Immagini della pagina
PDF
ePub

μα τῷ ςρατοπέδῳ ἐκ ἂν ἐτειχίσαντο. φαίνονται δ ̓ ἐδ' ἐνταῦ..
θα πάσῃ τῇ δυνάμει χρησάμενοι, ἀλλὰ πρὸς γεωργίαν τῆς
Χεῤῥονήσε τραπόμενοι καὶ λητείαν, τῆς τροφῆς ἀπορίᾳ,
καὶ μᾶλλον οἱ Τρῶες αὐτῶν διεσπαρμένων τὰ δέκα ἔτη ἀν
τεῖχον βίᾳ, τοῖς ἀεὶ ὑπολειπομένοις ἀντίπαλοι ὄντες. περιε
σίαν δὲ εἰ ἦλθον ἔχοντες τροφῆς, καὶ ὄντες ἀθρόοι, ἄνευ
λητείας καὶ γεωργίας ξυνεχῶς τὸν πόλεμον διέφερον, ῥᾳδίως
ἂν μάχῃ κρατῦντες εἷλον· οἵ γε καὶ ἐκ ἀθρόοι, ἀλλὰ μέρει τῷ
ἀεὶ παρατυχόντι ἀντεῖχον. πολιορκίᾳ δ ̓ ἂν προσπαθεζόμενοι,
ἐν ἐλάσσονέ τε χρόνῳ καὶ ἀπονώτερον τὴν Τροίαν εἷλον. ἀλλὰ
δι ̓ ἀχρηματίαν, τά τε πρὸ τύτων ἀσθενῆ ἦν, καὶ αὐτά γε δὴ
ταῦτα ὀνομαζότατα τῶν πρὶν γενόμενα, δηλᾶται τοῖς ἔργοις.
υποδεέσερα ὄντα τῆς φήμης, καὶ τοῦ νῦν περὶ αὐτῶν διὰ τῆς
ποιητὰς λόγω κατεσχηκότος.

~

ψια. Επεὶ καὶ μετὰ τὰ Τρωϊκα ή Ελλὰς ἔτι μετανίςατό τε καὶ μετῳκίζετο, ὥςε μὴ ἡσυχάσασα αὐξηθῆναι. ἥ τε γὰρ ἀναχώρησις τῶν Ἑλλήνων ἐξ Ιλίε χρονία γενομένη πολλὰ ἐνεώχμωσε, καὶ ςάσεις ἐν ταῖς πόλεσιν ὡς ἐπιπολὺ ἐγίγνοντο, ἀφ ̓ ὧν ἐκπίπτοντες τὰς πόλεις ἔκτιζον. Βοιωτοί τε γὰρ οἷ νῦν, εξηκοςῷ ἔτει μετὰ Ιλίε ἅλωσιν, ἐξ Αρνης ἀναςάντες ὑπὸ Θεσσαλῶν,τὴν νῦν μὲν Βοιωτίαν, πρότερον δὲ Καδμηΐδα γῆν καλυμένην οἴκησαν· (ἦν δὲ αὐτῶν καὶ ἀποδασμὸς πρότερον ἐν τῇ γῇ ταύτῃ, ἀφ ̓ ὧν καὶ ἐς Ιλιον ἐςράτευσαν) Δωριεῖς τε ὀγδοηκοςῷ ἔτει ξὺν Ηρακλείδαις Πελοπόννησον ἔσχον· μόγις τε ἐν πολλῷ χρόνῳ ησυχάσασα ἡ Ελλὰς βεβαίως, καὶ ἐκέτι ἀνιζαμένη, ἀποικίας ἐξέπεμψε· καὶ Ιωνας μὲν Ἀθηναῖοι καὶ νησια-τῶν τὰς πολλὲς ᾤκίσαν, Ιταλίας δὲ καὶ Σικελίας τὸ πλεῖσον · Πελοποννήσιοι, τῆς τε ἄλλης Ελλάδος ἔςιν ἃ χωρία· πάντα δὲ ταῦτα ὕφερον τῶν Τρωϊκῶν ἐκτίσθη.

