Immagini della pagina
PDF
ePub

δὲ πέμποντες, καὶ μάλιστα οἱ δυνατώτατοι καὶ μέγιστον ἀξίωμα ἐν τῇ πόλει ἔχοντες, ὧν πρῶτος καὶ κορυφαιότατος ἐγένετο Ρουτιλιανός, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθὸς καὶ ἐν πολλαῖς πράξεσι Ρωμαϊκαῖς ἐξητασμένος, τὰ δὲ περὶ τοὺς θεοὺς πάνυ νοσῶν καὶ ἀλλάσκοτα περὶ αὐτῶν πεπιστευκώς, καὶ εἰ μόνον ἀληλιμμένον που λίθον ἢ ἐστεφανωμένον θεάσαιτο, προσπίπτων εὐθὺς καὶ προσκυνῶν καὶ ἐπὶ πολὺ παρεστὼς καὶ εὐχόμενος καὶ τἀγαθὰ παρ ̓ αὐτοῦ αἰτῶν. οὗτος τοίνυν ἀκούσας τὰ περὶ τοῦ χρηστηρίου, μικροῦ μὲν ἐδέησεν ἀφεὶς τὴν ἐγκεχειρισμένην τάξιν ἐς τὸ τοῦ ̓Αβώνου τεῖχος ἀναπτῆναι, 10 ἔπεμπε δ ̓ οὖν ἄλλους ἐπ ̓ ἄλλοις. οἱ δὲ πεμπόμενοι ἰδιῶταί τινες οἰκέται ῥᾳδίως ἐξαπατηθέντες ἂν ἐπανῄεσαν, τὰ μὲν ἰδόντες, τὰ δὲ ὡς ἰδόντες καὶ ἀκούσαντες διηγούμενοι, καὶ προσεπιμετροῦντες ἔτι πλείω τούτων, ὡς ἐντιμότεροι εἶεν παρὰ τῷ δεσπότῃ. ἐξέκαιον 31 οὖν τὸν ἄπλιον γέροντα καὶ ἐς μανίαν ἐρρωμένην ἐνέβαλλον. ὃ δέ, ὡς 15 ἂν τοῖς πλείστοις καὶ δυνατωτάτοις φίλος ὤν, περιῄει τὰ μὲν διηγού μενος ὡς ἀκούσεις παρὰ τῶν πεμφθέντων, τὰ δὲ καὶ παρ ̓ αὑτοῦ προστιθείς. ἐνέπλησε δ ̓ οὖν τὴν πόλιν καὶ διεσάλευσεν οὗτος, καὶ τῶν ἐν τῇ αὐλῇ τοὺς πλείστους διεθορύβησεν, οἳ αὐτίκα καὶ αὐτοὶ ἠπείγοντο ἀκοῦσαί τι τῶν καθ ̓ αὑτούς. ὃ δὲ τοὺς ἀφικνουμένους 20 πάνυ φιλοφρόνως ὑποδεχόμενος, ξενίοις τε καὶ ταῖς ἄλλαις δωρεαῖς πολυτελέσιν εὔνους ἐργαζόμενος αὑτῷ, ἀπέπεμπεν οὐκ ἀπαγγελοῦντας μόνον τὰς ἐρωτήσεις, ἀλλὰ καὶ ὑμνήσοντας τὸν Θεὸν καὶ τε 32 ράστια ὑπὲρ τοῦ μαντείου καὶ αὐτοῦ ψευσομένους. ἀλλὰ καὶ μηχανᾶταί τι ὁ τρισκατάρατος οὐκ ἄσοφον οὐδὲ τοῦ προστυχόντος 25 λῃστοῦ ἄξιον· λύων γὰρ τὰ πεπεμμένα βιβλία καὶ ἀναγινώσκων, εἴ τι εὕροι ἐπισφαλὲς καὶ παρακεκινδυνευμένον ἐν ταῖς ἐρωτήσεσι, και τεῖχεν αὐτὸς καὶ οὐκ ἀπέπεμπεν, ὡς ὑποχειρίους καὶ μόνον οὐχὶ δούλους διὰ τὸ δέος ἔχοι τοὺς πεπομφότας, μεμνημένους οἷα ἦν ἃ ἤροντο. συνίης δὲ οἵας εἰκὸς τοὺς πλουσίους καὶ μέγα δυναμένους 30τὰς πύστεις πυνθάνεσθαι. ἐλάμβανεν οὖν πολλὰ παρ ̓ ἐκείνων εἰδότων ὅτι ἐντὸς αὐτοὺς ἔχοι τῶν ἀρκύων.

