Immagini della pagina
PDF
ePub

ΜΑΡΚΕΛΛΙΝΟΥ

ἐκ τῶν εἰς Θουκυδίδην σχολίων περὶ τοῦ βίου αὐτοῦ
Θουκυδίδου καὶ τῆς τοῦ λόγου ἰδέας.

Τῶν Δημοσθένους μύστας γεγενημένους θείων λόγων τε καὶ 1 ἀγώνων, συμβουλευτικῶν τε καὶ δικανικῶν νοημάτων μεστοὺς γενομένους καὶ ἱκανῶς ἐμφορηθέντας, ὥρα λοιπὸν καὶ τῶν Θουκυδίδου τελετῶν ἐντὸς καταστῆναι· πολὺς γὰρ ὁ ἀνὴρ τέχναις καὶ κάλλει λόγων καὶ ἀκριβείᾳ πραγμάτων καὶ στρατηγικαῖς συμβουλαῖς καὶ πανηγυρικαῖς ὑποθέσεσιν. ἀναγκαῖον δὲ πρῶτον εἰπεῖν τοῦ ἀνδρὸς καὶ τὸ γένος καὶ τὸν βίον· πρὸ γὰρ τῶν λόγων ταῦτα ἐξεταστέον τοῖς φρονοῦσι καλῶς.

Θουκυδίδης τοίνυν ὁ συγγραφεὺς Ολόρου μὲν προῆλθε πα- 2 τρός, τὴν ἐπωνυμίαν ἔχοντος ἀπὸ Ὀλόρου τοῦ Θρακών βασιλέως, καὶ μητρὸς Ηγησιπύλης, ἀπόγονος δὲ τῶν εὐδοκιμωτάτων στρα τηγῶν, λέγω δὴ τῶν περὶ Μιλτιάδην καὶ Κίμωνα. ᾠκείωτο γὰρ ἐκ παλαιοῦ τῷ γένει πρὸς Μιλτιάδην τὸν στρατηγόν, τῷ δὲ Μιλτι άδῃ πρὸς Αἰακὸν τὸν Διός. οὕτως αὐχεῖ τὸ γένος ὁ συγγραφεὺς ἄνωθεν. καὶ τούτοις Δίδυμος μαρτυρεῖ, Φερεκύδην ἐν τῇ πρώτῃ 3 τῶν ἱστοριῶν φάσκων οὕτως λέγειν·,, Φιλαίας δὲ ὁ Αἴαντος οικεῖ ἐν ταῖς ̓Αθήναις. ἐκ τούτου δὲ γίγνεται Δάικλος, τοῦ δὲ Επίδυκος, τοῦ δὲ Ακέστωρ, τοῦ δὲ Αγήνωρ, τοῦ δὲ Ὄλιος, τοῦ δὲ Λύκης, τοῦ δὲ Τύφων, τοῦ δὲ Λάιος, τοῦ δὲ Αγαμήστωρ, τοῦ δὲ Τίσανδρος, [ἐφ ̓ οὗ ἄρχοντος ἐν ̓Αθήναις *] τοῦ δὲ Μιλτιάδης, τοῦ δὲ Ἱπποκλείδης, ἐφ ̓ οὗ ἄρχοντος Παναθήναια ἐτέθη* τοῦ δὲ Μιλτιάδης, ὃς ᾤκισε Χερρόνησον. μαρτυρεῖ τούτοις καὶ Ελλάνικος ἐν τῇ ἐπιγραφομένη Ασώπιδι. ἀλλ' οὐκ ἂν εἴποι τις, τί αὐτῷ πρὸς Θουκυδίδην; ἔστι γὰρ οὕτως τούτου συγγενής. Θρᾷ- 5 κες καὶ Δόλογκοι ἐπολέμουν πρὸς Αψινθίους, ὄντας γείτονας" ταλαιπωρούμενοι δὲ τῷ πολέμῳ καὶ τί κακὸν οὐ πάσχοντες ἐκ τοῦ μεῖον ἔχειν ἀεὶ τῶν πολεμίων καταφεύγουσιν ἐπὶ τὰ τοῦ θεοῦ χρηστήρια, εἰδότες ὅτι μόνος θεὸς ἐξ ἀμηχάνων εὑρίσκει πόρους.

