Immagini della pagina
PDF
ePub

ὡς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ 100 δεξιτερήν· ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ ̓ ἔτι νύκτωρ κῶας ἑλόντες ἄγοιντο παρεκ νόον Αιήταο. ἔνθ ̓ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν. εἰς γάρ μιν βήσαντες, ἀπο χθονὸς αὐτίκ ἔωσαν 105 νῆα· πολὺς δ ̓ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν ἦεν ἀριστήων· ἡ δ ̓ ἔμπαλιν ἀίσσουσα

γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων
θάρσυνέν τ' ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.

ἦμος δ ̓ ἀνέρες ὕπνον ἀπ ̓ ὀφθαλμῶν ἐβάλοντο 110 ἀγρόται, οἵτε κύνεσσι πεποιθότες οὔποτε νύκτα ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς, μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀσμὴν θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν· τῆμος ἂρ Αίσονίδης κούρη τ' ἀπο νηὸς ἔβησαν 115 ποιήεντ' ανα χώρον, ἵνα Κριοῦ καλέονται εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατ' ἔκαμψεν νώτοισιν φορέων Μινυήιον υἱ' Αθάμαντος. ἐγγύθι δ' αιθαλόεντα πέλεν βωμοῖο θέμεθλα, ὅν ῥά ποτ' Αιολίδης Διὶ Φυξίῳ εἴσατο Φρίξος, 120 ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν Ερμείας πρόφρων ξυμβλήμενος. ἔνθ ̓ ἄρα τούσγε Αργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν. τὼ δὲ δι' ἀτραπιτοῖο μεθ ̓ ἱερὸν ἄλσος ἵκοντο, φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κώας 125 βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥτ' ανιόντος ἠελίου φλογερῇσιν ἐρεύεται ἀκτίνεσσιν αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν ὀξὺς ἀύπνοισι προϊδὼν ὄφις ὀφθαλμοῖσιν νεισομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραί 130 ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος.

ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης Κολχίδα γῆν ἐνέμοντο παρα προχοῇσι Λύκοιο, ὥστ ̓ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Αράξεω Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω 135 Καυκασίην ἅλα δ ̓ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν. δείματι δ ̓ ἐξέγροντο λεχωίδες, ἀμφι δὲ παισὶν νηπιάχοις, οἵτέ σφιν ὑπ' ἀγκαλίδεσσιν ἴανον, ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι. ὡς δ ̓ ὅτε τυφομένης ὕλης ΰπερ αιθαλόεσσαι 140 καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται, ἄλλη δ' αἶψ' ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· ὡς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν ῥυμβόνας ἀζαλέησιν ἐπηρεφέας φολίδεσσιν. 145 τοῖς δ ̓ ἑλισσομένοιο κατ ̓ ὄμματα νείσετο κούρη, Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δ ̓ ἄνασσαν νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. εἴπετο δ' Αίσονίδης πεφοβημένος. αὐτὰρ ὅγ ̓ ἤδη 150 οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ ̓ ἄκανθαν γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα, οἷον ὅτε βληχροϊσι κυλινδόμενον πελάγεσσιν κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας 155 ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γεννεσσιν. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ βάπτουσ ̓ ἐκ κυκεῶνος ἀκήρατα φάρμακ' ἀοιδαῖς, ῥαῖνε κατ' ὀφθαλμῶν· περί τ' ἀμφί τε νήριτος ὀσμὴ φαρμάκου ὕπνον ἔβαλλε· γένυν δ' αὐτῇ ἐνι χώρῃ 160 θῆκεν ἐρεισάμενος· τὰ δ ̓ ἀπείρονα πολλὸν ὀπίσσω κύκλα πολυπρέμνοιο διεξ ὕλης τετάνυστο.

ἔνθα δ' ὃ μὲν χρύσειον ἀπο δρυός αίνυτο κώας,

κούρης κεκλομένης· ἡ δ ̓ ἔμπεδον ἑστηνῖα φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν 165 αὐτὸς ἑὴν ἐπι νῆα παλιντροπάασθαι Ιήσων ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος "Αρηος. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ 170 χαίρει δερκομένης καλὸν σέλας· ὡς τότ ̓ Ἰήσων γηθόσυνος μέγα κώας ἑαῖς ἐναείρατο χερσίν· καί οἱ ἐπι ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἶζεν ἔρευθος. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος, ἢ ἐλάφοιο

175 γίνεται, ἥντ ̓ ἀγρῶσται ἀχαιινέην καλέουσιν, τοσσατίην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν αἰὲν ὑποπρο ποδῶν ἀμαρύσσετο νεισομένοιο. ἤιε δ ̓ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ 180 αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ' αυτε εἵλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.

