Immagini della pagina
PDF
ePub

2 βεῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. ὅπλα μὴ ἐξέστω ἐπιφέρειν ἐπὶ πημονῇ μήτε ̓Αργείους καὶ Ἠλείους καὶ Μαντινέας καὶ τοὺς ξυμμάχους ἐπὶ ̓Αθηναίους καὶ τοὺς ξυμμάχους ὧν ἄρχουσιν 'Αθηναῖοι μήτε Αθηναίους καὶ τοὺς ξυμμάχους ἐπὶ ̓Αργείους καὶ Ἠλείους καὶ Μαντινέας καὶ τοὺς ξυμμάχους, τέχνῃ μηδὲ μηχανῇ μηδεμιᾷ. 3 κατὰ τάδε ξυμμάχους εἶναι Αθηναίους καὶ ̓Αργείους καὶ Ἠλείους καὶ Μαντινέας ἑκατὸν ἔτη· ἢν πολέμιοι ἴωσιν ἐς τὴν γῆν τὴν ̓Αθηναίων, βοηθεῖν Αργείους καὶ Ἠλεί ους καὶ Μαντινέας ̓Αθήναζε, καθ ̓ ὅ τι ἂν ἐπαγγέλλωσιν Αθηναῖοι, τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν· ἢν δὲ δηώσαντες οίχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Αργείοις καὶ Μαντινεῦσι καὶ Ἠλείοις καὶ ̓Αθηναίοις καὶ κακῶς πάσχειν ὑπὸ πασῶν τῶν πό λεων τούτων· καταλύειν δὲ μὴ ἐξεῖναι τὸν πόλεμον πρὸς ταύτην τὴν πόλιν μηδεμιᾷ τῶν πόλεων, ἢν μὴ ἁπάσαις 4 δοκῇ. βοηθεῖν δὲ καὶ ̓Αθηναίους ἐς ̓́Αργος καὶ Μαντίνειαν καὶ Ἦλιν, ἢν πολέμιοι ἴωσιν ἐπὶ τὴν γῆν τὴν Ἠλείων ἢ τὴν Μαντινέων ἢ τὴν ̓Αργείων, καθ ̓ ὅ τι ἂν ἐπαγγέλλωσιν αἱ πόλεις αὗται, τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν· ἦν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Αθηναίοις καὶ Αργείοις καὶ Μαντινεῦσι καὶ Ἠλείοις καὶ κακῶς πάσχειν ὑπὸ πασῶν τούτων τῶν πόλεων· καταλύειν δὲ μὴ ἐξεῖ ναι τὸν πόλεμον πρὸς ταύτην τὴν πόλιν, ἢν μὴ ἁπάσαις 5 δοκῇ ταῖς πόλεσιν. ὅπλα δὲ μὴ ἐᾶν ἔχοντας διιέναι ἐπὶ πολέμῳ διὰ τῆς γῆς τῆς σφετέρας αὐτῶν καὶ τῶν ξυμ μάχων ὧν ἂν ἄρχωσιν ἕκαστοι [μηδὲ κατὰ θάλασσαν], ἢν μὴ ψηφισαμένων τῶν πόλεων ἁπασῶν τὴν δίοδον εἶναι, 6' Αθηναίων καὶ Αργείων καὶ Μαντινέων καὶ Ἠλείων. τοῖς δὲ βοηθοῦσιν ἡ πόλις ἡ πέμπουσα παρεχέτω μέχρι μὲν τριάκοντα ἡμερῶν σίτον, ἐπὴν ἔλθῃ ἐς τὴν πόλιν τὴν

[ocr errors]

