ Δι ̓ οὐδέ γε κορώνης ἀλλ ̓ ἐκ χηνός γεγεννημένον. ὁ δὲ λεὼς ἅπας ἠκολούθει, πάντες ἔνθεοι καὶ μεμηνότες ὑπὸ τῶν ἐλπίδων.

ἡμέρας μὲν οὖν οἴκοι ἔμεινεν, ἐλπίζων ὅπερ ἦν, ὑπὸ τῆς φήμης 15 αὐτίκα μάλα παμπόλλους τῶν Παφλαγόνων συνδραμεῖσθαι· ἐπεὶ δὲ ὑπερεπέπληστο ἀνθρώπων ἡ πόλις, ἁπάντων τοὺς ἐγκεφάλους καὶς τὰς καρδίας προεξηρημένων, οὐδὲν ἐοικότων σιτοφάγοις ἀνδράσιν, ἀλλὰ μόνῃ τῇ μορφῇ μὴ οὐχὶ πρόβατα εἶναι διαφερόντων, ἐν οἰκίσκῳ τινὶ ἐπὶ κλίνης καθεζόμενος, μάλα θεοπρεπῶς ἐσταλμένος, ἐλάμβα νεν ἐς τὸν κόλπον τὸν Πελλαῖον ἐκεῖνον Ασκληπιόν, μέγιστόν τε καὶ κάλλιστον, ὡς ἔφην, ὄντα. καὶ ὅλον τῷ αὑτοῦ τραχήλῳ περιει-10 λήσας, καὶ τὴν οὐρὰν ἔξω ἀφείς (πολὺς δὲ ἦν, ὡς καὶ ἐν τῷ προκολπίῳ αὐτοῦ κεχύσθαι καὶ χαμαὶ τὸ μέρος ἐπισύρεσαι), μόνην τὴν κεφαλὴν ὑπὸ μάλης ἔχων καὶ ἀποκρύπτων, ἀνεχομένου πάντα ἐκείνου, προύφαινε τὴν ὀπονίνην κεφαλὴν κατὰ πάτερον τοῦ πώγωνος ὡς δῆθεν ἐκείνου τοῦ φαινομένου πάντως οὖσαν. εἶτά μοι ἐπι- 16 νόησον οἰκίσκον οὐ πάνυ φαιδρὸν οὐδὲ ἐς κόρον τοῦ φωτὸς δεχόμενον, καὶ πλῆθος ἀνθρώπων συγκλύδων τεταραγμένων καὶ προεκπεπληγμέ νων καὶ ταῖς ἐλπίσιν ἐπαιωρουμένων, οἷς ἐσελθοῦσι τεράστιον ὡς εἰκὸς τὸ πρᾶγμα ἐφαίνετο, ἐκ τοῦ τέως μικροῦ ἑρπετοῦ ἐντὸς ὀλί γων ἡμερῶν τοσοῦτον δράκοντα πεφηνέναι, ἀνθρωπόμορφον καὶ ταῦτα 20 καὶ τιθασόν. ἠπείγοντο δὲ αὐτίκα πρὸς τὴν ἔξοδον, καὶ πρὶν ἀκριβῶς ἰδεῖν ἐξηλαύνοντο ὑπὸ τῶν ἀεὶ ἐπεισιόντων. ἐτετρύπητο δὲ κατὰ τὸ ἀντίθυρον ἄλλη ἔξοδος, οἷόν τι καὶ τοὺς Μακεδόνας ἐν Βαβυλῶνι ποιῆσαι ἐπ ̓ ̓Αλεξάνδρῳ νοσοῦντι λόγος, ὅτε ὃ μὲν ἤδη πονήρως εἶχεν, οἳ δὲ περιστάντες τὰ βασίλεια ἐπόθουν ἰδεῖν αὐτὸν καὶ προσ-25 εἰπεῖν τὸ ὕστατον. τὴν δὲ ἐπίδειξιν ταύτην οὐχ ἅπαξ ὁ μιαρός ἀλλὰ πολλάκις ποιῆσαι λέγεται, καὶ μάλιστα εἴ τινες τῶν πλουσίων ἀφίκοιντο νεαλέστεροι.