τη

ιγ. Δυνατωτέρας δὲ γενομένης τῆς Ἑλλάδος, καὶ τῶν χρημάτων τὴν κτῆσιν ἔτι μᾶλλον ἢ πρότερον ποιεμένης, τὰ πολλὰ τυραννίδες ἐν ταῖς πόλεσι καθίςαντο, τῶν προσόδων μειζόνων γιγνομένων (πρότερον δὲ ἦσαν ἐπὶ ῥητοῖς γέρασι πατρικαὶ βασιλεῖαι) ναυτικά τε ἐξηρτύετο ἡ Ἑλλὰς, καὶ τῆς θαλάσσης μᾶλλον ἀντείχοντο. πρῶτοι δὲ Κορίνθιοι λέγονται. ἐγγύτατα τοῦ νῦν τρόπο μεταχειρίσαι τὰ περὶ τὰς ναῦς, καὶ

[ocr errors][merged small]

το

τριήρεις ἐν Κορίνθῳ πρῶτον τῆς Ελλάδος ναυπηγηθῆναι. φαίνεται δὲ καὶ Σαμίοις Αμεινοκλῆς Κορίνθιος ναυπηγὸς ναῦς ποιήσας τέσσαρας. ἔτη δ ̓ ἐςὶ μάλιςα τριακόσια ἐς τὴν τελευτὴν τῇδε τῇ πολέμε, ὅτε Αμεινοκλῆς Σαμίοις ἦλθε. ναυ μαχία τὸ παλαιοτάτη ὧν ἴσμεν γίγνεται Κορινθίων πρὸς Κερκυραίες. ἔτη δὲ μάλιςα καὶ ταύτῃ ἑξήκοντα καὶ διακόσιά ἐςι μέχρι τῇ αὐτοῦ χρόνε. οἰκῶντες γὰρ τὴν πόλιν οἱ Κορίνθιοι ἐπὶ τῇ ἰσθμᾶ, ἀεὶ δή ποτε ἐμπόριον εἶχον, τῶν Ελλήνων του πάλαι κατὰ γῆν τὰ πλείω ἢ κατὰ θάλασσαν, τῶν τε ἐντὸς Πελοποννήσυ καὶ τῶν ἔξω, διὰ τῆς ἐκείνων παρ ̓ ἀλλήλες ἐπιμισγόντων. χρήμασί τε δυνατοὶ ἦσαν, ὡς καὶ τοῖς παλαιοῖς ποιηταῖς δεδήλωται. ἀφνειὸν γὰρ ἐπωνόμασαν τὸ χωρίον. ἐπειδή τε οἱ Ελληνες μᾶλλον ἐπλωΐζοντο, τὰς ναῦς κτησάμενος τὸ λῃσικὸν καθῄρεν· καὶ ἐμπόριον παρέχοντες ἀμφότερα, δυ νατὴν ἔσχον χρημάτων προσόδῳ τὴν πόλιν. καὶ Ιωσιν ὕφερον πολὺ γίγνεται ναυτικὸν ἐπὶ Κύρε, Περσῶν πρώτε βασιλεύοντος, καὶ Καμβύσε τῷ υἱέως αὐτῷ. τῆς τε καθ ̓ ἑαυτὸς θαλάσσης Κύρῳ πολεμῶντες ἐκράτησάν τίνα χρόνον. καὶ Πολυκράτης Σάμε τυραννῶν ἐπὶ Καμβύσα, ναυτικῷ ἰσχύων, ἄλλως τε τῶν νήσων ὑπηκόες ἐποιήσατο, καὶ Ρήνειαν ἑλων, ἀνέθηκε τῷ Απόλλωνι τῷ Δηλίῳ. Φωκαεῖς τε Μασσαλίαν οἰκίζοντες, Καρχηδονίας ἐνίκων ναυμαχῶντες.

