Immagini della pagina
PDF
ePub

σκίλλῃ καὶ ταῖς τοιαύταις φλυαρίαις, ἀλλὰ λόγῳ ὀρθῷ καὶ ἀληθείᾳ καὶ παρρησίᾳ.

ἐν δὲ τοῖς ἄλλοις ἔν τι καὶ μέγιστον τόλμημα τοῦ μικροῦ 48 ἀνδρὸς ἄκουσον· ἔχων γὰρ οὐ μικρὰν ἐπὶ τὰ βασίλεια καὶ τὴν αὐλὴν τὸν Ρουτιλιανὸν εὐδοκιμοῦντα πάροδον, διαπέμπεται χρησμὸν τοῦ ἐν Γερμανίᾳ πολέμου ἀκμάζοντος, ὅτε ὁ Θεὸς Μάρκος ἤδη τοῖς Μαρκομάνοις καὶ Κουάδοις συνεπλέκετο. ἠξίου δὲ ὁ χρησμὸς δύο λέοντας ἐμβληθῆναι ζῶντας ἐς τὸν Ἴστρον μετὰ πολλῶν ἀρωμάτων καὶ θυσιῶν μεγαλοπρεπῶν. ἄμεινον δὲ αὐτὸν εἰπεῖν τὸν χρησμόν.

ἐς δίνας Ἴστροιο διιπετέος ποταμοῖο

ἐσβαλέειν κέλομαι δοιοὺς Κυβέλης Θεράποντας,
Τῆρας ὀρειτρεφέας, καὶ ὅσα τρέφει Ινδικός ἀήρ
ἄνθεα, καὶ βοτάνας εὐώδεας. αὐτίκα δ ̓ ἔσται
νίκη καὶ μέγα κῦδος ἅμ ̓ εἰρήνῃ ἐρατεινῇ.

10

15

γενομένων δὲ τούτων ὡς προσέταξε, τοὺς μὲν λέοντας διανηξαμένους ἐς τὴν πολεμίαν οἱ βάρβαροι ξύλοις κατειργάσαντο ὥς τινας κύνας ἢ λύκούς ξενικούς, αὐτίκα δὲ τὸ μέγιστον τραῦμα τοῖς ἡμετέροις ἐγένετο, δισμυρίων που σχεδὸν ἀθρόων ἀπολομένων, εἶτ ̓ ἐπηκολούΤησε τὰ περὶ ̓Ακυληίαν γενόμενα καὶ ἡ παρὰ μικρὸν ἐκείνης τῆς 20 πόλεως ἅλωσις. ὃ δὲ πρὸς τὸ ἀποβεβηκὸς τὴν Δελφικὴν ἐκείνην ἀπολογίαν καὶ τὸν τοῦ Κροίσου χρησμόν ψυχρῶς παρῆγε νίκην μὲν γὰρ προειπεῖν τὸν Θεόν, μὴ μέντοι δηλῶσαι Ῥωμαίων ἢ τῶν πολεμίων.

ἤδη δὲ πολλῶν ἐπὶ πολλοῖς ἐπεσρεόντων, καὶ τῆς πόλεως αὐτῷ 49 λιβομένης ὑπὸ τοῦ πλήθους τῶν ἐπὶ τὸ χρηστήριον ἀφικνουμένων καὶ τὰ ἐπιτήδεια διαρκῆ μὴ ἐχούσης, ἐπινοεῖ τοὺς νυκτερινούς καλουμένους χρησμούς. λαμβάνων γὰρ τὰ βιβλία ἐπεκοιμᾶτο, ὡς ἔφασκεν, αὐτοῖς, καὶ ὡς ὄναρ παρὰ τοῦ Θεοῦ ἀκούων ἀπεκρίνετο, οὐ μέντοι σαφεῖς τοὺς πολλοὺς ἀλλ ̓ ἀμφιβόλους καὶ τε-30 ταραγμένους, καὶ μάλιστα εἴ ποτε θεάσαιτο περιεργότερον τὸ βιβλίον κατεσφραγισμένον· οὐ γὰρ παρακινδυνεύων τὸ ἐπελθὸν ἄλλως ὑπέγραφε, χρησμοῖς πρέπειν καὶ τὸ τοιοῦτον οἰόμενος. καὶ ἦσάν τινες ἐξηγηταὶ ἐπὶ τούτῳ καθήμενοι καὶ μισθούς οὐκ ὀλί γους ἐκλέγοντες παρὰ τῶν τοὺς τοιούτους χρησμούς λαμβανόντων 35 ἐπὶ τῇ ἐξηγήσει καὶ διαλύσει αὐτῶν. καὶ τοῦτο αὐτῶν τὸ ἔργον ὑπόμισθον ἦν· ἐτέλουν γὰρ οἱ ἐξηγηταὶ τῷ ̓Αλεξάνδρῳ τάλαντον " Αττικὸν ἑκάτερος.

