Immagini della pagina
PDF
ePub

Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν,

σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετ ̓ ὀπίσσω χερσὶν ὑφ ̓ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον. ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας 1305 Τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν ἀμφ' αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν, ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσειν, κίνυται ήχήεντος ὑπο πνοιῇ βορέαο.

καὶ τὰ μὲν ὡς ἔμελλε μετα χρόνον ἐκτελέεσθαι. 1310 τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη, Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης· ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθε ̓ ἀείρας νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν

1315 „,τίπτε παρεκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν Αιήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα; "Αργει οἱ μοῖρ ̓ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀθλους, ναίειν δ ̓ ἀθανάτοισι συνέστιον, εἴ κ' ἔτι παύρους 1320 ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω. αὕτως δ ̓ αὖ Πολύφημον ἐπι προχοῇσι Κίοιο πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ. αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη 1325 ὃν πόσιν, οἷό περ οἵνεκ' ἀποπλαγχθέντες ἔλειφθεν.“ ἦ, καὶ κῦμ' ἀλίαστον ἐφέσσατο νειόθι δύψας· ἀμφι δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ πορφύρεον, κοίλην δὲ διεξ ἁλὸς ἔκλυσε νῆα. γήθησαν δ' ἥρωες· ὃ δ ̓ ἐσσυμένως ἐβεβήκει 1330 Διακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρί ἄκρην ἀμφιβαλών προςπτύξατο, φώνησέν τε Αισονίδη, μή μοί τι χολώσεαι, ἀφραδίησιν

εἰ τί περ ἀασάμην· περὶ γάρ μ' ἄχος ἧκεν ἐνισπεῖν μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον. ἀλλ ̓ ἀνέμοισιν 1335 δώομεν αμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.66

τὸν δ ̓ αὖτ' Αίσονος υἱὸς ἐπιφραδέως προσέειπεν· „,ὦ πέπον, ὦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ, φὰς ἐνι τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην ἔμμεναι. ἀλλ ̓ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω 1340 πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περι πώεσι μήλων, οὐ δὲ περι κτεάτεσσι χαλεψάμενος μενέηνας, ἀλλ ̓ ἑτάρου περι φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ ἀμφ' ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.

ἦ ῥα, καὶ ἀρμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο. 1345 τῷ δὲ Διὸς βουλῇσιν, ὃ μὲν Μυσοῖσι βαλέσθαι μέλλεν ἐπώνυμον ἄστυ πολιστάμενος ποταμοῖο Ελλατίδης Πολύφημος, ἃ δ ̓ Εὐρυσθῆος ἀθλους αὖτις τών πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν Μυσίδ ̓ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ 1350 ἢ ζωοῦ εὕροιεν Ὅλα μόρον, ἠὲ θανόντος. τοῖο δὲ ῥύσι ̓ ὄπασσαν ἀποκρίναντες ἀρίστους υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο,

μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο. τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί, 1355 κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται Τρηχῖνος. δὴ γάρ ῥα κατ' αὐτόθι νάσσατο παῖδας, οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι.

νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ λάβρος ἐπιπνείων· ἀτὰρ οὐδ ̓ ἐπι τυτθὸν ἄητο 1360 ἠους τελλομένης. οἳ δὲ χθονὸς εἰσανέχουσαν ἀκτὴν ἐκ κόλποιο μάλ ̓ εὐρεῖαν ἐσιδέσθαι φρασσάμενοι, κώπῃσιν ἅμ' ἠελίῳ ἐπέκελσαν.

ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

ΑΡΓΟΝΑΥΤΙΚΩΝ Β.

Ενθα δ' ἔσαν σταθμοί τε βοῶν αὐλίς τ' Αμύκοιο, Βεβρύκων βασιλῆος ἀγήνορος, ὃν ποτε νύμφη τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα Βιθυνὶς Μελίη, ὑπεροπλέστατον ἀνδρῶν· 5 ὥστ ̓ ἐπι καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν, μήτιν ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν. καὶ δὲ τότε προτι νῆα κιών, χρειώ μιν ἐρέσθαι ναυτιλίης, οἵ τ ̓ εἶεν, ὑπερβασίησιν ἄτισσεν, 10 τοῖον δ ̓ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον κέκλυθ', ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὄμμιν ἔοικεν. οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ, πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνα χεῖρας ἀείραι. 15 τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι. εἰ δ ̓ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας, ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ ̓ ἀνάγκη.