ἐνταῦθα ὦ φίλε Κέλσε, εἰ δεῖ τἀληθῆ λέγειν, συγγνώμην 17 χρὴ ἀπονέμειν τοῖς Παφλαγόσι καὶ Ποντικοῖς ἐκείνοις, παχέσι καὶ 30 ἀπαιδεύτοις ἀνθρώποις, εἰ ἐξηπατήθησαν ἁπτόμενοι τοῦ δράκοντος (καὶ γὰρ τοῦτο παρεῖχε τοῖς βουλομένοις ὁ ̓Αλέξανδρος), ὁρῶντές γε ἐν ἀμυδρῷ τῷ φωτὶ τὴν κεφαλὴν δῆθεν αὐτοῦ ἀνοίγουσάν τε καὶ συγκλείουσαν τὸ στόμα, ὥστε πάνυ τὸ μηχάνημα ἐδεῖτο Δημοκρίτου τινὸς ἢ καὶ αὐτοῦ Ἐπικούρου ἢ Μητροδώρου ἤ 35 τινος ἄλλου ἀδαμαντίνην πρὸς τὰ τοιαῦτα τὴν γνώμην ἔχοντος, ὡς ἀπιστῆσαι καὶ ὅπερ ἦν εἰκάσαι, καὶ εἰ μὴ εὑρεῖν τὸν τρόπον ἐδύνατο, ἐκεῖνο γοῦν προπεπεισμένου, ὅτι λέληθε μὲν αὐτὸν ὁ

38. λέληθεν αὐτὸν *

18

τρόπος τῆς μαγγανείας, τὸ δ ̓ οὖν πᾶν ψεῦδός ἐστι καὶ γενέσθαι ἀδύνατον.