33

βούλομαι δέ σοι καὶ τῶν Ρουτιλιανῷ δοθέντων χρησμῶν ἐνίους εἰπεῖν. πυνθανομένῳ γὰρ αὐτῷ ὑπὲρ τοῦ παιδὸς ἐκ προτέρας γυναικός, παιδείας ὥραν ἔχοντος, ὅν τινα προστήσεται διδάσκαλον τῶν 35 μαθημάτων αὐτοῦ, ἔφη «Πυθαγόρην πολέμων τε διάκτορον ἐσθλὸν ἀοιδόν.» εἶτα μετ ̓ ὀλίγας ἡμέρας τοῦ παιδὸς ἀποθανόντος ὃ μὲν ἠπόρει καὶ οὐδὲν εἶχε λέγειν πρὸς τοὺς αἰτιωμένους, παρὰ πόδας οὕτως ἐληλεγμένου τοῦ χρησμοῦ, ὁ δὲ Ρουτιλιανὸς αὐτὸς φθάσας ὁ βέλτιστος ἀπελογεῖτο ὑπὲρ τοῦ μαντείου, λέγων τοῦτο αὐτὸ προδε40 δηλωκέναι τὸν Θεόν, καὶ δι ̓ αὐτὸ ζῶντα μὲν μηδένα κελεῦσαι δι

δάσκαλον ελέσθαι αὐτῷ, Πυθαγόραν δὲ καὶ Ὅμηρον πάλαι τεθνεῶ· τας, οἷς εἰκὸς τὸ μειράκιον ἐν Αδου νῦν συνεῖναι. τί τοίνυν μέμφε σθαι ἄξιον ̓Αλεξάνδρῳ εἰ τοιούτοις ἀνθρωπίσκοις ἐνδιατρίβειν ἠξίου; αὖθις δὲ πυθομένῳ αὐτῷ τὴν τίνος ψυχὴν αὐτὸς διεδέξατο, ἔφη 34 «πρῶτον Πηλείδης ἐγένου, μετὰ ταῦτα Μένανδρος, εἶν ̓ ὃς νῦν φαίνῃ· μετὰ δ ̓ ἔσσεαι ἡλιὰς ἀκτίς, ζήσεις δ ̓ ἐγδώκοντ ̓ ἐπὶ τοῖς ἑκατὸν λυκάβαντας.»

5

ὁ δ ̓ ἑβδομηκοντούτης ἀπέθανε μελαγχολήσας, οὐ περιμείνας τὴν τοῦ Θεοῦ ὑπόσχεσιν. καὶ οὗτος ὁ χρησμὸς τῶν αὐτοφώνων ἦν. ἐρο-35 μένῳ δὲ αὐτῷ ποτὲ καὶ περὶ γάμου ῥητῶς ἔφη

10

«γῆμον ̓Αλεξάνδρου τε Σεληναίης τε Αύγατρα.» διεδεδώκει δὲ πάλαι λόγον ὡς τῆς θυγατρός, ἣν εἶχεν, ἐκ Σελήνης αὐτῷ γενομένης· τὴν γὰρ Σελήνην ἔρωτι ἁλῶναι αὐτοῦ καθεύδοντά ποτε ἰδοῦσαν, ὅπερ αὐτῇ ἔλος, κοιμωμένων ἐρᾶν τῶν καλῶν. ὃ δ ̓ οὐδὲν μελλήσας ὁ συνετώτατος Ρουτιλιανὸς ἔπεμπεν εὐθὺς ἐπὶ 15 τὴν κόρην καὶ τοὺς γάμους συνετέλει εξηκοντούτης νυμφίος καὶ συνῆν, τὴν πενθερὰν Σελήνην ἑκατόμβαις, ὅλαις ἱλασκόμενος, καὶ τῶν ἐπουρανίων εἷς καὶ αὐτὸς οἰόμενος γεγονέναι.

