Immagini della pagina
PDF
ePub

γότα ἐδέχετο, τῶν μὲν ἄλλων καὶ ἄκων ἀπείχετο, Γόμφοις δὲ δὴ πολίχνῃ τινὶ Θεσσαλικῇ προσπεσὼν καὶ κρατήσας πολλούς 5 τε ἔκτεινε καὶ πάντας διήρπασεν, ὅπως καὶ τοὺς ἄλλους ἐκ τούτου καταφοβήσῃ. αὐτίκα γοῦν Μητρόπολις, ἕτερόν τι πόλισμα, οὐδὲ ἐς χεῖρας αὐτῷ ἦλθεν, ἀλλ ̓ ἀμαχὶ ὡμολόγησε· καί σφας κακὸν οὐδὲν δράσας ῥᾷον καὶ ἄλλους τινὰς ἀφ ̓ ἑκατέρου προσεποιήσατο.

52

καὶ ὁ μὲν ἰσχυρὸς αὖθις ἐγίγνετο, Πομπήιος δὲ οὐκ ἐπε δίωξε μὲν αὐτόν, νυκτός τε γὰρ ἐξαπιναίως ἀπανέστη, καὶ τὸν ποταμὸν τὸν Γενουσὸν σπουδῇ διέβη, οὕτω μέντοι τὴν γνώμην εἶχεν ὡς καὶ διαπεπολεμηκώς. κἀκ τούτου τὸ μὲν τοῦ αὐτοκράτορος ὄνομα ἔλαβεν, οὐ μέντοι καὶ ἐμεγαληγόρει τι ἢ καὶ δάφνην τινὰ ταῖς ῥάβδοις περιῆψε, δυσχεραίνων ἐπὶ πολίταις 2 τοιοῦτό τι ποιῆσαι. ἐκ δὲ δὴ τῆς αὐτῆς ταύτης διανοίας οὐδὲ ἐς τὴν Ἰταλίαν οὔτ ̓ αὐτὸς ἔπλευσεν οὔτ ̓ ἄλλους τινὰς ἔπεμψε, καίτοι ῥᾳδίως ἂν πᾶσαν αὐτὴν κατασχών· τῷ τε γὰρ ναυτικῷ πολὺ ἐκράτει, ἅτε πεντακοσίας ναῦς ταχείας ἔχων, ὥστε παν· ταχόσε ἅμα κατᾶραι, καὶ τὰ ἐκεῖ οὔτ ̓ ἄλλως αὐτῷ ἤχθετο, οὔτε, εἰ καὶ τὰ μάλιστα ἠλλοτρίωτο, ἀξιόμαχά γε ἀντιπολεμῆσαι ν 3 πόρρω τε γὰρ τοῦ περὶ αὐτῆς δόξαι πολεμεῖν ἀφεστηκέναι ἐβούλετο, καὶ φόβον οὐδένα τοῖς ἐν τῇ Ῥώμῃ τότε οὖσι παρασχεῖν ἠξίου. τῆς μὲν οὖν Ἰταλίας διὰ ταῦτ ̓ οὐκ ἐπείρασεν, οὐ μὴν οὐδὲ ἐπέστειλε τῷ κοινῷ περὶ τῶν πραχθέντων οὐδέν

1

[blocks in formation]

usus inpetu suo hostem secutus est. Im Kriegsrath drang vor Allen Afranius darauf, sich wieder Italiens zu bemächtigen. Pompeius aber fragte, ob man abermals vor Cäsar fliehen wolle u. jetzt, wo er selbst auf der Flucht sei u. die nahe u. gänzliche Beendigung des Kampfes keinem Zweifel unterliege? Ob es recht u. klug gehandelt sei, wenn man Scipio mit seinen Legionen u. die treuen Völker u. Fürsten im Osten aufopfere? Ob man für das Vaterland nicht am besten sorge, wenn man den Krieg von ihm entfernt halte. Vgl. Caes. III, 78. πεντα κοσίας ναῦς] Etwa 100 waren seit Beginn des Winterfeldzuges verlo ren gegangen. Vgl. zu c. 44. — τὰ ἐκεῖ Rom u. die Municipien in Italien. τῷ κοινῷ] An das Volk

ἐπὶ δὲ δὴ τὸν Καίσαρα μετὰ τοῦθ ̓ ὁρμήσας ἐς τὴν Θεσσαλίαν ἀφίκετο.

ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἡ μὲν ὄψις τῶν στρατο- 53 πέδων πολέμου τινὰ εἰκόνα ἔφερεν, ἡ δὲ δὴ χρεία τῶν ὅπλων ὡς καὶ ἐν εἰρήνῃ ἡσύχαζε. τό τε γὰρ μέγεθος του κινδύνου διασκοποῦντες, καὶ τὸ ἄδηλον τό τε ἀστάθμητον τῶν πραγμά των προορώμενοι, καί τινα καὶ αἰδῶ τοῦ τε ὁμοφύλου καὶ τῆς συγγενείας ἔτι ποιούμενοι διέμελλον, καν τούτῳ καὶ λόγους περὶ 2 φιλίας σφίσιν ἀντέπεμπον, καί τισι καὶ συναλλαγήσεσθαι διὰ κενῆς ἔδοξαν. αἴτιον δὲ ὅτι τοῦ τε παντὸς κράτους ἀμφότεροι ἐφιέμενοι, καὶ πολλῇ μὲν φιλοτιμίᾳ ἐμφύτῳ, πολλῇ δὲ καὶ φιλονεικίᾳ ἐπικτήτῳ χρώμενοι, πρός τε γὰρ τῶν ἴσων καὶ πρὸς 3 τῶν οἰκειοτάτων ἥκιστά τινες ἐλαττούμενοι φέρουσιν, οὔτε τι συγχωρῆσαι ἀλλήλοις ἤθελον, ὥσπερ καὶ ἀμφότεροι κρατῆσαι δυνάμενοι, οὔτε πιστεῦσαι, κἂν συμβαθῇ τι, ἐδύναντο μὴ οὐ τοῦ πλείονός τε ἀεί σφας ὀριγνήσεσθαι καὶ ὑπὲρ τοῦ παντὸς αὖθις στασιάσειν. γνώμῃ μὲν γὰρ τοσοῦτον ἀλλήλων διέφερον 54 ὅσον Πομπήιος μὲν οὐδενὸς ἀνθρώπων δεύτερος, Καῖσαρ δὲ καὶ πρῶτος πάντων εἶναι ἐπεθύμει, καὶ ὁ μὲν παρ' ἑκόντων τε τι μᾶσθαι καὶ ἐθελόντων προστατεῖν φιλεῖσθαί τε ἐσπούδαζε, τῷ δὲ οὐδὲν ἔμελεν εἰ καὶ ἀκόντων ἄρχοι καὶ μισοῦσιν ἐπιτάσσοι, τάς τε τιμὰς αὐτὸς ἑαυτῷ διδοίη. τὰ μέντοι ἔργα, δι ̓ ὧν ἤλε πιζον πάνθ ̓ ὅσα ἐβούλοντο καταπράξειν, ἀμφότεροι ὁμοίως καὶ ἀνάγκῃ ἐποίουν· ἀδύνατον γὰρ ἦν αὐτῶν κατατυχεῖν τινι μὴ

in Rom konnte Pompeius keinen Bericht senden, weil kein magistratus zur Vermittlung vorhanden war, dessen Berechtigung er anerkannte.

