Immagini della pagina
PDF
ePub

ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ. 185 καὶ δ ̓ ἄλλω δύο παίδε. Ποσειδάωνος κοντο· ἤτοι ὃ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο νοσφισθεὶς Ἐργῖνος, ὃ δ ̓ Ἰμβρασίης ἕδος Ἥρης, Παρθενίην, Αγκαῖος ὑπέρβιος· ἵστορε δ ̓ ἄμφω ἠμὲν ναυτιλίης ἠδ ̓ ἄρεος εὐχετόωντο.

190* Οἰνείδης δ' ἐπι τοῖσιν ἀφορμηθεὶς Καλυδώνος ἀλκήεις Μελέαγρος ανήλυθε Λαοκόων τε, Λαοκόων Οἰνῆος ἀδελφεός· οὐ μὲν τῆς γε μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἂρ Οι νεὺς

ἤδη γηραλέον κοσμήτορα παιδὸς ἔαλλεν· 195 ὧδ ̓ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον ἡρώων. τοῦ δ ̓ οὔτιν ̓ ὑπέρτερον ἄλλον οίω, νόσφιν γ' Ἡρακλῆος, ἐπελθέμεν, εἴ κ ̓ ἔτι μοῦνον αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι, 200 εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι, Θεστιάδης Ιφικλος ἐφωμάρτησε κιόντι.

σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ωλενίοιο, Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ηφαίστοιο· τούνεκ ̓ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὐ κέ τις ἔτλη 205 ἠνορέην τ ̓ ὀνόσασθαι· ὃ καὶ μεταρίθμιος ἦεν πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων.

ἐκ δ ̓ ἄρα Φωκήων κίεν Ιφιτος Ορνυτίδαο Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν, ἦμος ἔβη Πυθὼ δὲ θεοπροπίας ἐρεείνων 210 ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν. Ζήτης αὖ Κάλαις τε Βορήιοι υἷες ἵκοντο,

οὕς ποτ' Ερεχθηὶς Βορέῃ τέκεν Ωρείθυια
ἐσχατιῇ Θρήκης δυςχειμέρου· ἔνθ ̓ ἄρα τήνγε
Θρηίκιος Βορέης ἀνερείψατο Κεκροπίηθεν

215 Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν.
καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅτι πέτρην
κλείουσιν, ποταμοίο παρα ῥόον Εργίνοιο,
λυγαίοις ἐδάμασσε περι νεφέεσσι καλύψας.

τὼ μὲν ἐπ' ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρυμνὰς 220 σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι, χρυσείαις φολίδεσσι διαυγέας· ἀμφι δὲ νώτοις κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα κυάνεαι δονέοντο μετα πνοιῇσιν ἔθειραι.

οὐ δὲ μὲν οὐδ ̓ αὐτοῖο πάις μενέαινεν "Ακαστος 225 ιφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος μιμνάζειν, Αργός τε θεᾶς ὑπουργὸς Αθήνης· ἀλλ ̓ ἄρα καὶ τὰ μέλλον ἐνικρινθῆναι ὁμίλῳ. τόσσοι ἂς Αισονίδῃ συμμήστορες ηγερέθοντο, τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες 230 κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ' αἵματος ευχετόωντο ἔμμεναι· ὡς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ Αλκιμέδη, Κλυμένης Μιννηίδος ἐκγεγαυῖα.

αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντ ̓ ἐτέτυκτο, 235 ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες, εὖτ ̓ ἂν ἄγῃ χρέος ἄνδρας ὑπειρ ἅλα ναυτίλλεσθαι, δὴ τότ ̓ ἴσαν μετα νῆα δι ̓ ἄστεος, ἔνθά περ ἀκταὶ κλείονται Παγασαι Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν πληθὺς σπερχομένων ἄμυδις θέεν· οἱ δὲ φαεινοὶ 240 ἀστέρες ὡς νεφέεσσι μετέπρεπον· ὧδε δ ̓ ἕκαστος ἔννεπεν εἰσορόων συν τεύχεσιν αίσσοντας

Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον ἡρώων γαίης Παναχαίδος ἔκτοθι βάλλει; αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν

245 Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ. ἀλλ ̓ οὐ φυκτὰ κέλευθα, πόνος δ ̓ ἄπρηκτος ἰοῦσιν.“

ὡς φάσαν ἔνθα καὶ ἔνθα κατα πτόλιν· αἱ δὲ γυ

ναῖκες

πολλὰ μάλ' ἀθανάτοισιν ἐς αιθέρα χεῖρας ἄειρον εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι. 250 ἄλλη δ ̓ εἰς ἑτέρην ὀλοφύρετο δάκρυ χέουσα δειλή 'Αλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπης ἤλυθεν· οὐ δ ̓ ἐτέλεσσας ἐπ ̓ ἀγλαΐῃ βιότοιο. Αίσων αὖ μέγα δή τι δυσάμμορος, ἦ τέ οἱ ἦεν βέλτερον, εἰ τὸ πάροιθεν ἐνι κτερέεσσιν ἐλυσθεὶς 255 νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀθλων.