[blocks in formation]

50

10

51

ἐνίοτε δὲ μήτε ἐρομένου τινὸς μήτε πεμφθέντος, ἀλλ ̓ οὐδ ̓ ὅλως ὄντος, ἐχρησμώδει πρὸς ἔκπληξιν τῶν ἀνοήτων, οἷον καὶ τοῦτο. δίζεαι ὅστις σὴν ἄλοχον μάλα πάγχυ λεληθώς Καλλιγένειαν ὑπὲρ λεχέων σαλαγεῖ κατὰ δῶμα. δοῦλος Πρωτογένης, τῷ δὴ σύ γε πάντα πέποιθας· ὤποιες γὰρ ἐκεῖνον, ὃ δ ̓ αὖθις σὴν παράκοιτιν, ἀντίδοσιν ταύτην ὕβρεως ἰδίας ἀποτίνων.

ἀλλ ̓ ἐπὶ σοὶ δὴ φάρμακ ̓ ἀπ ̓ αὐτῶν λυγρὰ τέτυκται,
ὡς μήτ ̓ εἰσαΐοις μήτ ̓ εἰσοράᾳς ἃ ποιοῦσιν.

εὑρήσεις δὲ κάτω ὑπὸ σῷ λέχει, ἀγχόθι τοίχου,

πρὸς κεφαλῆς, καὶ σὴ θεράπαινα σύνοιδε Καλυψώ.

τίς οὐκ ἂν Δημόκριτος διεταράχθη, ἀκούσας ὀνόματα καὶ τόπους ἀκριβῶς; εἶτα μετ ̓ ὀλίγον κατέπτυσεν ἄν, συνεὶς τὴν ἐπίνοιαν αὐτῶν.

ἀλλὰ καὶ βαρβάροις πολλάκις ἔχρησεν, εἴ τις τῇ πατρίῳ ἔροιτο φωνῇ, συριστὶ ἢ κελτιστί, οὐ ῥᾳδίως ἐξευρίσκων τινὰς ἐπιδημοῦντας ὁμοεθνεῖς τοῖς δεδωκόσιν. διὰ τοῦτο καὶ πολὺς ὁ ἐν μέσῳ χρόνος ἦν τῆς τε δόσεως τῶν βιβλίων καὶ τῆς χρησμῳδίας, ὡς ἐν τοσούτῳ κατὰ σχολὴν λύοιντό τε οἱ χρησμοί ἀσφαλῶς καὶ εὑρίσκοντο οἱ 20 ἑρμηνεῦσαι δυνάμενοι ἕκαστα. οἷος καὶ ὁ τῷ Σκύθῃ δοθεὶς χρη σμὸς ἦν, μορφεῦ βάργουλος ἰσχιάγχνεχιψι δάοσδα.

52

ἄλλως πάλιν οὔτε παρόντι οὔτε ὅλως τινὶ ὄντι ἔφη ἄνευ μέτρου ἀναστρέφειν ὀπίσω· «ὁ γὰρ πέμψας σε τέθνηκεν ὑπὸ τοῦ γείτονος Διοκλέους τήμερον λῃστῶν ἐπαχθέντων Μάγνου καὶ Κέλερος καὶ 2 Βουβάλου, οἳ καὶ ἤδη δέδενται ληφθέντες.»