ἐπαγγείλασαν βοηθεῖν, καὶ ἀπιοῦσι κατὰ ταὐτά· ἦν δὲ πλέονα βούλωνται χρόνον τῇ στρατιᾷ χρῆσθαι, ἡ πόλις ἡ μεταπεμψαμένη διδότω σίτον, τῷ μὲν ὁπλίτῃ καὶ ψιλῷ καὶ τοξότῃ τρεῖς ὀβολοὺς Αιγιναίους τῆς ἡμέρας ἑκάστης, τῷ δ ̓ ἱππεῖ δραχμὴν Αἰγιναίαν. ἡ δὲ πόλις ἡ μεταπεμψαμένη τὴν ἡγεμονίαν ἐχέτω, ὅταν ἐν τῇ αὐτῆς ὁ πόλεμος ᾖ. ἢν δέ ποι δόξῃ ταῖς πόλεσι κοινῇ στρατεύεσθαι, τὸ ἴσον τῆς ἡγεμονίας μετεῖναι πάσαις ταῖς πόλεσιν. ὀμόσαι 8 δὲ τὰς σπονδὰς Αθηναίους μὲν ὑπέρ τε σφῶν αὐτῶν καὶ τῶν ξυμμάχων, Αργεῖοι δὲ καὶ Μαντινῆς καὶ Ἠλεῖοι καὶ οἱ ξύμμαχοι τούτων κατὰ πόλεις ὀμνύντων. ὀμνύντων δὲ τὸν ἐπιχώριον ὅρκον ἕκαστοι τὸν μέγιστον κατὰ ἱερῶν τελείων. ὁ δὲ ὅρκος ἔστω ὅδε· Εμμενῶ τῇ ξυμμαχίᾳ κατὰ τὰ ξυγκείμενα δικαίως καὶ ἀβλαβῶς καὶ ἀδόλως, καὶ οὐ παραβήσομαι τέχνῃ οὐδὲ μηχανῇ οὐδεμιᾷ.“ ὀμνύντων δὲ θ ̓Αθήνησι μὲν ἡ βουλὴ καὶ αἱ ἔνδημοι ἀρχαί, ἐξορκούν των δὲ οἱ πρυτάνεις· ἐν ̓́Αργει δὲ ἡ βουλὴ καὶ οἱ ὀγδοήκοντα καὶ οἱ ἀρτῦναι, ἐξορκούντων δὲ οἱ ὀγδοήκοντα· ἐν δὲ Μαντινείᾳ οἱ δημιουργοὶ καὶ ἡ βουλὴ καὶ αἱ ἄλλαι ἀρχαί, ἐξορκούντων δὲ οἱ θεωροὶ καὶ οἱ πολέμαρχοι· ἐν δὲ Ηλιδι οἱ δημιουργοὶ [καὶ οἱ τὰ τέλη ἔχοντες] καὶ οἱ ἑξακόσιοι, εξορκούντων δὲ οἱ δημιουργοὶ καὶ οἱ θεσμοφύ λακες. ἀνανεοῦσθαι δὲ τοὺς ὅρκους Αθηναίους μὲν ιόν 10 τας ἐς Ηλιν καὶ ἐς Μαντίνειαν καὶ ἐς Αργος τριάκοντα ἡμέραις πρὸ Ὀλυμπίων, Αργείους δὲ καὶ Ἠλείους καὶ Μαντινέας ιόντας Αθήναζε δέκα ἡμέραις πρὸ Παναθη ναίων τῶν μεγάλων. τὰς δὲ ξυνθήκας τὰς περὶ τῶν11 σπουδῶν καὶ τῶν ὅρκων καὶ τῆς ξυμμαχίας αναγράψαι ἐν στήλῃ λιθίνῃ Αθηναίους μὲν ἐν πόλει, ̓Αργείους δὲ ἐν ἀγορᾷ ἐν τοῦ ̓Απόλλωνος τῷ ἱερῷ, Μαντινέας δὲ ἐν τοῦ Διὸς τῷ ἱερῷ ἐν τῇ ἀγορᾷ· καταθέντων δὲ καὶ Ὀλυμπίασι στήλην χαλκήν κοινῇ Ὀλυμπίοις τοῖς νυνί,

12 ἐὰν δέ τι δοκῇ ἄμεινον εἶναι ταῖς πόλεσι ταύταις προσθεῖναι πρὸς τοῖς ξυγκειμένοις, ὅ τι ἂν δόξῃ ταῖς πόλεσιν ἁπάσαις κοινῇ βουλευομέναις, τοῦτο κύριον εἶναι.

66

48. Αἱ μὲν σπονδαὶ καὶ αἱ ξυμμαχίαι οὕτως ἐγένον το· καὶ αἱ τῶν Λακεδαιμονίων καὶ ̓Αθηναίων οὐκ ἀπεί 2 ρηντο τούτου ἕνεκα οὐδ ̓ ὑφ ̓ ἑτέρων. Κορίνθιοι δὲ 'Αργείων ὄντες ξύμμαχοι οὐκ ἐσῆλθον ἐς αὐτάς, ἀλλὰ καὶ γενομένης προ τούτου Ἠλείοις καὶ ̓Αργείοις καὶ Μαντινεῦσι ξυμμαχίας, τοῖς αὐτοῖς πολεμεῖν καὶ εἰρήνην ἄγειν, οὐ ξυνώμοσαν, ἀρκεῖν δ ̓ ἔφασαν σφίσι τὴν πρώτην γενομένην ἐπιμαχίαν, ἀλλήλοις βοηθεῖν, ξυνεπιστρατεύειν 8 δὲ μηδενί. οἱ μὲν Κορίνθιοι οὕτως ἀπέστησαν τῶν ξυμ μάχων καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν τὴν γνώμην εἶχον.

