Immagini della pagina
PDF
ePub

& ταυτὰ περὶ τῶν αὐτῶν ἔλεγον, ἀλλ ̓ ὡς ἑκατέρων τὶς εὐνοίας ἢ μνήμης ἔχοι. καὶ ἐς μὲν ἀκρόασιν ἴσως τὸ μὴ μυθώδες αὐτ τῶν ἀτερπέςερον φανεῖται. ὅσοι δὲ βελήσονται τῶν τε γενομένων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ αὖθις, κατὰ τὰ ἀνθρώπειον, τοιύτων ὄντων καὶ παραπλησίων ἔσε σθαι, ὠφέλιμα κρίνειν αὐτὰ, ἀρκέντως ἕξει. κτῆμά τε ἐς ἀεὶ μᾶλλον, ἢ ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκέειν, ξύγκειται.

κγ'. Τῶν δὲ πρότερον ἔργων μέγιςον ἐπράχθη τὸ Μηδι αόν. καὶ τότο ὅμως δυεῖν ναυμαχίαιν καὶ πεζομαχίαιν τα χεῖαν τὴν κρίσιν ἔσχε. τότε δὲ τῇ πολέμε μῆκός τε μέγα πρέβη, παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῷ τῇ Ελλάδα οἷα ἐχ ἕτερα ἐν ἴσῳ χρόνῳ. ἔτε γὰρ πόλεις τοσαίδε ληφθεῖ σαι ἠρημώθησαν, αἱ μὲν ὑπὸ βαρβάρων, αἱ δ ̓ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμέντων (εἰσὶ δὲ αἳ καὶ οἰκήτορας μετέβαλον αλισκόμεναι) ἔτε φυγαὶ τοσαίδε ἀνθρώπων· καὶ φόνος, ὁ μὲν, κατ' αὐτὸν τὸν πόλεμον, ὁ δὲ, διὰ τὸ ςασιάζειν. τά τε πρό τερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιόμενα, ἐκ ἄπιςα κατέςη, σεισμών τε πέρι, οἳ ἐπὶ πλεῖςον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον· ἡλίς τε ἐκλείψεις, αἳ πυκνότεραι παρὰ τὰ ἐκ τῶ πρὶν χρόνε μνημονευόμενα ξυνέβησαν αὐχμοί τε ἔςι παρ ̓ οἷς μεγάλοι, καὶ ἀπ' αὐτῶν καὶ λιμοί καὶ ἡ ἐχ ἥκισα βλάψασα, καὶ μέρος τὶ φθείρασα, ἡ λοιμώδης νόσος. ταῦτα γὰρ πάντα μετὰ τὧδε το πολέμε ἅμα ξυνεπέ θετο. ἤρξαντο δὲ αὐτῷ Αθηναῖοι καὶ Πελοποννήσιοι, λύσαν τες τὰς τριακοντάτεις σπονδας, αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐ βοίας άλωσιν. Διότι δ ̓ ἔλυσαν, τὰς αἰτίας ἔγραψα πρώτον, καὶ τὰς διαφοράς, το μή τινας ζητῆσαί ποτε, ἐξ ὅτε τοσᾶτος πόλεμος τοῖς Έλλησι κατέςη. τὴν μὲν γὰρ ἀληθεςάτην πρό φασιν, ἀφανεςάτην δὲ λόγῳ, τὲς Αθηναίες ἡγῆμαι, μεγάλες γιγνομένες, καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις, αναγ κάσαι ἐς τὸ πολεμεῖν. αἱ δ ̓ ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι, αἵδ ̓ ἦσαν ἑκατέρων, ἀφ ̓ ὧν λύσαντες τὰς σπονδὰς, ἐς τὸν πόλεμον κατέςησαν.

κδ'. ΕΠΙΔΑΜΝΟΣ ἐςι πόλις ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ιόνιον κόλπον· προσοικᾶσι δ' αὐτὴν Ταυλάντιοι βάρβαρου Ιλλυρικὸν ἔθνος. ταύτην ἀπῴκισαν μὲν Κερκυραῖοι, οἰκιςὴς

