Immagini della pagina
PDF
ePub

ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαι' ἀνέφυσεν Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅτι πέτρη, ἔνθα Τυφάονα φασὶ Διὸς Κρονίδαο κεραυνώ 1215 βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας, θερμὸν ἀπο κρατὸς στάξαι φόνον· ἵκετο δ' αὕτως οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ ̓ ἔτι νῦν περ κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.

66

ὡς ἂρ ἔφη· πολέεσσι δ ̓ ἐπι χλόος εἷλε παρειὰς 1220 αὐτίκα, τοῖον ἄεθλον ὅτ' ἔκλυον. αἶψα δὲ Πηλεύς θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε ,,μὴ δ' οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ. οὔτε γὰρ ὧδ ̓ ἀλκὴν ἐπιδευόμεθ', ὥστε χερείους ἔμμεναι Αιήταο συν ἔντεσι πειρηθῆναι· 1225 ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας. τῷ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει, οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων. ὡς οἵγ ̓ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο, 1230 μέσφ' αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν. ἦρι δ ̓ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος· ἱστία δ ̓ ἤειραν, τὰ δ ̓ ὑπαι ῥιπῆς ἀνέμοιο τείνετο· ῥίμφα δὲ νῆσον ἀποπροέλειπον "Αρηος. νυκτὶ δ ̓ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον 1235 ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτ ̓ ἐν ὀλύμπῳ Τιτήνων ἤνασσεν, ὃ δὲ Κρηταῖον ὑπ ̓ ἄντρον Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ ̓ Ἰδαίοισιν, Ῥείην ἐξαπαφών, παρελέξατο· τοὺς δ ̓ ἐνι λέκτροις τέτμε θεὰ μεσσηγύς· ὃ δ ̓ ἐξ εὐνῆς ἀνορούσας 1240 ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ·

ἡ δ ̓ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα· Ωκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν · ἔρφ ̓, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ,

1245

ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ.

κείθεν δ ̓ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας, Βύζηράς τ' ἐπι τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.

καὶ δὴ νεισομένοισι μυχὸς διεφαίνετο πόντου 1250 καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι ἠλίβατοι, τόθι γυῖα περι στυφελοῖσι πάγοισιν ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα.

τὸν μὲν ἐπ' ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ροίζῳ 1255 νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης λαίφεα πάντ' ἐτίναξε, παραιθύξας πτερύγεσσιν. οὐ γὰρ ὅγ ̓ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο, ἶσα δ ̓ ἐυξέστοις ωκύπτερα πάλλεν ἐρετμοῖς. δηρὸν δ ̓ οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν 1260 ἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δ ̓ αἰθὴρ οἰμωγῇ, μέσῳ ̓ αὖτις ἀπ ̓ οὔρεος ἀίσσοντα αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν. ἐννύχιοι δ' Αργοιο δαημοσύνῃσιν ἵκοντο Φασίν τ' εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου. αὐτίκα δ ̓ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δ ̓ ἐρετμοῖς εἰσέλασαν ποταμοιο μέγαν ῥόον· αὐτὰρ ὁ πάντῃ καχλάζων ὑπόεικεν. ἔχον δ ̓ ἐπ' ἀριστερὰ χειρῶν 1270 Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης, ἔνθεν δ ̓ αὖ πεδίον τὸ ̓Αρήιον ἱερά τ' ἄλση τοῖς θεοῦ, τόθι κῶας ὄφις εἴουτο δοκεύων πεπτάμενον λασίοισιν ἐπι δρυὺς ἀκρεμόνεσσιν. αὐτὸς δ ̓ Αισονίδης χρυσέῳ ποταμὸν δὲ κυπέλλῳ 1275 οίνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς

1265

Γαίῃ τ ̓ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων ἡρώων· γουνοῦτο δ ̓ ἀπήμονας εἶναι ἀρωγοὺς εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι. αὐτίκα δ' Αγκαῖος τοῖον μετα μῦθον ἔειπεν 1280 ,,Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα Φάσιδος· ὥρη δ ̓ ἧμιν ἐνι σφίσι μητιάασθαι, εἴτ' οὖν μειλιχίῃ πειρησόμεθ' Αιήταο,

εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.

66

ὡς ἔφατ' · "Αργου δ ̓ αὖτε παρηγορίῃσιν Ἰήσων 1285 ὑψόθι νῆ ἐκέλευσεν ἐπ ̓ εὐναίῃσιν ἐρύσσαι δάσκιον εἰσελάσαντας ἕλος· τὸ δ ̓ ἐπισχεδὸν ἦεν νεισομένων, ἔνθ ̓ οἵγε δια κνέφας ηὐλίζοντο. ἠὼς δ ̓ οὐ μετα δηρὸν ἐελδομένοισι φαάνθη.

ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

Α Ρ Γ Ο Ν Α Υ ΤΙΚ Ω Ν Γ.

Εἰ δ ̓ ἄγενῦν, Ερατώ, παρά θ ̓ ἵστασο καί μοι ἐνίσπες, ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ιήσων Μηδείης ὑπ ̓ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις 5 παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομ ̓ ἀνῆπται. ὡς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν μίμνον ἀριστῆες λελοχημένοι. αἱ δ ̓ ἐνόησαν Ηρη Αθηναίη τε· Διὸς δ ̓ αὐτοῖο καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν θάλαμον δὲ κιοῦσαι 10 βούλευον· πείραζε δ' Αθηναίην πάρος Ἥρη

,,αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.

τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες χρύσεον Αιήταο μεθ ̓ Ἑλλάδα κῶας ἄγοιντο,

รี

καὶ τόνγ ̓ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν 15 μειλιχίοις; ἦ γὰρ ὅγ ̓ ὑπερφίαλος πέλει αἰνῶς. ἔμπης δ ̓ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.“

30

ὡς φάτο· τὴν δὲ παράσσον Αθηναίη προσέειπεν ,,καὶ δ ̓ αὐτὴν ἐμὲ τοῖα μετα φρεσὶν ὁρμαίνουσαν, Ἥρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω 20 φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει θυμὸν ἀριστήων· πολέας δ ̓ ἐπεδοίασα βουλάς.“ ἦ, καὶ ἐπ ̓ οὔδεος αΐγε ποδῶν πάρος ὄμματ' ἔπηξαν, ἄνδιχα πορφύρουσαι ἐνι σφίσιν. αὐτίκα δ ̓ Ἥρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον 25 „,δεῦρ ̓ ἴομεν μετα Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται κούρην Αιήτεω πολυφάρμακον οἷσι βέλεσσιν θέλξαι ὀιστεύσας ἐπ ̓ Ἰήσουι. τὸν δ ̓ ἂν δίω κείνης ἐννεσίῃσιν ἐς Ελλάδα κῶας ἀνάξειν. ὡς ἂρ ἔφη. πυκινὴ δὲ συνεύαδε μῆτις Αθήνῃ, καί μιν ἔπειτ' ἐξαῦτις ἀμείβετο μειλιχίοισιν Ηρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων, οὐ δέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. εἰ δὲ σοὶ αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ' ἂν ἔγωγε 35 ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα. ἦ, καὶ ἀναΐξασαι ἐπι μέγα δῶμα νέοντο Κύπριδος, ὅ φρά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις, ὁππότε μιν τὰ πρῶτα παραι Διὸς ἦγεν ἄκοιτιν. ἕρκεα δ ̓ εἰσελθοῦσαι ὑπ ̓ αἰθούσῃ θαλάμοιο 40 ἔσταν, ἵν ̓ ἐντύνεσκε θεὰ λέχος Ηφαίστοιο. ἀλλ ̓ ὃ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει, νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα δαίδαλα χάλκευεν ῥιπῇ πυρός· ἡ δ ̓ ἄρα μούνη

་་

[ocr errors]

66

66

ἧστο δόμῳ δινωτὸν ἀνα θρόνον, ἄντα θυράων· 45 λευκοῖσιν δ ̓ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις κόσμει χρυσείῃ δια κερκίδι, μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους. τὰς δὲ προπάροιθεν ἰδοῦσα ἔσχεθεν, εἴσω τέ σφ ̓ ἐκάλει, καὶ ἀπὸ θρόνου ώρτο, εἶσέ τ' ἐνι κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ 50 ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν ἠθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει δηναιὰς αὕτως; τί δ ̓ ἱκάνετον, οὔτι πάρος γε λίην φοιτίζουσαι; ἐπεὶ περίεστε θεάων. 55 τὴν δ ̓ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. ἤδη γὰρ ποταμῷ ἐνι Φάσιδι νῆα κατίσχει Αισονίδης ἠδ ̓ ἄλλοι ὅσοι μετα κῶας ἕπονται. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν, 60 δείδιμεν ἐκπάγλως, περι δ ̓ Αἰσονίδαο μάλιστα. τὸν μὲν ἐγών, εἰ καί περ ἐς"Αιδα ναυτίλληται λυσόμενος χαλκέων Ιξίονα νειόθι δεσμῶν, ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνι σθένος ἔπλετο γυίοις, ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας, 65 ὅς μ' ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. καὶ δ ̓ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ' Ιήσων ἐξότ ̓ ἐπι προχοῇσιν ἅλις πλήθοντος Αναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών· νιφετῷ δ ̓ ἐπαλύνετο πάντα 70 οὔρεα καὶ σκοπιαὶ περιμήκεις, οἱ δὲ κατ' αὐτῶν χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. γρηὶ δέ μ' εἰσαμένην ὀλοφύρατο, καί μ' ἀναείρας αὐτὸς ἑοῖς ὠμοισι διεκ προαλὲς φέρεν ὕδωρ. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐ δέ κε λώβην 75 τίσειεν Πελίης, εἰ μὴ σύγε νόστον ὀπάσσοις. 66

« IndietroContinua »