Immagini della pagina
PDF
ePub

555 ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς μνησάμενοι· μοῦνος δ ̓ Αφαρήιος ἄνθορενἼδας, δείν ἐπαλαστήσας μεγάλῃ ἐπί, φώνησέν τε

με πόποι, ἦρα γυναιξὶν ὁμόστολοι ἐνθάδ' ἔβημεν, οἳ Κύπριν καλέουσιν ἐπίρροον ἄμμι πέλεσθαι, 560 οὐκέτ' Ενυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας καὶ κίρκους λεύσοντες ἐρητύεσθε ἀθλων; ἔρρετε, μὴ δ' ύμμιν πολεμήια ἔργα μέλοιτο, παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.

ὡς ηὔδα μεμαώς· πολέες δ ̓ ὁμάδησαν ἐταῖροι 565 ἦκα μάλ', οὐ δ ̓ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον. χωόμενος δ ̓ ὅγ ̓ ἔπειτα καθέζετο· τοῖσι δ ̓ Ἰήσων αὐτίκ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ ̓ ἀγόρευεν

Αργος μὲν παρα νηός, ἐπεὶ τόδε πᾶσιν ἔαδεν, στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπι χθονὸς ἐκ ποταμοῖο 570 ἀμφαδὸν ἤδη πείσματ' ἀνάψομεν. ἦ γὰρ ἔοικεν μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας αυτήν.

ὡς ἂρ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι καρπαλίμως ἐξαῦτις ἀνα πτόλιν· οἳ δ ̓ ἐπι νηὸς εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο

575 τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς. αὐτίκα δ' Αιήτης ἀγορὴν ποιήσατο Κόλχων νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον, ἀτλήτους Μινύαισι δόλους καὶ κήδεα τεύχων. στεῦτο δ', ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται 580 ἄνδρα τόν, ὅς ῥ ̓ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον, δρυμὸν ἀναρρήξας λασίης καθύπερθε κολώνης αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ' ἀλεγεινὴν ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα 585 δέχθαι ένι μεγάροισιν ἐφέστιον, ὃς περι πάντων ξείνων μειλιχίῃ τε θεουδείῃ τ ̓ ἐκέκαστο,

εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ ̓ οὐρανοῦ ἄγγελον ἧκεν Ερμείαν, ὥς κεν προςκηδέος ἀντιάσειεν. μὴ καὶ ληιστῆρας ὴν ἐς γαῖαν ιόντας 590 ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν ὀθνείοις ἐπι χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν, κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι. νόσφι δὲ οἱ αὐτῷ φάτ ̓ ἐοικότα μείλια τίσειν 595 υίας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρά ἑ τιμῆς င် καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ηελίοιο,

χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης 600 σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι. τῶ καὶ ἐελδομένους πέμπειν ἐς ̓Αχαιίδα γαῖαν πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐ δὲ θυγατρῶν εἶναί οἱ τυτθόν γε δέος, μή που τινα μῆτιν φράσσωνται στυγερήν, οὐ δ' υἱέος Αψύρτοιο· 605 ἀλλ' ἐνι Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι. καί ῥ' δ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν χωόμενος· μέγα δέ σφιν ἀπείλει νῆα τ ̓ ἐρύσθαι ἠδ ̓ αὐτούς, ἵνα μή τις ὑπεκ κακότητος ἀλύξῃ.

.

τόφρα δὲ μητέρ ̓ ἑήν, μετιών δόμον Αιήταο, 610 Αργος παντοίοισι παρηγορέεσκεν ἔπεσσιν, Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ πρόσθεν μητιάασκε. δέος δέ μιν ίσχανε θυμόν, μή πως ἠὲ παρ' αἶσαν ἐτώσια μειλίξαιτο πατρὸς ἀτυξομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν 615 ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.

κούρην δ ̓ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες, οἷά τ ̓ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.

τὸν ξεῖνον δ ̓ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον, 620 οὔτι μάλ' ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι, οὐ δέ τι τοῖς ἕκητι μετα πτόλιν Αιήταο

ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο κουριδίην παράκοιτιν· οίετο δ ̓ ἀμφι βόεσσιν αὐτὴ ἀεθλεύουσα μάλ' εὐμαρέως πονέεσθαι· 625 σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν, οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ προύθεσαν. ἐκ δ ̓ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον πατρί τε καὶ ξείνοις· αὐτῇ δ ̓ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν, ὥς κεν ἑῇσι μετα φρεσὶν ιθύσειεν. 630 ἡ δ ̓ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων, εἵλετο· τοὺς δ ̓ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ ̓ ἐβόησαν χωόμενοι· τὴν δ ̓ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν. παλλομένη δ ̓ ἀνόρουσε φόβῳ, περί τ ̓ ἀμφί τε τοίχους πάπτηνεν θαλάμοιο· μόλις δ ̓ ἐσαγείρατο θυμὸν 635 ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ ̓ ἀνενείκατο φωνήν δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι. δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ὧδε κέλευθος ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται. μνάσθω ἑὸν κατα δῆμον ̓Αχαιίδα τηλόθι κούρην· 640 ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. ἔμπά γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ ̓ ἄνευθεν αὐτοκασιγνήτης πειρήσομαι, εἰ κέ μ' ἀέθλῳ χραισμεῖν ἀντιάσῃσιν, ἐπι σφετέροις ἀχέουσα παισί· τό κέν μοι λυγρὸν ἐνι κραδίῃ σβέσοι ἄλγος. 645 ἦ ρα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο, νηλίπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι αὐτοκασιγνήτην δέ, καὶ ἕρκεος οὐδὸν ἄμειψεν. δὴν δὲ κατ' αὐτόθι μίμνεν ἐνι προδόμῳ θαλάμοιο, αἰδοῖ ἐεργομένη· μετα δ ̓ ἐτράπετ' αὖτις ὀπίσσω 650 στρεφθεῖσ ̓· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ' ἀλέεινεν

εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα ἤτοι ὅτ' ιθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς· αἰδοῖ δ ̓ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. τρὶς μὲν ἐπειρήθη, τρὶς δ ̓ ἔσχετο· τέτρατον αὖτις 655 λέκτροισι πρηνὴς ἐνικάππεσεν είλιχθεῖσα.

ὡς δ ̓ ὅτε τις νύμφη θαλερόν πόσιν ἐν θαλάμοισιν μύρεται, ο μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες, οὐ δέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δ ̓ ἀχέουσα θαάσσει· 660 τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω δήνεσιν ἀλλήλων· ἡ δ ̓ ἔνδοθι δαιομένη περ σιγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα, μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες· τῇ ἐκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφυω 665 μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ ̓ ἐνόησεν δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα·

οτ

Χαλκιόπῃ δ' ἤγγειλε παρασχεδόν· ἡ δ ̓ ἐνι παισὶν ἧστ ̓ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι. ἀλλ ̓ οὐδ ̓ ὡς ἀπίθησεν, ὅτ' ἔκλυεν ἀμφιπόλοιο 670 μῦθον ἀνιστον· δια δ ̓ ἔσσυτο θαμβήσασα ἐκ θαλάμου θάλαμον δὲ διαμπερές, ᾧ ἔνι κούρη κέκλιτ ̓ ἀκηχεμένη, δρύψεν δ ̓ ἑκάτερθε παρειάς ὡς δ ̓ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν να μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις; 675 τίπτ ̓ ἔπαθες; τί τοι αἰνὸν ὑπο φρένας ἵκετο πένθος; ἤ νύ σε ευμορίη περιδέδρομεν ἅψεα νοῦσος, ἦέ τιν ̓ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν

ἀμφί τ ̓ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων δῶμα τόδ ̓ εἰσοράαν, μὴ δὲ πτόλιν, ἀλλ ̓ ἐπι γαίης 680 πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων. ὡς φάτο· τῆς δ ̓ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼς παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυίαν.

μῦθος δ ̓ ἄλλοτε μέν οἱ ἐπ' ἀκροτάτης ἀνέτελλεν γλώσσης, ἄλλοτ ̓ ἔνερθε κατα στῆθος πεπότητο. 685 πολλάκι δ ̓ ἱμερόεν μὲν ἀνα στόμα θυιεν ἐνισπεῖν· φθογγῇ δ ̓ οὐ προύβαινε παροιτέρω· ὀψὲ δ ̓ ἔειπεν τοῖα δόλῳ· θρασέες γὰρ ἐπικλονέεσκον Ἔρωτες. Χαλκιόπη, περί μοι παίδων στο θυμὸς ἄηται, μή σφε πατὴρ ξείνοισι συν ἀνδράσιν αὐτίκ ̓ ὀλέσσῃ. 690 τοΐα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ λεύσω ὀνείρατα λυγρά· τά τις θεὸς ἀκράαντα θείη, μὴ δ' ἀλεγεινὸν ἐφ' υἱάσι κήδος ἕλοιο. φῆ ρα, κασιγνήτης πειρωμένη, εἰ κέ μιν αὐτὴ ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν. 695 τὴν δ ̓ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη δείματι, τοῖς ἐσάκουσεν· ἀμείβετο δ ̓ ὧδ ̓ ἐπέεσσιν καὶ δ ̓ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα, εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν. ἀλλ ̓ ὄμοσον Γαϊάν τε καὶ Οὐρανόν, ὅ ττι τοι εἴπω 700 σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι. λίσσομ ̓ ὑπερ μακάρων σέο τ' αὐτῆς ἠδὲ τοκήων, μή σφε κακῇ ὑπο κηρὶ διαρραισθέντας ιδέσθαι λευγαλέως· ἢ σοίγε φίλοις συν παισὶ θανοῦσα εἴην ἐξ ̓Αίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.“ 705 ὡς ἂρ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ ̓ αὐτίκα δάκρυ· νειόθι δ ̓ ἀμφοτέρησι περίσχετο γούνατα χερσίν, συν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ ̓ ἐλεεινὸν ἄμφω ἐπ' ἀλλήλῃσι θέσαν γόον· ώρτο δ' ἰωὴ λεπταλέη δια δώματ' ὀδυρομένων ἀχέεσσιν. 710 τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷς ἀγορεύεις, ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἱ γὰρ ὄφελλεν ἔμπεδον εἶναι ἐπ ̓ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι. ἴστω Κόλχων ὅρκος ὑπέρβιος, ὅντιν ̓ ὀμόσσαι

« IndietroContinua »