[ocr errors]

A

ιδ ́. Δυνατώτατα γὰρ ταῦτα τῶν ναυτικῶν ἦν. φαίνεται δὲ καὶ ταῦτα, πολλαῖς γενεαῖς ὕφερα γενόμενα τῶν Τρωϊκῶν, τριήρεσι μὲν ὀλίγαις χρώμενα, πεντηκοντόροις δ ̓ ἔτι καὶ πλοίοις μακροῖς ἐξηρτυμένα, ὥσπερ ἐκεῖνα. ὀλίγον τε πρὸ τῶν Μηδικῶν καὶ τῷ Δαρεία θανάτε, ὃς μετὰ Καμβύσην Περσῶν ἐβασίλευσε, τριήρεις περί τε Σικελίαν τοῖς τυράννοις ἐς πλῆθος ἐγένοντο, καὶ Κερκυραίοις. ταῦτα γὰρ τελευταῖα πρὸ τῆς Ξέρξε ςρατείας ναυτικὰ ἀξιόλογα ἐν τῇ Ελλάδι και τέξη. Αἰγινῆται γὰρ καὶ Αθηναῖοι, καὶ εἴ τινες ἄλλοι, βραχέα ἐκέκτηντο, καὶ τέτων τὰ πολλὰ πεντηκοντόρες· ὀψέ τε, απ' ὦ Αθηναίες Θεμιςοκλῆς ἔπεισεν Αιγινήταις πολεμῶντας, καὶ ἅμα τῷ βαρβάρε προσδοκίμε ὄντος, τὰς ναῦς ποιήσασθαι, αἷσπερ καὶ ἐναυμάχησαν· καὶ αὗται ἔπω εἶχον διὰ πάσης καταςρώματα.

,

[ocr errors]

τέ. Τὰ μὲν ἐν ναυτικὰ τῶν Ελλήνων τοιαῦτα ἦν, τά τε · παλαιὰ, καὶ τὰ ὕφερον γιγνόμενα. ἰσχὺν δὲ περιεποιήσαντα ὅμως ἐκ ἐλαχίσην οἱ προσχόντες αὐτοῖς, χρημάτων τε προσόδῳ, καὶ ἄλλων ἀρχῇ. . ἐπιπλέοντες γὰρ, τὰς νήσες κατεςρέ φοντο, καὶ μάλιςα ὅσοι μὴ διαρκῆ εἶχον χώραν. κατὰ γῆν δὲ πόλεμος, ὅθεν τὶς καὶ δύναμις παρεγένετο, ἐδεὶς ξυνέςη· πάντες δὲ ἦσαν, ὅσοι καὶ ἐγένοντο, πρὸς ὁμόρες τὰς σφετέρες ἑκάσοις· καὶ ἐκδήμος ςρατείας πολὺ ἀπὸ τῆς ἑαυτῶν ἐπ ̓ ἄλ λων καταςροφῇ ἐκ ἐξήεσαν οἱ Ελληνες. 3 γὰρ ξυνεςήκεσαν πρὸς τὰς μεγίσας πόλεις· αἱ ὑπήκοοι, ἐδ ̓ αὐτοὶ ἀπὸ τῆς ἴσης κοινὰς ςρατείας ἐποιῶντο, κατ ̓ ἀλλήλες δὲ μᾶλλον ὡς ἕκαςοι οἱ ἀςυγείτονες ἐπολέμεν. μάλιςα δὲ ἐς τὸν πάλαι ποτὲ γενόμένου πόλεμου Χαλκιδέων καὶ Ερετριέων, καὶ τὸ ἄλλο Ελλη οικὸν ἐς ξυμμαχίαν ἑκατέρων διέξη.

W

T

τις. Επεγίγνετο δὲ ἄλλοις τε ἄλλοθι κωλύματα μὴ αὐξηθῆναι, καὶ Ιωσι, προχωρησάντων ἐπὶ μέγα τῶν πραγμάτων, Κῦρος καὶ ἡ Περσικὴ βασιλεία, Κροῖσον καθελῦσα, καὶ ὅσα ἐντὸς Αλυος ποταμῇ πρὸς θάλασσαν, ἐπεςράτευσε, καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις ἐδήλωσε· Δαρεῖός τε ύςερον, τῷ Φοινίκων ναυτικῷ κρατῶν, καὶ τὰς νήσεις.