66

θεοῦ γὰρ ἰσχὺς καὶ κατ ̓ Αἰσχύλον ὑπερτέρα, πολλάκις δ ̓ ἐν και κοῖσι τὰν ἀμήχανον ἐκ χαλεπᾶς δύας ὑπέρ τε ὀμμάτων κρημνα 6 μέναν νεφέλαν ὀρθοῖ. καὶ οὐκ ἐψεύσθησαν τῶν ἐλπίδων· ἐχρή σθησαν γὰρ κράτιστον ἕξειν ἡγεμόνα τοῦτον ὃς ἂν αὐτοὺς ἄλωμένους ἐπὶ ξενίαν καλέσῃ. τότε καὶ Κροῖσος εἶχε Λυδίαν καὶ τὰς Αθήνας ἡ Πεισιστρατιδῶν τυραννίς. ἐπανιόντες οὖν ἀπὸ τοῦ χρηστηρίου περιέτυχον τῷ Μιλτιάδῃ πρὸ τῶν θυρῶν καθεζομένω τῆς αὑτοῦ οἰκίας, ἀχθομένῳ μὲν τῇ τυραννίδι, ζητοῦντι δὲ δι καίαν τῆς Ἀττικῆς ἔξοδον· ταῦτα γὰρ ᾠκονόμησεν ὁ χρησμὸς αὐτ 7 τοῖς. ὁρῶν οὖν αὐτοὺς πλανητῶν ἔχοντας στολήν, συνεὶς τί δύναται πλάνη, καλεῖ τοὺς ἄνδρας ἐπὶ ξενίαν, ὑπηρετῶν τῷ χρησμο λανθάνων. οἱ δ' ἥσθησαν τὸν ἡγεμόνα τὸν ἀπὸ τῶν ξενίων εἰλη φότες, καὶ πάντα αὐτῷ διηγησάμενοι στρατηγὸν ἐχειροτόνησαν αὑτῶν. οἱ μὲν οὖν τὸν θεόν φασιν ἐρωτήσαντα ἐξελθεῖν, οἱ δὲ οὐκ ἄνευ γνώμης τοῦ τυράννου τὴν ἔξοδον πεποιηκέναι, ἀλλὰ τῷ κρατοῦντι τὴν πρόσκλησιν τῶν Θρακών διηγησάμενον ἀπελθεῖν· ὃς καὶ προσδοὺς δύναμιν ἀπέπεμψεν, ἡσθεὶς ὅτι μέγα δυνάμενος 8 ἀνὴρ ἔξεισι τῶν Ἀθηνῶν. οὗτος οὖν ἡγούμενος ἐπλήρωσε τὰ με μαντευμένα καὶ μετὰ τὴν νίκην γίγνεται καὶ Χερρονήσου οἰκι9 στής. ἀποθανόντος δὲ τοῦ παιδὸς αὐτοῦ, διαδέχεται τὴν ἐν Χερ10 ρονήσῳ ἀρχὴν Στησαγόρας ὁ ....... ἀδελφὸς ὁμομήτριος. ἀποθανόντος δὲ καὶ τούτου διαδέχεται τὴν ἀρχὴν Μιλτιάδης, ὁμώ νυμος μὲν τῷ πρώτῳ οἰκιστῇ, ἀδελφὸς δὲ Στησαγόρου ὁμομήτριος 11 καὶ ὁμοπάτριος. οὗτος οὖν, ὄντων αὐτῷ παίδων ἐξ ̓Αττικής γυ ναικός, ὅμως ἐπιθυμῶν δυναστείας λαμβάνει Θρακών βασιλέως Ολόρου θυγατέρα Ηγησιπύλην πρὸς γάμον· ἐξ οὗ καὶ αὐτῆς για 12 νεται παιδίον. κατελθόντων δὲ εἰς τὴν Ἑλλάδα Περσῶν συσκευα σάμενος τὰ αὑτοῦ εἰς τὰς Αθήνας πέμπει καὶ τὰ πολλὰ τοῦ γένους ἀποστέλλει. ἡ δὲ ναῦς ἁλίσκεται, ἐν ᾗ καὶ οἱ παῖδες αὐτοῦ, ἀλλ οὐχ οἱ ἐκ τῆς γυναικὸς τῆς Θρακικῆς· ἀφίενται δ ̓ ὑπὸ βασιλέως, εἴ γε μὴ Ἡρόδοτος ψεύδεται. Μιλτιάδης δ ̓ εἰς τὴν ̓Αττικὴν ἐκ 13 Θράκης διαφυγών σώζεται. οὐκ ἀπέδρα δὲ καὶ τὴν τῶν [ἐχθρῶν] συκοφαντίαν· ἐγκλήματα γὰρ αὐτῷ [ἐπέφερον], διεξιόντες τὴν τυραννίδα· ἀποφεύγει δὲ [καὶ τούτους, καὶ] στρατηγὸς τοῦ πρὸς 14 τοὺς βαρβάρους πολέμου γίγνεται. ἀπὸ τούτου οὖν

ου

.........