δ ἐγένετο Φάλιος Ερατοκλείδη, Κορίνθιος γένος, τῶν ἀφ' Ηρακλέος, κατὰ δὴ τὸν παλαιὸν νόμον ἐκ τῆς μητροπόλεως κατακληθείς. ξυνώκισαν δὲ καὶ τῶν Κορινθίων τινὲς, καὶ ἄλλοι ἐκ τῇ Δωρικό γένες, προελθόντος δὲ τῷ χρόνο ἐγένετο ἢ τῶν Επιδαμνίων πόλις μεγάλη καὶ πολυάνθρωπος. ςασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται, ἀπὸ πολέμε τινὸς τῶν προσοίκων βαρβάρων ἐφθάρησαν, καὶ τῆς δυνάμεως τῆς πολλῆς ἐςερήθησαν. τὰ δὲ τελευταῖα, πρὸ τάδε το που λέμε, ὁ δῆμος αὐτῶν ἐξεδίωξε τις δυνατές. οἱ δὲ ἀπελθόν τες μετὰ τῶν βαρβάρων ἐληΐζοντο τὰς ἐν τῇ πόλει κατά τε γῆν καὶ κατὰ θάλασσαν. οἱ δὲ ἐν τῇ πόλει ὄντες Επιδάμνιοι, ἐπειδὴ ἐπιέζοντο, πέμπεσιν ἐς τὴν Κέρκυραν πρέσβεις, ὡς μήτ τρόπολιν οὖσαν, δεόμενοι μὴ σφᾶς περιορᾷν φθειρομένες, ἀλλὰ τές τε φεύγοντας συναλλάξαι σφίσι, καὶ τὸν τῶν βαρβάρων πόλεμον καταλῦσαι. ταῦτα δὲ ἱκέται καθεζόμενοι ἐς τὸ Ηραῖον ἐδέοντο. οἱ δὲ Κερκυραῖοι τὴν ἱκετείαν ἐκ ἐδέξαντο, ἀλλ ̓ ἀπράκτες απέπεμψαν.

κέ. Γνώμη δὲ οἱ Επιδάμνιοι ἐδεμίαν σφίσιν ἀπὸ Κερκύ

ρας τιμωρίαν ἦσαν, ἐν ἀπόρῳ εἴχοντο θέσθαι τὸ παρόν και πέμψαντες ἐς Δελφὲς, τὸν θεὸν ἐπηρώτων, εἰ παραδοῖεν Κορινθίοις τὴν πόλιν, ὡς οἰκιςαῖς, καὶ τιμωρίαν τινὰ πει ρῶντο ἀπ' αὐτῶν ποιεῖσθαι. ὁ δ ̓ αὐτοῖς ἀνεῖλε, παραδέναι, καὶ ἡγεμόνας ποιεῖσθαι. ἐλθόντες δὲ οἱ Επιδάμνιοι ἐς τὴν Κόρινθον, κατὰ τὸ μαντεῖον παρέδοσαν τὴν ἀποικίαν, τόν σε οἰκιςὴν ἀποδεικνύντες σφῶν ἐκ Κορίνθε ὄντα, καὶ τὸ χρησ ςήριον δηλῶντες. ἐδέοντό τε μὴ σφᾶς περιορᾷν διαφθειρομέ νας, ἀλλ ̓ ἐπαμῦναι. Κορίνθιοι δὲ, κατά τε τὸ δίκαιον, ὑπὲ δέξαντο τὴν τιμωρίαν, (νομίζοντες ἐχ ἧσσον ἑαυτῶν εἶναι τὴν ἀποικίαν ἢ Κερκυραίων.) ἅμα δὲ καὶ μίσει τῶν Κερκυραίων, ὅτι αὐτῶν παρημέλον, ὄντες ἄποικοι. ἔτε γὰρ ἐν πανηγύρεσι ταῖς κοιναῖς διδόντες γέρα τα νομιζόμενα, ἔτε Κορινθίῳ ἀνδρὶ προκαταρχόμενοι τῶν ἱερῶν, ὥσπερ αἱ ἄλλοι ἀποικίαι· περι φρονῶντες δὲ αὐτὸς, καὶ χρημάτων δυνάμειὄντες κατ' ἐκεῖνον τὸν χρόνον ὅμοια τοῖς Ελλήνων πλεσιωτάτοις, καὶ τῇ ἐς πόλ λεμον παρασκευῇ δυνατώτεροι ναυτικῷ δὲ καὶ πολὺ προέχειν ἔςιν ὅτε ἐπαιρόμενοι, καὶ κατὰ τὴν τῶν Φαιάκων προενοίκησιν

[ocr errors]