ὃ δ ̓ ὡς ἅπαξ τῶν ἐν Ιταλίᾳ πραγμάτων ἐλάβετο, μείζω ἀεὶ 36 προσεπενόει καὶ πάντοσε τῆς Ῥωμαίων ἀρχῆς ἔπεμπε χρησμολόγους, 20 ταῖς πόλεσι προλέγων λοιμοὺς καὶ πυρκαϊὰς φυλάσσεσθαι καὶ σεισμούς, καὶ ἀσφαλῶς βοηθήσειν, ὡς μὴ γένοιτό τι τούτων, αὐτὸς ὑπισχνεῖτο αὐτοῖς. ἕνα δέ τινα χρησμόν, αὐτόφωνον καὶ αὐτόν, ἐς ἅπαντα τὰ ἔθνη ἐν τῷ λοιμῷ διεπέμψατο. ἦν δὲ τὸ ἔπος ἕν, «Φοῖβος ἀκερσεκόμης λοιμοῦ νεφέλην ἀπερύκει.» καὶ τοῦτο ἦν ἰδεῖν τὸ ἔπος πανταχοῦ ἐπὶ τῶν πυλῶν γεγραμμένον ὡς τοῦ λοιμοῦ ἀλεξιφάρμα κον. τὸ δ ̓ ἐς τοὐναντίον τοῖς πλείστοις προυχώρει· κατὰ γάρ τινα τύχην αὗται μάλιστα αἱ οἰκίαι ἐκενώθησαν αἷς τὸ ἔπος ἐπεγέγραπτο. καὶ μή με νομίσης τοῦτο λέγειν, ὅτι διὰ τὸ ἔπος ἀπώλλυντο, ἀλλὰ τύχῃ τινὶ οὕτως ἐγένετο. τάχα δὲ καὶ οἱ πολλοὶ παροῦντες τῷ30 στίχῳ ἡμέλουν καὶ ῥαθυμότερον διητῶντο, οὐδὲν τῷ χρησμῷ πρὸς τὴν νόσον συντελοῦντες, ὡς ἂν ἔχοντες προμαχομένας αὑτῶν τὰς συλλαβὰς καὶ τὸν ἀκερσεκόμην Φοῖβον ἀποτοξεύοντα τὸν λοιμόν. πευθῆνας μέντοι ἐν αὐτῇ Ῥώμῃ κατεστήσατο πάνυ πολλοὺς τῶν 37 συνωμοτῶν, οἳ τὰς ἑκάστου γνώμας διήγγελλον αὐτῷ καὶ τὰς ἐρω-35 τήσεις προεμήνυον καὶ ὧν μάλιστα ἐφίενται, ὡς ἕτοιμον αὐτὸν πρὸς τὰς ἀποκρίσεις, καὶ πρὶν ἥκειν τοὺς πεμπομένους, καταλαμβάνεσθαι. καὶ πρὸς μὲν τὰ ἐν τῇ Ἰταλίᾳ ταῦτα καὶ τὰ τοιαῦτα προσε-38

38. ταῦτα· κατα καὶ τὰ ?