ἦ ῥα μέγα φρονέων. τοὺς δ ̓ ἄγριος εἰσαΐοντας 20 εἷλε χόλος. περὶ δ ̓ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή. αἶψα δ ̓ ἑῶν ἑτάρων πρόμος ἵστατο φώνησέν τε „,ἴσχεο νῦν, μὴ δ ̓ ἄμμι κακὴν, ὅτις εὔχεαι εἶναι, φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις. αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.6 25 ὡς φάτ' ἀπηλεγέως· ὃ δ ̓ ἐσέδρακεν ὄμμαθ ̓ ἑλίξας, ὥστε λέων ὑπ ̓ ἄκοντι τετυμμένος, ὅντ ̓ ἐν ὄρεσσιν ἀνέρες ἀμφιπένονται· ὃ δ ̓ ἐλλόμενός περ ὁμίλῳ

τῶν μὲν ἔτ ̓ οὐκ ἀλέγει, ἐπι δ ̓ ὄσσεται οἰόθεν οἷος ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐ δ ̓ ἐδάμασσεν. 30 ἔνθ ̓ αὖ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φάρος λεπταλέον, τό ῥά οἱ τις ἑὸν ξεινήιον εἶναι ὤπασε Λημνιάδων· ὃ δ ̓ ἐρεμνὴν δίπτυχα λώπην αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο. 35 αὐτίκα δ' ἐγγύθι χῶρον ἑαδότα παπτήναντες ἴζον ἑοὺς δίχα πάντας ἐνι ψαμάθοισιν ἑταίρους, οὐ δέμας, οὐ δὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι. ἀλλ ̓ ὃ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς Γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν 40 χωομένη Διὶ τίκτεν· ὃ δ ̓ οὐρανίῳ ἀτάλαντος ἀστέρι Τυνδαρίδης, ούπερ κάλλισται ἔασιν ἑσπερίην δια νύκτα φαεινομένου ἀμαρυγαί. τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ιούλους ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ 45 καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας πειράζων, εἴθ ̓ ὡς πρὶν ἐυτρόχαλοι φορέονται, μὴ δ ̓ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν. οὐ μὰν αὖτ' Αμυκος πειρήσατο· σῖγα δ ̓ ἄπωθεν ἑστηὼς εἰς αὐτὸν ἔχ ̓ ὄμματα, καί οἱ ὀρέχθει 50 θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι. τοῖσι δὲ μεσσηγὺς θεράπων Αμύκοιο Λυκωρεὺς θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας ὠμούς, ἀζαλέους, περὶ δ ̓ οἵγ ̓ ἔσαν ἐσκληῶτες. αὐτὰρ ὃ τόνγ ̓ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα· 55 τῶνδέ τοι ὅν κ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν. ἀλλὰ βάλευ περι χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις, ὅσσον ἐγὼ ῥίνούς τε βοῶν περί τ' εἰμὶ ταμέσθαι ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.

60 ὡς ἔφατ'. αὐτὰρ ὅγ' οὔτι παραβλήδην ἐρίδηνεν· ἦκα δὲ μειδήσας, οἵ οἱ παρα ποσσὶν ἔκειντο,

τοὺς ἕλεν ἀπροφάτως· τοῦ δ ̓ ἀντίος ήλυθε Κάστωρ ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας, ώκα δ ̓ ἱμάντας ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν· 65 τῷ δ ̓ αὖτ' Αρητός τε καὶ Ὄρνυτος, οὐ δέ τι ᾔδειν νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.

οἳ δ ̓ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο, αὐτίκ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας χεῖρας, ἐπ' ἀλλήλοισι μένος φέρον ἀντιόωντες. 70 ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅτε κῦμα θαλάσσης τρηχὺ θοὴν ἐπι νῆα κορύσσεται, ἣ δ ̓ ὑπο τυτθὸν ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,

ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος, ὡς ὅγε Τυνδαρίδην φοβέων ἕπετ', οὐ δέ μιν εἴα 75 δηθύνειν. ὃ δ ̓ ἂρ αἰὲν ἀνούτατος ἣν δια μῆτιν ἀίσσοντ ̓ ἀλέεινεν· ἀπηνέα δ' αἶψα νοήσας πυγμαχίην, ἢ κάρτος ἀάατος, ή τε χερείων, στῆ δ ̓ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν. ὡς δ ̓ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις 80 ανέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες

θείνωσιν σφύρῃσιν, ἐπ' ἄλλῳ δ ̓ ἄλλος ἄηται δοῦπος ἄδην· ὡς τοῖσι παρήιά τ ̓ ἀμφοτέρωθεν καὶ γέννες κτύπεον· βρυχὴ δ ̓ ὑπετέλλετ ̓ ὀδόντων ἄσπετος, οὐ δ ̓ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες, 85 ἔςτέ περ οὐλοὸν ἄσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν. στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων ἱδρῶ ἅλις, καματηρὸν ἀντμένα φυσιόωντε. ἂψ δ ̓ αὖθις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω φορβάδος ἀμφι βοὺς κεκοτηότε δηριάασθον. 90 ἔνθα δ ̓ ἔπειτ' Αμυκος μὲν ἐπ ̓ ἀκροτάτοισιν ἀερθείς, βουτύπος οἷα, πόδεσσι τανύσσατο, καδ δὲ βαρεῖαν

« IndietroContinua »