Immagini della pagina
PDF
ePub

3

κοπίας, ὢ τῶν ἄλλων ἃ λέγειν εἰώθαμεν περὶ αὐτῶν. σὺ μὲν οὖν πόρρω ταῦτα, καὶ μακρῷ ἀσφαλέστερον, ἐγὼ δὲ παρὰ τὸ πῦρ αὐτὸ καὶ ἔτι πρότερον ἐν πολλῷ πλήθει τῶν ἀκροατῶν εἶπον αὐτά, ἐνίων μὲν ἀχθομένων, ὅσοι ἐθαύμαζον τὴν ἀπόνοιαν τοῦ γέροντος, ἦσαν υδέ τινες οἳ καὶ αὐτοὶ ἐγέλων ἐπ ̓ αὐτῷ. ἀλλ ̓ ἐλίγου δεῖν ὑπὸ τῶν κυνικῶν ἐγώ σοι διεσπάσθην ὥσπερ ὁ ̓Ακταίων ὑπὸ τῶν κυνῶν ἢ ὁ ἀνεψιὸς αὐτοῦ ὁ Πενθεὺς ὑπὸ τῶν μαινάδων.

ἡ δὲ πᾶσα τοῦ δράματος διασκευὴ τοιάδε ἦν. τὸν μὲν ποιητὴν οἶσθα οἷός τε ἦν καὶ ἡλίκα ἐτραγώδει παρ ̓ ὅλον τὸν βίον, ὑπὲρ 10 τὸν Σοφοκλέα καὶ τὸν Αἰσχύλον· ἐγὼ δ ̓ ἐπεὶ τάχιστα εἰς τὴν Ηλιν ἀφικόμην, διὰ τοῦ γυμνασίου ἀλύων ἐπήκουον ἅμα κυνικοῦ τινὸς μεγάλῃ καὶ τραχείᾳ τῇ φωνῇ τὰ συνήθη ταῦτα καὶ ἐκ τριόδου τὴν ἀρετὴν ἐπιβοωμένου καὶ ἅπασιν ἁπαξαπλῶς λοιδορουμένου. εἶτα κατέληξεν αὐτῷ ἡ βοὴ ἐς τὸν Πρωτέα· καὶ ὡς ἂν οἷός τε ὦ, πειρά15 σομαί σοι αὐτὰ ἐκεῖνα ἀπομνημονεῦσαι ὡς ἐλέγετο. σὺ δὲ γνωριεῖς 4 δηλαδή, πολλάκις αὐτοῖς παραστὰς βοῶσιν. «Πρωτέα γάρ τις» ἔφη «κενόδοξον τολμᾷ λέγειν, ὦ γῆ καὶ ἥλιε καὶ ποταμοὶ καὶ θάλαττα καὶ πατρῷς Ηράκλεις, Πρωτέα τὸν ἐν Συρίᾳ δεθέντα, τὸν τῇ πατρίδι ἀνέντα πεντακισχίλια τάλαντα, τὸν ἀπὸ τῆς ̔Ρωμαίων 