49. Ὀλύμπια δ ̓ ἐγένετο τοῦ θέρους τούτου, οἷς Ανδροσθένης ̓Αρκὰς παγκράτιον τὸ πρῶτον ἐνίκα· καὶ Λακεδαιμόνιοι τοῦ ἱεροῦ ὑπὸ Ἠλείων εἴρχθησαν ὥστε μὴ θύειν μηδ ̓ ἀγωνίζεσθαι, οὐκ ἐκτίνοντες τὴν δίκην αὐτοῖς ἣν ἐν τῷ Ὀλυμπιακῷ νόμῳ Ἠλεῖοι κατεδικάσαντο αὐτῶν, φάσκοντες σφῶν ἐπὶ Φύρκον τε τεῖχος ὅπλα ἐπενεγκεῖν καὶ ἐς Λέπρεον αὑτῶν ὁπλίτας ἐν ταῖς Ὀλυμπιακαῖς σπουδαῖς ἐσπέμψαι. ἡ δὲ καταδίκη δισχίλιαι μναί ἦσαν, κατὰ τὸν ὁπλίτην ἕκαστον δύο μναῖ, ὥσπερ ὁ νό 2 μος ἔχει. Λακεδαιμόνιοι δὲ πρέσβεις πέμψαντες ἀντέλε γον μὴ δικαίως σφῶν καταδεδικάσθαι, λέγοντες μὴ ἐπηγ γέλαι πω ἐς Λακεδαίμονα τὰς σπονδάς, ὅτ ̓ ἐσέπεμψαν 3 τοὺς ὁπλίτας. Ἠλεῖοι δὲ τὴν παρ ̓ αὑτοῖς ἐκεχειρίαν ἤδη ἔφασαν εἶναι (πρώτοις γὰρ σφίσιν αὐτοῖς ἐπαγγέλλουσι), καὶ ἡσυχαζόντων σφῶν καὶ οὐ προσδεχομένων ὡς ἐν 4 σπουδαῖς, αὐτοὺς λαθεῖν ἀδικήσαντας. οἱ δὲ Λακεδαιμόνιοι ὑπελάμβανον οὐ χρεὼν εἶναι αὐτοὺς ἐπαγγεῖλαι ἔτι

ἐς Λακεδαίμονα, εἰ ἀδικεῖν γε ἤδη ἐνόμιζον αὐτούς, ἀλλ ̓ οὐχ ὡς νομίζοντας τοῦτο δρᾶσαι, καὶ ὅπλα οὐδαμόσε ἔτι αὐτοῖς ἐπενεγκεῖν. Ἠλεῖοι δὲ τοῦ αὐτοῦ λόγου είχοντο,5 ὡς μὲν οὐκ ἀδικοῦσι μὴ ἂν πεισθῆναι, εἰ δὲ βούλονται σφίσι Λέπρεον ἀποδοῦναι, τό τε αὑτῶν μέρος ἀφιέναι τοῦ ἀργυρίου καὶ ὃ τῷ θεῷ γίγνεται αὐτοὶ ὑπὲρ ἐκείνων ἐκτίσειν.

50. Ὡς δ ̓ οὐκ ἐσήκουον, αὖθις τάδε ἠξίουν, Λέπρεον μὲν μὴ ἀποδοῦναι, εἰ μὴ βούλονται, ἀναβάντας δὲ ἐπὶ τὸν βωμὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἐπειδὴ προθυμοῦνται χρῆσθαι τῷ ἱερῷ, ἀπομόσαι ἐναντίον τῶν Ἑλλήνων ἢ μὴν ἀποδώσειν ὕστερον τὴν καταδίκην. ὡς δὲ οὐδὲ 2 ταῦτα ἤθελον, Λακεδαιμόνιοι μὲν εἴργοντο τοῦ ἱεροῦ θυσίας καὶ ἀγώνων καὶ οἴκοι ἔθυον, οἱ δὲ ἄλλοι Ἕλληνες ἐθεώρουν πλὴν Λεπρεατῶν. ὅμως δὲ οἱ Ἠλείοι δεδιότες 3 μὴ βίᾳ θύσωσι, ξὺν ὅπλοις τῶν νεωτέρων φυλακὴν εἶχον· ἦλθον δὲ αὐτοῖς καὶ ̓Αργεῖοι καὶ Μαντινῆς, χίλιοι ἑκατέρων, καὶ Αθηναίων ἱππῆς, οἳ ἐν ̓́Αργει ὑπέμενον τὴν ἑορτήν. δέος δ ̓ ἐγένετο τῇ πανηγύρει μέγα μὴ ξὺν 4 ὅπλοις ἔλθωσιν οἱ Λακεδαιμόνιοι, ἄλλως τε καὶ ἐπειδὴ καὶ Λίχας ὁ Αρκεσιλάου, Λακεδαιμόνιος, ἐν τῷ ἀγῶνι ὑπὸ τῶν ῥαβδούχων πληγὰς ἔλαβεν, ὅτι νικῶντος τοῦ ἑαυτοῦ ζεύγους καὶ ἀνακηρυχθέντος Βοιωτῶν δημοσίου κατὰ τὴν οὐκ ἐξουσίαν τῆς ἀγωνίσεως, προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον, βουλόμενος δηλῶσαι ὅτι ἑαυτοῦ ἦν τὸ ἅρμα· ὥστε πολλῷ δὴ μᾶλλον ἐπεφόβηντο πάντες καὶ ἐδόκει τι νέον ἔσεσθαι. οἱ μέντοι Λακεδαιμό νιοι ἡσύχασάν τε καὶ ἡ ἑορτὴ αὐτοῖς οὕτω διῆλθεν. ἐς5 δὲ Κόρινθον μετὰ τὰ Ὀλύμπια 'Αργεῖοί τε καὶ οἱ ξύμ μαχοι ἀφίκοντο δεησόμενοι αὐτῶν παρὰ σφᾶς ἐλθεῖν. καὶ Λακεδαιμονίων πρέσβεις ἔτυχον παρόντες· καὶ πολλῶν λόγων γενομένων τέλος οὐδὲν ἐπράχθη, ἀλλὰ σεισμοῦ

