Immagini della pagina
PDF
ePub

§. IX. SÉNATUSCONSULTE SUR ASCLÉPIADE
DE CLAZOMÈNE '.

(An de Rome 675; av. J.-C. 78.)

Επὶ ὑπάτων Κοΐντου Λυτατίου Κοΐντου υἱοῦ Κάτλου καὶ Μάρκου Αἰμιλίου.... Μάρκου υἱωνοῦ Λεπίδου, στρατηγοῦ δὲ κατὰ πόλιν καὶ ἐπὶ τῶν ξένων Λευκίου Κορνηλίου.... Σισέννα, μηνὸς μαίου, Κόϊντος Αυτάτιος Κοΐντου υἱὸς Κάτλος ὕπατος συγκλήτῳ συνεβού [λευσε....] πρὸ ἡμερῶν ἕνδεκα καλανδῶν ἰουνίων ἐν κομητίῳ. Γραφομένων παρῆσαν Λεύκιος Φαβέριος Λευκίου υἱὸς Σεργία, Γάϊος.... κίου υἱὸς Ποπλιλία, Κόϊντος Πετίλλιος Τίτου υἱὸς Σεργία. Περὶ ὧν Κόϊντος Λυτάτιος Κοΐντου υἱὸς ὕπατος λόγους ἐποιήσατο [Ασκληπιάδην].... Φιλίνου υἱὸν Κλαζομένιον, Πολύστρατον Πολυάρκου υἱὸν Καρύστιον, Μένισκον Εἰρηναίου τὸν γεγονότα, Μένισκον Θαργηλίου υἱὸν Μιλήσιον....] ἐν τοῖς πλοίοις παραγεγονέναι τοῦ πολέμου τοῦ Ἰταλικοῦ ἐπαρχομένου, τούτους έργασίαν ἔπανδρον καὶ πιστὴν τοῖς δημοσίοις πράγμασιν τοῖς ἡμετέροις [παρεσχηκέ] ναι, τούτους ἑαυτὸν κατὰ τὸ τῆς συγκλήτου δόγμα εἰς τὰς πατρίδας ἀπολῦσαι βούλε σθαι, ἐὰν αὐτῷ φαίνηται, ὅπως ὑπὲρ τῶν καλῶς πεπραγμένων ὑπ' αὐτῶν. [ἀνδρα]γαθημάτων εἰς τὰ δημόσια πράγματα τὰ ἡμέτερα, καταλογὴ αὐτῶν γένηται, περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν· Ασκληπιάδην Φιλίνου υἱὸν Κλαζ [ομένιον,] Που λύστρατον Πολυάρκου υἱὸν Καρύστιον, Μένισκον Εἰρηναίου υἱὸν Μιλήσιον τὸν γεγονότα, Μένισκον ἄνωθεν δὲ Θαργηλίου, ἄνδρας καλοὺς καὶ ἀγαθοὺς καὶ φίλ[ους προσ]αγορεῦσαι τὴν σύγκλητον, καὶ τὸν δῆμον τῶν Ρωμαίων διαλαμβάνειν τὴν τούτων ἐργασίαν καλὴν καὶ ἔπανδρον καὶ πιστὴν τοῖς δημοσίοις πράγμασιν τοῖς ἡμετέροις γεγονέναι· δι ̓ ἣν αἰτίαν τὴν σύγκλητον κρίνειν ὅπως οὗτοι τέκνα ἔκγονοί τε αὐτῶν ἐν ταῖς ἑαυτῶν πατρίσιν ἀλειτούργητοι πάντων τῶν πραγμάτων καὶ ἀνέκφοροι ὦσιν. Εἴ τινες

(1) On a vu plus haut, n° XLII, les fragments qui restent de l'original latin, avec la restitution de Sigonius. Le texte grec n'est pas encore publié dans le recueil de Boeckh. Nous le donnons avec Haubold (l. c., p. 91) d'après Orsini, l. c., no 24.

εἰσφοραὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶν εἰσπεπραγμέναι εἰσίν, μετὰ τὸ τούτους τῶν δημοσίων πραγμάτων τῶν ἡμετέρων χάριν ὁρμῆσαι, τοσαῦται αὐτοῖς ἀποδοθῶσιν ἀποκατασταθῶσιν· εἴ τέ τινες ἄγροι οἰκίαι ὑπάρχοντα αὐτῶν πέπρανται μετὰ τὸ ἐκ τῆς πατρίδος τῶν δημοσίων πραγμάτων τῶν ἡμετέρων χάριν ὁρμῆσαι, ὅπως ταῦτα πάντα αὐτοῖς εἰς ἀκέραιον ἀποκατασταθῇ· εἴ τέ τις προθεσμία παρελήλυθεν ἀφ ̓ οὗ ἐκ τῆς πατρίδος τῶν δημοσίων πραγμάτων τῶν ἡμετέρων χάριν ὥρμησαν, μή τι τοῦτο τὸ πρᾶγμα αὐτοῖς βλαβερὸν γένηται, μηδέ τι αὐτοῖς διὰ ταύτην τὴν αἰτίαν ἔλασσον ὀφείληται, μηδέ τι ἔλασσον αὐτοῖς μεταπορεύσεσθαι πράσσειν ἐξῇ· ὅσαι τε κληρονομίαι αὐτοῖς ἢ τοῖς τέκνοις αὐτῶν παρεγένοντο, ὅπως ταύτας ἔχωσιν διακατέχωσιν καρπεύωνται τε· ὅσα τε ἂν αὐτοὶ τέκνα ἔκγονοι γυναῖκές τε αὐτῶν παρ' ἑτέρου μεταπορεύωνται, ἐάν τέ τι παρ' αὐτῶν τέκνων ἐκγόνων γυναικῶν τε αὐτῶν ἕτεροι μεταπορεύονται, ὅπως τούτων τέκνων ἐκγόνων γυναικῶν τε αὐτῶν ἐξουσία καὶ αἵρεσις, ἐάν τε ἐν ταῖς πατρίσιν κατὰ τοὺς ἰδίους νόμους βούλονται κρίνεσθαι, ἢ ἐπὶ τῶν ἡμετέρων ἀρχόντων, ἐπὶ Ιταλικῶν κριτῶν, ἐάν τε ἐπὶ πόλεως ἐλευθέρας τῶν διὰ τέλους ἐν τῇ φιλίᾳ τοῦ δήμου τοῦ Ρωμαίων μεμενηκυιῶν, οὗ ἂν προαιρῶνται, ὅπως ἐκεῖ τὸ κριτήριον περὶ τούτων τῶν πραγμάτων γίνηται. Εἴ τινα κριτήρια περὶ αὐτῶν ἀπόντων, μετὰ τὸ ἐκ τῆς πατρίδος ὁρμῆσαι, γεγονότα ἐστίν, ταῦτα ὅπως εἰς ἀκέ ραιον ἀποκατασταθῇ καὶ ἐξ ἀκεραίου κριτήριον κατὰ τὸ τῆς συγκλήτου δόγμα γένηται. Εἴ τινα χρήματα αἱ πόλεις αὐτῶν δημοσίᾳ ὀφείλωσιν, μή τι εἰς ταῦτα τὰ χρήματα δοῦναι ὀφείλωσιν. ἄρχοντες ἡμέτεροι, οἵτινες ἄν ποτε Ασίαν Εὐβοΐαν μισθῶσιν ἢ προσόδους Ασίᾳ Εὐβοίᾳ ἐντιθῶσιν, φυλάξωνται μήτι οὗτοι δοῦναι ὀφείλωσιν. ὅπως τε Κόϊντος Λυτάτιος Μάρκος Αιμίλιος ὕπατοι ὁ ἕτερος ἢ ἀμφότεροι, ἐὰν αὐτοῖς φαίνηται, τούτους εἰς τὸ τῶν φίλων διάταγμα ανενεχθῆναι φροντίσωσιν, τούτοις τε πίνα[κα χαλκοῦν φιλίας ἐν τῷ Καπετωλίῳ ἀναθεῖναι θυσίαν τε ποιῆσαι, ἐξῇ· ξένια' τε αὐτοῖς κατὰ τὸ διάταγμα, τόπον παροχήν τε τὸν

(1) Voyez plus haut, p. 277, note 1. Plusieurs textes relatifs à ce mot et à cet usage sont rassemblés par Krebs dans sa dissertation citée plus haut (p. 369), p. 247-251.