20 πόλεως ἐκβληθέντα, τὸν τοῦ ἡλίου ἐπισημότερον, τὸν ἀνταγωνίσασθαι καὶ αὐτῷ τῷ Ολυμπίω δυνάμενον. ἀλλ ̓ ὅτι διὰ πυρὸς ἐξάγειν τοῦ βίου διέγνωκεν ἑαυτόν, εἰς κενοδοξίαν τινὲς τοῦτο ἀναφέρουσιν. οὐ γὰρ Ἡρακλῆς οὕτως; οὐ γὰρ ̓Ασκληπιὸς καὶ Διόνυσος κεραυνῷ; οὐ 5 γὰρ τὰ τελευταῖα Εμπεδοκλῆς εἰς τοὺς κρατῆρας;» ὡς δὲ ταῦτα 25 εἶπεν ὁ Θεαγένης (τοῦτο γὰρ ὁ κεκραγὼς ἐκεῖνος ἐκαλεῖτο), ήρόμην τινὰ τῶν παρεστώτων, τί βούλεται τὸ περὶ τοῦ πυρός, ἢ τί ̔Ηρακλῆς καὶ Εμπεδοκλῆς πρὸς τὸν Πρωτέα; ὃ δὲ «οὐκ εἰς μακράν» ἔφη «καύσει ἑαυτὸν ὁ Πρωτεὺς Ολυμπίασιν.» «πῶς» ἔφην, «ἢ τίνος ἕνεκα;» εἶτα ὃ μὲν ἐπειρᾶτο λέγειν, ἐβόα δὲ ὁ κυνικὸς ὥστε ἀμή30χανον ἦν ἄλλου ἀκούειν. ἐπήκουον οὖν τὰ λοιπὰ ἐπαντλοῦντος αὐτοῦ καὶ θαυμαστάς τινας ὑπερβολάς διεξιόντος κατὰ τοῦ Πρωτέως· τὸν μὲν γὰρ Σινωπέα ἢ τὸν διδάσκαλον αὐτοῦ ̓Αντισθένη οὐδὲ παραβάλλειν ἠξίου αὐτῷ, ἀλλ ̓ οὐδὲ τὸν Σωκράτη αὐτόν, ἐκάλει δὲ τὸν Δία ἐπὶ τὴν ἅμιλλαν. εἶτα μέντοι ἔδοξεν αὐτῷ ἴσους πως φυλάξαι 6 αὐτούς, καὶ οὕτω κατέπαυσε τὸν λόγον. «δύο γὰρ ταῦτα» ἔφη «ὁ βίος ἄριστα δημιουργήματα ἐπεάσατο, τὸν Δία τὸν Ὀλύμπιον καὶ Πρωτέα· πλάσται δὲ καὶ τεχνῖται τοῦ μὲν Φειδίας τοῦ δὲ ἡ φύσις. ἀλλὰ νῦν ἐξ ἀνθρώπων εἰς θεοὺς τὸ ἄγαλμα τοῦτο οἰχήσεται,

