Immagini della pagina
PDF
ePub

φανερῶς δὲ ἀντείπομεν, τὰς προσήκοντας ξυμμάχες αὐτόν τινα κολάζειν. εἰ γὰρ τὰς κακόν τι δρῶντας δεχόμενοι τιμω ρήσετε, φανεῖται καὶ ἃ τῶν ὑμετέρων ἐκ ἐλάσσω ἡμῖν πρόςεισι, καὶ τὸν νόμον ἐφ' ὑμῖν αὐτοῖς μᾶλλον ἢ ἐφ' ἡμῖν θήσετε.

μά. „Δικαιώματα μὲν ἦν τάδε πρὸς ὑμᾶς ἔχομεν ἱκανὰ, κατὰ τὰς Ελλήνων νόμες παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος, τοιάνδε, ἣν ἐκ-ἐχθροὶ ὄντες, ὥςε βλάπτειν, ἐδ ̓ αὖ φίλοι, ὡς ἐπιχρῆσθαι, ἀντιδοθῆναι ἡμῖν ἐν τῷ παρόντι φαμὲν χρῆναι. νεῶν γὰρ μακρῶν σπανίσαντές ποτε πρὸς τὸν Αἰγινητῶν ὑπὲρ τὰ Μηδικὰ πόλεμον, παρὰ Κορινθίων εἴκοσι ναῦς ἐλάβετε καὶ ἡ εὐεργεσία αὕτη τε καὶ ἡ ἐς Σαμίες, τὸ δὲ ἡμᾶς Πελοποννησίες αὐτοῖς μὴ βοηθῆσαι, παρέσχεν ὑμῖν Αιγινητῶν μὲν ἐπικράτησιν, Σαμίων δὲ κόλασιν. καὶ ἐν καιροῖς τοιέτοις ἐγένετο οἷς μάλιςα ἄνθρωποι ἐπ ̓ ἐχθρὸς τῆς σφετέρες όντες, τῶν ἁπάντων ἀπερίοπτοί εἰσι παρὰ τὸ νικᾶν. φίλον τε γὰρ ἡγῆνται τὸν ὑπεργῦντα, ἢν καὶ πρότερον ἐχθρὸς · πολέμιον τε τὸν ἀντιφάντα, ἢν καὶ τύχῃ φίλος ὤν· ἐπεὶ καὶ τὰ οἰκεῖα χεῖρον τίθενται φιλονεικίας ἕνεκα τῆς αὐτίκα.

?

μβ'. »ὧν ἐνθυμηθέντες, καὶ νεώτερός τις παρὰ πρεσβυ τέρα αὐτὰ μαθών, αξιέτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνεσθαι· καὶ μη νομίσῃ δίκαια μὲν τάδε λέγεσθαι, ξύμφορα δὲ, εἰ πολε μήσει, ἄλλα εἶναι. τό τε γὰρ ξυμφέρον, ἐν ᾧ ἄν τις ελάχιςα ἁμαρτάνοι, μάλιςα ἕπεται· καὶ τὸ μέλλον το πολέμε (ᾧ φο βέντες ὑμᾶς Κερκυραῖοι κελεύεσιν ἀδικεῖν ἐν ἀφανεῖ ἔτι κεῖ ται καὶ ἐκ ἄξιον, ἐπαρθέντας αὐτῷ, φανερὰν ἔχθραν ἤδη καὶ 8 μέλλεσαν πρὸς Κορινθίας κτήσασθαι τῆς δὲ ὑπαρχέσης πρότερον διὰ Μεγαρέας ὑποψίας σώφρον ὑφελεῖν μᾶλλον. ἡ γὰρ τελευταία χάρις καιρὸν ἔχασα, καν ἐλάσσων ᾖ, δύναται μεῖζον ἔγκλημα λύσαι. μηδ' ότι ναυτικό ξυμμαχίαν μεγάλην διδόασι, τάτῳ ἐφέλκεσθε. τὸ γὰρ μὴ ἀδικεῖν τὰς ὁμοίως, ἐχυρωτέρα δύναμις, ἢ τῷ αὐτίκα φανερῷ ἐπαρθέντας, δια κιν δύνων τὸ πλέον ἔχειν.