ταμίαν τὸν κατὰ πόλιν τούτοις μισθῶσαι ἀποστεῖλαί τε κελεύωσιν· ἐάν τε περὶ τῶν ἰδίων πραγμάτων πρεσβευτὰς πρὸς τὴν σύγκλητον ἀποστέλλειν αὐτοί τε παραγίνεσθαι προαιρῶνται, ὅπως αὐτοῖς τέκνοις ἐκγόνοις τοῖς αὐτῶν πρεσβευτὰς παραγίνεσθαι καὶ ἀποστέλλειν τε ἐξῇ· ὅπως τε Κόϊντος Λυτάτιος Μάρκος Αιμίλιος ὕπατοι ὁ ἕτερος ἢ ἀμφότεροι, ἐὰν αὐτοῖς φαίνηται, γράμματα πρὸς τοὺς ἄρχοντας τοὺς ὑμετέρους, οἵτινες Ασίαν Μακεδονίαν ἐπαρχίας διακατέχουσιν, καὶ πρὸς τοὺς ἄρχοντας αὐτῶν ἀποστείλωσιν τὴν σύγκλητον θέλειν καὶ δίκαιον ἡγεῖσθαι ταῦτα οὕτω γίνεσθαι, οὕτως ὡς ἂν αὐτοῖς ἐκ τῶν δημοσίων πραγμάτων πίστεώς τε τῆς ἰδίας φάνηται.... ἔδοξεν.... Ασκληπιάδου τοῦ Φιλίνου Κλαζομενίου, Πολυστράτου τοῦ Πολύαρκου Καρυστίου, Μενίσκου τοῦ Εἰρηναίου Μιλησίου.

§. X. LETTRE DE M. ANTOINE AUX HABITANTS
DE PLARASIA ET D'APHRODISIAS '.

(An de Rome 714; av. J.-C. 39.)

[Μ. Αντώνιος αὐτοκράτωρ ὕπατος ἀποδεδει]γμένος τὸ β' καὶ [τὸ γ ] τριῶν ἀνδρῶν τῆ[ς] τῶν δημοσίων πραγμάτων διατάξεως Πλαρασέων καὶ Αφροδεισιέων ἄρχουσιν, βουλῇ, δήμῳ, χαίρειν.

Εἰ ἔῤῥωσθε, εὖ ἂν ἔχοι, ὑγιαίνω δὲ καὶ αὐτὸς μετὰ [του] στρα τεύματος. Σόλων Δημητρίου ὑμέτερος πρεσβευτής, ἐπιμελέστατα πεφροντικὼς τῶν τῆς πόλεως ὑμῶν πραγμάτων, οὐ μόνον ἠρκέσθη ἐπὶ τοῖς γεγονόσιν οἰκονο[μή]μασιν, ἀλλὰ καὶ ἡμᾶς παρεκάλεσεν εἰς τὸ τοῦ γεγονότος ὑμεῖν ἐπικρίματος καὶ δόγματος καὶ ὁρκίου καὶ νόμου ἀντιπεφωνημένα ἐκ τῶν δημοσίων δέλτων ἐξαποστεῖλαι ὑμεῖν τὰ ἀντίγραφα· ἐφ ̓ οἷς ἐπαινέσας τὸν Σόλωνα μᾶλλον ἀπεδεξάμην, ἔσχοντε ἐν τοῖς ὑπ' ἐμοῦ γεινωσκομένοις, ᾧ καὶ τὰ καὶ θήκοντα ἀπεμέρισα φιλάνθρωπα, ἄξιον ἡγησάμενος τὸν ἄνδρα τῆς ἐξ ἡμῶν τειμῆς· ὑμεῖν τε συνήδομαι ἐπὶ τῷ ἔχειν τοιοῦτον πολείτην.

(1) Monument publié d'abord, ainsi que le suivant, par Chishull, dans ses Antiquitates asiaticæ, puis par Dirksen, l. c., p. 199-202; Haubold, l. c., no 23 ; et Boeckh,

n° 2737.