C. 53. ἀντικαθημένων δὲ αὐτῶν] Pompeius lagerte auf den Höhen von Pharsalus, Cäsar rückte von Scotussa herbei. Caesar erwähnt Pharsalus so wenig als Dio. Alte Kalender bezeichnen als den Tag der Schlacht den neunten August. — λόγους περὶ φιλίας] Diesen Vorfall erwähnt Caesar vor der Schlacht bei Pharsalus nicht. - διὰ κενῆς] Vgl. die Aeusserung des Labienus bei Caes. III, 19 desinite ergo de conpositione loqui; nam nobis,

ων

[blocks in formation]

C. 54. γνώμη] Lucan. I, 124 inpatiensque loci fortuna secundi, Nec quemquam iam ferre potest Caesarve priorem, Pompeiusve parem. Vgl. Caes. I, 4. Vell.: neque Pompeius, ut primum ad remp. adgressus est, quemquam animo parem tulit et in quibus rebus primus esse debebat, solus esse cupiebat. Cic. Phil. XIII § 2 stellt die These auf: proximo bello si aliquid de summa gravitate Pompeius, multum de cupiditate Caesar remisisset, et pacem stabilem et aliquam remp. nobis habere licuisset.

οὐ τοῖς τε οἰκείοις πολεμοῦντι καὶ τοὺς ὀθνείους ἐπὶ τοὺς ὁμο φύλους ἄγοντι, καὶ πολλὰ μὲν χρήματα ἀδίκως συλῶντι, πολ3 λοὺς δὲ καὶ τῶν φιλτάτων ἀνόμως κτείνοντι. ὥστε εἰ καὶ ταῖς ἐπιθυμίαις διήλλαττον, ἀλλὰ ταῖς γε πράξεσι, δι ̓ ὧν ἀποπλη ρώσειν αὐτὰς ἤλπιζον, ὡμοιοῦντο. καὶ διὰ τοῦτ ̓ οὔθ ̓ ὑφίεντό τινος ἀλλήλοις, καίπερ πολλὰς δικαιώσεις προτεινάμενοι, καὶ ἐς χεῖρας τελευτῶντες ἦλθον.

55

ἐγένετο δὲ ὁ ἀγὼν μέγας καὶ οἷος οὐχ ἕτερος. αὐτοί τε γὰρ ἄριστοι πρὸς πάντα τὰ πολέμια καὶ εὐδοκιμώτατοι διαφανῶς οὐχ ὅτι τῶν Ῥωμαίων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν τότε ἀνθρώπων 2 ἠξιοῦντο εἶναι· οἷα γὰρ ἐκ παίδων τε ἐν αὐτοῖς ἠσκημένοι καὶ διὰ παντὸς αὐτοῖς ώμιληκότες, ἔργα τε ἀξιόλογα ἀποδεδειγμένοι, καὶ πολλῇ μὲν ἀρετῇ, πολλῇ δὲ καὶ τύχῃ κεχρημένοι, καὶ ἀξιο3 στρατηγητότατοι καὶ ἀξιονικότατοι ἦσαν· καὶ δυνάμεις Καισαρ μὲν τοῦ τε πολιτικοῦ τὸ πλεῖστον καὶ καθαρώτατον, καὶ ἐκ τῆς ἄλλης Ιταλίας τῆς τε Ἰβηρίας καὶ τῆς Γαλατίας πάσης, τῶν τε νήσων ὧν ἐκράτει, τοὺς μαχιμωτάτους εἶχε, Πομπήιος δὲ συχνοὺς μὲν καὶ ἐκ τῆς βουλῆς τῆς τε ἱππάδος κἀκ τῶν καταλόγων ἐπῆκτο, παμπληθεῖς δὲ παρά τε τῶν λοιπῶν ὑπηκόων καὶ παρὰ τῶν ἐν 4 σπόνδων καὶ δήμων καὶ βασιλέων ἠθροίκει. ἄνευ γὰρ δὴ τοῦ τε Φαρνάκου καὶ τοῦ Ὀρώδου, καὶ γὰρ τοῦτον, καίτοι πολέμιον ἀφ ̓ οὗ τοὺς Κράσσους ἀπέκτεινεν ὄντα, προσεταιρίσασθαι ἐπεχείρησε, πάντες οἱ ἄλλοι, οἱ καὶ ἐφ ̓ ὁσονοῦν οἰκειωθέντες ποτὲ αὐτῷ, καὶ χρήματά οἱ ἔδωκαν, καὶ βοηθείας οἱ μὲν ἔπεμψαν, οἱ 5 δὲ ἤγαγον. ὁ δὲ δὴ Πάρθος ὑπέσχετο μὲν αὐτῷ, ἂν τὴν Συρίαν λάβῃ, συμμαχήσειν, μὴ τυχὼν δὲ αὐτῆς οὐκ ἐπήμυνε. πρού χοντος δ ̓ οὖν πολὺ τοῦ Πομπηίου τῷ πλήθει, ἐξισοῦντό σφισιν οἱ τοῦ Καίσαρος τῇ ῥώμῃ ̇ καὶ οὕτως ἀπ ̓ ἀντιπάλου πλεονεξίας καὶ ἰσόρροποι ἀλλήλοις καὶ ἰσοκίνδυνοι ἐγίγνοντο.