53

ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων ἄκουσον. ἐρομένου γάρ μου εἰ φαλακρός ἐστιν ̓Αλέξανδρος, καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς, ὑπογράφεται χρησμὸς νυκτερήσιος, «Σαβαρδαλάχου μάλαχ Αττις ἄλλος ἦν.» καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις 30 διαφόροις τὴν αὐτὴν ἐρώτησιν, πόθεν ἦν Ὅμηρος ὁ ποιητής, ἐπ ̓ ἄλλου καὶ ἄλλου ὀνόματος, τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ νεανίσκου τοῦ ἐμοῦ (ἐρωτηθεὶς γὰρ ἐφ' ὅ τι ἥκει, θεραπείαν ἔφη αἰτήσων πρὸς ἐδύνην πλευροῦ)

κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητος· αὐτῷ δ ̓ ἑτέρῳ, ἐπεὶ καὶ τοῦτ ̓ ἠκηκόει, ὡς ἐρομένου τοῦ πέμψαντος εἴτε μοι πλεῦσαι ἐπ ̓ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον, ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον, «μὴ σύ γε πλωέμεναι, πεζὴν δὲ καθ ̓ οἷμον 54 ἔδευε.» πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ· οἷον

[blocks in formation]

καὶ ἐκεῖνο. μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος «τοῦ δεῖνος χρησμοὶ ὀκτώ,» ψευσάμενός τι ὄνομα, καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γινόμενον ἔτι πρὸς ταύταις πέμψας· ὃ δὲ πιστεύσας τῇ ἀποπομπῇ τοῦ μισθοῦ καὶ τῇ ἐπιγραφῇ τοῦ βιβλίου, πρὸς μίαν ἐρώτησιν (ἦν δὲ αὕτη, πότε ἁλώσεται μαγγανεύων Αλέξαν- 5 δρος;) ὀκτώ μοι χρησμοὺς ἔπεμψεν, οὔτε γῆς, φασίν, οὔτε οὐρανοῦ ἁπτομένους, ἀνοήτους δὲ καὶ δυσνοήτους ἅπαντας.

δέ

ἅπερ ὕστερον αἰσθόμενος, καὶ ὅτι τὸν Ρουτιλιανὸν ἀπέτρεπον ἐγὼ καὶ τοῦ γάμου καὶ τοῦ πάνυ προσκεῖσθαι ταῖς τοῦ χρηστηρίου ἐλπίσιν, ἐμίσει ὡς τὸ εἰκὸς καὶ ἔχθιστον ἡγεῖτο, καί ποτε περί 10 ἐμοῦ ἐρομένῳ τῷ ̔Ρουτιλιανῷ ἔφη «νυκτιπλάνοις βάροις χαίρει κοίταις τε δυσάγνοις.» καὶ ὅλως ἔχθιστος εἰκότως ἦν ἐγώ. κἀπειδὴ 55 ἐσελθόντα με ἐς τὴν πόλιν ᾔσθετο, καὶ ἔμαθεν ὡς ἐκεῖνος εἴην ὁ Λουκιανός (ἐπηγόμην δὲ καὶ στρατιώτας δύο, λογχοφόρον καὶ κοντοφόρον, παρὰ τοῦ ἡγουμένου τῆς Καππαδοκίας φίλου ὄντος λαβών, 15 ὥς με παραπέμψειαν ἄχρι πρὸς τὴν θάλατταν), αὐτίκα μεταστέλ λεται δεξιῶς πάνυ καὶ μετὰ πολλῆς φιλοφροσύνης. ἐλθὼν δ ̓ ἐγὼ πολλοὺς καταλαμβάνω περὶ αὐτόν, συνεπηγόμην δὲ καὶ τοὺς στρατιώτας τύχῃ τινὶ ἀγαπῇ. καὶ ὃ μὲν προύτεινέ μοι κύσαι τὴν δεξιάν, ὥσπερ εἰώθει τοῖς πολλοῖς, ἐγὼ δὲ προσφὺς ὡς φιλήσων δήγματι 20 χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ τὴν χεῖρα ἐποίησα. οἱ μὲν οὖν παρόντες ἄγχειν με καὶ παίειν ἐπειρῶντο ὡς ἱερόσυλον, καὶ πρότερον ἔτι ἀγανακτήσαντες ὅτι ̓Αλέξανδρον αὐτὸν ἀλλὰ μὴ προφήτην προσεῖπον· ὃ δὲ πάνυ γεννικῶς καρτερήσας κατέπαυέ τε αὐτούς, καὶ ὑπισχνεῖτο τιθασόν με ῥᾳδίως ἀποφανεῖν καὶ δείξειν 25 τὴν Γλύκωνος ἀρετήν, ὅτι καὶ τοὺς πάνυ τραχυνομένους φίλους ἀπεργάζεται. καὶ μεταστησάμενος ἅπαντας ἐδικαιολογεῖτο πρός με, λέγων πάνυ με εἰδέναι καὶ τὰ ὑπ ̓ ἐμοῦ Ρουτιλιανῷ συμβουλευόμενα· «καὶ τί παθὼν ταῦτά με εἰργάσω, δυνάμενος ὑπ ̓ ἐμοῦ ἐπὶ μέγα προαχθῆναι παρ' αὐτῷ;» κἀγὼ ἄσμενος ἤδη ἐδεχόμην τὴν φίλο-30 φροσύνην ταύτην, ὁρῶν οἱ κινδύνου καθειστήκειν, καὶ μετ ̓ ὀλίγον προῆλθον φίλος γεγενημένος. καὶ τοῦτο οὐ μικρὸν θαῦμα τοῖς ὁρῶσιν ἔδοξεν, οὕτω μου ῥᾳδία γενομένη μεταβολή. εἶτα δή μου 56 ἐκπλεῖν προαιρουμένου, ξένια καὶ δῶρα πολλὰ πέμψας (μόνος δὲ σὺν τῷ Ξενοφῶντι ἔτυχον ἐπιδημῶν, τὸν πατέρα καὶ τοὺς ἐμοὺς ἐς35 Αμαστριν προεκπεπομφώς) ὑπισχνεῖται καὶ πλοῖον αὐτὸς παρέξειν καὶ ἐρέτας τοὺς ἀπάξοντας. κἀγὼ μὲν ᾤμην ἁπλοῦν τι τοῦτ ̓ εἶναι καὶ δεξιόν· ἐπεὶ δὲ κατὰ μέσον τὸν πόρον ἐγενόμην, δακρύοντα ὁρῶν τὸν κυβερνήτην καὶ τοῖς ναύταις τι ἀντιλέγοντα οὐκ ἀγαθὰς εἶχον περὶ τῶν μελλόντων τὰς ἐλπίδας. ἦν δὲ αὐτοῖς ἐπεσταλμένον 40