1

τῆς Κερκύρας, κλέος ἐχόντων τὰ περὶ τὰς ναῦς. ᾗ καὶ μᾶλ λον ἐξηρτύοντα τὸ ναυτικὸν, καὶ ἦσαν ἐκ ἀδύνατοι. τριήρεις γὰρ εἴκοσι καὶ ἑκατὸν ὑπῆρχον αὐτοῖς, ὅτε ἤρχοντο πολεμεῖν. κς'. Πάντων ἦν τέτων ἐγκλήματα ἔχοντες οἱ Κορίνθιοι, ἔπεμπον ἐς τὴν Επίδαμνον ἄσμενοι τὴν ὠφέλειαν, οἰκήτορά τε τὸν βελόμενον ἰέναι κελεύοντες, καὶ Αμπρακιωτῶν καὶ Λευκαδίων καὶ ἑαυτῶν φρερές. ἐπορεύθησαν δὲ πεζῇ ἐς Απολ λωνίαν, Κορινθίων ἦσαν ἀποικίαν, δέει τῶν Κερκυραίων, μὴ κωλύωνται ὑπ' αὐτῶν κατὰ θάλατταν περαιέμενοι. Κερκυ ραῖοι δὲ, ἐπειδὴ ᾔσθηντο τάς τε οἰκήτορας καὶ φρερὲς ἡκον τας ἐς τὴν Επίδαμνον, τήν τε ἀποικίαν Κορινθίοις δεδομένην, ἐχαλέπαινον· καὶ πλεύσαντες εὐθὺς πέντε καὶ εἴκοσι ναυσὶ, καὶ ὕφερον ἑτέρῳ τόλῳ, τάς τε φεύγοντας ἐκέλευον κατ ̓ ἐπήρειαν δέχεσθαι αὐτὲς, (ἦλθον γὰρ ἐς τὴν Κέρκυραν οἱ τῶν Επιδαμνίων φυγάδες, τάφες τε ἀποδεικνύντες καὶ ξυγγένειαν, ἣν προϊσχόμενοι, ἐδέοντο σφᾶς κατάγειν) τάς τε φρερές, ὃς οἱ Κορίνθιοι ἔπεμψαν, καὶ τὰς οἰκήτορας ἀποπέμπειν. οἱ δὲ Επιδάμνιοι ἐδὲν αὐτῶν ὑπήκεσαν. ἀλλὰ ςρατεύεσιν ἐπ' αὐτ τὲς οἱ Κερκυραῖοι ναυσὶ τεσσαράκοντα μετὰ τῶν φυγάδων, ὡς κατάξοντες αὐτὸς, καὶ τὰς Ιλλυριες προσλαβόντες. προςκαθεζόμενοι δὲ τὴν πόλιν, προεῖπον, Επιδαμνίων τε τὸν βελόμενον καὶ τὰς ξένες ἀπαθεῖς ἀπιέναι· εἰ δὲ μή, ὡς πολεμίοις χρήσεσθαι. ὡς δ ̓ ἐκ ἐπείθοντο, οἱ μὲν Κερκυραῖοι (ἔςι δ' ἰσθμὸς τὸ χωρίον) επολιόρκεν τὴν πόλιν.

[ocr errors]

κζ'. Κορίνθιοι δ', ὡς αὐτοῖς ἐκ τῆς Επιδάμνε ἦλθον ἄγε γελοι, ὅτι πολιορκῶνται, παρεσκευάζοντο ςρατιάν· καὶ ἅμα ἀποικίαν ἐς τὴν Επίδαμνον ἐκήρυσσον, ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τὸν βελόμενον ἰέναι· εἰ δέ τις τοπαραυτίκα μὲν μὴ ἐθέλει ξυμπλεῖν, μετέχειν δὲ βέλεται τῆς ἀποικίας, πεντήκοντα δρα χμας καταθέντα Κορινθίας μένειν. ἦσαν δὲ καὶ οἱ πλέοντες πολλοὶ, καὶ οἱ τὸ ἀργύριον καταβάλλοντες. ἐδεήθησαν δὲ καὶ τῶν Μεγαρέων ναυσὶ σφᾶς ξυμπροπέμψαι, εἰ ἄρα κωλύοιντο ὑπὸ Κερκυραίων πλεῖν. οἱ δὲ παρεσκευάζοντο αὐτοῖς ὀκτω ναυσὶ ξυμπλεῖν, καὶ Παλῆς Κεφαλλήνων, τέσσαρσι. καὶ Επιδαυρίων ἐδεήθησαν, οἳ παρέσχον πέντε. Ερμιονῆς δὲ, μίαν· καὶ Τροιζήνιοι, δύο Λευκάδιοι δὲ, δέκα, καὶ Αμπρα

κιῶται, οκτώ. Θηβαίες δὲ χρήματα ᾔτησαν, καὶ Φλιασίες Ηλείος τε ναῦς τε κενὰς καὶ χρήματα. αὐτῶν δὲ Κορινθίων νῆες παρεσκευάζοντο τριάκοντα, καὶ τρισχίλιοι ὁπλῖται.