[blocks in formation]

ὀχούμενον ἐπὶ τοῦ πυρός, ὀρφανοὺς ἡμᾶς καταλιπόν.» ταῦτα ξὺν πολλῷ ἱδρῶτι διεξελθὼν ἐδάκρυε μάλα γελοίως, καὶ τὰς τρίχας ἐτίλλετο, ὑποφειδόμενος μή πάνυ ἕλκειν. καὶ τέλος ἀπῆγον αὐτὸν λύζοντα μεταξὺ τῶν κυνικῶν τινὲς παραμυθούμενοι.

μετὰ δὲ τοῦτον ἄλλος εὐθὺς ἀναβαίνει, οὐ περιμείνας διαλυ-7 θῆναι τὸ πλῆθος, ἀλλ ̓ ἐπ ̓ αἰθομένοις τοῖς προτέροις ἱερείοις ἐπέχει τῶν σπουδῶν. καὶ τὸ μὲν πρῶτον ἐπὶ πολὺ ἐγέλα, καὶ δῆλος ἦν νειόθεν αὐτὸ δρῶν· εἶτα ἤρξατο ὧδέ πως. «ἐπεὶ ὁ κατάρατος Θεα γένης τέλος τῶν μιαρωτάτων αὑτοῦ λόγων τὰ ̔Ηρακλείτου δάκρυα ἐποιήσατο, ἐγὼ κατὰ τὸ ἐναντίον ἀπὸ τοῦ Δημοκρίτου γέλωτος ἄρ-10 ξομαι.» καὶ αὖθις ἐγέλα ἐπὶ πολύ, ὥστε καὶ ἡμῶν τοὺς πολλοὺς ἐπὶ τὸ ὅμοιον ἐπεσπάσατο. εἶτα ἐπιστρέψας ἑαυτόν «ἢ τί γὰρ ἄλλο» 8 ἔφη, «ὦ ἄνδρες, χρὴ ποιεῖν ἀκούοντα μὲν οὕτω γελοίων ῥήσεων, ὁρῶντα δὲ ἄνδρας γέροντας δοξαρίου καταπτυστου ἕνεκα μόνον οὐχὶ κυβιστῶντας ἐν τῷ μέσῳ; ὡς δὲ εἰδείητε οἷόν τι τὸ ἄγαλμά ἐστι 15 τὸ καυθησόμενον, ἀκούσατέ μου ἐξ ἀρχῆς παραφυλάξαντος τὴν γνώμην αὐτοῦ καὶ τὸν βίον ἐπιτηρήσαντος· ἔνια δὲ παρὰ τῶν πολιτῶν αὐτοῦ ἐπυνθανόμην, καὶ οἷς ἀνάγκη ἦν ἀκριβῶς εἰδέναι αὐτόν. τὸ γὰρ τῆς φύσεως τοῦτο πλάσμα καὶ δημιούργημα, ὁ τοῦ Πολυ-9 κλείτου κανών, ἐπεὶ εἰς ἄνδρας τελεῖν ἤρξατο, ἐν ̓Αρμενία μοιχεύων 20 ἁλοὺς μάλα πολλὰς πληγὰς ἔλαβε, καὶ τέλος κατὰ τοῦ τέγους ἁλόμενος διέφυγε, ραφανίδι τὴν πυγὴν βεβυσμένος. εἶτα μειράκιον τι ὡραῖον διαφθείρας τρισχιλίων ἐξωνήσατο παρὰ τῶν γονέων τοῦ παιδός, πενήτων ὄντων, μὴ ἐπὶ τὸν ἁρμοστὴν ἀπαχθῆναι τῆς ̓Ασίας. ταῦτα 10 καὶ τὰ τοιαῦτα ἐάσειν μοι δοκῶ· πηλὸς γὰρ ἔτι ἄπλαστος ἦν, καὶ 25 οὐδέπω ἐντελὲς ἄγαλμα ἡμῖν ἐδεδημιούργητο. ἃ δὲ τὸν πατέρα ἔδρασε, καὶ πάνυ ἀκοῦσαι ἄξιον. καίτοι πάντες ἴστε καὶ ἀκηκόατε ὡς ἀπέπνιξε τον γέροντα, οὐκ ἀνασχόμενος αὐτὸν ὑπὲρ ἑξήκοντα ἔτη ἤδη γηρῶντα. εἶτα ἐπειδὴ τὸ πρᾶγμα διεβεβόητο, φυγὴν ἑαυ τοῦ καταδικάσας ἐπλανᾶτο, ἄλλην ἄλλοτε ἀμείβων, ὅτε περ καὶ 11 — τὴν θαυμαστὴν σοφίαν τῶν χριστιανῶν ἐξέμαθε, περὶ τὴν Παλαι στίνην τοῖς ἱερεῦσι καὶ γραμματεῦσιν αὐτῶν ξυγγενόμενος. καὶ τί γάρ; ἐν βραχεῖ παῖδας αὐτοὺς ἀπέφηνε, προφήτης καὶ Διασάρχης καὶ ξυναγωγεὺς καὶ πάντα μόνος· αὐτὸς ὤν. καὶ τῶν βίβλων τὰς μὲν ἐξηγεῖτο καὶ διεσάφει, πολλὰς δὲ αὐτὸς καὶ συνέγραφε, καὶ 35 ὡς Θεὸν αὐτὸν ἐκεῖνοι ἡγοῦντο καὶ νομοθέτῃ ἐχρῶντο καὶ προστάτην ἐπεγράφοντο. τὸν μέγαν γοῦν ἐκεῖνον ἔτι σέβουσι, τὸν ἄνθρωπον τὸν ἐν τῇ Παλαιστίνῃ ἀνασκολοπισθέντα, ὅτι καινὴν ταύτην τελετὴν

[blocks in formation]