κατ ̓ ὀλίγον οὖν καὶ ἡ Βιθυνία καὶ ἡ Γαλατία καὶ ἡ Θρᾴκη συνέρρει, ἑκάστου τῶν ἀπαγγελλόντων, ὡς τὸ εἰκός, λέγοντος ὡς 5 καὶ γεννώμενον ἴδοι τὸν Θεὸν καὶ ὕστερον ἅψαιτο μετ ̓ ὀλίγον παμμεγέθους αὐτοῦ γεγενημένου καὶ τὸ πρόσωπον ἀνθρώπῳ ἐοικότος. γραφαί τε ἐπὶ τούτῳ καὶ εἰκόνες καὶ ξόανα, τὰ μὲν ἐκ χαλκοῦ τὰ δ ̓ ἐξ ἀργύρου εἰκασμένα, καὶ ὄνομά γε τῷ θεῷ ἐπιτεθέν· Γλύκων γὰρ ἐκαλεῖτο ἔκ τινος ἐμμέτρου καὶ θείου προστάγματος· ἀνε40 φώνησε γὰρ ὁ ̓Αλέξανδρος «εἰμὶ Γλύκων, τρίτον αἷμα Διός, φάος 19 ἀνθρώποισιν. » καὶ ἐπειδὴ καιρὸς ἦν, οὗπερ ἕνεκα τὰ πάντα ἐμε μηχάνητο, καὶ χρᾶν τοῖς δεομένοις καὶ θεσπίζειν, παρ ̓ ̓Αμφιλόχου τοῦ ἐν Κιλικίᾳ τὸ ἐνδόσιμον λαβών (καὶ γὰρ ἐκεῖνος μετὰ τὴν τοῦ πατρὸς τελευτὴν τοῦ ̓Αμφιάρεω καὶ τὸν ἐν Θήβαις ἀφανισμὸν 45 αὐτοῦ ἐκπεσὼν τῆς οἰκείας, ἐς τὴν Κιλικίαν ἀφικόμενος οὐ πονήρως ἀπήλλαξε, προθεσπίζων καὶ αὐτὸς τοῖς Κίλιξι τὰ μέλλοντα, καὶ δύ ̓ ὀβολοὺς ἐφ ̓ ἑκάστῳ χρησμῷ λαμβάνων) ἐκεῖθεν οὖν τὸ ἐνδόσιμον λαβὼν ὁ ̓Αλέξανδρος προλέγει πᾶσι τοῖς ἀφικομένοις ὡς μαντεύσεται ὁ Θεὸς ῥητήν τινα ἡμέραν. ἐκέλευσε δὲ ἕκαστον, οὗ 20 δέοιτ ̓ ἂν καὶ ὃ μάλιστα μαθεῖν ἐπέλοι, ἐς βιβλίον ἐγγράψαντα καταρράψαι τε καὶ κατασημήνασθαι κηρῷ ἢ πηλῷ ἢ ἄλλῳ τοιούτῳ· αὐτὸς δὲ λαβὼν τὰ βιβλία καὶ ἐς τὸ ἄδυτον κατελθών (ἤδη γὰρ ὁ νεὼς ἐγήγερτο καὶ ἡ σκηνὴ κατεσκεύαστο) κατὰ τάξιν τοὺς δεδω κότας καλέσειν ἔμελλεν ὑπὸ κήρυκι καὶ Θεολόγῳ, καὶ παρὰ τοῦ 25 Θεοῦ ἀκούων ἕκαστα τὸ μὲν βιβλίον ἀποδώσειν σεσημασμένον ὡς εἶχεν, τὴν δὲ πρὸς αὐτὸ ἀπόκρισιν ὑπογεγραμμένην, πρὸς ἔπος ἀμει20 βομένου τοῦ Θεοῦ περὶ ὅτου τις ἔροιτο. ἦν δὲ τὸ μηχάνημα τοῦτο ἀνδρὶ μὲν οἵῳ σοί, εἰ δὲ μὴ φορτικὸν εἰπεῖν, καὶ οἵῳ ἐμοί, πρόδηλον καὶ γνῶναι ῥᾴδιον, τοῖς δὲ ἰδιώταις καὶ κορύζης μεστοῖς τὴν 30 ῥῖνα τεράστιον καὶ πάνυ ἀπίστῳ ὅμοιον. ἐπινοήσας γὰρ ποικίλας τῶν σφραγίδων τὰς λύσεις ἀνεγίνωσκέ τε τὰς ἐρωτήσεις ἑκάστας καὶ τὰ δοκοῦντα πρὸς αὐτὰς ἀπεκρίνετο, εἶτα κατειλήσας αὖθις καὶ σημηνάμενος ἀπεδίδου μετὰ πολλοῦ θαύματος τοῖς λαμβάνουσιν. καὶ πολὺ ἦν παρ ̓ αὐτοῖς τὸ «πόθεν γὰρ οὗτος ἠπίστατο ἃ ἐγὼ 35 πάνυ ἀσφαλῶς σημηνάμενος αὐτῷ ἔδωκα ὑπὸ σφραγῖσι δυσμιμήτοις, εἰ μὴ Θεός τις ὡς ἀληθῶς ὁ πάντα γινώσκων ἦν;»

21

τίνες οὖν αἱ ἐπίνοιαι, ἴσως ἐρήσῃ με. ἄκουε τοίνυν, ὡς ἔχοις ἐλέγχειν τὰ τοιαῦτα. ἡ πρώτη μὲν ἐκείνη, ὦ φίλτατε Κέλσε· βε