ἔστι δὲ ἀντίγραφα τῶν γεγονότων ὑμεῖν φιλανθρώπων τὰ ὑπογεγραμμένα, ἃ ὑμᾶς βούλομαι ἐν τοῖς δημοσίοις τοῖς παρ' ὑμῖν γράμμασιν ἐντάξαι. Γράμματα Καίσαρος....

§. XI. DÉCRET DU SÉNAT QUI CONFIRME LES PRIVILÉGES ACCORDÉS AUX HABITANTS

....

DE PLARASIA ET D'APHRODISIAS.

(An de Rome 715; av. J.-C. 38?)

[ὕπατοι λόγους ἐποιήσαντο. Αρέσκειν τῇ συγκλήτῳ περὶ ὧν ὁ Γάϊος Καῖσαρ ὑπὲρ Πλαρασέων καὶ Αφροδεισιέων ἔκρινεν, αὐτοὺς κατὰ τὰ δί ]καια ἐσθλά τε [πάντ]α ἐλευθέρους εἶναι, τῷ [τε] δικαίῳ καὶ ταῖς [κρίσεσιν ταῖς ἑαυτῆς τὴν πόλιν] τὴν Πλα ρασέων καὶ Αφροδεισιέων χρῆσθαι, μήτε ἐγγύην εἰσφέρειν, τούτοις κατὰ τὸ παρὸν δόγμα κ]αὶ κέλευσιν ὁμολογεῖν. Κ τέ τινα ἔπαθλα τειμὰς φιλάνθρω[πα... τρεῖς ἄνδρες ο]ἱ τῆς τῶν δημο σίων πραγμάτων διατάξεως τῷ ἰδίῳ ἐπικρίματι Πλ[αρασεῦσι καὶ Αφροδεισιεῦσ]ι προσεμέρισαν προσμεριοῦσιν, συνεχώρησαν συνχωρήσουσιν, τα[ῦτα βέβαια γ]ενέσθαι. ὁμοίως τε ἀρέσκειν τῇ συγκλήτῳ τὸν δῆμον τὸν Πλα[ρασέων καὶ Αφροδεισιέ]ων τὴν ἐλευ θερίαν καὶ τὴν ἀτέλειαν αὐτοὺς πάντων τῶν πραγ[μάτων ἔχειν, καθ]άπερ καὶ [ἥ]τις πολιτεία τῷ καλλίστῳ δικαίῳ καλλίστῳ τε νόμῳ ἐστίν, [ὑπὸ τοῦ δήμ]ου τοῦ Ρωμαίων τὴν ἐλευθερίαν καὶ τὴν ἀτέλειαν ἔχει, φίλη τε καὶ σύμμαχος οὖσα. Τὸ δὲ] τέμενος θεᾶς Αφροδίτης ἐν πόλει Πλαρασέων καὶ Αφροδεισιέων ἱερὸν ἔ[στω] τούτῳ τῷ δικαίῳ, ταύτῃ δὲ δεισιδαιμονίᾳ, ᾧ δικαίῳ καὶ ᾗ δεισ [ιδαιμονίᾳ τὸ Εφε]σίας ἐστὶν ἐν Εφέσῳ· κύκλῳ τε ἐκείνου τοῦ ἱεροῦ εἶτε τέμενος, εἶτ[ε ἱερὸς] τόπος ἄσυλος ἔστω. ὅπως τε ἡ πόλις καὶ οἱ πολεῖται οἱ Πλαρασέων [καὶ Αφροδει

(1) La lettre de César est perdue, ainsi que lἐπίκριμα d'Antoine et les autres pièces dont il est question plus haut, excepté le δόγμα ou senatusconsulte dont on va lire quelques fragments. Chishull remarque avec raison que ces diverses pièces démentent formellement les dénégations hypocrites d'Antoine au sujet des indemnités vendues à des villes étrangères, et confirment ainsi d'une manière éclatante le témoignage de Cicéron dans ses Philippiques, I, 7, 10; V, 4. (Cf. Velleius Paterculus, II, 60; Dion-Cassius, XLIV, 53, et XLVIII, 34; Tacite, Ann., III, 62.)