κατ

ἀγεσθαί φασι τὸ Θουκυδίδου γένος. καὶ μέγιστον τεκμήριον να μίζουσι τὴν πολλὴν περιουσίαν καὶ τὰ ἐπὶ Θράκης κτήματα καὶ 15 [τὰ ἐν Σκαπτησύλῃ] μέταλλα χρυσᾶ. δοκεῖ οὖν τισιν ..... εἶναι

99

τοῦ Μιλτιαδου ἢ θυγατριδούς. παρέσχε δ ̓ ἡμῖν τὴν ἄλλως αὐτὸς ζήτησιν, μηδεμίαν μνήμην περὶ τοῦ γένους πεποιημένος. μὴ 16 ἀγνοῶμεν δὲ τοῦτο ὅτι Ὄρολος ὁ πατὴρ αὐτῷ ἐστι, τῆς μὲν πρώτ της συλλαβῆς τὸ ο ἐχούσης, τῆς δὲ δευτέρας τὸ λ. αὕτη γὰρ ἡ γραφή, ὡς καὶ Διδύμῳ δοκεῖ, ἡμάρτηται. ὅτι γὰρ Ὄρολός ἐστιν, ἡ στήλη δηλοῖ ἡ ἐπὶ τοῦ τάφου αὐτοῦ κειμένη, ἔνθα κεχάρακται· Θουκυδίδης Ορόλου Αλιμούσιος πρὸς γὰρ ταῖς Μελιτίσι πύ- 17 λαις καλουμέναις ἐστὶν ἐν Κοίλῃ τὰ καλούμενα Κιμώνια μνήμα τα, ἔνθα δείκνυται Ηροδότου καὶ Θουκυδίδου τάφος. ευρίσκε ται δηλονότι τοῦ Μιλτιάδου γένους ὄντως· ξένος γὰρ οὐδεὶς ἐκεῖ θάπτεται. καὶ Πολέμων δὲ ἐν τῷ περὶ ἀκροπόλεως μαρτυρεῖ· ἔνθα καὶ Τιμόθεον υἱὸν αὐτῷ γεγενῆσθαι προσιστορεῖ. ὁ δὲ Ἕρ- 18 μιππος καὶ ἀπὸ τῶν Πεισιστρατιδῶν αὐτὸν λέγει τῶν τυράννων ἕλκειν τὸ γένος, διὸ καὶ διαφθονεῖν αὐτόν φησιν ἐν τῇ συγγραφῇ τοῖς περὶ Αρμόδιον καὶ Αριστογείτονα, λέγοντα ὡς οὐκ ἐγένοντο τυραννοφόνοι· οὐ γὰρ ἐφόνευσαν τὸν τύραννον, ἀλλὰ τὸν ἀδελ φὸν τοῦ τυράννου Ιππαρχον. ἠγάγετο δὲ γυναῖκα ἀπὸ Σκαπτησ- 19 ύλης τῆς Θράκης πλουσίαν σφόδρα καὶ μέταλλα κεκτημένην ἐν τῇ Θράκῃ. τοῦτον δὲ τὸν πλοῦτον λαμβάνων οὐκ εἰς τρυφὴν ἀνή- 20 λίσκεν, ἀλλὰ πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου τον πόλεμον αἰσθηθεὶς κινεῖσθαι μέλλοντα, προελόμενος συγγράψαι αὐτὸν παρεῖχε πολλὰ τοῖς Αθηναίων στρατιώταις καὶ τοῖς Λακεδαιμονίων καὶ πολλοῖς ἄλλοις, ἵνα ἀπαγγέλλοιεν αὐτῷ βουλομένῳ συγγράφειν τὰ γινόμενα κατὰ καιρὸν καὶ λεγόμενα ἐν αὐτῷ τῷ που λέμῳ. ζητητέον δὲ διὰ τί καὶ Λακεδαιμονίοις παρεῖχε καὶ ἄλλοις, 21 ἐξὸν Αθηναίοις μόνοις διδόναι καὶ παρ ̓ ἐκείνων μανθάνειν. καὶ λέγομεν ὅτι οὐκ ἀσκόπως καὶ τοῖς ἄλλοις παρεῖχε· σκοπὸς γὰρ ἦν αὐτῷ τὴν ἀλήθειαν τῶν πραγμάτων συγγράψαι, εἰκὸς δὲ ἦν ήν Αθηναίους πρὸς τὸ χρήσιμον ἀπαγγέλλοντας τὸ ἑαυτῶν ψεύδεσθαι καὶ λέγειν πολλάκις ὡς ἡμεῖς ἐνικήσαμεν, οὐ νικήσαντας. διὸ πᾶσι παρεῖχεν, ἐκ τῆς τῶν πολλῶν συμφωνίας θηρώμενος τὴν τῆς ἀληθείας κατάληψιν· τὸ γὰρ ἀσαφὲς ἐξελέγχεται τῇ τῶν πολλῶν συναδούσῃ συμφωνία. ἤκουσε δὲ διδασκάλων Αναξαγό- 22 ρου μὲν ἐν φιλοσόφοις, ὅθεν, φησὶν ὁ Αντυλλος, καὶ ἄθεος ἠρέμα ἐνομίσθη, τῆς ἐκεῖθεν θεωρίας ἐμφορηθείς, Αντιφῶντος δὲ ῥήτορος, δεινοῦ τὴν ῥητορικὴν ἀνδρός, οὗ καὶ μέμνηται ἐν τῇ ὀγδόῃ ὡς αἰτίου τῆς καταλύσεως τῆς δημοκρατίας καὶ τῆς τῶν τετρακοσίων καταστάσεως. ὅτι δὲ μετὰ τὸν θάνατον τιμωρού