21

προεμηχανάτο

μηχανᾶτο. τελετήν τε γάρ τινα συνίσταται καὶ δαδουχίας καὶ ἱεροφαντίας, τριῶν ἑξῆς ἀεὶ τελουμένων ἡμερῶν. καὶ ἐν μὲν τῇ πρώτῃ πρόρρησις ἦν, ὥσπερ ̓Αθήνησι, τοιαύτη «εἴ τις ἄπεος ἢ χριστιανὸς ἢ ἐπικούρειος ἥκει κατάσκοπος τῶν ὀργίων, φευγέτω· κ οἱ δὲ πιστεύοντες τῷ Θεῷ τελείσθωσαν τύχῃ τῇ ἀγαπῇ.» εἶτ ̓ εὐθὺς ἐν ἀρχῇ ἐξέλασις ἐγίνετο, καὶ ὃ μὲν ἡγεῖτο λέγων «ἔξω χριστια νούς,» τὸ δὲ πλῆθος ἅπαν ἐπεφθέγγετο «ἔξω ἐπικουρείους.» εἶτα Λητοῦς ἐγίνετο λοχεία καὶ ̓Απόλλωνος γοναὶ καὶ Κορωνίδος γάμος, καὶ ̓Ασκληπιὸς ἐτίκτετο. ἐν δὲ τῇ δευτέρᾳ Γλύκωνος ἐπιφάνεια 39 καὶ γέννησις τοῦ Θεοῦ, τρίτῃ δὲ ἡμέρᾳ Ποδαλειρίου ἦν καὶ τῆς μητρὸς ̓Αλεξάνδρου γάμος· δᾳδὶς δὲ ἐκαλεῖτο, καὶ δᾷδες δὲ ἐκαίοντο. καὶ τελευταῖον Σελήνης καὶ ̓Αλεξάνδρου ἔρως, καὶ τικτομένη τοῦ Ρουτιλιανοῦ ἡ γυνή. ἐδᾳδούχει δὲ καὶ ἱεροφάντει ὁ Ενδυμίων ̓Αλέξανδρος. καὶ ὃ μὲν καθεύδων δῆθεν κατέκειτο ἐν τῷ μέσῳ, 15κατῄει δὲ ἐπ ̓ αὐτὸν ἀπὸ τῆς ὀροφῆς ὡς ἐξ οὐρανοῦ ἀντὶ τῆς Σελήνης Ρουτιλία τις ὡραιοτάτη, τῶν Καίσαρος οἰκονόμων τινὸς γυνή, ἐρῶσα ὡς ἀληθῶς τοῦ ̓Αλεξάνδρου καὶ ἀντερωμένη ὑπ ̓ αὐτοῦ, καὶ ἐν ὀφθαλμοῖς τοῦ ὀλέθρου ἐκείνου ἀνδρὸς φιλήματά τε ἐγίνετο ἐν μέσῳ καὶ περιπλοκαί· εἰ δὲ μὴ πολλαὶ ἦσαν αἱ δᾷδες, τάχ ̓ ἄν τι 20 καὶ τῶν ὑπὸ κόλπου ἐπράττετο. μετὰ μικρὸν δὲ πάλιν ἐσῄει ἱεροφαντικῶς ἐσκευασμένος ἐν πολλῇ τῇ σιωπῇ, καὶ αὐτὸς μὲν ἔλεγε μεγάλῃ τῇ φωνῇ «ἰὴ Γλύκων,» ἐπεφθέγγοντο δὲ αὐτῷ ἐπακολουποῦντες Εὐμολπίδαι δῆθεν καὶ Κήρυκές τινες Παφλαγόνες, καρβατίνας ὑποδεδεμένοι, πολλὴν τὴν σκοροδάλμην ἐρυγγάνοντες, «ἰη 40 Αλέξανδρε.» πολλάκις δὲ ἐν τῇ δαδουχίᾳ καὶ τοῖς μυστικοῖς σκιρ τήμασι γυμνωθεὶς ὁ μηρὸς αὐτοῦ ἐξεπίτηδες χρυσοῦς ἐξεφάνη, δέρματος ὡς τὸ εἰκὸς ἐπιχρύσου περιτεθέντος καὶ πρὸς τὴν αὐγὴν τῶν λαμπάδων ἀποστίλβοντος, ὥστε καὶ γενομένης ποτὲ ζητήσεως δύο τισὶ τῶν μωροσόφων ὑπὲρ αὐτοῦ εἴτε Πυθαγόρου τὴν ψυχὴν ἔχοι 30 διὰ τὸν χρυσοῦν μηρὸν εἴτε ἄλλην ὁμοίαν αὐτῷ, καὶ τὴν ζήτησιν ταύτην αὐτῷ Αλεξάνδρῳ ἐπανενεγκόντων, ὁ βασιλεὺς Γλύκων χρησμῷ ἔλυσε τὴν ἀπορίαν·