ὑπὸ τοῦ ̓Αλεξάνδρου ἀραμένους ἡμᾶς ῥῖψαι ἐς τὴν θάλατταν· ὅπερ εἰ ἐγένετο, ῥᾳδίως ἂν αὐτῷ διεπεπολέμητο τὰ πρὸς ἐμέ. ἀλλὰ δακρύων ἐκεῖνος ἔπεισε καὶ τοὺς συνναύτας μηδὲν ἡμᾶς δεινὸν ἐργά σασθαι, καὶ πρὸς ἐμὲ ἔφη «ἔτη ἑξήκοντα, ὡς ὁρᾷς, ἀνεπίληπτον κβίον καὶ ὅσιον βεβιωκώς οὐκ ἂν βουλοίμην ἐν τούτῳ τῆς ἡλικίας, καὶ γυναῖκα καὶ τέκνα ἔχων, μιᾶναι φόνῳ τὰς χεῖρας,» δηλῶν ἐφ ̓ ᾧπερ ἡμᾶς ἀνειλήφει, καὶ τὰ ὑπὸ τοῦ ̓Αλεξάνδρου προσ57 τεταγμένα. καταθέμενος δὲ ἡμᾶς ἐν Αἰγιαλοῖς, ὧν καὶ ὁ καλὸς Ὅμηρος μέμνηται, ὀπίσω ἀπήλαυνεν. ἔνθα ἐγὼ παραπλέοντας 10 εὑρὼν Βοσποριανούς τινας πρέσβεις, παρ ̓ Εὐπάτορος τοῦ βασιλέως ἐς τὴν Βιθυνίαν ἀπιόντας ἐπὶ κομιδῇ τῆς ἐπετείου συντάξεως, καὶ διηγησάμενος αὐτοῖς τὸν περιστάντα ἡμᾶς κίνδυνον, καὶ δεξιῶν αὐτῶν τυχών, ἀναληφθεὶς ἐπὶ τὸ πλοῖον διασώζομαι ἐς τὴν ̓Αμαστριν, παρὰ τοσοῦτον ἐλθὼν ἀποθανεῖν. τοὐντεῦθεν καὶ αὐτὸς ἐπεκορυσ 15 σόμην αὐτῷ καὶ πάντα κάλων ἐκίνουν, ἀμύνασθαι βουλόμενος, καὶ πρὸ τῆς ἐπιβουλῆς ἤδη μισῶν αὐτὸν καὶ ἔχθιστον ἡγούμενος διὰ τὴν τοῦ τρόπου μιαρίαν, καὶ πρὸς τὴν κατηγορίαν ὡρμήμην πολλοὺς συναγωνιστὰς ἔχων, καὶ μάλιστα τοὺς ἀπὸ Τιμοκράτους τοῦ Ηρακλεώτου φιλοσόφους. ἀλλ ̓ ὁ τότε ἡγούμενος Βιθυνίας καὶ τοῦ 20 Πόντου ̓́Ανεκτος ἐπέσχε, μόνον οὐχὶ ἱκετεύων καὶ ἀντιβολῶν παύσασθαι· διὰ γὰρ τὴν προς Ρουτιλιανὸν εὔνοιαν μὴ ἂν δύνασθαι, καὶ εἰ φανερῶς λάβοι ἀδικοῦντα, κολάσαι αὐτόν. οὕτω μὲν ἀνεκόπην τῆς ὁρμῆς καὶ ἐπαυσάμην, οὐκ ἐν δέοντι θρασυνόμενος ἐφ ̓ οὕτω δικαστοῦ διακειμένου.