αν

κή. Επειδὴ δὲ ἐπύθοντο οἱ Κερκυραῖοι τὴν παρασκευὴν, ἐλθόντες εἰς Κόρινθον μετὰ Λακεδαιμονίων καὶ Σικυωνίων πρέσβεων, ὃς παρέλαβον, ἐκέλευον Κορινθίες τὲς ἐν Επιδάμνῳ φρερές τε καὶ οἰκήτορας απάγειν, ὡς & μετὸν αὐτοῖς Επιδάμνε. εἰ δέ τι ἀντιποιῶνται, δίκας ἤθελον δῆναι ἐν Πελοποννήσῳ παρὰ πόλεσιν, αἷς ἂν ἀμφότεροι ξυμβῶσιν ὁποτέρων δ ̓ ἂν δικασθῇ εἶναι τὴν ἀποικίαν, τάτες κρατεῖν. ἤθελον δὲ καὶ τῷ ἐν Δελφοῖς μαντείῳ ἐπιτρέψαι. πόλεμον δὲ ἐκ εἴων ποιεῖν· εἰ δὲ μὴ, καὶ αὐτοὶ ἀναγκασθήσεσθαι ἔφα σαν, ἐκείνων βιαζομένων, φίλες ποιεῖσθαι ὃς ἐ βέλονται, ἑτέρας τῶν νῦν ὄντων μᾶλλον, ὠφελείας ἕνεκα. οἱ δὲ Κορίν θιοι ἀπεκρίναντο αὐτοῖς, ἢν τάς τε ναῦς καὶ τὰς βαρβάρες ἀπὸ Επιδάμνε ἀπαγάγωσι, βελεύσεσθαι πρότερον δὲ, & καλῶς ἔχειν, τὰς μὲν πολιορκεῖσθαι, ἑαυτὸς δὲ δικάζεσθαι. Κερκυραῖοι δὲ ἀντέλεγον, ἣν καὶ ἐκεῖνοι τὰς ἐν Επιδάμνῳ ἀπαγάγωσι, ποιήσειν ταῦτα· ἕτοιμοι δὲ εἶναι καὶ ὥςε αμφο τέρες μένειν κατὰ χώραν, σπονδὰς δὲ ποιήσασθαι, ἕως ἂν ἡ δίκη γένηται.

τω

κθ'. Κορίνθιοι δὲ ἐδὲν τέτων ὑπήκεον· ἀλλ ̓ ἐπειδὴ πλή ρεις αὐτοῖς ἦσαν αἱ νῆες, καὶ οἱ ξύμμαχοι παρῆσαν, προπέμψαντες κήρυκα πρότερον πόλεμον προεροντα Κερκυραίοις, ἄραντες ἑβδομήκοντα ναυσὶ καὶ πέντε, δισχιλίοις τε ὁπλίταις, ἔπλεον ἐπὶ τὴν Επίδαμνον, Κερκυραίοις ἐναντία πολεμήσοντες. ἐςρατήγει δὲ τῶν μὲν νεῶν Αριςεὺς ὁ Πελλίκα, καὶ Καλλικράτης ὁ Καλλίς, καὶ Τιμάνωρ ὁ Τιμάνθες τῷ δὲ πεζό, Αρχέτιμός τε ὁ Εὐρυτίμε, καὶ Ισαρχίδας ὁ Ισάρχε. ἐπειδὴ δὲ ἐγένοντο ἐν Ακτίῳ τῆς Ανακτορίας γῆς, ἔ τὸ ἱερὸν το Απόλλωνός ἐςιν, ἐπὶ τῷ ςόματι το Αμπρακικά κόλπε, οἱ Κερκυραῖοι κήρυκά τε προέπεμψαν αὐτοῖς ἐν ἀκατίῳ ἀπερν τα μὴ πλεῖν ἐπὶ σφᾶς, καὶ τὰς ναῦς ἅμα ἐπλήρων, ζεύξαντές τε τὰς παλαιᾶς, ὡςε πλωΐμες εἶναι, καὶ τὰς ἄλλας ἐπισκευά σαντες. ὡς δὲ ὁ κήρυξ τε ἀπήγγειλεν ἐδὲν εἰ ηναῖον παρὰ τῶν Κορινθίων, καὶ αἱ νῆες αὐτοῖς ἐπεπλήρωντο ἶσαι ογδοή