12. ἀντιλόχου

λόνην πυρώσας τὸ ὑπὸ τὴν σφραγῖδα μέρος τοῦ κηροῦ διατήκων ἐξῄρει, καὶ μετὰ τὴν ἀνάγνωσιν τῇ βελόνῃ αὖθις ἐπιχλιάνας τὸν κηρόν, τόν τε κάτω ὑπὸ τῷ λίνῳ καὶ τὸν αὐτὴν τὴν σφραγῖδα ἔχοντα, ῥᾳδίως συνεκόλλα. ἕτερος δὲ τρόπος ὁ διὰ τοῦ λεγομένου κολλυρίου· σκευαστὸν δὲ τοῦτό ἐστιν ἐκ πίττης Βρυττίας καὶ ἀσφάλ-5 του καὶ λίθου τοῦ διαφανοῦς τετριμμένου καὶ κηροῦ καὶ μαστίχης· ἐκ γὰρ τούτων ἁπάντων ἀναπλάσας τὸ κολλύριον καὶ θερμήνας πυρί, σιάλῳ τὴν σφραγῖδα προχρίσας ἐπετίπει, καὶ ἀπέματτε τὸν τύπον, εἶτα αὐτίκα ξηροῦ ἐκείνου γενομένου λύσας ῥᾳδίως καὶ ἀναγνούς, ἐπιθεὶς τὸν κηρὸν ἀπετύπου ὥσπερ ἐκ λίθου τὴν σφρα-10 γῖδα εὖ μάλα τῷ ἀρχετύπῳ ἐοικυῖαν. τρίτον ἄλλο πρὸς τούτοις ἄκουσον· τιτάνου γὰρ ἐς κόλλαν ἐμβαλών ᾗ κολλῶσι τὰ βιβλία, καὶ κηρὸν ἐκ τούτου ποιήσας, ἔτι ὑγρὸν ὄντα ἐπετίθει τῇ σφραγῖδι, καὶ ἀφελών (αὐτίκα δὲ ξηρὸν γίνεται καὶ κέρατος, μᾶλλον δὲ σιδήρου παγιώτερον) τούτῳ δὴ ἐχρῆτο πρὸς τὸν τύπον. ἔστι δὲ καὶ ἄλλα 5 πολλὰ πρὸς τοῦτο ἐπινενοημένα, ὧν οὐκ ἀναγκαῖον μεμνῆσθαι ἁπάν των, ὡς μὴ ἀπειρόκαλοι εἶναι δοκοίημεν, καὶ μάλιστα σοῦ, ἐν οἷς κατὰ μάγων συνέγραψας καλλίστοις τε ἅμα καὶ ὠφελιμωτάτοις συγγράμμασι, καὶ δυναμένοις σωφρονίζειν τοὺς ἐντυγχάνοντας, ἱκανὰ παραθεμένου καὶ πολλῷ τούτων πλείονα.

[ocr errors]