35

41

«Πυθαγόρου ψυχή ποτὲ μὲν φθίνει ἄλλοτε δ ̓ αὔξει,
ἡ δὲ προφητείη δίης φρενός ἐστιν ἀπορρώξ,

καί μιν ἔπεμψε πατὴρ ἀγαθῶν ἀνδρῶν ἐπαρωγόν,
καὶ πάλιν ἐς Διός εἶσι, Διὸς βληθεῖσα κεραυνῷ. »

προλέγων δὲ πᾶσιν ἀπέχεσθαι παιδίου συνουσίας ὡς ἀσεβές ὄν, αὐτὸς τοιόνδε τι ὁ γεννάδας ἐτεχνάσατο. ταῖς γὰρ πόλεσι ταῖς

18. ολεθρίου *

Ποντικαῖς καὶ ταῖς Παφλαγονικαῖς ἐπήγγελλε εηκόλους πέμπειν ἐς τριετίαν, ὑμνήσοντας παρ ̓ αὐτῷ τὸν Θεόν, καὶ ἔδει δοκιμασθέντας καὶ προκριθέντας τοὺς εὐγενεστάτους καὶ ὡραιοτάτους καὶ κάλλει διαφέροντας πεμφθῆναι· οὓς ἐγκλεισάμενος ὥσπερ ἀργυρωνήτοις ἐχρῆτο καὶ συγκαθεύδων καὶ πάντα τρόπον ἐμπαροινῶν. καὶ νόμονς δὲ ἐπεποίητο, ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη μηδένα τῷ αὑτοῦ στόματι δεξιοῦσθαι μηδὲ φιλήματι ἀσπάζεσθαι, ἀλλὰ τοῖς ἄλλοις προτείνων τὴν χεῖρα κύσαι μόνους τοὺς ὡραίους κατεφίλει· καὶ ἐκαλοῦντο οὗτοι οἱ ἐντὸς τοῦ φιλήματος. τοιαῦτα ἐντρυφῶν τοῖς ἀνοήτοις 42 διετέλει, γυναῖκάς τε ἀνέδην διαφθείρων καὶ παισὶ συνών. και 10 ἦν μέγα καὶ εὐκτὸν ἑκάστῳ, εἴ τινος γυναικὶ προσβλέψειεν· εἰ δὲ καὶ φιλήματος ἀξιώσειεν, ἀθρόαν τὴν ἀγαθὴν τύχην ᾤετο ἕκαστος ἐς τὴν οἰκίαν αὑτῷ ἐσρνήσεσθαι. πολλαὶ δὲ καὶ ηὔχουν τετοκέναι παρ' αὐτοῦ, καὶ οἱ ἄνδρες ἐπεμαρτύρουν ὅτι ἀληθῆ λέγουσιν.