[ocr errors]

μγ. Ημεῖς δὲ περιπεπτωκότες οἷς ἐν τῇ Λακεδαίμονι αὐτοὶ προείπομεν, τις σφετέρες ξυμμάχες αὐτόν τινα κολά

[ocr errors]

ζειν, νῦν παρ ̓ ὑμῶν τὸ αὐτὸ ἀξιομεν κομίζεσθαι, καὶ μὴ, τῇ ἡμετέρᾳ ψήφῳ ὠφεληθέντας, τῇ ὑμετέρᾳ ἡμᾶς βλάψαι. τὸ δ ̓ ἴσον ἀνταπόδοτε, γνόντες τότον ἐκεῖνον εἶναι τὸν καιρὸν, ἐν ᾧ δ, τε ὑπεργῶν, φίλος μάλιςα, καὶ ὁ ἀντιςᾶς, ἐχθρός. καὶ Κερκυραίες τε τέσδε, μήτε ξυμμάχες δέχησθε βίᾳ ἡμῶν, μήτε ἀμύνητε αὐτοῖς ἀδικῶσι, καὶ τάδε ποιΰντες, τὰ προσή κοντά τε δράσετε, καὶ τὰ ἄριςα βυλεύσεσθε ὑμῖν αὐτοῖς σ Τοιαῦτα δὲ καὶ οἱ Κορίνθιοι εἶπον.

[ocr errors]

μδ'. Αθηναῖοι δὲ, ακέσαντες ἀμφοτέρων, γενομένης και δὶς ἐκκλησίας, τῇ μὲν προτέρᾳ ἐχ ἧσσον τῶν Κορινθίων απε δέξαντο τες λόγος, ἐν δὲ τῇ ὑπεραίᾳ μετέγνωσαν, Κερκυραίοις ξυμμαχίαν μὲν μὴ ποιήσασθαι, ὥςε τὰς αὐτὸς ἐχθρες καὶ φίλες νομίζειν, (εἰ γὰρ ἐπὶ Κόρινθον ἐκέλευον σφίσιν οἱ Κερκυραῖοι ξυμπλεῖν, ἐλύοντ ̓ ἂν αὐτοῖς αἱ πρὸς Πελοποννηαίες σπονδαί) ἐπιμαχίαν δὲ ἐποιήσαντο, τῇ ἀλλήλων βοηθεῖν, ἐάν τις ἐπὶ Κέρκυραν ἴη, ἢ Αθήνας, ἢ τὰς τέτων ξυμμάχες. ἐδόκει γὰρ ὁ πρὸς Πελοποννησίας πόλεμος καὶ ὡς ἔσεσθαι αὐτ τοῖς, καὶ τὴν Κέρκυραν ἐβέλοντο μὴ προέσθαι τοῖς Κοριν θίοις, ναυτικὸν ἔχυσαν τοσέτον, ξυγκρύειν δὲ ὁτιμάλιςα αὐτές

ἀλλήλοις, ἵνα ἀσθενεςέροις ἔσιν, ἤν τι δέῃ, Κορινό, αυτές

τε

καὶ τοῖς ἄλλοις ναυτικὸν ἔχυσιν, ἐς πόλεμον καθιζῶνται. ἅμα δὲ τῆς τε Ιταλίας καὶ Σικελίας καλῶς ἐφαίνετο αὐτοῖς ἡ νῆσος ἐν παράπλῳ κεῖσθαι.