20

ἔχρα οὖν καὶ ἐθέσπιζε, πολλῇ τῇ συνέσει χρώμενος ἐνταῦθα 22 καὶ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ προσάπτων, τοῖς μὲν λοξὰ καὶ ἀμφίβολα πρὸς τὰς ἐρωτήσεις ἀποκρινόμενος, τοῖς δὲ καὶ πάνυ ἀσαφῆ· χρησμῳδικὸν γὰρ ἐδόκει αὐτῷ καὶ τοῦτο. τοὺς δὲ ἀπέτρεπεν ἢ προύτρεπεν, ὡς ἂν ἄμεινον ἔδοξεν αὐτῷ εἰκάζοντι· τοῖς δὲ περα-25 πείας προύλεγε καὶ διαίτας, εἰδώς, ὅπερ ἐν ἀρχῇ ἔφην, πολλὰ καὶ χρήσιμα φάρμακα. μάλιστα δὲ εὐδοκίμουν παρ ̓ αὐτῷ αἱ κυτμίδες, ἀκόπου τι ὄνομα πεπλασμένον, ἐκ λίπους αἰγείου συντεθειμένου. τὰς μέντοι ἐλπίδας καὶ προκοπὰς καὶ κλήρων διαδοχὰς εἰσαῦθις ἀεὶ ἀνεβάλλετο, προστιθεὶς ὅτι ἔσται πάντα ὁπόταν ἐξελήσω ἐγὼ καὶ30 ̓Αλέξανδρος ὁ προφήτης μου δεηθῇ καὶ εὔξηται ὑπὲρ ὑμῶν. ἐτέ-23 τακτο δὲ ὁ μισθὸς ἐφ ̓ ἑκάστῳ χρησμῷ δραχμὴ καὶ δύ ̓ ὀβολώ. μὴ μικρὸν δὲ οἰηθῇς ὦ ἑταῖρε μηδ ̓ ὀλίγον γεγενῆσθαι τὸν πόρον τοῦτον, ἀλλ ̓ ἐς ἑπτὰ ἢ ὀκτὼ μυριάδας ἑκάστου ἔτους ἤθροιζεν, ἀνὰ δέκα καὶ πεντεκαίδεκα χρησμοὺς τῶν ἀνθρώπων ὑπὸ ἀπληστίας ἀναδι- 35 δόντων. λαμβάνων δὲ οὐκ αὐτὸς ἐχρῆτο μόνος, οὐδ ̓ ἐς πλοῦτον ἀπεθησαύριζεν, ἀλλὰ πολλοὺς ἤδη περὶ αὑτὸν ἔχων συνεργοὺς καὶ ὑπηρέτας καὶ πευθῆνας καὶ χρησμοποιοὺς καὶ χρησμοφύλακας και

28. συντεθειμένον

24 ἐξηγητὰς ἅπασιν ἔνεμεν ἑκάστῳ τὸ κατ ̓ ἀξίαν. ἤδη δέ τινας καὶ ἐπὶ τὴν ἀλλοδαπὴν ἐξέπεμπε, φήμας ἐμποιήσοντας τοῖς ἔθνεσιν ὑπὲρ τοῦ μαντείου, καὶ διηγησομένους ὡς προείποι καὶ ἀνεύροι δραπέτας, καὶ κλέπτας καὶ λῃστὰς ἐξελέγξεις, καὶ θησαυροὺς ἀνορύξαι 5 παράσχοι, καὶ νοσοῦντας ἰάσαιτο, ἐνίους δὲ καὶ ἤδη ἀποθανόντας ἀναστήσειεν. δρόμος οὖν καὶ ὠθισμὸς ἁπανταχόθεν ἐγίγνετο καὶ θυσίαι καὶ ἀναθήματα, καὶ διπλάσια τῷ προφήτῃ καὶ μαθητῇ τοῦ Θεοῦ· καὶ γὰρ αὖ καὶ οὗτος ἐξέπεσεν ὁ χρησμός,

τιέμεναι κέλομαι τὸν ἐμὸν θεράπονς ὑποφήτην

40 οὐ γάρ μοι κτεάνων μέλεται ἄγαν, ἀλλ ̓ ὑποφήτου.