κοντα, (τεσσαράκοντα γὰρ Επίδαμνον ἐπολιόρκεν) ἀνταναγαγό μενοι καὶ παραταξάμενοι ἐναυμάχησαν· καὶ ἐνίκησαν οἱ Κερ κυραῖοι παραπολυ, καὶ ναῦς πεντεκαίδεκα διέφθειραν τῶν Κορινθίων. τῇ δὲ αὐτῇ ἡμέρᾳ αὐτοῖς ξυνέβη καὶ τὰς τὴν Επίδαμνον πολιορκώντας παραςήσασθαι ὁμολογίᾳ, ὥςε τὸς μὲν ἐπήλυδας ἀποδόσθαι, Κορινθίες δὲ δήσαντας ἔχειν, ἕως ἂν ἄλλο τι δόξῃ.

λ. Μετὰ δὲ τὴν ναυμαχίαν οἱ Κερκυραῖοι τροπαῖον ζήσαντες ἐπὶ τῇ Λευκίμνῃ, τῆς Κερκύρας ἀκρωτηρίῳ, τὰς μὲν ἄλλες ὃς ἔλαβον αἰχμαλώτες απέκτειναν, Κορινθίας δὲ δήσαν τες εἶχον. ὕτερων δὲ, ἐπειδὴ οἱ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἡσσημένοι ταῖς ναυσὶν, ἀνεχώρησαν ἐπ ̓ οἴκε, τῆς θαλάσσης ἁπάσης ἐκράτεν τῆς κατ ̓ ἐκεῖνα τὰ χωρία οἱ Κερκυραῖοι, καὶ πλεύσαντες ἐς Λευκάδα τὴν Κορινθίων ἀποικίαν, τῆς γῆς ἔτεμον, καὶ Κυλλήνην τὸ Ηλείων ἐπίνειον ἐνέπρησαν, ὅτι ναῦς καὶ χρήματα παρέσχον τοῖς Κορινθίοις. τῇ τε χρόνε τὸν πλεῖςον μετὰ τὴν ναυμαχίαν ἐπεκράτεν τῆς θαλάσσης, καὶ τὰς τῶν Κορινθίων ξυμμάχες ἐπιπλέοντες ἔφθειρον, μέχρις ὦ Κορίν θιοι περιϊόντι τῷ θέρει πέμψαντες· ναῦς καὶ ςρατιαν, ἐπεὶ σφῶν οἱ ξύμμαχοι ἐπόνεν, ἐςρατοπεδεύοντο ἐπὶ Ακτίῳ, καὶ περὶ τὸ Χειμέριον τῆς Θεσπρωτίδος, φυλακῆς ἕνεκα τῆς τε Λευκάδος καὶ τῶν ἄλλων πόλεων, ὅσαι σφίσι φίλιαι ἦσαν. ἀν τεςρατοπεδεύοντο δὲ καὶ οἱ Κερκυραῖοι ἐπὶ τῇ Λευκίμνῃ ναυσί τε καὶ πεζῷ. ἐπέπλεόν τε ἐδέτεροι ἀλλήλοις, ἀλλὰ τὸ θέρος εῖτο ἀντικαθεζόμενοι, χειμῶνος ἤδη ἀνεχώρησαν ἐπ ̓ οἴκα ἑκάτεροι.

λά. Τὸν δ ̓ ἐνιαυτὸν πάντα τὸν μετὰ τὴν ναυμαχίαν, καὶ τὸν ὕπέρον, οἱ Κορίνθιοι ὀργῇ φέροντες τὸν πρὸς Κερκυραίες πόλεμον, ἐναυπηγᾶντο, καὶ παρεσκευάζοντο τακράτιςα νεῶν ςόλον, ἔκ τε αὐτῆς Πελοποννήσω ἀγείροντες καὶ τῆς ἄλλης Ελλάδος ἐρέτας, μισθῷ πείθοντες. πυνθανόμενοι δὲ οἱ Κερ κυραῖοι τὴν παρασκευὴν αὐτῶν, ἐφοβᾶντο, καὶ ἦσαν γὰρ ἐδες νὸς Ἑλλήνων ἔνσπονδοι, ἐδὲ ἐπεγράψαντο ἑαυτὸς ἔτε ἐς τὰς Αθηναίων σπονδας, ἔτε ἐς τὰς Λακεδαιμονίων) ἔδοξεν αὐτοῖς, ἐλθῦσιν ὡς τὰς Αθηναίες, ξυμμάχες γενέσθαι, καὶ ὠφέλειάν τινα πειρᾶσθαι ἀπ' αὐτῶν εὑρίσκεσθαι. οἱ δὲ Κορίνθιοι, πυ

« IndietroContinua »