μέ. Τοιαύτῃ μὲν γνώμῃ οἱ Ἀθηναῖοι της Κερκυραίες προς εδέξαντο, καὶ τῶν Κορινθίων ἀπελθόντων, ε πολὺ ύςερον δέκα ναῦς αὐτοῖς ἀπέςειλαν βοηθές. ἐςρατήγει δὲ αὐτῶν Λακεδαιμόνιός τε ὁ Κίμμωνος, καὶ Διότιμος. ὁ Στρομβίχου, καὶ Πρωτέας ὁ Επικλέος. προεἶπον δὲ αὐτοῖς μὴ ναυμαχεῖν Κορινθίοις, ἢν μὴ ἐπὶ Κέρκυραν πλέωσι, καὶ μέλλωσιν ἀποβαίνειν, ἢ ἐς τῶν ἐκείνων τὶ χωρίων· οὕτω δὲ, κωλύειν κατὰ δύναμιν. προεῖπον δὲ ταῦτα τοῦ μὴ λύειν ἕνεκα τὰς σπονδάς. αἱ μὲν δὴ νῆες ἀφικνῦνται ἐς τὴν Κέρκυραν,

μς. Οἱ δὲ Κορίνθιοι, ἐπειδὴ αὐτοῖς παρεσκεύαςα, ἔπλεον ἐπὶ τὴν Κέρκυρας ναυσὶ πεντήκοντα καὶ ἑκατόν. ἦσαν δὲ Ηλείων μὲν, δέκα, Μεγαρέων δὲ, δώδεκα καὶ Λευκα

δίων, δέκα, Αμπρακιωτῶν δὲ, ἑπτὰ καὶ εἴκοσι, καὶ Ανακτορίων, μία· αὐτῶν δὲ Κορινθίων, ἐννενήκοντα. ςρατηγοὶ δὲ τέτων ἦσαν μὲν καὶ κατὰ πόλεις ἑκάςων, Κορινθίων δὲ ξε νοκλείδης ὁ Εὐθυκλέος, πέμπτος αὐτός. ἐπειδὴ δὲ προσέμι ξαν τῇ κατὰ Κέρκυραν ἠπείρῳ, ἀπὸ Λευκάδος πλέοντες, ὁρμί ζονται ἐς Χειμέριον τῆς Θεσπρωτίδος γῆς. ἔτι δὲ λιμὴν, καὶ πόλις ὑπὲρ αὐτοῦ κεῖται ἄπο θαλάσσης, ἐν τῇ Ελαιάτιδι τῆς Θεσπρωτίδος, Εφύρη. ἔξεισι δὲ παρ ̓ αὐτὴν Αχερεσία λίμνη ἐς τὴν θάλασσαν. διὰ δὲ τῆς Θεσπρωτίδος Αχέρων ποταμὸς ῥέων ἐςβάλλει ἐς αὐτὴν, ἀφ ̓ οὗ καὶ τὴν ἐπωνυμίαν ἔχει. ῥεῖ δὲ καὶ Θύαμις ποταμὸς, ὁρίζων τὴν Θεσπρωτίδα καὶ Κερίνην, ὧν ἐντὸς ἡ ἄκρα ανέχει τὸ Χειμέριον. οἱ μὲν οὖν Κοι ρίνθιοι τῆς ἠπείρου ἐνταῦθα ὁρμίζονταί τε καὶ ςρατόπεδον ἐποιήσαντο.

μζ'. Οἱ δὲ Κερκυραῖοι ὡς ᾔσθοντο αυτές προσπλέοντας, πληρώσαντες δέκα καὶ ἑκατὸν ναῦς, ὧν ἦρχε Μεικιάδης, καὶ Ἀἰσιμίδης, καὶ Εὐρύβατος, ἐςρατοπεδεύσαντο ἐν μιᾷ τῶν νήσων, αἳ καλῶνται Σύβοτα. καὶ αἱ Αττικαὶ δέκα παρῆσαν. ἐπὶ δὲ τῇ Λευκίμνῃ αὐτοῖς τῷ ἀκρωτηρίῳ ὁ πεζὸς ἦν, καὶ Ζακυνθίων χίλιοι ὁπλῖται βεβοηθηκότες. ἦσαν δὲ καὶ τοῖς Κορινθίοις ἐν τῇ ἠπείρῳ πολλοὶ τῶν βαρβάρων παραβε βοηθηκότες. οἱ γὰρ ταύτῃ ἠπειρῶται ἀεί ποτε φίλοι αὐτοῖς

εἰσιν.