15

ἐθέλω δέ σοι καὶ διάλογον διηγήσασθαι τοῦ Γλύκωνος καὶ Σα- 43 κερδῶτός τινος, Τιανοῦ ἀνθρώπου, ὁποίου τινὸς τὴν σύνεσιν εἴσῃ ἀπὸ τῶν ἐρωτήσεων. ἀνέγνων δὲ αὐτὸν χρυσοῖς γράμμασι γεγραμμένον ἐν Τίῳ, ἐν τῇ τοῦ Σακερδῶτος οἰκίᾳ. «εἰπέ» γάρ «μοι» ἔφη, «ὦ δέσποτα Γλύκων, τίς εἶ;» «ἐγώ» ἦ δ ̓ ὅς «Ασκληπιὸς νέος. »20 «ἄλλος παρ ̓ ἐκεῖνον τὸν πρότερον, ἢ πῶς λέγεις;» «οὐ Θέμις ἀκοῦ σαί σε τοῦτό γε.» «πόσα δὲ ἡμῖν ἔτη παραμενεῖς χρησμῳδῶν;» «τρίτον πρὸς τοῖς χιλίοις.» «εἶτα ποῖ μεταστήσῃ;» «ἐς Βάκτρα καὶ τὴν ἐκεῖ γῆν· δεῖ γὰρ ἀπολαῦσαι καὶ τοὺς βαρβάρους τῆς ἐπιδημίας τῆς ἐμῆς.» «τὰ δ ̓ ἄλλα χρηστήρια, τὸ ἐν Διδύμοις καὶ τὸν ἐν Κλάρῳ καὶ τὸ ἐν Δελφοῖς, ἔτι σου τὸν προπάτορα ἔχει τὸν ̓Απόλλω, ἢ ψευδεῖς εἰσὶν οἱ νῦν ἐκπίπτοντες ἐκεῖ χρησμοί;» «μηδὲ τοῦτ ̓ ἐπελήσῃς εἰδέναι· οὐ γὰρ θέμις.» «ἐγὼ δὲ τίς ἔσομαι μετὰ τὸν νῦν βίον;» «κάμηλος, εἶτα ἵππος, εἶτ ̓ ἀνὴρ σοφὸς καὶ προφήτης οὐ μείων ̓Αλεξάνδρου. »

τοιαῦτα μὲν ὁ Γλύκων τῷ Σακερδῶτι διελέχθη, ἐπὶ τέλει δὲ χρησμὸν ἔμμετρον ἐφθέγξατο, εἰδὼς αὐτὸν Λεπίδῳ ἑταῖρον ὄντα,

30

«μὴ πείθου Λεπίδῳ, ἐπεί οἱ λυγρὸς οὗτος ὀπηδεῖ·» πάνυ γὰρ ἐδεδίει τὸν ̓Επίκουρον, ὡς προεῖπον, ὥς τινα ἀντί-35 τεχνον καὶ ἀντισοφιστὴν τῆς μαγγανείας αὐτοῦ. ἕνα γοῦν τινὰ 44 τῶν ἐπικουρείων, τολμήσαντα καὶ διελέγχειν αὐτὸν ἐπὶ πολλῶν τῶν παρόντων, ἐς κίνδυνον οὐ μικρὸν κατέστησεν. ὃ μὲν γὰρ

21. πρότερον, πῶς

προσελθὼν ἔλέγε μεγάλῃ τῇ φωνῇ «σὺ μὲν ὦ ̓Αλέξανδρε τὸν δεῖνα Παφλαγόνα προσαγαγεῖν οἰκέτας αὑτοῦ τῷ ἡγουμένῳ τῆς Γαλατίας τὴν ἐπὶ θανάτῳ ἀνέπεισας ὡς ἀπεκτονότας τὸν υἱὸν αὐτοῦ ἐν ̓Αλεξανδρείᾳ παιδευόμενον, ὁ δὲ νεανίσκος καὶ ζῆ καὶ 5 ἐπανελήλυθε ζῶν μετὰ τὴν τῶν οἰκετῶν ἀπώλειαν, ηρίοις ὑπὸ σοῦ παραδοθέντων.» τοιοῦτο δέ τι ἐγεγένητο. ἀναπλεύσας ὁ νεα νίσκος ἐς Αἴγυπτον ἄχρι τοῦ κλύσματος, πλοίου ἀναγομένου ἐπείσθη καὶ αὐτὸς ἐς Ινδίαν πλεῦσαι, κἀπειδήπερ ἐβράδυνεν, οἱ δυστυχεῖς ἐκεῖνοι οἰκέται αὐτοῦ, οἰηθέντες ἢ ἐν τῷ Νείλῳ πλέοντα 10 διεφθάρθαι τον νεανίσκον ἢ καὶ ὑπὸ λῃστῶν (πολλοὶ γὰρ ἦσαν τότε) ἀνηρῆσθαι, ἐπανῆλθον ἀπαγγέλλοντες αὐτοῦ τὸν ἀφανι σμόν. εἶτα ὁ χρησμὸς καὶ ἡ καταδίκη, μεθ ̓ ἣν ἐπέστη ὁ νεα45 νίσκος διηγούμενος τὴν ἀποδημίαν. ὃ μὲν ταῦτα ἔλεγεν, ὁ δὲ ̓Αλέξανδρος ἀγανακτήσας ἐπὶ τῷ ἐλέγχῳ, καὶ μὴ φέρων τοῦ 15 ἐνείδους τὴν ἀλήθειαν, ἐκέλευε τοὺς παρόντας λίθοις βάλλειν αὐτόν, ἢ καὶ αὐτοὺς ἐναγεῖς ἔσεσθαι καὶ ἐπικουρείους κληθήσεσθαι. τῶν δὲ βάλλειν ἀρξαμένων Δημόστρατός τις ἐπιδημῶν, τοῦ Πόντου πρῶτος, περιχυθεὶς ἐρρύσατο τοῦ θανάτου τὸν ἄνθρωπον μικροῦ δεῖν καταλευσθέντα, πάνυ δικαίως· τί γὰρ ἔδει μόνον 20 φρονεῖν ἐν τοσούτοις μεμηνόσι καὶ παραπολαῦσαι τῆς Παφλαγόνων μωρίας;