μενοι τὸν ̓Αντιφῶντα οἱ Ἀθηναῖοι ἔρριψαν ἔξω τῆς πόλεως τὸ σῶμα σεσιώπηκεν, ὡς διδασκάλῳ χαριζόμενος· λέγεται γὰρ ὡς ἔρριψαν αὐτοῦ τὸ σῶμα οἱ ̓Αθηναῖοι ὡς αἰτίου τῆς μεταβολῆς 23 τῆς δημοκρατίας. οὐκ ἐπολιτεύσατο δὲ ὁ συγγραφεὺς γενόμενος ἐν ἡλικίᾳ οὐδὲ προσῆλθε τῷ βήματι, ἐστρατήγησε δὲ ἀρχέκακον ἀρχὴν παραλαβών· ἀπὸ γὰρ ταύτης φυγαδεύεται. πεμφθεὶς γὰρ ἐπὶ ̓Αμφίπολιν Βρασίδου φθάσαντος καὶ προλαβόντος αὐτὴν ἔσχεν αἰτίαν, καίτοι μὴ πάντα καταστὰς ἀνόητος Αθηναίοις· τῆς μὲν γὰρ ἁμαρτάνει, Ἠιόνα δὲ τὴν ἐπὶ Στρυμόνι λαμβάνει. ἀλλὰ καὶ οὕτως τὸ πρῶτον ἀτύχημα εἰς ἁμάρτημα μεταλαβόντες 24 φυγαδεύουσιν αὐτόν. γενόμενος δ ̓ ἐν Αἰγίνῃ μετὰ τὴν φυγήν, 25 ὡς ἂν πλουτῶν, ἐδάνεισε τὰ πλεῖστα τῶν χρημάτων. ἀλλὰ κἀκεῖ θεν μετῆλθε καὶ διατρίβων ἐν Σκαπτῇ ὕλῃ ὑπὸ πλατάνῳ ἔγραφε· μὴ γὰρ δὴ πειθώμεθα Τιμαίῳ λέγοντι ὡς φυγὼν ᾤκησεν ἐν Ἰτα 26 λίᾳ. ἔγραφε δ ̓ οὐδ ̓ οὕτως μνησικακῶν τοῖς Αθηναίοις, ἀλλὰ φιλαλήθης ὢν καὶ τὰ ἤθη μέτριος, εἴ γε οὔτε Κλέων παρ ̓ αὐτῷ οὔτε Βρασίδας ὁ τῆς συμφορᾶς αἴτιος ἀπέλαυσε λοιδορίας, ὡς ἂν 27 τοῦ συγγραφέως ὀργιζομένου. καίτοι οἱ πολλοὶ τοῖς ἰδίοις πάθεσι συνέθεσαν τὰς ἱστορίας, ἥκιστα μελῆσαν αὐτοῖς τῆς ἀληθείας. Ἡρόδοτος μὲν γὰρ ὑπεροφθεὶς ὑπὸ Κορινθίων ἀποδρᾶναί φησιν αὐτοὺς τὴν ἐν Σαλαμίνι ναυμαχίαν· Τίμαιος δ ̓ ὁ Ταυρομενίτης Τιμολέοντα ὑπερεπήνεσε τοῦ μετρίου, καθότι Ανδρόμαχον τὸν αὐτοῦ πατέρα οὐ κατέλυσε τῆς μοναρχίας· Φίλιστος δὲ τῷ νέω Διονυσίῳ τοῖς λόγοις πολεμεῖ· Ξενοφῶν δὲ Μένωνι λοιδορεῖται τῷ Πλάτωνος ἑταίρῳ διὰ τὸν πρὸς Πλάτωνα ζῆλον. ὁ δὲ μέτριος καὶ ἐπιεικής, τῆς ἀληθείας ἥττων.