C. 55. ὁ ἀγὼν μέγας] Vell. II, 52 Aciem Pharsalicam et illum cruentissimum Romano nomini diem tantumque utriusque exercitus profusum sanguinis et conlisa duo inter se reip. capita effossumque alterum Romani inperi lumen, tot talisque Pompeianarum partium caesos viros non recipit enarranda hic scripturae modus. Καῖσαρ μέν] Caesar hatte etwa 22000 Mann zu Fuss u. 1000 Reiter,

Gallier u. Germanen, nämlich Belgier von Germanischer Abkunft. Πομπήιος δέ] Die Streitmacht des Pompeius wird auf 45000 Mann zu Fuss u. 7000 Reiter neben einer grossen Masse leichter Truppen berechnet. Vgl. Caes. III, 3-5. 88. Der Ausdruck ισόρροποι ἀλλήλοις u. Ισοκίνδυνοι ist also, wenn man das numerische Verhältniss betrachtet, nicht richtig.

ἔκ τε οὖν τούτων καὶ ἐξ αὐτῆς τῆς αἰτίας τῆς τε ὑποθέσεως 56 του πολέμου ἀξιολογώτατος ἀγὼν συνηνέχθη. ἥ τε γὰρ πόλις ἡ τῶν Ῥωμαίων καὶ ἡ ἀρχὴ αὐτῆς ἅπασα, καὶ πολλὴ καὶ μεγάλη ἤδη οὖσα, ἆθλόν σφισι προύκειτο· εὔδηλον γάρ που πᾶσιν ἦν ὅτι τῷ τότε κρατήσαντι δουλωθήσεται. τοῦτό τε οὖν ἐκλογιζό- 2 μενοι, καὶ προσέτι καὶ τῶν προτέρων ἔργων, Πομπήιος μὲν τῆς τε Αφρικῆς καὶ τοῦ Σερτωρίου τοῦ τε Μιθριδάτου καὶ τοῦ Τι γράνου καὶ τῆς θαλάσσης, Καΐσαρ δὲ τῆς τε Γαλατίας καὶ τῆς Ἰβηρίας τοῦ τε Ρήνου καὶ τῆς Βρεττανίας, ἀναμιμνησκόμενοι, καὶ κινδυνεύειν τε καὶ περὶ ἐκείνοις ἡγούμενοι καὶ προσκτήσα- 3 σθαι τὴν ἀλλήλων δόξαν σπουδὴν ποιούμενοι, ὤργων. τά τε γὰρ ἄλλα τῶν ἡττημένων τοῖς κρατοῦσι προσγίγνεται καὶ ἡ εὔ κλεια ὅτι μάλιστα· ὅσῳ γὰρ ἂν μείζω καὶ δυνατώτερόν τις ἀνταγωνιστὴν καθέλῃ, τόσῳ καὶ αὐτὸς ἐπὶ μεῖζον αἴρεται. καὶ 57 διὰ τοῦτο καὶ τοῖς στρατιώταις πολλὰ μὲν παραπλήσια δ ̓ οὖν ἀλλήλοις παρήνεσαν, εἰπόντες πάνθ' ὅσα ἐν τῷ τοιούτῳ πρός τε τὸ αὐτίκα τοῦ κινδύνου καὶ πρὸς τὸ ἔπειτα πρέπει λέγεσθαι. ἔκ τε γὰρ τῆς αὐτῆς πολιτείας ὁρμώμενοι καὶ ὑπὲρ τῶν αὐτῶν λόγους ποιούμενοι, καὶ ἀλλήλους τε τυράννους καὶ αὑτοὺς ἐλευ- 2 θερωτὰς αὐτῶν ὀνομάζοντες, οὐδέν σφισι διάφορον εἰπεῖν ἔσχον, ἀλλ' ὅτι τοῖς μὲν ἀποθανεῖν, τοῖς δὲ σωθῆναι, καὶ τοῖς μὲν αἰχμαλώτοις, τοῖς δὲ ἐν δεσπότου μοίρα πάντα τε ἔχειν ἢ πάντων στερηθῆναι, καὶ παθεῖν ἢ ποιῆσαι δεινότατα, ὑπάρξει. τοιαύτας οὖν δή τινας παραινέσεις τοῖς πολίταις ποιησάμενοι, 3 καὶ προσέτι καὶ τὰ τῶν ὑπηκόων τῶν τε συμμάχων πρός τε τὰς ἐλπίδας τῶν κρεισσόνων καὶ πρὸς τοὺς φόβους τῶν χειρόνων προαγαγόντες, συνέβαλον ἀλλήλοις τοὺς ὁμοφύλους, τοὺς συ σκήνους, τοὺς συσσίτους, τοὺς ὁμοσπόνδους. καὶ τί ἄν τις τὰ 4 τῶν ἄλλων ὀδύραιτο, ὁπότε καὶ αὐτοὶ ἐκεῖνοι πάντα τε ταῦτα ἀλλήλοις ὄντες, καὶ προσέτι πολλῶν μὲν λόγων ἀπορρήτων, πολλῶν δὲ καὶ ἔργων ὁμοίων κεκοινωνηκότες, κηδός τέ ποτε συναψάμενοι καὶ τὸ αὐτὸ παιδίον, ὁ μὲν ὡς πατήρ, ὁ δὲ ὡς πάππος, ἀγαπήσαντες, ὅμως ἐμάχοντο; ὅσα γὰρ ἡ φύσις τὸ αἷμα αὐτῶν 5 μίξασα συνέδησε, τοσαῦτα τῇ ἀπλήστῳ τῆς δυναστείας ἐπιθυμίᾳ

C. 56. Die Reden der beiden Feldherrn führt Caesar nicht ausführlich an, von seiner Rede erwähnt er nur seine vergeblichen

[ocr errors]
[blocks in formation]

διέλυον καὶ διέσπων καὶ διερρήγνυσαν. καὶ δι ̓ ἐκείνους καὶ ἡ Ῥώμη περί τε ἑαυτῇ καὶ πρὸς ἑαυτὴν ἅμα κινδυνεύειν ἠναγκά ζετο, ὥστε καὶ νικήσασα ἡττηθῆναι.

