Immagini della pagina
PDF
ePub

3

LUCIANUS.

G

TOMUS ALTER.

LUCIANUS

AB

IMMANUELE BEKKERO

RECOGNITUS.

TOMUS ALTER.

LIPSIAE:

F. A. BROCKHAUS.

1853.

BIBLIOTHECA

REGIA

MONAC

[ocr errors][merged small]

2

ΖΕΥΣ. Ἀλλ ̓ ἐπιτριβεῖεν ὅσοι τῶν φιλοσόφων παρὰ μόνοις τὴν εὐδαιμονίαν φασὶν εἶναι τοῖς θεοῖς. εἰ γοῦν ᾔδεσαν ὁπόσα τῶν ἀνθρώπων ἕνεκα πάσχομεν, οὐκ ἂν ἡμᾶς τοῦ νέκταρος ἢ τῆς ἀμβροσίας ἐμακάριζον, ̔Ομήρῳ πιστεύσαντες ἀνδρὶ τυφλῷ καὶ γόητι, μάκαρας ἡμᾶς καλοῦντι καὶ τὰ ἐν οὐρανῷ διηγουμένῳ, ὃς οὐδὲ τὰς ἐν τῇ γῇ καθορᾶν ἐδύνατο. αὐτίκα γέ τοι ὁ μὲν ἥλιος ουτοσί, ζευξάμενος τὸ ἅρμα, πανήμερος τὸν οὐρανὸν περιπολεῖ, πῦρ ἐνδεδυκὼς καὶ τῶν ἀκτίνων ἀποστίλβων, οὐδ ̓ ὅσον κνήσασθαι τὸ οὖς, φασί, σχολὴν ἄγων· ἢν γάρ τι κἂν ὀλίγον ἐπιρραθυμήσας λάθη, ἀφηνιάσαντες οἱ ἵπποι καὶ τῆς ὁδοῦ παρατραπόμενοι κατέφλεξαν τὰ 10 πάντα· ἡ σελήνη δὲ ἄγρυπνος καὶ αὐτὴ περίεισι, φαίνουσα τοῖς κω μάζουσι καὶ τοῖς ἀωρὶ ἀπὸ τῶν δείπνων ἐπανιοῦσιν. ὁ ̓Απόλλων τε αὖ πολυπράγμονα τὴν τέχνην ἐπανελόμενος ὀλίγου δεῖν τὰ ὦτα ἐκκεκώφηται πρὸς τῶν ἐνοχλούντων κατὰ χρείαν τῆς μαντικῆς· καὶ ἄρτι μὲν αὐτῷ ἐν Δελφοῖς ἀναγκαῖον εἶναι, μετ ̓ ὀλίγον δὲ ἐς Κο-15 λοφῶνα θεῖ, κἀκεῖθεν ἐς Ξάνθον μεταβαίνει, καὶ δρομαῖος αὖθις ἐς τὴν Κλάρον, εἶτα ἐς Δῆλον ἢ ἐς Βραγχίδας, καὶ ὅλως, ἔνθα ἂν ἡ πρόμαντις πιοῦσα τοῦ ἱεροῦ νάματος καὶ μασησαμένη τῆς δάφνης καὶ τὸν τρίποδα διασεισαμένη κελεύσῃ παρεῖναι, ἄοκνον χρὴ αὐτίκα μάλα παρεστάναι συνείροντα τοὺς χρησμούς, ἢ οἴχεσθαί οἱ 20 τὴν δόξαν τῆς τέχνης. ἐῶ λέγειν ὁπόσα ἐπὶ πείρᾳ τῆς μαντικῆς ἐπιτεχνῶνται αὐτῷ, ἄρνεια κρέα καὶ χελώνας ἐς τὸ αὐτὸ ἕψοντες, ὥστε εἰ μὴ τὴν ῥῖνα ὀξὺς ἦν, κἂν ἀπῆλθεν αὐτοῦ ὁ Λυδός καταγελῶν. ὁ μὲν γὰρ Ασκληπιὸς ὑπὸ τῶν νοσούντων ἐνοχλούμενος ὁρῇ τε δεινὰ θιγγάνει τε ἀηδέων, ἐπ ̓ ἀλλοτρίησί τε ξυμφορῇσιν ἰδίας 25 καρποῦται λύπας. τί γὰρ ἂν ἢ τοὺς ἀνέμους φυτουργοῦντας λέγοιμι καὶ παραπέμποντας τὰ πλοῖα καὶ τοῖς λικμῶσιν ἐπιπνέοντας, ἢ τὸν ὕπνον ἐπὶ πάντας πετόμενον, ἢ τὸν ὄνειρον μετὰ τοῦ ὕπνου διανυκτερεύοντα καὶ ὑποφητεύοντα αὐτῷ; πάντα γὰρ ταῦτα ὑπὸ

26. εξ

« IndietroContinua »