·

σιέων τῶ]ν κωμῶν χωρίων ὀχυρωμάτων ὅρων προσόδων πρὸς τὴν φιλίαν, τὸ [ἐφ' ἡμ]ῖν, κρατῶσιν, χρῶνται, καρπίζονταί τε, πάντων τῶν πραγμάτων ἀτε [λεῖς, μήτε φόρον δ]ιά τινα αἰτίαν ἐκείνων διδόναι, μηδὲ ξυνεισφέρειν ὀφείλωσιν, [ἀλλ' αὐτ]οῖς κατ' οὖσαν μετὰ ταῦτα ἐν ἑαυτοῖς κύρωσιν χρῶν[ται]....

§. XII. PRÉAMBULE DES TABLES DE PROSCRIPTION

DU SECOND TRIUMVIRAT'.

(An de Rome 711; av. J.-C. 42.)

Μάρκος Λέπιδος, Μάρκος Αντώνιος, Οκταούϊος Καῖσαρ, οἱ χειροτονηθέντες ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινά, οὕτω λέγουσιν. Εἰ μὴ δι' ἀπιστίαν οἱ πονηροί, δεόμενοι μέν, ἦσαν ἐλεεινοί, τυχόντες δέ, ἐγίγνοντο τῶν εὐεργετῶν ἐχθροί, εἶτα ἐπίβουλοι· οὔτ ̓ ἂν Γάϊον Καίσαρα ἀνῃρήκεσαν, οὓς ἐκεῖνος δορὶ λαβὼν ἔσωσεν ἐλέῳ, καὶ φίλους θέμενος, ἐπὶ ἀρχὰς καὶ τιμὰς καὶ δωρεάς προήγαγεν ἀθρόως· οὔτ ̓ ἂν ἡμεῖς τοῖς ἐνυβρίσασι, καὶ πολεμίους ἀναγράψασιν ἡμᾶς, ὧδε αθρόως ἠναγκαζόμεθα χρῆσθαι. Νῦν δέ, ἐξ ὧν ἐπιβεβουλεύμεθα, καὶ ἐξ ὧν Γάϊος Καῖσαρ ἔπαθεν, ἀτιθάσευτον ὁρῶντες τὴν κακίαν ὑπὸ φιλανθρωπίας, προλαβεῖν τοὺς ἐχθροὺς ἢ παθεῖν αἱρούμεθα. Μὴ δή τις τὸ ἔργον ἄδικον ἢ ὠμὸν ἢ ἄμετρον ἡγείσθω, ἔς τε Γάϊον καὶ ἐς ἡμᾶς, οἷα πεπόν θαμεν, ὁρῶν. Γάϊον μὲν δὴ καὶ αὐτοκράτορα ὄντα, καὶ ἄρχοντα ἱερῶν, καὶ τὰ φοβερώτερα Ρωμαίοις καθελόντα τε ἔθνη καὶ κτησάμενον, καὶ πρῶτον ἀνδρῶν ὑπὲρ τοὺς Ηρακλείους όρους απλώτου θαλάσσης ἀποπειράσαντα, καὶ Ρωμαίοις γῆν ἄγνωστον εὑρόντα, ἐν μέσῳ τῷ ἱερῷ λεγομένῳ βουλευτηρίῳ, ὑπὸ ὄψεσι θεῶν, κατέκανον, εἴκοσι καὶ τρισὶ σφαγαῖς ἐνυβρίσαντες, οἱ πολέμῳ λη

(1) Conservé par Appien, Guerres civ., liv. IV, ch. 8-11, qui termine ainsi cet extrait : δε μὲν εἶχεν ἡ προγραφὴ τῶν τριῶν ἀνδρῶν, ὅσον ἐς Ἑλλάδα γλῶσσαν ἀπὸ Λατίνης μεταβαλεῖν.

Ce morceau méritait peut-être de figurer parmi les fragments des écrits d'Auguste. Une autre pièce importante, que nous signalerons ici en passant, a échappé aux derniers éditeurs de ces fragments, MM. Weichert et Meyer: c'est le résumé trèssuccinct d'un discours de Statu municipiorum, dont le sujet seul rappelle la prévoyante politique de ce prince. Voy. Frontin, dans les Scriptores rei agrariæ de Goes, p. 41 et 57 (p. 15 du choix publié récemment par M. Ch. Giraud sous ce titre : Rei agrariæ scriptorum nobiliores reliquiæ, Paris, 1843, in-8°.)

« IndietroContinua »