12 εἰσήγαγεν ἐς τὸν βίον. τότε δὴ καὶ συλληφθεὶς ἐπὶ τούτῳ ὁ Πρω τεὺς ἐνέπεσεν εἰς τὸ δεσμωτήριον· ὅπερ καὶ αὐτὸ οὐ μικρὸν αὐτῷ ἀξίωμα περιεποίησε πρὸς τὸν ἑξῆς βίον καὶ τὴν τερατείαν καὶ δοξοκοπίαν, ὧν ἐρῶν ἐτύγχανεν. ἐπεὶ δ ̓ οὖν ἐδέδετο, οἱ χριστιανοί συμ5 φορὰν ποιούμενοι τὸ πρᾶγμα, πάντα ἐκίνουν ἐξαρπάσαι πειρώμενοι αὐτόν. εἶτ ̓ ἐπεὶ τοῦτο ἦν ἀδύνατον, ἥ γε ἄλλη θεραπεία πᾶσα οὐ παρέργως ἀλλὰ ξὺν σπουδῇ ἐγίνετο, καὶ ἕωθεν μὲν εὐθὺς ἦν ὁρᾶν παρὰ τῷ δεσμωτηρίῳ περιμένοντα γρᾴδια, χήρας τινὰς καὶ παιδία ὀρφανά, οἱ δὲ ἐν τέλει αὐτῶν καὶ συνεκάθευδον ἔνδον μετ ̓ 10 αὐτοῦ, διαφθείροντες τοὺς δεσμοφύλακας· εἶτα δεῖπνα ποικίλα εἶσε κομίζετο, καὶ λόγοι ἱεροὶ αὐτῶν ἐλέγοντο, καὶ ὁ βέλτιστος Περε γρῖνος (ἔτι γὰρ τοῦτο ἐκαλεῖτο) καινὸς Σωκράτης ὑπ ̓ αὐτῶν ὠνο13 μάζετο. καὶ μὴν κἀκ τῶν ἐν ̓Ασίᾳ πόλεων ἔστιν ὧν ἧκόν τινες, τῶν χριστιανῶν στελλόντων ἀπὸ τοῦ κοινοῦ, βοηθήσοντες καὶ ξυναγο45 ρεύσοντες καὶ παραμυθησόμενοι τὸν ἄνδρα. ἀμήχανον δέ τι τὸ τάχος ἐπιδείκνυνται, ἐπειδάν τι τοιοῦτον γένηται δημόσιον· ἐν βραχεῖ γὰρ ἀφειδοῦσι πάντων. καὶ δὴ καὶ τῷ Περεγρίνῳ πολλὰ τότε ἧκε χρή ματα παρ ̓ αὐτῶν ἐπὶ προφάσει τῶν δεσμῶν, καὶ πρόσοδον οὐ μικρὰν ταύτην ἐποιήσατο. πεπείκασι γὰρ αὑτοὺς οἱ κακοδαίμονες τὸ μὲν 20 ὅλον ἀθάνατοι ἔσεσθαι καὶ βιώσεσθαι τὸν ἀεὶ χρόνον, παρ ̓ ὃ καὶ καταφρονοῦσι τοῦ Θανάτου καὶ ἑκόντες αὑτοὺς ἐπιδιδόασιν οἱ πολλοί. ἔπειτα δὲ ὁ νομοθέτης ὁ πρῶτος ἔπεισεν αὐτοὺς ὡς ἀδελφοὶ πάντες εἶεν ἀλλήλων, ἐπειδὰν ἅπαξ παραβάντες θεοὺς μὲν τοὺς ̔Ελληνικούς ἀπαρνήσωνται, τὸν δὲ ἀνεσκολοπισμένον ἐκεῖνον σοφιστὴν αὐτῶν 25 προσκυνῶσι καὶ κατὰ τοὺς ἐκείνου νόμους βιῶσιν. καταφρονοῦσιν οὖν ἁπάντων ἐξ ἴσης, καὶ κοινὰ ἡγοῦνται, ἄνευ τινὸς ἀκριβοῦς πίστεως τὰ τοιαῦτα παραδεξάμενοι. ἢν τοίνυν παρέλθῃ τις εἰς αὐτοὺς γόης και τεχνίτης ἄνθρωπος καὶ πράγμασι χρῆσθαι δυνάμενος, αὐτίκα μάλα πλούσιος ἐν βραχεῖ ἐγένετο, ἰδιώταις ἀνθρώποις * 14 ἐγχανών. πλὴν ἀλλ ̓ ὁ Περεγρῖνος ἀφείθη ὑπὸ τοῦ τότε τῆς Συρίας ἄρχοντος, ἀνδρὸς φιλοσοφίᾳ χαίροντος, ὃς συνεὶς τὴν ἀπόνοιαν αὐτοῦ, καὶ ὅτι δέξαιτ ̓ ἂν ἀποθανεῖν ὡς δόξαν ἐπὶ τούτῳ ἀπολίποι, ἀφῆκεν αὐτὸν οὐδὲ τῆς κολάσεως ὑπολαβὼν ἄξιον. ὃ δὲ εἰς τὴν οἰκείαν ἐπανελθὼν καταλαμβάνει τὸ περὶ τοῦ πατρῴου φόνου ἔτι φλεγμαῖνον 35 καὶ πολλοὺς τοὺς ἐπανατεινομένους τὴν κατηγορίαν. διήρπαστο δέ τὰ πλεῖστα τῶν κτημάτων παρὰ τὴν ἀποδημίαν αὐτοῦ, καὶ μόνοι ὑπελείποντο οἱ ἀγροὶ ὅσον εἰς πεντεκαίδεκα τάλαντα. ἦν γὰρ ἡ πᾶσα οὐσία τρι 'κοντά που ταλάντων ἀξία, ἣν ὁ γέρων κατέλιπεν,