γενομένου διελύθησαν ἕκαστοι ἐπ ̓ οἴκου. καὶ τὸ θέρος ἐτελεύτα.

51. Τοῦ δ ̓ ἐπιγιγνομένου χειμῶνος Ἡρακλεώταις τοῖς ἐν Τραχίνι μάχη ἐγένετο πρὸς Αἰνιᾶνας καὶ Δόλο 2 πας καὶ Μηλιέας καὶ Θεσσαλῶν τινας· προσοικοῦντα γὰρ τὰ ἔθνη ταῦτα τῇ πόλει πολέμια ἦν· οὐ γὰρ ἐπ' ἄλλῃ τινὶ γῇ ἢ τῇ τούτων τὸ χωρίον ἐτειχίσθη. καὶ εὐθύς τε καθισταμένῃ τῇ πόλει ἠναντιοῦντο, ἐς ὅσον ἐδύναντο φθείροντες, καὶ τότε τῇ μάχῃ ἐνίκησαν τοὺς Ἡρακλεώκαὶ Ξενάρης ὁ Κνίδιος, Λακεδαιμόνιος, ἄρχων αὐ τῶν ἀπέθανε, διεφθάρησαν δὲ καὶ ἄλλοι τῶν Ἡρακλεωτῶν. καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ δωδέκατον ἔτος τῷ που λέμῳ ἐτελεύτα.

2

τας,

52. Τοῦ δ ̓ ἐπιγιγνομένου θέρους εὐθὺς ἀρχομένου τὴν Ἡράκλειαν, ὡς μετὰ τὴν μάχην κακῶς ἐφθείρετο, Βοιωτοὶ παρέλαβον, καὶ Ἡγησιππίδαν τὸν Λακεδαιμό νιον ὡς οὐ καλῶς ἄρχοντα ἐξέπεμψαν. δείσαντες δὲ παρέλαβον τὸ χωρίον μὴ Λακεδαιμονίων τὰ κατὰ Πελοπόν νησον θορυβουμένων Αθηναῖοι λάβωσι· Λακεδαιμόνιοι μέντοι ὠργίζοντο αὐτοῖς.

Καὶ τοῦ αὐτοῦ θέρους Αλκιβιάδης ὁ Κλεινίου, στρατηγὸς ὢν Αθηναίων, Αργείων καὶ τῶν ξυμμάχων ξυμπρασσόντων ἐλθὼν ἐς Πελοπόννησον μετ' ὀλίγων Αθηναίων ὁπλιτῶν καὶ τοξοτῶν, καὶ τῶν αὐτόθεν ξυμμάχων παραλαβὼν τά τε ἄλλα ξυγκαθίστη περὶ τὴν ξυμμαχίαν διαπορευόμενος Πελοπόννησον τῇ στρατιᾷ καὶ Πατρέας τε τείχη καθεῖναι ἔπεισεν ἐς θάλασσαν καὶ αὐτὸς ἕτερον διενοεῖτο τειχίσαι ἐπὶ τῷ Ῥίῳ τῷ ̓Αχαϊκῷ. Κορίνθιοι δὲ καὶ Σικυώνιοι καὶ οἷς ἦν ἐν βλάβῃ τειχισθὲν βοηθήσαν τες διεκώλυσαν.

53. Τοῦ δ ̓ αὐτοῦ θέρους Επιδαυρίοις καὶ 'Αργείοις πόλεμος ἐγένετο, προφάσει μὲν περὶ τοῦ θύματος τοῦ

« IndietroContinua »