28

~

Μὴ ἀγνοῶμεν δὲ ὅτι ἐγένοντο Θουκυδίδαι πολλοί, οὗτός τε ὁ Ολόρου παῖς, καὶ δεύτερος δημαγωγός, Μιλησίου, ὃς καὶ Περικλεῖ διεπολιτεύσατο· τρίτος δὲ γένει Φαρσάλιος, οὗ μέμνηται Πολέμων ἐν τοῖς περὶ ἀκροπόλεως, φάσκων αὐτὸν εἶναι πατρὸς Μένωνος· τέταρτος ἄλλος Θουκυδίδης ποιητής, τὸν δῆμον Αχερ δούσιος, οὗ μέμνηται Ανδροτίων ἐν τῇ ̓Ατθίδι, λέγων εἶναι πα29 τρὸς ̓Αρίστωνος· συνεχρόνισε δ', ὥς φησι Πραξιφάνης ἐν τῷ περὶ ἱστορίας, Πλάτωνι τῷ κωμικῷ, Αγάθωνι τραγικῷ, Νικη ράτῳ ἐποποιῷ καὶ Χοιρίλῳ καὶ Μελανιππίδῃ· καὶ ἐπεὶ μὲν ἔξη Αρχέλαος, ἄδοξος ἦν ὡς ἐπὶ πλεῖστον, ὡς αὐτὸς Πραξιφάνης φη30 σίν, ὕστερον δὲ δαιμονίως ἐθαυμάσθη. οἱ μὲν οὖν ἐκεῖ λέγουσιν αὐτὸν ἀποθανεῖν ἔνθα καὶ διέτριβε φυγὰς ὤν, καὶ φέρουσι μαρ