13. καὶ

[ocr errors]

οὐχ ὥσπερ ὁ παγγέλοιος Θεαγένης ἔλεγε, πεντακισχιλίων· τοσούτου γὰρ οὐδὲ ἡ πᾶσα τῶν Παριανῶν πόλις, πέντε σὺν αὐτῇ τὰς γειτνιώ σας παραλαβοῦσα, πραθείη ἂν αὐτοῖς ἀνθρώποις καὶ βοσκήμασι καὶ τῇ λοιπῇ παρασκευῇ. ἀλλ ̓ ἔτι γε ἡ κατηγορία καὶ τὸ ἔγκλημα 15 Θερμὸν ἦν, καὶ ἐῴκει οὐκ εἰς μακρὰν ἐπαναστήσεσθαί τις αὐτῷ· 5 καὶ μάλιστα ὁ δῆμος αὐτὸς ἠγανάκτει, χρηστόν, ὡς ἔφασαν οἱ ἰδόντες, γέροντα πενθοῦντες οὕτως ἀσεβῶς ἀπολωλότα. ὁ δὲ σοφὸς οὗτος Πρωτεὺς πρὸς ἅπαντα ταῦτα σκέψασθε οἷόν τι ἐξεῦρε, καὶ ὅπως τὸν κίνδυνον διέφυγεν. παρελθὼν γὰρ εἰς τὴν ἐκκλησίαν τῶν Παριανῶν (ἐκόμα δὲ ἤδη καὶ τρίβωνα πιναρὸν ἠμπείχετο καὶ πήραν 10 παρήρτητο, καὶ τὸ ξύλον ἐν τῇ χειρὶ ἦν, καὶ ὅλως μάλα τραγικῶς ἐσκεύαστο) τοιοῦτος οὖν ἐπιφανεὶς αὐτοῖς ἀφεῖναι ἔφη τὴν οὐσίαν, ἣν ὁ μακαρίτης πατὴρ αὐτῷ κατέλιπε, δημοσίαν εἶναι πᾶσαν. τοῦτο ὡς ἤκουσεν ὁ δῆμος, πένητες ἄνθρωποι καὶ πρὸς διανομὰς κεχηνότες, ἀνέκραγον εὐθὺς ἕνα φιλόσοφον, ἕνα φιλόπατριν, ἕνα Διογένους καὶ 15 Κράτητος ζηλωτήν. οἱ δὲ ἐχθροὶ ἐπεφίμωντο, κἂν εἴ τις ἐπιχειρή σεις μεμνῆσθαι του φόνου, λίθοις εὐθὺς ἐβάλλετο. ἐξῄει οὖν τὸ 16 δεύτερον πλανησόμενος, ἱκανὰ ἐφόδια τοὺς χριστιανοὺς ἔχων, ὑφ ̓ ὧν δορυφορούμενος ἐν ἅπασιν ἀφθόνοις ἦν. καὶ χρόνον μέν τινα οὕτως ἐβόσκετο, εἶτα παρανομήσας τι καὶ ἐς ἐκείνους (ὤφθη γάρ τι, 20 ὡς οἶμαι, ἐσθίων τῶν ἀπορρήτων αὐτοῖς) οὐκέτι προσιεμένων αὐτῶν ἀπορούμενος, ἐκ παλινωδίας ᾤετο δεῖν ἀπαιτεῖν παρὰ τῆς πόλεως τὰ κτήματα, καὶ γραμματεῖον ἐπιδοὺς ἠξίου ταῦτα κομίσασθαι κελεύσαντος βασιλέως. εἶτα τῆς πόλεως ἀντιπρεσβευσαμένης οὐδὲν ἐπράχθη, ἀλλ' ἐμμένειν ἐκελεύσθη οἷς ἅπαξ διέγνω μηδενὸς κατα-25 ναγκάσαντος. τρίτη ἐπὶ τούτοις ἀποδημία εἰς Αἴγυπτον παρὰ τὸν 17 ̓Αγαθόβουλον, ἵνα περ τὴν θαυμαστὴν ἄσκησιν διήσκητο, ξυρόμενος μὲν τῆς κεφαλῆς τὸ ἥμισυ, χριόμενος δὲ πηλῷ τὸ πρόσωπον, ἐν πολλῷ δὲ τῶν περιεστώτων δήμῳ ἀναφλῶν τὸ αἰδοῖον καὶ τὸ ἀδιάφορον δὴ τοῦτο καλούμενον ἐπιδεικνύμενος, εἶτα παίων καὶ παιό-30 μενος νάρθηκι εἰς τὰς πυγάς, καὶ ἄλλα πολλὰ νεανικώτερα ταυ ματοποιῶν. ἐκεῖθεν δὲ οὕτω παρεσκευασμένος ἐπὶ Ιταλίαν ἔπλευσε, 15 καὶ ἀποβὰς τῆς νεώς εὐθὺς ἐλοιδορεῖτο πᾶσι, καὶ μάλιστα τῷ βα σιλεῖ, πραότατον αὐτὸν καὶ ἡμερώτατον εἰδώς, ὥστε ἀσφαλῶς ἐτόλμα· ἐκείνῳ γὰρ ὡς εἰκὸς ὀλίγον ἔμελε τῶν βλασφημιῶν, καὶ 35 οὐκ ἠξίου φιλοσοφίαν ὑποδυόμενόν τινα κολάζειν ἐπὶ ῥήμασι, καὶ μάλιστα τέχνην τὸ λοιδορεῖσθαι πεποιημένον. τούτῳ δὲ καὶ ἀπὸ τούτων τὰ τῆς δόξης ηὐξάνετο παρὰ γοῦν τοῖς ἰδιώταις καὶ περί

