THUCYDIDIS ᎠᎬ BELLO PELOPONNESIACO LIBRI OCTO AD OPTIMORUM LIBRORUM FIDEM EDITI CUM VARIETATE LECTIONIS ET EDITORUM ADNOTATIONIBUS. FRANCOFURTI A. M. PROSTAT IN OFFICINA BROENNERI A. (S. SCHMERBER.) MDCCCXXX. VITAS THUCYDIDIS A VETERIBUS GRAMMATICIS CONSCRIPTAS; CURANTE (410) GEORGIO GERVINO. VOLUMEN I. FRANCOFURTI A. M. PROSTAT IN OFFICINA BROENNERIA. 8. SCHMERRER.) MDCCCXXX. ΜΑΡΚΕΛΛΙΝΟΥ ΠΕΡΙ ΤΟΥ ΘΟΥΚΥΔΙΔΟΥ ΒΙΟΥ ΚΑΙ ΤΗΣ ΙΔΕΑΣ ΑΥΤΟΥ ΑΠΟ ΤΗΣ ΟΛΗΣ ΞΥΓΓΡΑΦΗΣ ΠΑΡΕΚΒΟΛΗ. 2 5 6 Τών Δημοσθένους μύστας γεγενημένους θείων λόγων τε καὶ 1. ἀγώνων, συμβουλευτικῶν τε καὶ δικανικῶν νοημάτων μεστοὺς γενομένους καὶ ἱκανῶς ἐμφορηθέντας, ὥρα λοιπόν καὶ τῶν Θουκυδίδου τελετῶν ἐντὸς καταστῆναι πολὺς γὰρ ὁ ἀνὴρ τέχναις καὶ κάλλει λόγων καὶ ἀκριβείᾳ πραγμάτων καὶ στρατηγίᾳ καὶ συμβουλαῖς καὶ πανηγυρικαῖς ὑποθέσεσιν. ἀναγκαῖον δὲ πρῶτον εἰπεῖν τοῦ ἀνδρὸς καὶ τὸ γένος καὶ τὸν βίον πρὸ γὰρ τῶν λόγων ταῦτα ἐξεταστέον τοῖς φρονοῦσι καλῶς. Θουκυδίδης τοίνυν ὁ συγγραφεύς + Ολόρου 2. μὲν προῆλθε πατρός, τὴν ἐπωνυμίαν ἔχοντος ἀπὸ Ολόρου τοῦ Θρα κῶν βασιλέως, καὶ μητρὸς Ηγησιπύλης· ἀπόγονος δὲ τῶν εὐδοκιμω τάτων στρατηγών, λέγω δὴ τῶν περὶ Μιλτιάδην καὶ Κίμωνα. ᾠκείωτο γὰρ ἐκ παλαιοῦ τῷ γένει πρὸς Μιλτιάδην τὸν στρατηγόν, τῷ δὲ Μιλτιάδη πρὸς Διακὸν τὸν Διός. οὕτως αὐχεῖ τὸ γένος ὁ συγγρα φευς ἄνωθεν. καὶ τούτοις Δίδυμος μαρτυρεῖ, Φερεκύδην ἐν τῇ 3. πρώτη τῶν ἱστοριῶν φάσκων οὕτω λέγειν Φιλαίας' δὲ ὁ Αἴαντος οἰκεῖ ἐν ταῖς ̓Αθήναις. ἐκ τούτου δὲ γίγνεται Δάϊκλος, τοῦ δὲ Επίδικος, τοῦ δὲ Ακέστωρ, τοῦ δὲ Αγήνωρ, τοῦ δὲ Ὄλιος, τοῦ δὲ Λύκης, τοῦ δὲ Τύφων, τοῦ δὲ Λάϊος, τοῦ δὲ Ἀγαμήστωρ, τοῦ δὲ Τίσανδρος, ἐφ ̓ οὗ ἄρχοντος ἐν ̓Αθήναις 10 τοῦ δὲ Μιλτιάδης, τοῦ δὲ Ἱπποκλείδης, ἐφ ̓ οὗ ἄρχοντος Παναθήναια ἐτέθη 12 τοῦ δὲ Μιλτιάδης, ὃς ᾤκισε 18 Χερρόνησον. 14 μαρτυρεῖ τούτοις καὶ Ἑλλά- 4. νικος ἐν τῇ ἐπιγραφομένη Ασώπιδι. ἀλλ ̓ οὐκ ἂν εἴποι τις, τί αὐτῷ πρὸς Θουκυδίδην, ἔστι γὰρ οὕτως τούτῳ συγγενής. Θράκες 15. καὶ Δόλοπες ἐπολέμουν πρὸς Αψινθίους, ὄντας γείτονας· ταλαιπω ρούμενοι δὲ τῷ πολέμῳ καὶ τί κακὸν οὐ πάσχοντες ἐκ τοῦ μεῖον ἔχειν ἀεὶ τῶν πολεμίων, καταφεύγουσιν ἐπὶ τὰ τοῦ θεοῦ χρηστή ρια ", εἰδότες ότι μόνος ὁ θεὸς ἐξ ἀμηχάνων εὑρίσκει πόρους ". Thucyd. Adnott. I. 15 * 1 11 8 |