21

τύριον τοῦ μὴ κεῖσθαι τὸ σῶμα ἐπὶ τῆς Ἀττικῆς· ἔκριον γὰρ ἐπὶ 31 τοῦ τάφου κεῖσθαι, τοῦ κενοταφίου δὲ τοῦτο γνώρισμα εἶναι ἐπιχώριον καὶ νόμιμον Αττικὸν τῶν ἐπὶ τοιαύτῃ δυστυχία τετελευτηκότων καὶ μὴ ἐν ̓Αθήναις ταφέντων. Δίδυμος δ ̓ ἐν Αθήναις 32 ἀπὸ τῆς φυγῆς ἐλθόντα βιαίῳ θανάτῳ φησὶν ἀποθανεῖν· τοῦτο δέ φησι Ζώπυρον ἱστορεῖν. τοὺς γὰρ Αθηναίους κάθοδον δεδωκέναι τοῖς φυγάσι πλὴν τῶν Πεισιστρατιδῶν μετὰ τὴν ἧτταν τὴν ἐν Σικελίᾳ· ἥκοντα οὖν αὐτὸν ἀποθανεῖν βίᾳ, καὶ τεθῆναι ἐν τοῖς Κιμωνίοις μνήμασι. καὶ καταγινώσκειν ευήθειαν ἔφη τῶν νομιζόντων αὐτὸν ἐκτὸς μὲν τετελευτηκέναι, ἐπὶ γῆς δὲ τῆς ̓Αττικῆς τεθάφθαι· ἢ γὰρ οὐκ ἂν ἐτέθη ἐν τοῖς πατρῴοις μνήμασι ἢ κλέβδην τεθεὶς οὐκ ἂν ἔτυχεν οὔτε στήλης οὔτε ἐπιγράμματος, ἢ τῷ τάφῳ προσκειμένη του συγγραφέως μηνύει τούνομα. ἀλλὰ δῆλον ὅτι κάθοδος ἐδόθη τοῖς φεύγουσιν, ὡς καὶ Φιλόχορος λέγει καὶ Δημήτριος ἐν τοῖς ἄρχουσιν. ἐγὼ δὲ Ζώπυρον ληρείν νο- 33 μίζω λέγοντα τοῦτον ἐν Θράκῃ τετελευτηκέναι, κἂν ἀληθεύειν νομίζῃ Κράτιππος αὐτόν. τὸ δ' ἐν Ἰταλία Τίμαιον αὐτὸν καὶ ἄλ λους λέγειν κεῖσθαι μὴ καὶ σφόδρα καταγέλαστον ᾖ. λέγεται δ' 34 αὐτὸν τὸ εἶδος γεγονέναι σύννουν μὲν τὸ πρόσωπον, τὴν δὲ κεφαλὴν καὶ τὰς τρίχας εἰς ὀξὺ πεφυκυίας, τὴν δὲ λοιπὴν ἕξιν προσπεφυκέναι τῇ συγγραφῇ. παύσασθαι δὲ τὸν βίον ὑπὲρ τὰ πεντή κοντα ἔτη, μὴ πληρώσαντα τῆς συγγραφῆς τὴν προθεσμίαν.

τα

Ζηλωτὴς δὲ γέγονεν ὁ Θουκυδίδης εἰς μὲν τὴν οἰκονομίαν 35 Ὁμήρου, Πινδάρου δὲ εἰς τὸ μεγαλοφυὲς καὶ ὑψηλὸν τοῦ χαρα κτῆρος, ἀσαφῶς δὲ λέγων ἀνὴρ ἐπίτηδες, ἵνα μὴ πᾶσιν εἴη βατὸς μηδὲ εὐτελὴς φαίνηται παντὶ τῷ βουλομένῳ νοούμενος εὐχερῶς, ἀλλὰ τοῖς λίαν σοφοῖς δοκιμαζόμενος παρὰ τούτοις θαυμάζηται· ὁ γὰρ τοῖς ἀρίστοις ἐπαινούμενος καὶ κεκριμένην δόξαν λαβὼν ἀνάγραπτον εἰς τὸν ἔπειτα χρόνον κέκτηται την τιμήν, οὐ κινδυ νεύουσαν ἐξαλειφθῆναι τοῖς ἐπικρίνουσιν. ἐξήλωσε δὲ ἐπ' ὀλίγον, 36 ὥς φησιν Αντυλλος, καὶ τὰς Γοργίου τοῦ Λεοντίνου παρισώσεις καὶ τὰς ἀντιθέσεις τῶν ὀνομάτων, εὐδοκιμούσας κατ ̓ ἐκεῖνο και ροῦ παρὰ τοῖς Ἕλλησι, καὶ μέντοι καὶ Προδίκου τοῦ Κείου τὴν ἐπὶ τοῖς ὀνόμασιν ἀκριβολογίαν, μάλιστα δὲ πάντων, ὅπερ εἴπο- 37 μεν, ἐξήλωσεν Ὅμηρον καὶ τῆς περὶ τὰ ὀνόματα ἐκλογῆς καὶ τῆς περὶ τὴν σύνθεσιν ἀκριβείας, τῆς τε ἰσχύος τῆς κατὰ τὴν ἑρμη νείαν καὶ τοῦ κάλλους καὶ τοῦ τάχους. τῶν δὲ πρὸ αὐτοῦ συγγρα- 38 φέων τε καὶ ἱστορικῶν ἀψύχους ὥσπερ εἰσαγόντων τὰς συγγρα

« IndietroContinua »