μή. Επειδὴ δὲ παρεσκεύαςο τοῖς Κορινθίοις, λαβόντες τριῶν ἡμερῶν σιτία, ἀνήγοντο ὡς ἐπὶ ναυμαχίᾳ ἀπὸ τοῦ Χειμερία νυκτός. καὶ ἅμα ἔῳ πλέοντες, καθορῶσι τὰς τῶν Κερκυραίων ναῦς μετεώρως τε καὶ ἐπὶ σφᾶς πλεύσας. ὡς δὲ κατεῖδον ἀλλήλες, ἀντιπαρετάσσοντο, ἐπὶ μὲν τὸ δεξιὸν κέρας Κερκυραίων αἱ Αττικαὶ νῆες, τὸ δὲ ἄλλο αὐτοὶ ἐπεῖχον, τρία τέλη ποιήσαντες τῶν νεῶν, ὧν ἦρχε τριῶν σρατηγῶν ἑκάςε εἷς. οὕτω μὲν Κερκυραῖοι ἐτάξαντο. Κορινθίοις δὲ τὸ μὲν δεξιὸν κέρας αἱ Μεγαρίδες νῆες εἶχον, καὶ αἱ Αμπρακιώτιδες κατὰ δὲ τὸ μέσον, οἱ ἄλλοι ξύμμα χοι ὡς ἕκαςοι. ευώνυμον δὲ κέρας αὐτοὶ οἱ Κορίνθιοι, ταῖς ἄριξα τῶν νεῶν πλεύσαις, κατὰ τες Αθηναίες καὶ τὸ δε ξιὸν τῶν Κερκυραίων, εἶχον.