[blocks in formation]

δέ

βλεπτος ἦν ἐπὶ τῇ ἀπονοίᾳ, μέχρι δὴ ὁ τὴν πόλιν ἐπιτετραμμένος ἀνὴρ σοφὸς ἀπέπεμψεν αὐτὸν ἀμέτρως ἐντρυφῶντα τῷ πράγματι, εἰπὼν μὴ δεῖσθαι τὴν πόλιν τοιούτου φιλοσόφου. πλὴν ἀλλὰ καὶ τοῦτο κλεινὸν αὐτοῦ καὶ διὰ στόματος ἦν ἅπασιν, ὁ φιλόσοφος διὰ στὴν παρρησίαν καὶ τὴν ἄγαν ἐλευθερίαν ἐξελαθείς· καὶ προσήλαυνε κατὰ τοῦτο τῷ Μουσωνίῳ καὶ Δίωνι καὶ ̓Επικτήτῳ, καὶ εἴ τις 19 ἄλλος ἐν περιστάσει τοιαύτῃ ἐγένετο. οὕτω δὴ ἐπὶ τὴν Ἑλλάδα ἐλθὼν ἄρτι μὲν Ηλείοις ἐλοιδορεῖτο, ἄρτι δὲ τοὺς Ἕλληνας ἔπειθεν ἀντάρασθαι ὅπλα ̔Ρωμαίοις, ἄρτι δὲ ἄνδρα παιδείᾳ καὶ ἀξιώματι 10 προύχοντα, διότι καὶ ἐν τοῖς ἄλλοις εὖ ἐποίησε τὴν Ἑλλάδα καὶ ὕδωρ ἐπήγαγε τῇ Ολυμπίᾳ καὶ ἔπαυσε δίψει ἀπολλυμένους τοὺς πανηγυριστάς, κακῶς ἠγόρευεν ὡς καταδηλύναντα τοὺς Ἕλληνας, δέον τοὺς θεατὰς τῶν Ολυμπίων διακαρτερεῖν διψῶντας, καὶ νὴ Δία γε καὶ ἀποθνήσκειν πολλοὺς αὐτῶν ὑπὸ σφοδρῶν τῶν νόσων, 45 αἳ τέως διὰ τὸ ξηρὸν τοῦ χωρίου ἐν πολλῷ τῷ πλήθει ἐπεπόλαζον. καὶ ταῦτα ἔλεγε πίνων τοῦ αὐτοῦ ὕδατος. ὡς δὲ μικροῦ κατέλευσαν αὐτὸν ἐπιδραμόντες ἅπαντες, τότε μὲν ἐπὶ τὸν Δία καταφυγὼν ὁ 20 γενναῖος εὗρε τὸ μὴ ἀποθανεῖν, ἐς δὲ τὴν ἑξῆς ̓Ολυμπιάδα λόγον τινὰ διὰ τεττάρων ἐτῶν συνθεὶς τῶν διὰ μέσου, ἐξήνεγκε πρὸς τοὺς 20 Έλληνας