[ocr errors]
[ocr errors]

ιξ. Τύραννοι δὲ ὅσοι ἦσαν ἐν ταῖς Ελληνικαῖς πόλεσι, τὸ ἐφ ̓ ἑαυτῶν μόνον προορώμενοι, ἔς τε τὸ σῶμα καὶ ἐς τὸ τὸν ἴδιον οἶκον αὔξειν, δι ̓ ἀσφαλείας ὅσον ἠδύναντο, μάλιςα τὰς πόλεις ᾤκεν. ἐπράχθη ἐπράχθη τε ἀπ ̓ αὐτῶν ἐδὲν ἔργον ἀξιόλο γον, εἰ μὴ εἴ τι πρὸς περιοίκος τῆς αὐτῶν ἑκάσοις. οἱ γὰρ ἐν Σικελίᾳ ἐπὶ πλεῖσον ἐχώρησαν δυνάμεως. ὅτω πανταχόθεν * Ελλὰς ἐπὶ πολὺν χρόνον κατείχετο, μήτε κοινῇ φανερὸν μηδὲν κατεργάζεσθαι, κατὰ πόλεις τε ἀτολμοτέρα εἶναι. σαν τή. Επειδὴ δὲ οἵ τε Αθηναίων τύραννοι καὶ οἱ ἐκ τῆς ἄλ λης Ελλάδος ἐπιπολὺ καὶ πρὶν τυραννευθείσης οἱ πλεῖςοι καὶ τελευταῖοι, πλὴν τῶν ἐν Σικελίᾳ, ὑπὸ Λακεδαιμονίων κατελύθησαν (ἡ γὰρ Λακεδαίμων μετὰ τὴν κτίσω τῶν νῦν ἐνοικέντων αὐτὴν Δωριέων, ἐπὶ πλεῖσον ὧν ἴσμεν χρόνον ςασιάσασα, ὅμως ἐκ παλαιτάτε καὶ εὐνομήθη, καὶ ἀεὶ ἀτυράννευτος ἦν ἔτη γάρ ἐξι μάλιςα τετρακόσια καὶ ὀλίγῳ πλείω ἐς τὴν τελευτὴν τῇδε τῇ πολέμε, ἀφ ̓ ὦ Λακεδαιμόνιοι τῇ αὐτῇ

,

πολιτείᾳ χρῶνται· καὶ δι ̓ αὐτὸ δυνάμενοι, καὶ τὰ ἐν ταῖς ἄλ λαις πόλεσι καθίςασαν) μετὰ δὲ τὴν τῶν τυράννων κατάλυσιν ἐκ τῆς Ελλάδος, & πολλοῖς ἔτεσιν ὕφερον καὶ ἡ ἐν Μαραθῶνι μάχη Μήδων πρὸς Αθηναίες ἐγένετο. δεκάτῳ δὲ ἔτει μετ ̓ αὐτὴν αὖθις ὁ βάρβαρος τῷ μεγάλῳ τόλῳ ἐπὶ τὴν Ελλάδα δελωσόμενος ἦλθε. καὶ μεγάλε κινδύνε ἐπικρεμασθέντος, οἵ τε Λακεδαιμόνιοι τῶν ξυμπολεμησάντων Ελλήνων ἡγήσαντο, δυνάμει πρὔχοντες, καὶ οἱ Αθηναῖοι, ἐπιόντων τῶν Μήδων, διανοηθέντες ἐκλιπεῖν τὴν πόλιν, καὶ ἀνασκευασάμενοι, ἐς τὰς ναῦς ἐμβάντες, ναυτικοὶ ἐγένοντο. κοινῇ τε ἀπωσάμενοι τὸν βάρβαρον, ὕτερον ἐ πολλῷ διεκρίθησαν πρός τε Αθηναίες καὶ Λακεδαιμονίες, οἵ τε ἀποςάντες βασιλέως Ελληνες καὶ οἱ ξυμπολεμήσαντες. δυνάμει γὰρ ταῦτα μέγιςα διεφάνη· ἴσχυον γὰρ οἱ μὲν κατὰ γῆν, οἱ δὲ ναυσί. καὶ ὀλίγον μὲν χρόνον ξυνέμεινεν ἡ ὁμαιχμία. ἔπειτα δὲ διενεχθέντες οἱ Λακεδαιμόνιοι· καὶ οἱ Αθηναῖοι, ἐπολέμησαν μετὰ τῶν ξυμμάχων πρὸς αλ λήλες· καὶ τῶν ἄλλων Ελλήνων εἴ τινές πε διαςαῖεν, πρὸς τάτος ἤδη ἐχώρεν, ὥςε ἀπὸ τῶν Μηδικῶν ἐς τόνδε ἀεὶ τὸν πόλεμον, τὰ μὲν σπευδόμενοι, τὰ δὲ πολεμῶντες ἢ ἀλλήλοις ἢ τοῖς ἑαυτῶν ξυμμάχοις ἀφιςαμένοις, εὖ παρεσκευάσαντο τα πολέμια, καὶ ἐμπειρότεροι ἐγένοντο, μετὰ κινδύνων τὰς μελέτὰς ποιέμενοι.