58 ἐκεῖνο δὲ πῶς οὐ μέγα ἐν τοῖς ἄλλοις τὸ τόλμημα τοῦ ̓Αλεξάν δρου, τὸ αἰτῆσαι παρὰ τοῦ αὐτοκράτορος μετονομασθῆναι τὸ ̓Αβώνου τεῖχος καὶ Γλυκωνόπολιν κληθῆναι, καὶ νόμισμα καινὸν κόψαι, ἐγκεχαραγμένον τῇ μὲν Γλύκωνος κατὰ πάτερα δὲ ̓Αλεξάνδρου, στέμματά τε τοῦ πάππου ̓Ασκληπιοῦ καὶ τὴν ἅρπην ἐκείνην τοῦ 30 πατρομήτορος Περσέως ἔχοντος.

59

προειπὼν δὲ διὰ χρησμοῦ περὶ αὑτοῦ ὅτι ζῆσαι εἵμαρται αὐτῷ ἔτη πεντήκοντα καὶ ἑκατόν, εἶτα κεραυνῷ βληθέντα ἀποθανεῖν, οἰκτίστῳ τέλει οὐδὲ ἑβδομήκοντα ἔτη γεγονὼς ἀπέθανεν, ὡς Ποδαλειρίου υἱός, διασαπεὶς τὸν πόδα μέχρι βουβῶνος καὶ σκωλήκων 35 ζέσας, ὅτε περ καὶ ἐφάνη φαλακρὸς ὤν, παρέχων τοῖς ἰατροῖς ἐπιβρέχειν αὐτοῦ τὴν κεφαλὴν διὰ τὴν ὀδύνην, ὃ οὐκ ἂν ποιῆσαι 60 ἐδύναντο μὴ οὐχὶ τῆς φενάκης ἀφηρημένης. τοιοῦτο τέλος τῆς ̓Αλεξάνδρου τραγῳδίας καὶ αὕτη τοῦ παντὸς δράματος ἡ κατα

[blocks in formation]

στροφὴ ἐγένετο, ὡς εἰκάζειν προνοίας τινὸς τὸ τοιοῦτον, εἰ καὶ κατὰ τύχην συνέβη.

ἔδει δὲ καὶ τὸν ἐπιτάφιον αὐτοῦ γενέσθαι ἄξιον τοῦ βίου καὶ ἀγῶνά τινα συστήσασθαι ὑπὲρ τοῦ χρηστηρίου, τῶν συνωμοτῶν ἐκείνων καὶ γοήτων, ὅσοι κορυφαῖοι ἦσαν, ἐλθόντων ἐπὶ διαιτητὴν τὸν 5 Ρουτιλιανόν, τίνα χρὴ προκριθῆναι αὐτῶν καὶ διαδέξασθαι τὸ μαν τεῖον καὶ στεφανωθῆναι τῷ ἱεροφαντικῷ καὶ προφητικῷ στέμματι.