μθ'. Συμμίξαντες δὲ, ἐπειδὴ τὰ σημεῖα ἑκατέροις ήρθη, ἐναυμάχουν, πολλὲς μὲν ὁπλίτας ἔχοντες ἀμφότεροι ἐπὶ τῶν καταςρωμάτων, πολλὲς δὲ τοξότας τε καὶ ἀκοντιζάς· τῷ παλαιῷ τρόπῳ ἀπειρότερον ἔτι παρεσκευασμένοι. ἦν τε ναυμαχία καρτερα, τῇ μὲν τέχνῃ, ἐχ ὁμοίως, πεζομαχία δὲ τοπλέον προσφερὴς ἦσα. ἐπειδὴ γὰρ προσβάλλοιεν αλ λήλοις, ἐ ῥᾳδίως ἀπελύοντο, υπό τε το πλήθους καὶ ὄχλε τῶν νεῶν· καὶ μᾶλλόν τι πιςεύοντες τοῖς ἐπὶ τῇ κατακρά ματος ὁπλίταις ἐς τὴν νίκην, οἳ καταςάντες ἐμάχοντο, ήσυ χαζυσῶν τῶν νεῶν. διέκπλοι δ ̓ ἐκ ἦσαν, ἀλλὰ θυμῷ καὶ ῥώμῃ τοπλέον ἐναυμάχουν, ἢ ἐπιςήμῃ. πανταχῆ μὲν ἦν πολὺς θόρυβος, καὶ ταραχώδης ἦν ἡ ναυμαχία, ἐν ᾗ αἱ Αττικαὶ νῆες παραγιγνόμεναι τοῖς Κερκυραίοις, εἴπη πιέζοιντο, φόβον μὲν παρεῖχον τοῖς ἐναντίοις, μάχης δὲ ἐκ ἦρχον δεδιότες οἱ ςρατηγοὶ τὴν πρόῤῥησιν τῶν Αθηναίων. μάλιςα δὲ τὸ δεξιὸν κέρας τῶν Κορινθίων ἐπόνει. Οἱ Οἱ γὰρ Κερκυραῖοι εἴκοσι ναυσὶν αὐτὸς τρεψάμενοι, καὶ καταδιώ ξαντες σποράδας ἐς τὴν ἤπειρον, καὶ μέχρι το ςρατοπέδε πλεύσαντες αὐτῶν, καὶ ἐπεκβάντες, ἐνέπρησάν τε τὰς σκη νὰς ἐρήμες, καὶ τὰ χρήματα διήρπασαν. ταύτῃ μὲν ἦν οἱ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἡσσῶντό τε, καὶ οἱ Κερκυραῖοι ἐπεκράτων. ᾗ δὲ αὐτοὶ ἦσαν οἱ Κορίνθιοι, ἐπὶ τῷ εὐωνύ μῳ, πολὺ ἐνίκων, τοῖς Κερκυραίοις τῶν εἴκοσι νεῶν ἀπὸ ἐλάσσονος πλήθες ἐκ τῆς διώξεως & παρεσῶν. οἱ δ' Αθη ναῖοι ὁρῶντες τις Κερκυραίες πιεζομένες, μᾶλλον ἤδη ἀπροφασίςως ἐπεκέρουν, τὸ μὲν πρῶτον ἀπεχόμενοι, ώςε μη ἐμβάλλειν τινὶ· ἐπειδὴ δὲ ἡ τροπὴ ἐγίγνετο λαμπρῶς, καὶ ἐνέκειντο οἱ Κορίνθιοι, τότε δὴ ἔργε πᾶς εἴχετο ἤδη καὶ διεκέκριτο ἐδὲν ἔτι, ἀλλὰ ξυνέπεσον ἐς τᾶτο ἀνάγκης, ώςε ἐπιχειρῆσαι ἀλλήλοις της Κορινθίες καὶ Αθηναίες.

[ocr errors]

ν. Τῆς δὲ τροπῆς γενομένης, οἱ Κορίνθιοι τα σκάφη μὲν ἐχ εἷλκον ἀναδέμενοι τῶν νεῶν ἃς καταδύσειαν, πρὸς δὲ τὰς ἀνθρώπες ἐτράποντο, φονεύειν διεκπλέοντες μᾶλλον ἢ ζωγρεῖν· τές τε αὐτῶν φίλες (Ἐκ ᾔσθημένοι, ὅτι ἥσσηντο οἱ ἐπὶ τῷ δεξιῷ κέρᾳ ἀγνοῦντες ἔκτεινον. πολλῶν γὰρ νεῶν ἐσῶν ἀμφοτέρων, καὶ ἐπιπολὺ τῆς θαλάσσης ἐπεχε