ἠὼς μέν ῥ ̓ ἐπι γαῖαν ἐκίδνατο, τοὶ δ ̓ ἐς ὅμιλον ἕξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες 185 λαμπόμενον στεροπῇ ἔκελον Διός. ώρτο δ' ἕκαστος ψαῦσαι ἐελδόμενος δέχθαι τ ̓ ἐνι χερσὶν ἑῇσιν. Αίσονίδης δ ̓ ἄλλους μὲν ἐρήτυε, τῷ δ ̓ ἐπι φᾶρος κάββαλε νηγάτεον· πρύμνῃ δ ̓ ἐνεείσατο κούρην ἀνθέμενος, καὶ τοῖον ἔπος μετα πᾶσιν ἔειπεν 190,,μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρην δὲ νέεσθαι. ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τῆνδ ̓ ἀλεγεινὴν ναυτιλίην ἔτλημεν διζύν μοχθίζοντες, εὐπαλέως κούρης υπο δήνεσι κεκράανται.

τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ ̓ ἄκοιτιν

195 κουριδίην· ἀτὰρ ὄμμες ̓Αχαιίδος οἷά τε πάσης αὐτῶν θ ̓ ὑμείων ἐσθλὴν ἐπαραγὸν ἐοῦσαν σώετε. δὴ γάρ που, μάλ' οίομαι, εἶσιν ἐρύξων Αιήτης ὁμάδῳ πόντον δ ̓ ἔμεν ἐκ ποταμοῖο. ἀλλ ̓ οἱ μὲν δια νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ 200 ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων, προσχόμενοι, νόστῳ ἐπαμύνετε. νῦν δ ̓ ἐνι χερσὶν παῖδας ἑοὺς πάτρην τε, φίλοι, γεραρούς τε τοκήας ἴσχομεν· ἡμετέρῃ δ ̓ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ, 205 ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι.

ὡς φάτο, δῦνε δὲ τεύχε ̓ ἀρήια· τοὶ δ ̓ ἰάχησαν θεσπέσιον μεμαῶτες. ὃ δὲ ξίφος ἐκ κολεοῖο σπασσάμενος πρυμναῖα νεὼς ἀπο πείσματ ̓ ἔκοψεν· ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι 210 ̓Αγκαίῳ παρέβασκεν· ἐπείγετο δ ̓ εἰρεσίῃ νηῦς σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι. ἤδη δ' Αιήτῃ ὑπερήνορι πᾶσι τε Κόλχοις Μηδείης περίπυστος ἔρως καὶ ἔργ ̓ ἐτέτυκτο,

ἐς δ ̓ ἀγορὴν ἀγέροντ ̓ ἐνι τεύχεσιν. ὅσσα τε πόντου 215 κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο,

[ocr errors]

ἢ ὅσα φύλλα χαμάζε περικλαδέος πέσεν ὕλης φυλλοχόῳ ἐνι μηνί — τίς ἂν τάδε τεκμήραιτο ; ὡς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρον ὄχθας, κλαγγῇ μαιμώωντες· ὁ δ ̓ εὐτύκτῳ ἐνι δίφρῳ 220 Αιήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν Ἠέλιος, πνοιῇσιν ἐειδομένους ἀνέμοιο· σκαιῇ μέν δ' ἐνι χειρὶ σάκος δινωτὸν ἀείρων, τῇ δ ̓ ἑτέρῃ πεύκην περιμήκεα· παρ δέ οἱ ἔγχος ἀντικρὺ τετάνυστο πελώριον· ἡνία δ ̓ ἵππων 225 γέντο χεροίν Αψυρτος. ὑπεκπρὸ δὲ πόντον ἔταμνεν νης ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτησιν

καὶ μεγάλου ποταμοίο καταβλώσκοντι ῥεέθρῳ. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας Ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων 230 κέκλετο δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνα γαῖαν,

η

ἢ πλωτῆς εὑρόντες ἔτ ̓ εἶν ἁλὸς οἴδματι νῆα ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν 235 πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην. ὡς ἔφατ' Αιήτης· αὐτῷ δ ̓ ἐνι ἤματι Κόλχοι νῆάς τ ̓ εἰρύσσαντο καὶ ἅρμενα νηυσὶ βάλοντο, αὐτῷ δ ̓ ἤματι πόντον ἀνήιον· οὐ δέ κε φαίης τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλ ̓ οἰωνῶν 240 ἐλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν.

οἳ δ ̓ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος Ἥρης, ὄφρ ̓ ὤκιστα κακὸν Πελίαο δόμοισιν Αἰαίη Μήδεια Πελασγίδα γαϊαν ἵκηται, ἠοῖ ἐνι τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν 245 Παφλαγόνων ἀκταῖσι, πάροιθ ̓ Αλυος ποταμοῖο. ἡ γάρ σφ ̓ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν ἠνώγει Εκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλῇ κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ίστωρ εἴη, μήτ' ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. 250 ἅζομαι αὐδῆσαι. τό γε μὴν ἕδος ἐξέτι κείνου, ő ορα θεᾷ ἥρωες ἐπι ῥηγμῖσιν ἔδειμαν, ἄνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ιδέσθαι. αὐτίκα δ' Αισονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν 255 ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δ ̓ ἐτέτυκτο πᾶσιν ὁμῶς. "Αργος δὲ λιλαιομένοις ἀγόρευσεν ανεισόμεθ ̓ Ορχομενὸν τῇ ἔχραεν ἔμμι περῆσαι νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν.

« IndietroContinua »