ιθ'. Καὶ οἱ μὲν Λακεδαιμόνιοι, ἐχ ὑποτελεῖς ἔχοντες φόρε τὰς ξυμμάχες, ἡγῆντο, κατ ̓ ὀλιγαρχίαν δὲ σφίσιν αὐτοῖς μόνον. ἐπιτηδείως ὅπως πολιτεύσωσι θεραπεύοντες. Αθη ναῖοι δὲ ναῦς τε τῶν πόλεων τῷ χρόνῳ παραλαβόντες, ἦρχον, πλὴν Χίων καὶ Λεσβίων, καὶ χρήματα τοῖς πᾶσι τάξαντες φέρειν. καὶ ἐγένετο αὐτοῖς ἐς τόνδε τὸν πόλεμον ἡ ἰδία παρασκευὴ μείζων ἢ ὡς τὰ κράτιςά ποτε μετὰ ἀκραιφνᾶς τῆς ξυμμαχίας ἤνθησαν.

κ. Τὰ μὲν ἦν παλαιὰ τοιαῦτα εὗρον, χαλεπὰ ὄντα παντὶ ἑξῆς τεκμηρίῳ πιςεῦσαι. Γοἱ γὰρ ἄνθρωποι τὰς ἀκοὰς τῶν προγεγενημένων, καὶ ἦν ἐπιχώρια σφίσιν ᾖ, ὁμοίως ἀβασακίςως παρ ̓ ἀλλήλων δέχονται. Αθηναίων γῆν τὸ πλῆθος Ιππαρχου οἴονται ὑφ ̓ Αρμοδία καὶ Αρισογείτονος, τύραννον ὄντα, ἀποθανεῖν· καὶ ἐκ ἴσασιν, ὅτι Ιππίας μὲν πρεσβύτατος

[ocr errors]