46

καὶ τὰ μὲν κατ ̓ ἐκεῖνον τοιαῦτα· εἰ δέ τινι προσκαλουμένων κατὰ τάξιν τῶν χρησμῶν (πρό μιᾶς δὲ τοῦτο τοῦ Θεσπίζειν ἐγίνετο) καὶ ἐρομένου τοῦ κήρυκος εἰ θεσπίζει τῷδε, ἀνεῖπεν ἐνδοθεν «ἐς 25 κόρακας, οὐκέτι τὸν τοιοῦτον οὔτε στέγῃ τις ἐδέχετο οὔτε πυρὸς ἢ ὕδατος ἐκοινώνει, ἀλλ ̓ ἔδει γῆν πρὸ γῆς ἐλαύνεσθαι ὡς ἀσεβῆ 47 καὶ ἄπεον καὶ ἐπικούρειον, ἵπερ ἦν ἡ μεγίστη λοιδορία. ἓν γοῦν καὶ γελοιότατον ἐποίησεν ὁ ̓Αλέξανδρος· εὑρὼν γὰρ τὰς Επικούρου κυρίας δόξας, τὸ κάλλιστον, ὡς οἶσθα, τῶν βιβλίων καὶ κεφαλαιωδῶς 30 περιέχον τῆς τἀνδρὸς σοφίας τὰ δόγματα, κομίσας ἐς τὴν ἀγορὰν μέσην ἔκαυσεν ἐπὶ ξύλων συκίνων ὡς δῆθεν αὐτὸν καταφλέγων, καὶ τὴν σποδὸν ἐς τὴν θάλατταν ἐξέβαλεν, ἔτι καὶ χρησμὸν ἐπιφθεγξάμενος «πυρπολέειν κέλομαι δόξας ἀλαοῖο γέροντος,» οὐδ ̓ εἰδὼς ὁ κατάρατος ὅσων ἀγαθῶν τὸ βιβλίον ἐκεῖνο τοῖς ἐντυγχάνουσιν αἴτιον 35 γίνεται, καὶ ὅσην αὐτοῖς εἰρήνην καὶ ἀταραξίαν καὶ ἐλευθερίαν ἐνεργάζεται, δειμάτων μὲν καὶ φασμάτων καὶ τεράτων ἀπαλλάττον καὶ ἐλπίδων ματαίων καὶ περιττῶν ἐπιθυμιῶν, νοῦν δὲ καὶ ἀλήθειαν ἐντιπέν, καὶ καθαῖρον ὡς ἀληθῶς τὰς γνώμας, οὐχὶ δᾳδὲ καὶ

[blocks in formation]
« IndietroContinua »