58 τοιούτῳ μὲν ἀγῶνι συνηνέχθησαν· οὐ μέντοι καὶ εὐθὺς συνέμιξαν, ἀλλ ̓ οἷα ἔκ τε τῆς αὐτῆς πατρίδος καὶ ἐκ τῆς αὐτῆς ἑστίας ὁρμώμενοι, καὶ τά τε ὅπλα παραπλήσια καὶ τὰς τάξεις ὁμοίας ἔχοντες, ὤκνουν μὲν ἄρξαι τῆς μάχης, ὤκνουν δὲ καὶ 2 φονεῦσαί τινας ἑκάτεροι. σιγή τε οὖν ἀμφοτέρων και κατήφεια πολλὴ ἦν, καὶ οὔτε τις αὐτῶν ἐς τὰ πρόσω προῄει οὔθ ̓ ὅλως ἐκινεῖτο, ἀλλ ̓ ἐγκύψαντες ἠτρέμιζον ὥσπερ ἄψυχοι. φοβηθέντες οὖν ὅ τε Καίσαρ καὶ ὁ Πομπήιος μὴ καὶ ἐπὶ πλεῖον ἡσυχάσαντες ἀμβλύτεροι πως γένωνται ἢ καὶ συναλλαγῶσι, προσέταξαν σπουδῇ τοῖς τε σαλπικταῖς σημῆναι καὶ ἐκείνοις συμβοῆσαι τὸ 3 πολεμικόν. καὶ ἐπράχθη μὲν ἑκάτερον, τοσούτου δὲ ἐδέησαν ἐπιρρωσθῆναι ὥστε καὶ ἐπὶ μᾶλλον ἔκ τε τῆς τῶν σαλπικτῶν ἠχῆς ὁμοφωνούσης καὶ ἐκ τῆς ἑαυτῶν βοῆς ὁμογλωσσούσης τό τε ὁμόφυλόν σφων ἐξέφηναν καὶ τὸ ὁμογενὲς ἐξήλεγξαν, κἀκ 59 τούτου καὶ ἐς δάκρυα καὶ θρῆνον ἔπεσον. ὀψὲ δ ̓ οὖν ποτε τῶν συμμαχικῶν προκαταρξάντων καὶ ἐκεῖνοι συνέμιξαν, ἔκφρονες ἐπ ̓ αὐτοῖς γενόμενοι. καὶ τοῖς μὲν ἄλλοις, οἷς πόρρωθεν ἡ ἀλκὴ ἦν, ἧττον τὸ δεινὸν συνέβαινεν, οὐδὲ γὰρ εἰδότες οὓς 2 ἔβαλλον, ἐτόξευον, ἠκόντιζον, ἐσφενδόνων· οἱ δὲ δὴ ὁπλῖται οἵ τε ἱππεῖς χαλεπώτατα ἀπήλλασσον, ἅτε καὶ ἐγγὺς ἀλλήλων ὄν τες καί τι καὶ λαλεῖν σφισι δυνάμενοι, ἐγνώριζόν τε ἅμα τοὺς ἀντιπαρατεταγμένους καὶ ἐτίτρωσκον, ἀνεκάλουν καὶ ἐφόνευον, 3 τῶν πατρίδων ἐμέμνηντο καὶ ἐσκύλευον. ταῦτα μὲν οἵ τε Ρωμαῖοι καὶ οἱ ἄλλοι οἱ ἐκ τῆς Ἰταλίας συστρατευόμενοί σφισιν, ὅπου ποτὲ προστύχοιεν ἀλλήλοις, καὶ ἔπραττον καὶ ἔπασχον· καὶ πολλοὶ πολλὰ καὶ οἴκαδε δι' αὐτῶν τῶν σφαγέων ἐνε4 τέλλοντο. τὸ δὲ ὑπήκοον καὶ προθύμως καὶ ἀφειδῶς ἐμάχετο, πολλὴν σπουδήν, ὥσπερ ποτὲ ὑπὲρ τῆς σφετέρας ελευ θερίας, οὕτω τότε κατὰ τῆς τῶν Ῥωμαίων δουλείας ποιούμενοι,

C. 58. ώκνουν] Pomp. wenigstens wollte den Entscheidungskampf noch vermeiden, er wurde nur durch den Kriegsrath dazu genöthigt, suorum omnium hortatu. Caes. III, 56.

κατήφεια] animus attonitus. - άψυχοι] animis torpentes. προσέταξαν σπουδῇ] Caes. III, 90 Hac

habita oratione exposcentibus militibus et studio pugnae ardentibus tuba signum dedit. Vgl. c. 92 neque frustra antiquitus institutum est, ut signa undique concinerent clamoremque universi tollerent, quibus rebus et hostes terreri et suos incitari existimaverunt.

« IndietroContinua »