ἔπαινον ὑπὲρ τοῦ τὸ ὕδωρ ἐπαγαγόντος καὶ ἀπολογίαν ὑπὲρ τῆς τότε φυγῆς. ἤδη δὲ ἀμελούμενος ὑφ ̓ ἁπάντων καὶ μηκές ̓ ὁμοίως περίβλεπτος ὤν (ἕωλα γὰρ ἦν ἅπαντα, καὶ οὐδὲν ἔτι καινουρ‐ γεῖν ἐδύνατο ἐφ ̓ ὅτῳ ἐκπλήξει τοὺς ἐντυγχάνοντας καὶ θαυμάζειν καὶ πρὸς αὐτὸν ἀποβλέπειν ποιήσει, οὗπερ ἐξ ἀρχῆς δριμύν τινα 25 ἔρωτα ἐρῶν ἐτύγχανε) τὸ τελευταῖον τοῦτο τόλμημα ἐβουλεύσατο περὶ τῆς πυρᾶς, καὶ διέδωκε λόγον ἐς τοὺς Ἕλληνας εὐθὺς ἀπ' 21 Ολυμπίων τῶν ἔμπροσθεν ὡς ἐς τοὐπιὸν καύσων ἑαυτόν. καὶ νῦν αὐτὰ ταῦτα θαυματοποιεῖ, ὥς φασι, βόθρον ὀρύττων καὶ ξύλα συγκομίζων καὶ δεινήν τινα τὴν καρτερίαν ὑπισχνούμενος. ἐχρῆν δέ, 30 οἶμαι, μάλιστα μὲν περιμένειν τὸν θάνατον καὶ μὴ δραπετεύειν ἐκ τοῦ βίου, εἰ δὲ καὶ πάντως διέγνωστό οἱ ἀπαλλάττεσθαι, μὴ πυρὶ μηδὲ τοῖς ἀπὸ τῆς τραγῳδίας τούτοις χρῆσθαι, ἀλλ ̓ ἕτερόν τινα Ξανάτου τρόπον μυρίων ὄντων ἑλόμενον ἀπελθεῖν. εἰ δὲ καὶ τὸ πῦρ ὡς ̔Ηράκλειόν τι ἀσπάζεται, τί δήποτε οὐχὶ κατὰ σιγὴν ἑλόμενος 35 ὄρος εὔδενδρον ἐν ἐκείνῳ ἑαυτὸν ἐνέπρησε μόνος, ἕνα τινά, οἷον Θεαγένη τοῦτον, Φιλοκτήτην παραλαβών; ὃ δὲ ἐν Ὀλυμπίᾳ, τῆς πανηγύρεως πληθούσης, μόνον οὐκ ἐπὶ σκηνῆς ὀπτήσει ἑαυτόν, οὐκ ἀνάξιος ὢν μὰ τὸν Ἡρακλέα, εἴ γε χρὴ καὶ τοὺς πατραλοίας καὶ

19. Eva? *

« IndietroContinua »