25

ἐπειδὴ δὲ πολλοὶ τῶν νοῦν ἐχόντων ὥσπερ ἐκ μέσης βαθείας ἀναφέροντες συνίσταντο ἐπ ̓ αὐτόν, καὶ μάλιστ ̓ οἱ Επικούρου ἑταῖροι (πολλοὶ δ ̓ ἦσαν), καὶ ἐν ταῖς πόλεσιν ἐπεφώρατο ἠρέμα ἤδη πᾶσα ἡ μαγγανεία καὶ συσκευὴ τοῦ δράματος, ἐκφέρει φόβητρόν τι 45 ἐπ ̓ αὐτούς, λέγων ἀπέων ἐμπεπλῆσθαι καὶ χριστιανῶν τὸν Πόντον, οἳ περὶ αὐτοῦ τολμῶσι τὰ κάκιστα βλασφημεῖν, οὓς ἐκέλευε λίθοις ἢ ἐλαύνειν, εἴ γ ̓ ἐθέλουσιν ἵλεων ἔχειν τὸν Θεόν. περὶ δὲ ̓Επικούρου καὶ τοιοῦτόν τινα χρησμὸν ἀπεφθέγξατο· ἐρομένου γάρ τινος τί πράττοι ἐν Αδου ὁ ̓Επίκουρος, «μολυβδίνας ἔχων» ἔφη «πέδας ἐν 20 βορβόρῳ κάθηται.» εἶτα θαυμάζεις εἰ ἐπὶ μέγα ἤρθη τὸ χρηστή ριον, ὁρῶν τὰς ἐρωτήσεις τῶν προσιόντων συνετὰς καὶ πεπαιδευμένας; ὅλως δὲ ἄσπονδος καὶ ἀκήρυκτος αὐτῷ ὁ πόλεμος πρὸς ̓Επίκουρον င် ἦν, καὶ μάλα εἰκότως· τίνι γὰρ ἄλλῳ δικαιότερον προσεπολέμει γόης ἄνθρωπος καὶ τερατείᾳ φίλος, ἀληθείᾳ δὲ ἔχθιστος, ἢ Επικούρῳ, 25 ἀνδρὶ τὴν φύσιν τῶν πραγμάτων καθεωρακότι καὶ μόνῳ τὴν ἐν αὐτοῖς ἀλήθειαν εἰδότι; οἱ μὲν γὰρ ἀμφὶ τὸν Πλάτωνα καὶ Χρύσ σιππον καὶ Πυθαγόραν φίλοι, καὶ εἰρήνη βαθεῖα πρὸς ἐκείνους ἦν, ὁ δὲ ἄτεγκτος ̓Επίκουρος (οὕτω γὰρ αὐτὸν ὠνόμαζεν) ἔχθιστος δικαίως, πάντα ταῦτα ἐν γέλωτι καὶ παιδιᾷ τιθέμενος. διὸ καὶ τὴν 30 Αμαστριν ἐμίσει μάλιστα τῶν Ποντικῶν πόλεων, ὅτι ἠπίστατο τοὺς περὶ Λέπιδον καὶ ἄλλους ὁμοίους αὐτοῖς πολλοὺς ἐνόντας ἐν τῇ πόλει· οὐδὲ ἐχρησμώδησε πώποτε ̓Αμαστριανῷ ἀνδρί. ὁπότε δὲ καὶ ἐτόλμησεν ἀδελφῷ συγκλητικοῦ χρησμῳδῆσαι, καταγελάστως ἀπήλλαξεν, οὐχ εὑρὼν οὔτ ̓ αὐτὸς πλάσασθαι χρησμόν δεξιὸν οὔτε τὸν 35 ποιῆσαι πρὸς καιρὸν αὐτῷ δυνησόμενον. μεμφομένῳ γὰρ αὐτῷ στο μάχου ἐδύνην προστάξαι βουλόμενος ὕειον πόδα μετὰ μαλάχης ἐσκευασμένον ἐσθίειν οὕτως ἔφη, «μάλβακα χοιρείων ἱερῇ κυμίνευε σιπύδνῳ. »