σῶν, ἐπειδὴ ξυνέμιξαν ἀλλήλοις, ἐ ῥᾳδίως τὴν διάγνωσιν ἐποιῶντο, ὁποῖοι ἐκράτουν, ἢ ἐκρατοῦντο. ναυμαχία γὰρ αὕτη Ελλησι πρὸς Ἕλληνας νεῶν πλήθει μεγίση δὴ τῶν πρὸ αὐτῆς γεγένηται. ἐπειδὴ δὲ κατεδίωξαν τις Κερκυραίους οἱ Κορίνθιοι ἐς τὴν γῆν, πρὸς τὰ ναυάγια και τις νεκρὲς τις σφετέρες ἐτράποντο· καὶ τῶν πλείςων ἐκράτησαν, ὡςε προσκομίσαι πρὸς τὰ Σύβοτα, οἱ αὐτοῖς ὁ κατὰ γῆν τρατὸς τῶν βαρβάρων προσεβεβοηθήκει. ἔτι δὲ τὰ Σύβοτα τῆς Θεσπρω τίδος λιμὴν ἔρημος. τῖτο δὲ ποιήσαντες, αὖθις αθροισθέν τες ἐπέπλεον τοῖς Κερκυραίοις. οἱ δὲ ταῖς πλωΐμοις, καὶ ὅσαι ἦσαν λοιπαὶ μετὰ τῶν Αττικῶν νεῶν, καὶ αὐτοὶ ἀντεπέπλεον, δείσαντες, μὴ ἐς τὴν γῆν σφῶν πειρῶσιν ἀποβαίνειν. ἤδη δὲ ἦν ὀψὲ, καὶ ἐπεπαιώνιςο αὐτοῖς ὡς ἐπίπλων, καὶ οἱ Κορίνθιοι ἐξαπίνης πρύμναν εκρέοντο, κατιδόντες εἴκοσι ναῦς Αθηναίων προσπλεύσας ἃς ύςερον τῶν δέκα βοηθὲς ἐξέπεμ ψαν οἱ Ἀθηναῖοι, δείσαντες ὅπερ ἐγένετο) μὴ νικηθῶσιν οἱ Κερκυραῖοι, καὶ αἱ σφέτεραι δέκα νῆες ὀλίγαι ἀμύνειν

ὦσι.

νά. Ταύτας ἦν προϊδόντες οἱ Κορίνθιοι, καὶ ὑποτοπή σαντες ἀπ ̓ Αθηνῶν εἶναι ἐχ ὅσας ἑώρων, ἀλλὰ πλείες, ἐπανεχώρον. τοῖς δὲ Κερκυραίοις ἐπέπλεον γὰρ μᾶλλον ἐκ τῇ ἀφανῆς) ἐχ ἑωρῶντο, καὶ ἐθαύμαζον τις Κορινθίες πρύμναν κρεομένες· πρὶν τινὲς ἰδόντες εἶπον, ὅτι νῆες ἐκεῖναι ἐπιπλέυσι· τότε δὴ καὶ αὐτοὶ ἀνεχώρουν. ξυνεσκόταξε γὰρ ἤδη, καὶ οἱ Κορίνθιοι ἀποτραπόμενοι τὴν διάλυσιν ἐποιήσαντο. οὕτω μὲν ἡ ἀπαλλαγὴ ἐγένετο ἀλλήλων, καὶ ἡ ναυμαχία έτε λεύτα ἐς νύκτα. τοῖς δὲ Κερκυραίοις ςρατοπεδευομένοις ἐπὶ τῇ Λευκίμνη, αἱ εἴκοσι νῆες αἱ ἐκ τῶν Αθηνῶν αὗται, ὧν ἦρχε Γλαύκων τε ὁ Λεάγρε καὶ Ανδοκίδης ὁ Λεωνόρα, διὰ τῶν νεκρῶν καὶ ναυαγίων προσκομισθεῖσαι, κατέπλεον ἐς τὸ ςρατόπεδον, ἐ πολλῷ ὕφερον ἢ ὤφθησαν. οἱ δὲ Κερκυραῖοι ἦν γὰρ νύξ) ἐφοβήθησαν, μὴ πολέμιοι ὦσιν, ἔπειτα δὲ ἔγνωσαν, καὶ ὡρμίσαντο.

νβ'. Τῇ δὲ ὑπεραίᾳ ἀναγόμεναι αἵ τε Αττικαὶ τριάκοντα νῆες καὶ τῶν Κερκυραίων ὅσαι πλώϊμοι ἦσαν, ἐπέπλευσαν ἐπὶ τὸν ἐν τοῖς Συβότοις λιμένα, ἐν ᾧ οἱ Κορίνθιοι ὥρμαν,

« IndietroContinua »