δὲ ἐν αὐτοῖς καὶ Παῖτος ἰατρὸς τὴν τέχνην, πολιώδης ὤν, οὔτε ἰατρῷ πρέποντα οὔτε πολιῷ ἀνδρὶ ταῦτα ποιῶν. ἀλλ ̓ ὁ ἀγωνοθέτης Ρουτιλιανὸς ἀστεφανώτους αὐτοὺς ἀπέπεμψεν, αὐτῷ τὴν προφητείαν 10 φυλάττων μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν.

ταῦτα ὦ φιλότης ὀλίγα ἐκ πολλῶν δείγματος ἕνεκα γράψαι 61 ἠξίωσα, καὶ σοὶ μὲν χαριζόμενος ἀνδρὶ ἑταίρῳ καὶ φίλῳ, καὶ ὃν ἐγὼ πάντων μάλιστα θαυμάσας ἔχω ἐπί τε σοφίᾳ καὶ τῷ πρὸς ἀλήθειαν ἔρωτι καὶ τρόπου πραότητι καὶ ἐπιεικείᾳ καὶ γαλήνῃ βίου 15 καὶ δεξιότητι πρὸς τοὺς συνόντας, τὸ πλέον δέ, ὅπερ καὶ σοὶ ἥδιον, Επικούρῳ τιμωρῶν, ἀνδρὶ ὡς ἀληθῶς ἱερῷ καὶ θεσπεσίῳ τὴν φύσιν, καὶ μόνῳ μετ ̓ ἀληθείας τὰ καλὰ ἐγνωκότι καὶ παραδεδωκότι, καὶ ἐλευθερωτῇ τῶν ὁμιλησάντων αὐτῷ γενομένῳ. οἶμαι δὲ ὅτι καὶ τοῖς ἐντυχοῦσι χρήσιμόν τι ἔχειν δόξει ἡ γραφή, τὰ μὲν διελέγχουσα,20 τὰ δ ̓ ἐν ταῖς τῶν εὖ φρονούντων γνώμαις βεβαιοῦσα.

ΠΕΡΙ ΤΗΣ ΠΕΡΕΓΡΙΝΟΥ ΤΕΛΕΥΤΗΣ.

Λουκιανὸς Κρονίῳ εὖ πράττειν. ὁ κακοδαίμων Περεγρίνος, ἢ ὡς αὐτὸς ἔχαιρεν ὀνομάζων ἑαυτόν, Πρωτεύς, αὐτὸ δὴ ἐκεῖνο τὸ τοῦ ̔Ομηρικοῦ Πρωτέως ἔπαθεν· ἅπαντα γὰρ δόξης ἕνεκα γενόμενος καὶ μυρίας τροπὰς τραπόμενος, τὰ τελευταῖα ταῦτα καὶ πῦρες ἐγένετο· τοσούτῳ ἄρα τῷ ἔρωτι τῆς δόξης είχετο. καὶ νῦν ἐκεῖνος ἀπηνθράκωταί σοι ὁ βέλτιστος κατὰ τὸν Εμπεδοκλέα, παρ' ὅσον ὃ μὲν κἂν διαλαβεῖν ἐπειράθη ἐμβαλὼν ἑαυτὸν εἰς τοὺς κρατῆρας, ὁ δὲ γεννάδας οὗτος τὴν πολυανθρωποτάτην τῶν ̔Ελληνικῶν πανηγύρεων τηρήσας, πυρὰν ὅτι μεγίστην νήσας ἐνεπήδησεν ἐπὶ τοσού-30 των μαρτύρων, καὶ λόγους τινὰς ὑπὲρ τούτου εἰπὼν πρὸς τοὺς Ελληνας οὐ πρὸ πολλῶν ἡμερῶν τοῦ τολμήματος. πολλὰ τοίνυν δοκῶ 2 μοι ὁρᾶν σε γελῶντα ἐπὶ τῇ κορύζῃ τοῦ γέροντος· μᾶλλον δὲ καὶ ἀκούω βοῶντος οἷά σε εἰκὸς βοᾶν, ὢ τῆς ἀβελτερίας, ὢ τῆς δοξο

« IndietroContinua »