3. προείποι τὰ μέλλοντα καὶ? *

πολλάκις μὲν οὖν, ὡς προεῖπον, ἔδειξε τὸν δράκοντα τοῖς δεομέ- 26 νοις, οὐχ ὅλον, ἀλλὰ τὴν οὐραν μάλιστα καὶ τὸ ἄλλο σῶμα προβεβληκώς, τὴν κεφαλὴν δὲ ὑπὸ κόλπου ἀθέατον φυλάττων· ἐθελήσας δὲ καὶ μειζόνως ἐκπλῆξαι τὸ πλῆθος, ὑπέσχετο καὶ λαλοῦντα παρέξειν τὸν Θεόν, αὐτὸν ἄνευ ὑποφήτου χρησμῳδοῦντα. εἶτα οὐκ χαλεπῶς γεράνων ἀρτηρίας συνάψας, καὶ διὰ τῆς κεφαλῆς ἐκείνης τῆς μεμηχανημένης πρὸς ὁμοιότητα διείρας, ἄλλου τινὸς ἔξωθεν ἐμβοῶντος ἀπεκρίνετο πρὸς τὰς ἐρωτήσεις, τῆς φωνῆς διὰ τοῦ ὀπονίνου ἐκείνου Ασκληπιού προσπιπτούσης. ἐκαλοῦντο δὲ οἱ χρησμοὶ οὗτοι αὐτόφωνοι, καὶ οὐ πᾶσιν ἐδίδοντο οὐδὲ ἀνέδην, ἀλλὰ 10 τοῖς εὐπαρύφοις καὶ πλουσίοις καὶ μεγαλοδώροις. ὁ γοῦν Σεβηριανῷ 27 δοθεὶς ὑπὲρ τῆς ἐς ̓Αρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν. προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη,

Πάρθους ̓Αρμενίους τε τοῷ ὑπὸ δουρί δαμάσσας
νοστήσεις Ρώμην καὶ Θύμβριδος ἀγλαὸν ὕδωρ,
στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν.

εἶτ ̓ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς ἐσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ Οσρόου κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησι δ ̓ ἄλλον ἀντ ̓ αὐτοῦ· μὴ σύ γ' ἐπ ̓ ̓Αρμενίους ἐλάαν στρατόν· οὐ γὰρ ἄμεινον, μή σοι ηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρόν

πότμον ἐπιπροϊεὶς παύσῃ βιότου φάεός τε.

15

20

καὶ γὰρ αὖ καὶ τοῦτο σοφώτατον ἐπενόησε, τοὺς μεταχρονίους 28 χρησμοὺς ἐπὶ θεραπείᾳ τῶν κακῶς προτεθεσπισμένων καὶ ἀποτετευγμένων. πολλάκις γὰρ πρὸ μὲν τῆς τελευτῆς τοῖς νοσοῦσιν ὑγίειαν25 ἐπηγγέλλετο, ἀποθανόντων δὲ χρησμὸς ἄλλος ἕτοιμος ἦν παλινῳδῶν, μηκέτι δίζησθαι νούσοιο λυγρῆς ἐπαρωγήν·

πότμος γὰρ προφανής, οὐδ ̓ ἐκφυγέειν δυνατόν σοι.

εἰδὼς δὲ τοὺς ἐν Κλάρῳ καὶ Διδύμοις καὶ Μαλλῷ καὶ αὐτοὺς 29 εὐδοκιμοῦντας ἐπὶ τῇ ὁμοίᾳ μαντικῇ ταύτῃ, φίλους αὐτοὺς ἐποιεῖτο, 30 πολλοὺς τῶν προσιόντων πέμπων ἐπ ̓ αὐτούς, λέγων «ἐς Κλάρον ἵεσο νῦν, τοὐμοῦ πατρὸς ὡς ἔπ ̓ ἀκούσῃς,» καὶ πάλιν «Βραγχίδεων ἀδύτοισι πελάζει καὶ κλύε χρησμῶν,» καὶ αὖθις «ἐς Μαλλον χώρει Θεσπίσματά τ' Αμφιλόχοιο.»

ταῦτα μὲν ἐντὸς τῶν ὅρων μέχρι τῆς Ἰωνίας και Κιλικίας 30 καὶ Παφλαγονίας καὶ Γαλατίας· ὡς δὲ καὶ ἐς τὴν Ιταλίαν διεφοίτησε τοῦ μαντείου τὸ κλέος καὶ ἐς τὴν Ῥωμαίων πόλιν ἐνέπεσεν, οὐδεὶς ὅστις οὐκ ἄλλος πρὸ ἄλλου ἠπείγετο, οἳ μὲν αὐτοὶ ἰόντες οἳ

18. ἐπρύου

« IndietroContinua »