[ocr errors]

ὡς ὄφελεν καὶ Φρίξον, ὅτ ̓ ὤλετο παρθένος Ἕλλη, κῦμα μέλαν κριῷ ἅμ ̓ ἐπικλύσαι. ἀλλὰ καὶ αὐδὴν ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας

Αλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη." 260 αἳ μὲν ἂρ ὡς ἀγόρευον ἐπι προμολῇσι κιόντων. ἤδη δὲ δμῶές τε πολεῖς ὁμῶαί τ ̓ ἀγέροντο, μήτηρ δ ̓ ἀμφ' αὐτὸν βεβολημένη. ὀξὺ δ ̓ ἑκάστην δῦνεν ἄχος· συν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήρα ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν. 265 αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας θαρσύνων, δμώεσσι δ ̓ ἀρήια τεύχε ̓ ἀείρειν πέφραδεν· οἳ δ ̓ αὖ σίγα κατηφέες ἠείροντο. μήτηρ δ ̓ ὡς τὰ πρῶτ ̓ ἐπεχεύατο πήχεε παιδί, ὡς ἔχετο κλαίουσ ̓ ἀδινώτερον, ἠύτε κούρη 270 οἰόθεν ἀσπασίως πολιὴν τροφὴν ἀμφιπεσοῦσα μύρεται, ᾗ οὐκ εἰσὶν ἔτ ̓ ἄλλοι κηδεμονῆες, ἀλλ' ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει, καί ἑ νέου πολέεσσιν ονείδεσιν ἐστυφέλιξεν· τῇ δέ τ ̓ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ, 275 οὐ δ ̓ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ· ὡς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδ ̓ ἀγκὰς ἔχουσα ̓Αλκιμέδη. καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν

η

66

καἴθ ̓ ὄφελον κεῖν ̓ ἦμαρ, ὅτ ̓ ἐξειπόντος ἄκουσα δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν, 280 αὐτίκ ̓ ἀπο ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι, ὄφρ ̓ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν, τέκνον ἐμόν· τὸ γὰρ οἷον την ἔτι λοιπὸν ἐέλδωρ ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω. νῦν γε μὲν ἡ τὸ πάροιθεν Αχαιϊάδεσσιν ἀγητὴ 285 δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν, σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἐπι μούνῳ μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο. 290 ᾧ μοι ἐμῆς ἄτης. τὸ μὲν οὐδ ̓ ὅσον, οὐδ ̓ ἐν ὀνείρῳ ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ ̓ ἀλύξας. ὡς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγε μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν 295,,μή μοι λευγαλέας ἐνιβάλλει, μῆτερ, ἀνίας ὧδε λίην· ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος δάκρυσιν, ἀλλ ̓ ἔτι κεν καὶ ἐπ ̓ ἄλγεσιν ἄλγος ἄροιο. πήματα γάρ τ' ἀίδηλα θεοὶ θνητοῖσι νέμουσιν. τῶν μοῖραν κατα θυμὸν ἀνιάζουσά περ ἔμπης 300 τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Αθήνης ἠδὲ θεοπροπίῃσιν, ἐπεὶ μάλα δεξιὰ Φοίβος [ ἔχρη, ἀτὰρ μετέπειτα γ ̓ ἀριστήων ἐπαρωγῇ. ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ' ἀμφιπόλοισιν ἕκηλος μίμνε δόμοις, μὴ δ' ὄρνις ἀεικελίη πέλε νηί· 305 κεῖσε δ ̓ ἁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.

ᾖ, καὶ ὃ μὲν προτέρωσε δόμων ἐξ ώρτο νέεσθαι. οἷος δ ̓ ἐκ νηοῖο θυώδεος εἶσιν Απόλλων Δῆλον ἀν' ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ, ἢ Λυκίην εὐρεῖαν ἐπι Ξάνθοιο ῥοῇσιν,

310 τοῖος ἀνα πληθὺν δήμου κίεν· ώρτο δ' ἀυτὴ κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ Ιφιὰς Αρτέμιδος πολιηόχου ἀρήτειρα,

καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐ δέ τι φάσθαι ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου· 315 ἀλλ ̓ ἡ μὲν λίπετ' αὖθι παρακλιδόν, οἷα γεραιὴ ὁπλοτέρων, ὃ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη. αὐτὰρ ἐπεί ῥα πόληος ἐνδμήτους λίπ ̓ ἀγυιάς, ἀκτὴν δ ̓ ἵκανεν Παγασηίδα, τῇ μιν ἐταῖροι δειδέχατ' Αργώῃ ἄμυδις παρα νηὶ μένοντες. 320 στῆ δ ̓ ἂρ ἐπι προμολῆς· οἳ δ ̓ ἀντίοι ἠγερέθοντο. ἐς δ ̓ ἐνόησαν Ακαστον ὁμῶς Αργον τε πόληος νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ ̓ ἐσιδόντες πασουδίῃ Πελίαο παρεκ νόον ιθύνοντας.

[ocr errors]

δέρμα δ' ὃ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ ̓ ὤμους 325 Αργος Αρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια. ἀλλ ̓ ἔμπης τῷ μέν τε διεξερέεσθαι ἕκαστα ἔσχετο· τοὺς δ ̓ ἀγορὴν δὲ συνεδριάασθαι ἄνωγεν. αὐτοῦ δ ̓ ἐλλομένοις ἐπι λαίφεσιν ἠδὲ καὶ ἱστῷ 330 κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο. τοῖσιν δ ̓ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν, — πάντα γὰρ εὖ κατα κόσμον — ἐπαρτέα κεῖται ἰοῦσιν. τῷ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖς ἕκητι 335 ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται. ἀλλά, φίλοι, — ξυνὸς γὰρ ἐς Ελλάδα νόστος ὀπίσσω, ξυναὶ δ ̓ ἄμμι πέλονται ἐς Αιήταο κέλευθοι · τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες έλεσθε ὄρχαμον ὑμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο, 340 νείκεα συνθεσίας τε μετα ξείνοισι βαλέσθαι.

ὡς φάτο· πάπτηναν δέ νέοι θρασὺν Ἡρακλῆα

« IndietroContinua »