~

~

ὢν ἦρχε τῶν Πεισιςράτε υξέων, Ιππαρχος δὲ καὶ Θεσσαλὸς ἀδελφοὶ ἦσαν αὐτοῦ. ὑποτοπήσαντες δέ τι ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ παραχρῆμα Αρμόδιος καὶ Αρισογείτων, ἐκ τῶν ξυνειδότων σφίσυν Ιππίᾳ μεμηνύσθαι, τῷ μὲν ἀπέσχοντο, ως προειδότος, βελόμενοι δὲ, πρὶν ξυλληφθῆναι, δράσαντές τι καὶ κινδυνεῦσαι, τῷ Ιππάρχῳ περιτυχόντες περὶ τὸ Μεωκόριον καλέμενον τὴν Παναθηναϊκὴν πομπὴν διακοσμῶντι, ἀπέκτειναν. πολλὰ δὲ καὶ ἄλλα ἔτι καὶ νῦν ὄντα, καὶ εἰ χρόνῳ ἀμνηξόμενα, καὶ οἱ ἄλλοι Ἕλληνες ἐκ ὀρθῶς οἴονται· ὥσπερ, τές τε Λακεδαιμονίων βασιλέας μὴ μιᾷ ψήφῳ προστίθεσθαι ἑκώτερον, ἀλλὰ δυεῖν· καὶ τὸν Πιτανάτην λόχον αὐτοῖς εἶναι, ἐγένετο πώποτε. ὕτως ἀταλαίπωρος τοῖς πολλοῖς ἡ ζήτησις τῆς ἀληθείας, καὶ ἐπὶ τὰ ἕτοιμα μᾶλλον τρέπονται.)

€1

κά. Εκ δὲ τῶν εἰρημένων τεκμηρίων, ὅμως τοιαῦτα ἄν τις νομίζων μάλιςα ἃ διῆλθον, ἐχ ως ποιη-, ταὶ ὑμνήκασι περὶ αὐτῶν, ἐπὶ τὸ μεῖζον κοσμῶντες, μᾶλλον καὶ καὶ ὅτε πιςεύων, ὔτε ως λογογράφοι ξυνέθεσαν ἐπὶ τὸ προσαγωγότερον τῇ ἀκροάσει, ἢ ἀληθέςερον, ὄντα ἀνεξέλεγκτα, καὶ τὰ πολλὰ ὑπὸ χρόνο αὐτῶν ἀπίςως ἐπὶ τὸ μυθῶδες ἐκνενικηκότα· εὑρῆσθαι δὲ ἡγησάμενος ἐκ τῶν ἐπιφανεσάτων σημείων, ως παλαιὰ εἶναι, ἀποχρώντως. καὶ ὁ πόλεμος ἔτος, καίπερ τῶν ἀνθρώπων, ἐν ᾧ μὲν ἂν πολεμῶσι, τὴν παρόντα ἀεὶ μέγιςον κρινόντων, παυσαμένων δὲ, τὰ ἀρχαῖα μᾶλλον θαυμαζόντων, ἀπ ̓ αὐτῶν τῶν ἔργων σκοπῶσι, δηλώσει ὅμως μείζων γεγενημένος αὐτῶν.

[ocr errors]
[ocr errors]

51

κβ'. Καὶ ὅσα μὲν λόγῳ εἶπον ἕκασοι, ἢ μέλλοντες πολεμήσειν, ἢ ἐν αὐτῷ ἤδη ὄντες, χαλεπὸν τὴν ἀκρίβειαν αὐτὴν τῶν λεχθέντων διαμνημονεῦσαι ἦν, ἐμοί τε ὧν αὐτὸς ἤκεσα, καὶ τοῖς ἄλλοθέν ποθεν ἐμοὶ ἀπαγγέλλεσιν· ὡς δ ̓ ἂν ἐδόκεν μου ἕκασοι περὶ τῶν ἀεὶ παρόντων τὰ δέοντα μάλιςα εἰπεῖν, ἐχομένῳ ὅτι ἐγγύτατα τῆς ξυμπάσης γνώμης τῶν ἀληθῶς λεχθέντων, ὅπως εἴρηται. τὰ δ ̓ ἔργα τῶν πραχθέντων ἐν τῷ πολέμῳ, ἐκ ἐκ τοῦ παρατυχόντος πυνθανόμενος ἠξίωσα γράφειν, ἐδ ̓ ὡς ἐμοὶ ἐδόκει, ἀλλ ̓ οἷς τε αὐτὸς παρῆν, καὶ παρὰ τῶν ἄλλων, ὅσον δυνατὸν, ἀκριβείᾳ περὶ ἑκάτε ἐπεξελθών. ἐπιπόνως δὲ εὑρίσκετο, διότι οἱ παρόντες τοῖς ἔργοις ἑκάσοις,

,

« IndietroContinua »